ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς

Τετάρτη 26 Οκτωβρίου 2016

Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἡσαΐου τὸ λέγον· "Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου", καὶ ἔπαινος τῆς πόλεως τῆς Ἀντιοχείας, καὶ κατὰ κωλυόντων  τὸν γάμον ἔνθεος ἀπόδειξις.

 Λαμπρὸν ἡμῖν τήμερον τὸ θέατρον γέγονε καὶ φαιδρὸς ὁ σύλλογος. Τί ποτε ἄρα τὸ αἴτιον; Τῶν χθὲς σπερμάτων καρπὸς ὁ σήμερον θερισμός. Χθὲς ἐφυτεύσαμεν καὶ σήμερον τρυγῶμεν. Οὐ γὰρ γῆν ἄψυχον γεωργοῦμεν, ἵνα βραδύνῃ, ἀλλὰ ψυχὰς λογικάς. Οὐκ ἔστι φύσις ἡ μέλλουσα, ἀλλὰ χάρις ἡ ταχύνουσα. Εὔτακτος ἡμῖν ὁ λαός, φιλήκοος ὁ δῆμος. Χθὲς ἐκλήθησαν  καὶ σήμερον στεφανοῦνται.  Τῆς χθὲς παραινέσεως  καρπὸς ἡ σήμερον ὑπακοή. ∆ιὰ τοῦτο καὶ ἡμεῖς μετὰ προθυμίας τὰ σπέρματα καταβάλλομεν,  ὅτι καθαρὰν    ὁρῶμεν    τὴν    ἄρουραν   οὐδαμοῦ   ἄκανθαν    ἀποπνίγουσαν,


 οὐδὲ   ὁδὸν πατουμένην,   οὐδὲ  πέτραν  ἄγονον,   ἀλλὰ  βαθεῖάν  τινα  καὶ  λιπαρὰν   χώραν,  ὁμοῦ δεχομένην τὰ σπέρματα καὶ τὸν στάχυν ἡμῖν παρέχουσαν. Ταῦτα λέγω καὶ ἀεὶ λέγων οὐ παύσομαι· ὅτι ἐγκώμιον τῆς πόλεως τῆς ἡμετέρας, οὐχ ὅτι σύγκλητον ἔχει καὶ ὑπάτους ἀριθμεῖν  ἔχομεν,  οὐδ' ὅτι  ἀνδριάντας  πολλούς,  οὐδ' ὅτι  ὠνίων  ἀφθονίαν,  οὐδ' ὅτι θέσεως ἐπιτηδειότητα·  ἀλλ' ὅτι δῆμον ἔχει φιλήκοον  καὶ ναοὺς Θεοῦ πεπληρωμένους, καὶ ἡ Ἐκκλησία μᾶλλον τρυφᾷ καθ' ἑκάστην ἡμέραν λόγον ῥέοντα καὶ πόθον οὐδέποτε κορεννύμενον.   Ἡ  γὰρ  πόλις   οὐκ  ἀπὸ  τῶν   οἰκοδομῶν,   ἀλλὰ   ἀπὸ  τῶν   ἐνοίκων θαυμάζεται. Μή μοι λέγε ὅτι ἡ Ῥωμαίων πόλις μεγάλη τῷ μεγέθει· ἀλλὰ δεῖξόν μοι ἐκεῖ οὕτω λαὸν φιλήκοον. Ἐπεὶ καὶ τὰ Σόδομα πύργους εἶχεν, ἡ δὲ καλύβη τὸν Ἀβραάμ· ἀλλ' ἐλθόντες  οἱ ἄγγελοι  τὰ μὲν Σόδομα παρέδραμον, ἐπὶ δὲ τὴν καλύβην κατήχθησαν.  Οὐ γὰρ οἴκων περιφάνειαν  ἐζήτουν, ἀλλὰ ψυχῆς ἀρετὴν περιῄεσαν. Οὕτω δὴ καὶ ἄλλως ἡ ἔρημος εἶχε τὸν Ἰωάννην, ἡ δὲ πόλις τὸν Ἡρώδην· διὰ τοῦτο ἔρημος πόλεως εὐγνωμονεστέρα. Τί δήποτε; Ὅτι οὐκ ἐν τοῖς κτίσμασιν ἡ προφητεία. Ταῦτα δὲ λέγω, ἵνα μηδέποτε πόλιν ἐγκωμιάσωμεν ἀπὸ πραγμάτων  καταλυομένων. Τί μοι λέγεις οἰκοδομήματα καὶ κίονας; Ταῦτα τῷ παρόντι συγκαταλύεται βίῳ. Εἴσελθε εἰς ἐκκλησίαν καὶ βλέπε τῆς πόλεως τὴν εὐγένειαν. Εἴσελθε καὶ βλέπε πένητας ἐκ μεσονυκτίων μέχρι τῆς  ἡμέρας  παραμένοντας,  βλέπε  παννυχί  δας  ἱερὰς  ἡμέρᾳ  καὶ  νυκτὶ  συναφθείσας, βλέπε δῆμον φιλόχριστον, οὔτε ἐν ἡμέρᾳ τὴν ἀνάγκην τῆς πενίας φοβουμένους, οὔτε ἐν νυκτὶ τὴν τυραννίδα  τοῦ ὕπνου. Μεγάλη πόλις καὶ μητρόπολις τῆς οἰκουμένης. Πόσοι ἐπίσκοποι,   πόσοι  διδάσκαλοι   ἦλθον   ἐνταῦθα   καὶ   παιδευθέντες   παρὰ   τοῦ   λαοῦ ἀναχωροῦσι καὶ τὸν νόμον τὸν ἔμφυτον ἐντεῦθεν μεταφυτεῦσαι παρασκευάζονται; Ἐὰν λέγῃς μοι ἀξιώματα καὶ χρημάτων  περιουσίαν, ἀπὸ τῶν φύλλων  τὸ δένδρον ἐπαινεῖς καὶ οὐκ ἀπὸ τοῦ καρποῦ. Ταῦτα δὲ λέγω  οὐ κολακεύων  ὑμῶν τὴν ἀγάπην,  ἀλλὰ τὴν ἀρετὴν  ὑμῶν  ἀνακηρύττων.   Μακάριος  ἐγὼ  δι'  ὑμᾶς,  μακάριοι  ὑμεῖς  δι'  ἑαυτούς. Μακάριος ὁ λέγων  εἰς ὦτα ἀκουόντων·  οὕτως ἐγὼ μακάριος ἐγενόμην.  "Μακάριοι οἱ πεινῶντες   καὶ  διψῶντες   τὴν  δικαιοσύνην."   Ἰδὲ  πῶς  ὑμεῖς  μακάριοι  δι'  ἑαυτοὺς ἐγένεσθε.  Μακάριος  ἀνὴρ  λόγων   ἐρῶν  πνευματικῶν.   Τοῦτο  διίστησιν  ἡμᾶς  τῶν ἀλόγων. Οὐ γὰρ δὴ ἡ τοῦ σώματος ἀναλογία, οὐδὲ τὸ τρέφεσθαι, οὐδὲ τὸ πίνειν, οὐδὲ τὸ νέμεσθαι, οὐδὲ τὸ ζῇν· ταῦτα γὰρ ἡμῖν ἅπαντα κοινὰ πρὸς τὰ ἄλογα· ἀλλὰ τί διέστηκεν ἄνθρωπος τῶν ἀλόγων; Τῷ λόγῳ· διὰ τοῦτο καὶ λογικὸν ζῶόν ἐστιν ὁ ἄνθρωπος. Ὥσπερ γὰρ τρέφεται τὰ σώματα, οὕτω τρέφεται καὶ ἡ ψυχή· ἀλλὰ τὸ μὲν σῶμα ἄρτῳ, ἡ δὲ ψυχὴ λόγῳ. Εἰπέ μοι· Ἂν οὖν ἴδῃς ἄνθρωπον  λίθον ἐσθίοντα, ἆρα ἂν εἴποις ἄνθρωπον εἶναι; Οὕτως ἂν ἴδῃς μὴ λόγῳ τρεφόμενον,  ἀλλ' ἀλογίᾳ, ἐρεῖς· Οὗτος καὶ τὸ εἶναι ἄνθρωπος ἀπώλεσεν· ἡ γὰρ ἀνατροφὴ  δείκνυσι τοῦ ἀνθρώπου  τὴν εὐγένειαν.  Ἐπειδὴ τοίνυν  τὸ θέατρον ἡμῖν πεπλήρωται  καὶ πάλιν  ἡ θάλασσα ἡ κυμαινομένη  καὶ γαλήνης  γέμουσα καὶ πάλιν τὸ πέλαγος τὸ χειμαζόμενον καὶ ἑστηκός, φέρε δὴ τὸ πλοῖον ἑλκύσωμεν, ἀντὶ τοῦ ἱστίου τὴν  γλῶτταν  ἀναπετάσαντες,  ἀντὶ  τοῦ ζεφύρου τοῦ Πνεύματος τὴν χάριν καλέσαντες,  ἀντὶ  τοῦ  αὐχένος  καὶ  πηδαλίου  τῷ  σταυρῷ  χρώμενοι   κυβερνήτῃ.  Ἡ θάλασσα μὲν γὰρ ἔχει ἁλμυρὰ ὕδατα, ἐνταῦθα δὲ ὕδωρ ζῶν. Ἐκεῖ ἄλογα ζῷα, ἐνταῦθα δὲ ψυχαὶ λογικαί· ἐκεῖ οἱ πλέοντες ἀπὸ θαλάσσης εἰς γῆν, ἐνταῦθα δὲ οἱ πλέοντες ἀπὸ γῆς εἰς οὐρανὸν ὁρμίζονται· ἐκεῖ πλοῖα, ἐνταῦθα δὲ λόγοι πνευματικοί·  ἐκεῖ σανίδες ἐν τῷ πλοίῳ, ἐνταῦθα δὲ λόγων συγκροτήματα· ἐκεῖ ἱστίον, ἐνταῦθα δὲ γλῶττα· ἐκεῖ ζεφύρου αὔρα,  ἐνταῦθα   δὲ  Πνεύματος  ἐπιδημία·   ἐκεῖ  ἄνθρωπος   κυβερνήτης,   ἐνταῦθα   δὲ κυβερνήτης ὁ Χριστός. ∆ιὰ δὴ τοῦτο τὸ πλοῖον χειμάζεται, ἀλλ' ὑποβρύχιον οὐ γίνεται. Ἠδύνατο μὲν γὰρ καὶ ἐν γαλήνῃ  πλεῖν,  ἀλλ' οὐκ ἀφῆκεν  ὁ κυβερνήτης, ἵνα καὶ τῶν πλεόντων  τὴν ὑπομονὴν ἴδῃς καὶ τοῦ κυβερνῶντος τὴν σύνεσιν ἀκριβῶς καταμάθῃς.
. Ἀκουέτωσαν Ἕλληνες, ἀκουέτωσαν Ἰουδαῖοι τὰκατορθώματα  ἡμῶν καὶ τὴν προεδρίαν τῆς Ἐκκλησίας. Ὑπὸ πόσων ἐπολεμήθη ἡ Ἐκκλησία, ἀλλ' οὐδέποτε ἐνικήθη; πόσοι τύραννοι; πόσοι στρατηγοί; πόσοι βασιλεῖς; Αὔγουστος, Τιβέριος, Γάϊος, Κλαύδιος, Νέρων, ἄνθρωποι λόγοις τετιμημένοι, δυνατοί, τοσαῦτα ἐπολέμησαν ἀκμὴν νεάζουσαν, ἀλλ' οὐκ ἐξερρίζωσαν· ἀλλ' οἱ μὲν πολεμήσαντες σεσίγηνται καὶ λήθῃ παραδέδονται, ἡ δὲ πολεμηθεῖσα  τὸν οὐρανὸν  ὑπεραίρει. Μὴ γάρ μοι τοῦτο ἴδῃς ὅτι ἐν γῇ ἕστηκεν ἡ Ἐκκλησία,  ἀλλ'  ὅτι  ἐν  οὐρανῷ   πολιτεύεται;   Πόθεν  τοῦτο   δῆλον;   ∆είκνυσι  τῶν πραγμάτων ἡ ἀπόδειξις. Ἐπολεμήθησαν ἕνδεκα μαθηταὶ καὶ ἡ οἰκουμένη ἐπολέμει· ἀλλ' οἱ πολεμηθέντες  ἐνίκησαν  καὶ οἱ πολεμήσαντες  ἀνῃρέθησαν· τὰ πρόβατα τῶν  λύκων περιεγένοντο.  Εἶδες ποιμένα τὰ πρόβατα ἐν μέσῳ τῶν λύκων  ἀποστέλλοντα,  ἵνα μηδὲ τῇ φυγῇ τὴν σωτηρίαν πορίσωνται; Ποῖος ποιμὴν τοῦτο ἐργάζεται; Ἀλλ' ὁ Χριστὸς τοῦτο ἐποίησεν, ἵνα σοι δείξῃ ὅτι οὐ κατὰ ἀκολουθίαν  τῶν πραγμάτων,  ἀλλ' ὑπὲρ φύσιν καὶ ἀκολουθίαν  τὰ κατορθώματα  γίνεται.  Ἡ γὰρ Ἐκκλησία οὐρανοῦ  μᾶλλον  ἐρρίζωται. Ἀλλ' ἴσως ἀπόνοιάν μου καταγινώσκει  ὁ Ἕλλην· ἀλλ' ἀναμενέτω  τῶν πραγμάτων  τὴν ἀπόδειξιν  καὶ  μανθανέτω   τῆς  ἀληθείας  τὴν  ἰσχύν.  Πῶς;  εὐκολώτερον   τὸν  ἥλιον σβεσθῆναι ἢ τὴν Ἐκκλησίαν ἀφανισθῆναι. Τίς ταῦτα, φησίν, ὁ κηρύττων; Ὁ θεμελιώσας αὐτήν· "Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν." Ταῦτα οὐ μόνον εἶπεν, ἀλλὰ καὶ ἐπλήρωσεν· διὰ τί γὰρ μᾶλλον οὐρανοῦ μείζονα αὐτὴν ἐθεμελίωσεν; Οὐρανοῦ γὰρ τιμιωτέρα ἡ Ἐκκλησία. ∆ιὰ τί οὐρανός; ∆ιὰ τὴν Ἐκκλησίαν, οὐχ ἡ Ἐκκλησία διὰ τὸν οὐρανόν. Ὁ οὐρανὸς δὲ διὰ τὸν ἄνθρωπον,  οὐκ ἄνθρωπος διὰ τὸν οὐρανόν. Καὶ ἐξ ὧν αὐτὸς ἐποίησεν, δῆλον. Οὐράνιον γὰρ σῶμα οὐκ ἀνέλαβεν  ὁ Χριστός.  Ἀλλ'  ἵνα   μὴ   μηκύναντες   τὸν   λόγον,   πάλιν   χρεωσταὶ   ἀναχωρήσωμεν σήμερονἴστε γὰρ ὅσαπερ χθὲς ὑπεσχόμεθα, καταβαλεῖν  ἕτοιμοι σήμερον. ∆ιὰ γὰρ τοὺς ἀπολειφθέντας ἀνεβαλόμην.  Ἐπειδὴ οὖν οἱ ἀπολειφθέντες τὰ ἑαυτῶν  ἐπλήρωσαν καὶ τὴν  παρουσίαν  ἡμῖν  τὴν  ἑαυτῶν  ἐχαρίσαντο  πεπληρωμένην τράπεζαν  τῶν ἀναλωμάτων, φέρε δή, τὰ ὄψα παραθῶμεν, ὄψα οὐχ ἕωλα· εἰ γὰρ καὶ χθεσινὰ ἦν, ἀλλ' οὐ γίνονται  ἕωλα. Τί δήποτε; Οὐκ ἔστι κρέα, ἵνα διαφθαρῇ,  ἀλλὰ  νοήματα  διηνεκῶς ἀνθοῦντα. Τὰ μὲν γὰρ κρέα φθείρεται· σῶμα γάρ ἐστιν· τὰ δὲ νοήματα μένοντα εὐωδέστερα καθίστανται.  Τί οὖν ἦν, ἃ χθὲς εἰρήκαμεν; Καὶ γὰρ καὶ ἡμεῖς χθὲς ἀπελαύσαμεν  τραπέζης  καὶ  οἱ  ἀπολειφθέντες  οὐκ  ἐζημιώθησαν.  "Καὶ ἐγένετο  τοῦ ἐνιαυτοῦ,  οὗ ἀπέθανεν  Ὀζίας ὁ βασιλεύς,  εἶδον  τὸν  Κύριον καθήμενον  ἐπὶ  θρόνου ὑψηλοῦ  καὶ ἐπῃρμένου."  Τίς ταῦτά  φησιν;  Ἡσαΐας, ὁ θεωρὸς  τῶν  Σεραφίμ, ὁ γάμῳ ὁμιλήσας καὶ τὴν χάριν μὴ σβέσας. Καὶ προσεσχήκατε τῷ προφήτῃ, ἀλλ' ἀκούσατε τοῦ προφήτου καὶ σήμερον· "Ἔξελθε, σὺ καὶ Ἰασοὺφ ὁ υἱός σου." Ἀναγκαῖον καὶ ταῦτα μὴ παραδραμεῖν. "Ἔξελθε, σὺ καὶ ὁ υἱός σου." Υἱὸν εἶχεν ὁ προφήτης; Οὐκοῦν εἰ υἱόν, καὶ γυναῖκα, ἵνα μάθῃς ὅτι οὐ φαῦλον ὁ γάμος, ἀλλὰ κακὸν ἡ πορνεία. Ἀλλ' ἐπειδὴ πολλοῖς τισι  διαλεγόμεθα   καὶ  λέγομεν·  ∆ιὰ  τί  μὴ  ὀρθῶς  ζῇς,  διὰ  τί  μὴ  τὸν  βίον  ἀκριβῆ ἐπιδείκνυσαι;  Πῶς δύναμαι,  φησίν,  ἐὰν μὴ ἀποτάξωμαι  γυναικί,  ἐὰν μὴ ἀποτάξωμαι παιδίοις,  ἐὰν  μὴ  ἀποτάξωμαι  πράγμασιν;  ∆ιὰ  τί;  Μὴ κώλυμα  ὁ  γάμος;  βοηθός  σοι δέδοται ἡ γυνή, μὴ ἐπίβουλος. Ὁ προφήτης οὐ γυναῖκα εἶχεν; Καὶ οὐκ ἐγένετο κώλυμα τοῦ Πνεύματος ὁ γάμος· ἀλλὰ καὶ ὡμίλει  τῇ γυναικὶ  καὶ προφήτης  ἦν. Ὁ Μωϋσῆς οὐ γυναῖκα εἶχεν; Ἀλλ' ὅμως καὶ πέτρας διέρρηξεν καὶ ἀέρα μετέβαλεν καὶ Θεῷ διελέγετο καὶ  θεήλατον  ὀργὴν  ἀνέστειλεν.  Ὁ Ἀβραὰμ οὐχὶ  γυναῖκα  εἶχεν;  Καὶ πατὴρ  ἐγένετο ἐθνῶν πολλῶν  καὶ τῆς Ἐκκλησίας· τὸν γὰρ Ἰσαὰκ υἱὸν εἶχεν. Οὐχ οὗτος αὐτῷ ἐγένετοκατορθωμάτων ὑπόθεσις; Οὐκ ἀνήνεγκε τὸ παιδίον, τὸν καρπὸν τοῦ γάμου; οὐκ ἐγένετο καὶ πατὴρ καὶ φιλόθεος; οὐκ ἦν ἰδεῖν ἱερέα ἐξ οἰκείων σπλάγχνων  γενόμενον; ἱερέα καὶ πατέρα; φύσιν νικωμένην καὶ εὐλάβειαν κρατοῦσαν; σπλάγχνα πατούμενα καὶ κατορθώματα εὐσεβῆ περιγινόμενα;  καὶ τὸν πατέρα λυόμενον καὶ φιλόθεον στεφανούμενον;  οὐκ εἶδες ὅλον φιλόπαιδα  καὶ φιλόθεον;  μήτι ἐκώλυσεν  ὁ γάμος;  Τί δαί; ἡ μήτηρ τῶν Μακκαβαίων οὐχὶ γυνὴ ἦν; οὐχὶ ἑπτὰ δέδωκεν παῖδας τὸν χορὸν τῶν ἁγίων;  οὐκ εἶδεν αὐτοὺς μαρτυρήσαντας; οὐχ εἱστήκει καθάπερ ὄρος μὴ σαλευομένη; οὐχ εἱστήκει καθ' ἕκαστον αὐτῶν μαρτυροῦσα, καὶ μήτηρ μαρτύρων καὶ ἑπτάκις ἐμαρτύρησεν; Βασανιζομένων γὰρ ἐκείνων, αὐτὴ τὴν πληγὴν ἐδέχετο. Οὐδὲ γὰρ ἀπαθῶς οὕτω τὰ γινόμενα  ἔφερεν· μήτηρ γὰρ ἦν καὶ τῆς φύσεως ἡ ὕβρις τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο· ἀλλ' οὐκ ἐνικᾶτο.  Θάλασσα γὰρ ἦν καὶ κύματα· ἀλλ' ὥσπερ ἡ θάλασσα μαινομένη  καταλύεται,  οὕτω καὶ ἡ φύσις ἐγειρομένη  τῷ φόβῳ τοῦ Θεοῦ ἐχαλινοῦτο. Πῶς  αὐτοὺς  ἤλειψεν;  πῶς  αὐτοὺς  ἔθρεψεν;  πῶς  ἑπτὰ  ναοὺς  τῷ  Θεῷ παρέστησεν, ἀνδριάντας χρυσοῦς, μᾶλλον δὲ καὶ χρυσοῦ τιμιωτέρους;
Οὐδὲ γὰρ  τοιοῦτον  ἀπολάμπει  χρυσός, οἷον  ψυχὴ  μαρτύρων.  Εἱστήκει ὁ τύραννος  καὶ ὑπὸ μιᾶς γυναικὸς  ἡττώμενος  ἀνεχώρει.  Ἐκεῖνος ὅπλοις ἐπολιόρκει καὶ αὕτη  προθυμίᾳ  περιεγένετο·  ἐκεῖνος   κάμινον   ἀνῆψεν   καὶ  αὕτη  τὴν  ἀρετὴν  τοῦ Πνεύματος· ἐκεῖνος  στρατόπεδον  ἐκίνει  καὶ αὕτη  πρὸς ἀγγέλους  μεθωρμίζετο· ἑώρα κάτω τὸν τύραννον  καὶ ἐνενόει  τὸν ἄνω βασιλεύοντα·  ἑώρα τὰς κάτω βασάνους καὶ ἠρίθμει  τὰ  ἄνω  βραβεῖα· ἑώρα  τὴν  παροῦσαν  κόλασιν  καὶ  ἐνενόει  τὴν  μέλλουσαν ἀθανασίαν. [∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· "Μὴ σκοπούντων  ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ  βλεπόμενα."]  Μή τι  κώλυμα  ὁ  γάμος  ἐγένετο;  Τί  δαὶ  ὁ  Πέτρος, ἡ  κρηπὶς  τῆς Ἐκκλησίας,  ὁ  μανικὸς  ἐραστὴς  τοῦ  Χριστοῦ, ὁ  ἀπαίδευτος  τῷ  λόγῳ  καὶ  ῥητόρων περιγενόμενος,   ὁ  ἀμαθὴς  καὶ  φιλοσόφων   ἀποφράξας  στόματα,  ὁ  τὴν  ἑλληνικὴν θρησκείαν καθάπερ ἀράχνην  διαλύσας, ὁ τὴν οἰκουμένην  περιδραμών,  ὁ σαγηνεύσας τὴν θάλασσαν καὶ ἁλιεύσας τὴν οἰκουμένην, οὐκ εἶχε καὶ οὗτος γυναῖκα; Ναί, εἶχεν. Ὅτι δὲ  ἔσχεν,  ἄκουσον  τοῦ  εὐαγγελιστοῦ.  Τί  δέ  φησιν;  "Εἰσῆλθεν  ὁ  Ἰησοῦς  πρὸς  τὴν πενθερὰν  Πέτρου πυρέσσουσαν." Ὅπου πενθερά,  ἐκεῖ καὶ γυνή·  ὅπου γυνή,  ἐκεῖ καὶ γάμος. Τί δαὶ ὁ Φίλιππος; οὐ τέσσαρας θυγατέρας εἶχεν; Ὅπου δὲ τέσσαρες θυγατέρες, ἐκεῖ  καὶ  γυνὴ  καὶ  γάμος.  Τί τοίνυν  ὁ Χριστός; Ἀπὸ παρθένου  μέν,  ἀλλ' εἰς  γάμον παρεγένετο καὶ δῶρον εἰσήνεγκεν· "Οὐκ ἔχουσιν γάρ, φησίν, οἶνον"· καὶ τὸ ὕδωρ οἶνον ἐποίησεν,  τῇ  παρθενίᾳ  τὸν  γάμον  τιμῶν,  τῇ  δωρεᾷ  τὸ  πρᾶγμα  θαυμάζων·  ἵνα  μὴ βδελύσσῃ τὸν γάμον,  ἀλλὰ  μισῇς τὴν  πορνείαν.  Τῷ ἐμῷ κινδύνῳ  ἐγγυῶμαί  σου τὴν σωτηρίαν, κἂν γυναῖκα ἔχῃς. Πρόσεχε σεαυτῷ. Γυνὴ ἐὰν εὔχρηστος ᾖ, βοηθός σού ἐστιν. Τί οὖν ἂν μὴ ᾖ εὔχρηστος; Ποίησον αὐτὴν εὔχρηστον. Μὴ οὐκ ἐγένοντο καλαὶ γυναῖκες καὶ κακαί, ἵνα μὴ ἔχῃς πρόφασιν; Ποταπὴ ἡ τοῦ Ἰὼβ ἦν; Ἡ δὲ Σάρρα καλὴ ἦν. ∆είξω σοι γυναῖκα φαύλην καὶ πονηράν. Οὐκ ἔβλαψεν τὸν ἄνδρα ἡ γυνὴ τοῦ Ἰώβ· πονηρὰ ἦν καὶ φαύλη   καὶ  γὰρ  βλασφημεῖν   αὐτῷ   συνεβούλευσεν.   Τί  οὖν;  ἔσεισεν  τὸν   πύργον; κατήνεγκεν   τὸν  ἀδάμαντα;  περιεγένετο   τῆς  πέτρας;  ἐξέκρουσεν  τὸν  στρατιώτην; διέτρησεν   τὸ   σκάφος;   ἐξερρίζωσεν   τὸ   δένδρον;   Οὐδὲν   τούτων·   ἀλλ'   ἐκείνη προσέκρουσεν, καὶ ὁ πύργος  ἀσφαλέστερος ἐγίνετο·  αὐτὴ τὰ κύματα  ἤγειρεν,  καὶ τὸ πλοῖον  οὐ κατεποντίζετο,  ἀλλ' ἐξ οὐρίας  ἔπλεεν·  ὁ καρπὸς  αὐτοῦ  ἐτρυγήθη,  καὶ τὸ δένδρον οὐκ ἐσαλεύθη· τὰ φύλλα ἔπεσεν, καὶ ἡ ῥίζα ἔμενεν ἀσάλευτος. Ταῦτα λέγω, ἵνα μηδεὶς προφασίσηται κακίαν γυναικός.  Φαύλη ἐστίν; ∆ιόρθωσον αὐτήν. Ἀλλά, φησίν, ἀπὸ παραδείσου με ἐξέβαλεν. Ἀλλὰ καὶ εἰς οὐρανούς σε ἀνήνεγκεν.  Ἡ αὐτὴ μὲν φύσις,διάφορος δὲ ἡ γνώμη. Ἀλλ' ἡ τοῦ Ἰὼβ φαύλη; Ἀλλ' ἡ Σωσάννα καλή. Ἀλλ' ἡ Αἰγυπτία ἀκόλαστος; Ἀλλ' ἡ Σάρρα κοσμία. Εἶδες ἐκείνην; Βλέπε καὶ ταύτην· ἐπεὶ καὶ ἐν ἀνδράσιν οἱ μὲν φαῦλοι,  οἱ δὲ σπουδαῖοι. Καλὸς ὁ Ἰωσήφ, οἱ δὲ πρεσβύτεροι ἀκόλαστοι. Εἶδες πανταχοῦ   κακίαν   καὶ  ἀρετήν,   μὴ  τῇ  φύσει   ταῦτα   κρινόμενα,   ἀλλὰ   τῇ  γνώμῃ διαιρούμενα. Μή μοι προφάσεις; Ἀλλ' ἐπὶ τὰ χρέα καὶ τὴν καταβολὴν σπεύδωμεν. "Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς." Μέλλω λέγειν διὰ τί ὁ προφήτης ἐπισημαίνεται τὸν καιρόν· ἐζητοῦμεν γὰρ χθές, τί δήποτε τῶν προφητῶν  ἁπάντων  τὸν καιρὸν τῆς ζωῆς τῶν βασιλέων  εἰωθότων  λέγειν,  καὶ αὐτοῦ τούτου, ἐνταῦθα  τὸ ἔθος ἐλύθη· καὶ οὐ λέγει· ἐν ταῖς ἡμέραις Ὀζίου, ἀλλ' ἐν τῇ τελευτῇ  Ὀζίου. Τοῦτο λῦσαι βούλομαι σήμερον. Εἰ γὰρ καὶ πολὺ τὸ καῦμα, ἀλλὰ μείζων ἡ δρόσος τοῦ λόγου· εἰ γὰρ βιάζεται τὸ σῶμα μαλακιζόμενον,  ἀλλ' ἀκμάζουσα ἡ ψυχὴ  εὐφραίνεται.  Μή μοι λέγε καῦμα καὶ ἱδρῶτα· ἐὰν ἱδρώσῃς τῷ σώματι, σμήχεις σου τὴν διάνοιαν. Οἱ παῖδες οἱ τρεῖς ἐν καμίνῳ  ἦσαν καὶ οὐδὲν ἔπασχον, ἀλλ' ἡ κάμινος  δρόσος ἐγένετο.  Ὅταν ἐννοήσῃς ἱδρῶτα,  ἐννόει  καὶ τὸν  μισθὸν καὶ τὴν  ἀμοιβήν.  Καὶ γὰρ κολυμβητὴς  ἄνθρωπος  δι' οὐδὲν ἄλλο κατατολμᾷ εἰς τὸ βάθος ἑαυτὸν καταβαλεῖν τῶν ὑδάτων ἢ διὰ μαργαρίτας, τοῦ πολέμου τὴν ὑπόθεσιν. Ἀλλ' οὐ τὴν ὕλην διαβάλλω, ἀλλὰ τὴν ἀκόλαστον γνώμην. Καὶ σύ, ἵνα  λάβῃς  θησαυρὸν ἀνελλιπῆ  καὶ φυτεύσῃς  ἄμπελον  ἐν  τῇ ψυχῇ  σου, οὐκ ἀνέχῃ καύματος, οὐδὲ ἱδρῶτος; Οὐχ ὁρᾷς τοὺς ἐν θεάτρῳ καθημένους, πῶς ἱδροῦσιν καὶ γυμνῇ τῇ κεφαλῇ τὴν ἀκτῖνα δέχονται, ἵνα γένωνται  θανάτου αἰχμάλωτοι,  ἵνα πόρνης δοῦλοι; Εἰς ἀπώλειαν  ἐκεῖνοι  κάμνουσιν, καὶ σὺ εἰς σωτηρίαν ἐκλύῃ; Ἀθλητὴς εἶ καὶ στρατιώτης.  Μὴ  τοίνυν   κάμνε  πρὸς  τοὺς  κινδύνους,   ἀλλ'  εὐψύχως   διάφερε  τοὺς ἀγῶνας.  Τίς οὖν ἐστιν ὁ Ὀζίας ἐκεῖνος  καὶ διὰ τί τὴν τελευτὴν  αὐτοῦ ταύτην  εἶπεν; Οὗτος ὁ Ὀζίας βασιλεὺς ἦν καὶ ἀνὴρ δίκαιος καὶ πολλοῖς  κομῶν τοῖς κατορθώμασιν· ἀλλ' ὕστερόν ποτε εἰς ἀπόνοιαν ἦλθεν, εἰς ἀπόνοιαν, τὴν μητέρα τῶν κακῶν, εἰς ἀλαζονείαν,   τὸν   θόρυβον   τῶν   νοσούντων,   εἰς  ὑπερηφανίαν,   τὴν   ἀπώλειαν   τοῦ διαβόλου.  Οὐδὲν γὰρ  ἀπονοίας  χεῖρον· διὰ  τοῦτο  καὶ  τὸν  λόγον  ἅπαντα  εἰς  τοῦτο κατηναλώσαμεν  χθές, τὴν ἀπόνοιαν  καθαιροῦντες  καὶ τὴν ταπεινοφροσύνην διδάσκοντες.
 Εἴπω  σοι  πόσον  ἀγαθὸν   ταπεινοφροσύνη   καὶ  πόσον  κακὸν   ἀπόνοια; Ἁμαρτωλὸς   δίκαιον   ἐνίκησεν,   ὁ   τελώνης    τὸν   φαρισαῖον,   καὶ   ῥήματα   ἔργων περιεγένοντο.  Πῶς ῥήματα; Ὁ τελώνης  λέγει· "Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ." Ὁ φαρισαῖος λέγει· "Οὐκ εἰμὶ ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων  ἅρπαξ ἢ πλεονέκτης." Ἀλλὰ τί; "Νηστεύω δὶς τῆς ἑβδομάδος, ἀποδεκατῶ μου τὰ ὑπάρχοντα." Ὁ φαρισαῖος ἔργα ἔδειξε δικαιοσύνης· ὁ τελώνης  ῥήματα εἶπε ταπεινοφροσύνης,  καὶ λόγοι ἔργων περιεγένοντο καὶ  ὁ τοσοῦτος  θησαυρὸς  ἐξεφυσήθη  καὶ  ἡ τοσαύτη  πενία  εἰς  πλοῦτον  μετεβλήθη. Ἦλθον δύο πλοῖα ἔχοντα γόμον· εἰσῆλθον ἀμφότερα εἰς τὸν λιμένα· ἀλλ' ὁ μὲν τελώνης καλῶς τῷ λιμένι  προσωρμίσθη, ὁ δὲ φαρισαῖος ναυάγιον  ὑπέμεινεν,  ἵνα μάθῃς πόσον κακὸν ἡ ἀπόνοια. ∆ίκαιος εἶ; Μὴ ταπεινώσῃς  τὸν ἀδελφόν  σου. Κομᾷς κατορθώμασιν; Μὴ ὀνειδίσῃς  τῷ  πλησίον  καὶ ὑποτέμῃς  σου τὸ ἐγκώμιον.  Ὅσον μέγας εἶ, τοσοῦτον ταπείνου  σαυτόν.  Καὶ πρόσεχε μετ' ἀκριβείας  τί  λέγω,  ἀγαπητέ.  Μᾶλλον  ὁ δίκαιος ὀφείλει φοβεῖσθαι τὴν ἀπόνοιαν ἢ ὁ ἁμαρτωλόςτοῦτο  καὶ χθὲς εἶπον, καὶ τήμερον λέγω διὰ τοὺς χθὲς ἀπολειφθέντας διότι ὁ ἁμαρτωλὸς ἔχει τὸ συνειδὸς κατηγοροῦν αὐτοῦ καὶ ἀνάγκη  ταπεινοφρονεῖν αὐτόν, ὁ δὲ δίκαιος ἐπαίρεται κατορθώμασιν. Ὥσπερ οὖν ἐπὶ τῶν  πλοίων,  οἱ  μὲν  ἔχοντες  κενὸν  πλοῖον  οὐ  δεδοίκασι  πειρατῶν  σύστημαοὐ γὰρ ἔρχονται  διατρῆσαι  τὸ  πλοῖον  τὸ  μηδὲν  ἔχον,  οἱ  δὲ  φόρτου  γέμον  ἔχοντες  πλοῖον δεδοίκασι πειρατάςὁ  γὰρ πειρατὴς  ἐκεῖ ἀπέρχεται,  ὅπου χρυσός, ὅπου ἄργυρος, ὅπου λίθοι  τίμιοι,  οὕτω  καὶ  ὁ διάβολος  οὐκ εὐκόλως  ἐπηρεάζει  τῷ  ἁμαρτωλῷ,  ἀλλὰ  τῷ δικαίῳ, ὅπου πλοῦτος πολύς. Ἐπειδὴ πολλάκις  ἡ ἀπόνοια ἐξ ἐπιβουλῆς τοῦ διαβόλου, νήφειν  ἀναγκαῖον.  Ὅσον μέγας  εἶ, τοσοῦτον  ταπείνου  σαυτόν. Ὅταν ἀναβῇς  εἰς τὸ ὕψος, ἀσφαλισθῆναι  χρείαν ἔχεις, ἵνα μὴ πέσῃς. ∆ιὸ καὶ ὁ Κύριος ἡμῶν λέγει· "Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν." Τί μέγα φρονεῖς, ἄνθρωπος ὤν, τῆς γῆς  συγγενής,  ὁμοούσιος  τῇ  τέφρᾳ,  τὰς  ἐν  τῇ  φύσει,  τὰς  ἐν  τῇ  γνώμῃ,  τὰς  ἐν  τῇ προαιρέσει  τῶν  πραγμάτων   μεταβολὰς  μὴ  λογιζόμενος;  Σήμερον  πλούσιος,  αὔριον πένης· σήμερον ὑγιαίνων, αὔριον νοσῶν· σήμερον χαίρων, αὔριον λυπούμενος· σήμερον ἐν  δόξῃ, αὔριον  ἐν  ἀτιμίᾳ· σήμερον ἐν  νεότητι,  αὔριον  ἐν γήρᾳ. Μὴ ἵσταταί  τι τῶν ἀνθρωπίνων; ἀλλ' ὥσπερ τῶν ποταμίων  ῥευμάτων  μιμεῖται τὸν δρόμον. Ὁμοῦ τε γὰρ ἐφάνη, καὶ σκιᾶς εὐκολώτερον  ἡμᾶς καταλιμπάνει.  Τί οὖν μέγα φρονεῖς, ἄνθρωπε, ὡς καπνὸς  ἢ ματαιότης; "Ἄνθρωπος  γὰρ ματαιότητι  ὡμοιώθη."  "Ὡσεὶ καπνὸς  αἱ ἡμέραι αὐτοῦ." "Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν." Ταῦτα λέγω, οὐχ ὡς τὴν οὐσίαν ἐξευτελίζων, ἀλλὰ τὴν ἀπόνοιαν χαλινῶν.  Καὶ γὰρ "μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων."  Ἀλλ' ὁ Ὀζίας οὗτος βασιλεὺς ὢν καὶ τὸ διάδημα περικείμενος, ἐπειδὴ δίκαιος ἦν, ἐφρόνησέν ποτε μέγα καὶ φρονήσας μέγα καὶ μεῖζον τῆς ἀξίας, εἰσῆλθεν εἰς τὸ ἱερόν. Καὶ ἄκουε πῶς· Εἰσῆλθεν εἰς τὰ ἅγια, φησί, τῶν ἁγίων, εἶτα λέγει, βούλομαι θυμιᾶσαι.  Βασιλεὺς ὢν  ἱερωσύνης  ἀρχὴν  ἁρπάζει. Βούλομαι, φησί, θυμιᾶσαι, ἐπειδὴ δίκαιός εἰμι. Ἀλλὰ μένε ἔσω τῶν οἰκείων  ὅρων· ἄλλοι ὅροι βασιλείας καὶ ἄλλοι ὅροι ἱερωσύνης· ἀλλ' αὕτη μείζων ἐκείνης. Οὐ γὰρ ἀπὸ τῶν φαινομένων φαίνεται  βασιλεύς, οὐδὲ ἀπὸ τῶν πεπηγμένων αὐτῷ λίθων, καὶ οὗ περίκειται χρυσίου, ὀφείλει κρίνεσθαι ὁ βασιλεύς. Οὗτος μὲν γὰρ τὰ ἐπὶ τῆς γῆς ἔλαχεν οἰκονομεῖν· ὁ δὲ τῆς ἱερωσύνης θεσμὸς ἄνω κάθηται. "Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ." Ὁ βασιλεὺς τὰ ἐνταῦθα πεπίστευται, ἐγὼ τὰ οὐράνια· ἐγὼ ὅταν εἴπω, τὸν ἱερέα λέγω. Μὴ οὖν, ἂν ἴδῃς ἱερέα ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε· οὐ γὰρ τὸ πρᾶγμα διαβάλλειν  δεῖ, ἀλλὰ τὸν  κακῶς  τῷ  καλῷ  κεχρημένον·   ἐπεὶ  καὶ  ὁ  Ἰούδας  προδότης  ἐγένετο,  ἀλλ'  οὐ κατηγορία   τῆς   ἀποστολῆς   τοῦτο,   ἀλλὰ   τῆς   ἐκείνου   γνώμης·   οὐκ  ἔγκλημα   τῆς ἱερωσύνης, ἀλλὰ τῆς κακῆς γνώμης.
Καὶ σὺ τοίνυν  μὴ  τὴν  ἱερωσύνην  διάβαλλε,  ἀλλὰ  τὸν  κακῶς  τῷ  καλῷ κεχρημένον. Ἐπεὶ ὅταν σοί τις διαλέ γηται καὶ λέγῃ· Εἶδες τόνδε τὸν χριστιανόν; εἰπέ· Ἀλλ' ἐγὼ οὐ περὶ προσώπων, ἀλλὰ περὶ πραγμάτων  σοι διαλέγομαι. Ἐπεὶ πόσοι ἰατροὶ δήμιοι  ἐγένοντο   καὶ  δηλητήρια  δεδώκασιν  ἀντὶ  φαρμάκων;  Ἀλλ'  οὐ  τὴν  τέχνην διαβάλλω,  ἀλλὰ τὸν κακῶς τῇ τέχνῃ  χρησάμενον. Πόσοι ναῦται  κατεπόντισαν  πλοῖα; Ἀλλ' οὐχ ἡ ναυτιλία,  ἀλλ' ἡ κακὴ γνώμη  ἐκείνων.  Ἐὰν ἦ χριστιανὸς φαῦλος, μὴ τοῦ δόγματος  κατηγόρει  καὶ τῆς ἱερωσύνης,  ἀλλὰ  τὸν  ἀπὸ ῥᾳθυμίας  φαῦλον  γενόμενον μέμφου, μᾶλλον  δὲ μὴ μέμφου, ἀλλ' ὥστε μεταβάλλεσθαι αὐτὸν εὔχου καὶ δάκρυε. Ὁ βασιλεὺς  σώματα  ἐμπιστεύεται,  ὁ δὲ ἱερεὺς  ψυχάς·  ὁ βασιλεὺς  λοιπάδας  χρημάτων ἀφίησιν,  ὁ δὲ  ἱερεὺς  λοιπάδας  ἁμαρτημάτων·  ἐκεῖνος  ἀναγκάζει,  οὗτος  παρακαλεῖ· [ἐκεῖνος  ἀνάγκῃ,  οὗτος γνώμῃ·] ἐκεῖνος  ὅπλα ἔχει αἰσθητά, οὗτος ὅπλα πνευματικά· ἐκεῖνος πολεμεῖ πρὸς βαρβάρους, ἐμοὶ πόλεμος πρὸς δαίμονας. Μείζων ἡ ἀρχὴ αὕτη· διὰ τοῦτο ὁ βασιλεὺς τὴν κεφαλὴν  ὑπὸ χεῖρας τοῦ ἱερέως ἄγει καὶ πανταχοῦ ἐν τῇ Παλαιᾷ ἱερεῖς  βασιλέας  ἔχριον.  Ἀλλ' ὁ βασιλεὺς  ἐκεῖνος  τὰ  ἴδια  σκάμματα  ὑπερβὰς  καὶ  τὸ μέτρον  τῆς βασιλείας  διαπηδήσας  προσθεῖναι  ἐπεχείρησεν  καὶ εἰσῆλθεν  εἰς τὸ ἱερὸν μετὰ αὐθεντίας, θυμιᾶσαι θέλων. Τί οὖν ὁ ἱερεύς; "Οὐκ ἔξεστί σοι, Ὀζία, θυμιᾶσαι." Ὅρα παρρησίαν, φρόνημα ἀδούλωτον, γλῶσσαν οὐρανοῦ ἁπτομένην, ἐλευθερίαν ἀχείρωτον, ἀνθρώπου τὸ σῶμα καὶ ἀγγέλου τὸ φρόνημα, χαμαὶ βαδίζοντα καὶ ἐν οὐρανῷ πολιτευόμενον.  Εἶδε τὸν βασιλέα καὶ οὐκ εἶδε τὴν πορφύραν· εἶδε τὸν βασιλέα καὶ οὐκ εἶδε τὸ διάδημα. Μή μοι λέγε τὴν βασιλείαν, ὅπου παρανομία. "Οὐκ ἔξεστί σοι, βασιλεῦ, θυμιᾶσαι εἰς τὰ ἅγια τῶν ἁγίων·" ὑπερβαίνεις τὰ σκάμματα, τὰ μὴ δεδομένα ζητεῖς· διὰ τοῦτο καὶ ἃ ἔλαβες ἀπολεῖς. "Οὐκ ἔξεστί σοι θυμιᾶν, ἀλλὰ τοῖς ἱερεῦσιν." Οὐκ ἔστι σὸν τοῦτο, ἀλλ' ἐμόν. Μὴ ἥρπασά σου τὴν  πορφυρίδα; Μὴ ἁρπάσῃς μου τὴν  ἱερωσύνην. "Οὐκ ἔξεστί σοι θυμιᾶν, ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών." [Μετὰ πολὺν  χρόνον, μετὰ τὴν τελευτὴν  Ἀαρὼν τοῦτο ἐγένετο.] Καὶ διὰ τί οὐκ εἶπεν· Τοῖς ἱερεῦσι, μόνον, ἀλλ' ἐμνημόνευσεν  καὶ τοῦ πατρός; Συνέβη ἐν ἐκείνῳ τῷ χρόνῳ τοιοῦτόν τι γενέσθαι.∆αθὰν γὰρ καὶ Ἀβειρὼν καὶ Κορὲ ἐπανέστησαν τῷ Ἀαρών· ἠνοίχθη  ἡ γῆ καὶ κατέπιεν αὐτούς· ἦλθε πῦρ ἄνωθεν  καὶ κατέκαυσεν αὐτούς. Βουλόμενος οὖν αὐτὸς ἀναμνῆσαι τῆς  ἱστορίας ἐκείνης,  ὅτι καί ποτε  ἐπηρέσαν τὴν  ἱερωσύνην,  ἀλλ' οὐχ  ἡττήθη,  ἀλλ' ἐπῆλθε πλῆθος καὶ ὁ Θεὸς αὐτοὺς ἠμύνατο. "Οὐκ ἔξεστί σοι θυμιᾷν, ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών." Οὐκ εἶπεν· Ἐννόησον τί ὑπέμειναν  οἱ τότε ταῦτα ποιήσαντες· οὐκ εἶπεν· Ἐννόησον ὅτι ἐκάησαν οἱ ἐπαναστάντες,  ἀλλ' εἶπε τὸν ἐκδικηθέντα  Ἀαρὼν καὶ εἰς ἀνάμνησιν  αὐτὸν τῆς ἱστορίας ἤνεγκεν, μονονουχὶ  τοῦτο λέγων· Μὴ τόλμα τὰ τοῦ ∆αθάν,  ἵνα   μὴ  πάθῃς   τοιαῦτα   οἷα  ἐπὶ  τοῦ  Ἀαρών.  Ὁ  δὲ  βασιλεὺς  Ὀζίας  οὐκ ἠνέσχετο,ἀλλὰ  τῇ ἀπονοίᾳ φυσιούμενος  ἐπεισῆλθεν  εἰς τὸ ἱερόν, ἀνεπέτασεν  τὰ ἅγια τῶν ἁγίων, θέλων  θυμιᾶσαι. Τί οὖν ὁ Θεός; Ἐπεὶ οὖν οὐ καλῶς ὁ ἱερεὺς κατεφρονήθη καὶ λόγος ἱερωσύνης ἐπατεῖτο καὶ οὐδὲν ἠδύνατο οὐκέτι ὁ ἱερεύςἱερέως γὰρ ἐλέγχειν ἐστὶ μόνον καὶ παρρησίαν ἐπιδείκνυσθαι, οὐχ ὅπλα κινεῖν, οὐδὲ ἀσπίδας ἁρπάζειν, οὐδὲ δόρυ  σείειν,  οὐδὲ  τόξον  τείνειν,   οὐδὲ  βέλος  πέμπειν,   ἀλλὰ  μόνον   ἐλέγχειν   καὶ παρρησίαν ἐπιδείκνυσθαι,  ἐπειδὴ οὖν ἤλεγχεν  ὁ ἱερεύς, οὐκ εἶξε δὲ ὁ βασιλεύς, ἀλλὰ ὅπλα ἐκίνει καὶ ἀσπίδας καὶ δόρατα καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς, ὥσπερ δικαιολογούμενος  πρὸς  τὸν  Θεόν,  φησίν·  Ἐγὼ  τὸ  ἐμαυτοῦ  ἐποίησα,  οὐδὲν  πλέον δύναμαι,  βοήθησον  αὐτὸς  ἱερωσύνῃ  πατουμένῃ·  νόμοι  ἀδικοῦνται,  θεσμοὶ ἀνατρέπονται.  Τί οὖν  ὁ φιλάνθρωπος;  Κολάζει τὸν  τολμητήν,  καὶ εὐθέως  ἐξήνθησε λέπρα  εἰς  τὸ  μέτωπον   αὐτοῦ.  Ὅπου  ἡ  ἀναισχυντία,   ἐκεῖ  καὶ  ἡ  τιμωρία.   Εἶδες φιλανθρωπίαν  τῆς  τοῦ  Θεοῦ τιμωρίας;  Οὐ κεραυνὸν  ἀφῆκεν,  οὐ  γῆν  ἔσεισεν,  οὐ συνετάραξεν τὸν οὐρανόν, ἀλλὰ ἐξήνθησεν ἡ λέπρα, οὐκ ἐν ἄλλῳ  τόπῳ ἀλλ' ἐπὶ τοῦ μετώπου, ἵνα τῆς κολάσεως τὸ τρόπαιον φορῇ, ἵνα ὡς ἐν στήλῃ γράμματα ᾖ κείμενα. Οὐδὲ γὰρ δι' αὐτὸν  ἐγένετο,  ἀλλὰ  διὰ  τοὺς  μετὰ  ταῦτα.  ∆υνάμενος  γὰρ ἀξίως  τὴν τιμωρίαν  ἐπαγαγεῖν, οὐκ ἐπήνεγκεν,  ἀλλὰ καθάπερ νόμος ἐν ὑψηλῷ τόπῳ τινὶ λέγων· Μὴ ποιεῖτε  τοιαῦτα,  ἵνα  μὴ πάθητε  τοιαῦτα.  Ἐξῄει νόμος  ἔμψυχος  καὶ  τὸ μέτωπον φωνὴν  ἠφίει  σάλπιγγος  λαμπροτέραν.  Γράμματα ἦν  ἀναγεγραμμένα  ἐν  τῷ  μετώπῳ, γράμματα  ἐξαλειφθῆναι μὴ δυνάμεναοὐ  γὰρ ἦν  μέλαν,  ἵνα  τις  ἐξαλείψῃ,  ἀλλ' ἀπὸ φύσεως ἡ λέπρα καὶ ἀκάθαρτον ἐποίει τοῦτον, ἵνα τοὺς ἄλλους καθαροὺς ποιήσῃ. Καὶ καθάπερ οἱ κατάδικοι,  ἐπειδὰν  σπαρτίον λάβωσιν, ἐξάγουσιν αὐτοὺς τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντας, οὕτω καὶ οὗτος ἀντὶ σπαρτίου ἐπὶ τοῦ μετώπου εἶχεν τὴν λέπραν ἀπαγόμενος,  ἐπειδὴ  τὴν  ἱερωσύνην  ὕβρισεν. Ταῦτα λέγω,  οὐχὶ  βασιλέας διαβάλλων, ἀλλὰ τοὺς τῇ ἀπονοίᾳ καὶ τῷ θυμῷ μεθύοντας, ἵνα μάθητε ὅτι ἡ ἱερωσύνη βασιλείας μείζων.

Ἀεὶ γὰρ ὁ Θεός, ὅταν ἁμάρτῃ ἡ ψυχή, τὸ σῶμα κολάζει. Οὕτω καὶ ἐπὶ τοῦΚάϊν ἐποίησεν. Ἡ ψυχὴ ἥμαρτε φόνον ἐργασαμένη, καὶ τὸ σῶμα αὐτοῦ παρελύθη. Πῶς; Ἄκουε·  "Στένων   καὶ  τρέμων,  φησίν,  ἔσῃ  ἐπὶ  τῆς  γῆς."  Καὶ περιῄει  ὁ  Κάϊν  πᾶσι διαλεγόμενος,  σιγῇ φωνὴν  ἀφιείς,  ἀφωνίᾳ  παιδεύων.  Ἡ γλῶσσα ἐσίγα καὶ τὰ μέλη ἐβόα, καὶ πᾶσι διελέγετο διὰ τί στένει, διὰ τί τρέμει· Ἀδελφὸν ἀπέκτεινα, φόνον εἰργασάμην.  Ὁ Μωϋσῆς μετὰ  ταῦτα  ἔλεγε  διὰ  γραμμάτων,  ἐκεῖνος  διὰ  πραγμάτων περιῄει πᾶσι λέγων· "Οὐ φονεύσεις." Εἶδες στόμα σιγῶν καὶ πρᾶγμα βοῶν; εἶδες νόμον ἔμψυχον   περιφερόμενον;   εἶδες   στήλην   περιερχομένην;  εἶδες   τιμωρίαν   τιμήσεως ἀναίρεσιν; εἶδες κόλασιν παιδεύσεως ὑπόθεσιν γινομένην; εἶδες ψυχὴν ἁμαρτοῦσαν καὶ τὴν σάρκα κολαζομένην; Καὶ μάλα εἰκότως. Οὕτω δὴ καὶ ἐπὶ Ἰωάννην,  ἡ ψυχὴ ἥμαρτε καὶ ἡ γλῶσσα ἐδέθη· τοῦ γὰρ ὀργάνου τῆς γλώττης ἀχρήστου λοιπὸν γεγονότος, ἐκεῖνος ὁ  τὴν  φωνὴν   γεννήσας,  Ζαχαρίας,  ἐτιμωρεῖτο.  Οὕτω  δὴ  καὶ  Ὀζίας  ἐλεπροῦτο  τὸ μέτωπον ἁμαρτών, ἵνα ἐκεῖνος παιδευθῇ. Καὶ ἐξῄει λοιπὸν ὁ βασιλεὺς πᾶσιν ὑπόδειγμα γενόμενος  καὶ ἐκαθάρθη τὸ ἱερὸν καὶ ἐξεβάλλετο, οὐδενὸς  ὠθοῦντος,  καὶ θέλων  τὴν ἱερωσύνην προσλαβεῖν καὶ ὃ εἶχεν ἀπώλεσεν. Καὶ ἐξῄει ἀπὸ τοῦ ἱεροῦ. Τὸ μὲν παλαιὸν πάντα λεπρὸν ἦν νόμος ἔξω τῆς πόλεως ἐκβάλλεσθαι· νυνὶ δὲ οὐκέτι. ∆ιὰ τί; Ἐπειδὴ ὡς παιδίοις  ἐνομοθέτει  ὁ Θεός, τότε λέπρα ἦν τοῦ σώματος, νυνὶ  δὲ ἡ λέπρα τῆς ψυχῆς ζητεῖται. Ἐξῄει τοίνυν ὁ βασιλεὺς ἐν λεπρότητι καὶ οὐκ ἐξέβαλον αὐτὸν ἐκ τῆς πόλεως, τάχα αἰδούμενοι τὸ διάδημα αὐτοῦ καὶ τὴν βασιλείαν, ἀλλ' ἐκάθητο πάλιν παρανομῶν. Τί οὖν ὁ Θεός; Ὀργιζόμενος τοῖς Ἰουδαίοις ἔστησε τὴν προφητείαν. Ταῦτα οὖν πάντα διὰ τὸ ῥῆμα τοῦ προφήτου, ἵνα καταβάλω τὸ χρέος. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθω μεν. Ἐξῆλθεν  ἐκ τοῦ  ἱεροῦ ὁ βασιλεὺς  λεπρωθείς.  ∆έον οὖν  καὶ  ἀπὸ τῆς  πόλεως  αὐτὸν ἐκβαλεῖν κατὰ τὸ ἔθος, ὡς ἀκάθαρτον, ὁ δῆμος ἔνδον αὐτοῦ καθεζομένου ἀνέχεται καὶ οὐδὲν τῶν ὀφειλόντων, οὐ μικρὸν οὐ μέγα εἰς λόγον παρρησίας ποιεῖ. Ἐπεὶ οὖν ἀφῆκαν αὐτόν,  ἀποστρέφεται  αὐτοὺς  ὁ Θεὸς καὶ τὴν  χάριν  παύει  τῆς  προφητείας·  καὶ μάλα εἰκότως.   Ἀνθ'   ὧν   γὰρ   τὸν   αὐτοῦ   νόμον   ἠθέτησαν   καὶ   ἐκβαλεῖν   ἀκάθαρτον ὑπεστάλησαν, τὸ προφητικὸν  ἵστησι χάρισμα. "Καὶ οὐκ ἦν ῥῆμα τίμιον τότε, καὶ οὐκ ἦν ῥῆσις προφητεύουσα",  τουτέστιν  οὐ διελέγετο  αὐτοῖς  διὰ προφητῶν  ὁ Θεός· οὐ γὰρ ἐνέπνει  τὸ Πνεῦμα αὐτοῖς  δι' οὗ ἐφθέγγοντο,  ἐπεὶ τὸν  ἀκάθαρτον  εἶχον· ἐπὶ δὲ τῶν ἀκαθάρτων οὐκ ἐνήργει τοῦ Πνεύματος ἡ χάρις. ∆ιὰ τοῦτο οὐ παρῆν, οὐκ ἐφαίνετο τοῖς προφήταις,   ἀλλὰ   σιγᾷ  καὶ   κρύπτει.   Ἵνα   δὲ  τὸ   λεγόμενον   σαφὲς   γένηται,   ἐπὶ ὑποδείγματος   ποιήσω  αὐτὸ  φανερόν.   Ὥσπερ ἄνθρωπος   πρός  τινα  διακείμενος   τῇ στοργῇ, μανικῶς λυπήσαντα αὐτὸν ἐπί τι πρᾶγμα, πρὸς αὐτὸν λέγει· Οὐκέτι ὄψομαί σοι, οὐ λαλῶ σοι, οὕτω καὶ ὁ Θεὸς τότε ἐποίησεν. Ἐπεὶ γὰρ αὐτὸν παρώργισαν, τὸν Ὀζίαν μὴ ἐκβαλόντες· Οὐκέτι, φησί, λαλῶ τοῖς προφήταις ὑμῶν, οὐκέτι πέμπω Πνεύματος χάριν. Ὅρα κόλασιν  ἡμερότητος  γέμουσαν.  Οὐ γὰρ  κεραυνοὺς  ἀφῆκεν,  οὐδὲ  ἐκ  θεμελίων κατέσεισεν τὴν πόλιν· ἀλλὰ τί; Οὐ θέλετέ με ἐκδικῆσαι; φησίν, οὐχ ὁμιλῶ ὑμῖν. Μὴ γὰρ οὐκ ἠδυνάμην  αὐτὸν  ἐκβαλεῖν;  Ἀλλ' ἐβουλήθην  τὸ λειπόμενον  ὑμῖν  καταλιπεῖν.  Οὐ βούλεσθε; Οὐδὲ ἐγὼ ὁμιλῶ ὑμῖν, οὐδὲ κινῶ τῶν προφητῶν τὴν ψυχήν. Οὐκ ἐνεργεῖ τοῦ Πνεύματος ἡ χάρις. Οὐκοῦν ἐξ ἐκείνου σιγὴ ἦν, ἔχθρα Θεοῦ καὶ ἀνθρώπων.  Ἐπεὶ οὖν ἐκεῖνος μετὰ ταῦτα ἀπέθανε, καὶ ἐλύθη τῶν καταρῶν ἡ ὑπόθεσις. Ἐπειδὴ οὖν χρόνον πολὺν εἶχεν ὁ προφήτης μὴ προφητεύσας, ἐκείνου δὲ τελευτήσαντος ἐλύθη ἡ ὀργὴ καὶ ἡ προφητεία  ἐπανῆλθεν.  Λοιπὸν ἀναγκαίως  ὁ προφήτης  ἐπισημαίνεται  τὸν  καιρὸν καὶ λέγει· "Καὶ ἐγένετο  ἐν τῷ ἐνιαυτῷ,  οὗ ἀπέθανεν  Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον  ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Ὅτε ἀπέθανεν, τότε εἶδον τὸν Κύριον. Πρὶν γὰρ τὸν Θεὸν οὐχ ἑώρων ὀργιζόμενον ἡμῖν. Ἦλθε γὰρ ὁ θάνατος τοῦ ἀκαθάρτου καὶ ἔλυσεν τὴν ὀργήν. ∆ιὰ τοῦτο, πανταχοῦ  τῶν βασιλέων τὴν ζωὴν λέγων,  ἐνταῦθατελευτὴν εἶπε τοῦ Ὀζίου· ["Ἐγένετο, φησί, τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον  τὸν  Κύριον καθήμενον  ἐπὶ θρόνου  ὑψηλοῦ  καὶ ἐπῃρμένου."]  Ἀλλὰ  πάλιν  τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐνταῦθα  ἰδεῖν  ἔστιν. Ἀπέθανεν  ὁ ἀκάθαρτος καὶ κατηλλάγη Θεὸς τοῖς ἀνθρώποις.  ∆ιὰ τί, μὴ ὄντων  κατορθωμάτων,  ἐγένετο,  ἀλλὰ  τῷ ἀποθανεῖν αὐτόν;  Ὅτι φιλάνθρωπός  ἐστι  καὶ  οὐκ  ἀκριβολογεῖται  ἐν  τοῖς  τοιούτοις·  ἓν  ἐζήτει μόνον, ἵνα ὁ ἀκάθαρτος ἐξέλθῃ. Ταῦτα τοίνυν εἰδότες, ἀπόνοιαν διώξωμεν, ταπεινοφροσύνην ἀσπασώμεθα, τὴν  εἰωθυῖαν  δόξαν ἀναπέμψωμεν  τῷ  Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |