Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62
ΟΜΙΛΙΑ ∆ʹ.Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.
αʹ. Οὕτω μεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μήτε ἐνενόησε, μήτε προσεδόκησε νοῦς ἀνθρώπινος, ταῦτα ἡμῖν ἐχαρίσατο. ∆ιὰ τοῦτο καὶ πολὺν οἱ ἀπόστολοι λόγον ὑπὲρ τούτου ποιοῦνται, ὥστε πιστευθῆναι τὰ δῶρα τὰ παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντα. Καθά περ γὰρ ἐπὶ τῶν μεγάλων ἀγαθῶν τοῦτο πάσχομεν, ἆρα μὴ ὄναρ ἐστίν; λέγοντες, τῷ ἀπιστεῖν· οὕτω καὶ ἐπὶ τῶν τοῦ Θεοῦ δωρεῶν. Τί οὖν ἦν τὸ ἀπιστούμενον; Εἰ οἱ ἐχθροὶ, εἰ οἱ ἁμαρτωλοὶ, εἰ οἱ ἐν νόμῳ μὴ δικαιωθέντες μηδὲ δι' ἔργων, οὗτοι ἐξαίφνης διὰ πίστεως μόνης ἔμελλον τῶν πρωτείων τεύξεσθαι. Πολλὰ μὲν οὖν καὶ ἐν τῇ πρὸς Ῥωμαίους περὶ τούτου διαλέγεται τοῦ κεφαλαίου, πολλὰ δὲ καὶ ἐνταῦθα. Πιστὸς, φησὶν, ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἐπειδὴ γὰρ Ἰουδαῖοι τούτῳ μάλιστα ἐφείλκοντο, πείθει αὐτοὺς τῷ νόμῳ μὴ προσέχειν, ὡς οὐκ ἐνὸν δι' ἐκείνου σωθῆναι πίστεως χωρίς.
Πρὸς τοῦτο τοίνυν μάχεται. Ἄπιστον γὰρ εἶναι ἐδόκει, εἰ δὴ ἄνθρωπος πάντα τὸν ἔμπροσθεν καταδαπανήσας βίον εἰκῆ καὶ μάτην ἐν πονηραῖς πράξεσι καταναλώσας, ἔμελλε σώζεσθαι ὕστερον ἀπὸ πίστεως μόνης. ∆ιὰ τοῦτό φησι, Πιστὸς ὁ λόγος. Ἀλλά τινες οὐκ ἠπίστουν μόνον, ἀλλὰ καὶ ἐνεκάλουν, ὃ καὶ νῦν ποιοῦσιν Ἕλληνες λέγοντες· Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Ἐπειδὴ γὰρ ἤκουσαν λέγοντος, Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεξεπερίσσευσεν ἡ χάρις, διασύροντες τὰ ἡμέτερα ἐκεῖνοι ἔλεγον τοῦτο. Οὕτω καὶ ὅταν περὶ γεέννης διαλεγώμεθα αὐτοῖς, Καὶ ποῦ, φασὶ, ταῦτα ἄξια Θεοῦ, εἰ ἄνθρωπος μὲν τὸν οἰκέτην λαβὼν τὸν ἑαυτοῦ πολλὰ ἡμαρτηκότα, ἀφίησι καὶ συγγνώμης ἀξιοῖ· ὁ δὲ Θεὸς ἀθάνατα κολάζει; Καὶ ὅταν περὶ λουτροῦ πάλιν αὐτοῖς διαλεγώμεθα καὶ τῆς διὰ τούτου τῶν ἁμαρτημάτων ἀφέσεως, Ποῦ ταῦτα, φασὶν, ἄξια Θεοῦ, τὸν μυρία ἐργασάμενον κακὰ, ἀφιέναι τῶν ἁμαρτημάτων; Ὁρᾷς τὴν ἐνδιάστροφον γνώμην, πῶς πανταχοῦ τὴν οἰκείαν ἐνδείκνυται φιλονεικίαν; Καὶ μὴν εἰ ἡ ἄφεσις κακὸν, καλὸν ἡ κόλασις· εἰ δὲ ἡ κόλασις οὐ καλὸν, ἡ ἄφεσις καλόν· κατὰ τὸν ἐκείνων φημὶ λόγον· κατὰ γὰρ τὸν ἡμέτερον ἀμφότερα καλά· καὶ πῶς, ἐν ἑτέρῳ δείξομεν καιρῷ· οὐ γὰρ τοῦ παρόντος ἂν εἴη. Βαθὺν γὰρ ὄντα καὶ πολλῆς δεόμενον τῆς ἐπεξεργασίας, ἐν καιρῷ δεῖ τοῦτον προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης· τέως δὲ τῶν προκειμένων ἐχώμεθα. Πιστὸς, φησὶν, ὁ λόγος. Πόθεν πιστός; Καὶ ἀπὸ τῶν προαγόντων, καὶ ἀπὸ τῶν μετὰ ταῦτα. Ὅρα πῶς καὶ προκατασκευάζει, καὶ μετὰ τὸ κατασκευάσαι αὐτῷ ἐνδιατρίβει. Τὸ γὰρ εἰπεῖν, ὅτι Βλάσφημον ὄντα καὶ διώκτην ἠλέησε, τοῦτο κατασκευάζοντος ἦν. Καὶ οὐκ ἠλέησε, φησὶ, μόνον, ἀλλὰ καὶ πιστὸν ἐποίησε· τοσοῦτον οὐ χρὴ, φησὶν, ἀπιστεῖν ὅτι ἠλέησεν. Οὐδεὶς γὰρ ὁρῶν τὸν δεσμώτην ἐν βασιλείοις στρεφόμενον, ὅτι ἠλεήθη ἀμφιβάλλει ποτέ· ὅπερ ἐπὶ τοῦ Παύλου ἦν ἰδεῖν. Ἀφ' ἑαυτοῦ γὰρ ποιεῖται τὸ σημεῖον, καὶ οὐκ αἰσχύνεται καλῶν ἑαυτὸν ἁμαρτωλὸν, ἀλλὰ καὶ μᾶλλον εὐφραίνεται. Οὕτω γὰρ μάλιστα δύναται δεῖξαι τὸ μέγα τῆς τοῦ Θεοῦ κηδεμονίας θαῦμα, καὶ ὅτι φιλανθρωπίας ἠξιώθη τοσαύτης. Καὶ πῶς ἀλλαχοῦ λέγων περὶ ἑαυτοῦ, Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος, ἐνταῦθά φησιν ἁμαρτωλὸν εἶναι, καὶ πρῶτον τῶν ἁμαρτωλῶν; Ὅτι πρὸς τὴν δικαιοσύνην, ἣν ὁ Θεὸς εἰργάσατο, καὶ τὴν ὄντως ζητουμένην, ἁμαρτωλοὶ καὶ οἱ ἐν τῷ νόμῳ· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπε δικαιοσύνην, ἀλλὰ, Τὴν ἐν νόμω. Ὥσπερ γὰρ ὁ ἀργύριον πολὺ κεκτημένος καθ' ἑαυτὸν μὲν πλούσιος φαίνεται, κατὰ δὲ τὴν σύγκρισιν τῶν θησαυρῶν τῶν βασιλικῶν σφόδρα πένης, καὶ πρῶτος πένης· οὕτω δὴ καὶ ἐνταῦθα, πρὸς τοὺς ἀγγέλους κρινόμενοι, ἁμαρτωλοὶ οἱ ἄνθρωποι, καὶ εἰ δίκαιοι. Εἰ δὲ Παῦλος ὁ τὴν ἐν νόμῳ δικαιοσύνην ἐργασάμενος πρῶτος ἁμαρτωλὸς, τίς ἄρα τῶν ἄλλων δίκαιος ἂν κληθείη; Οὐ γὰρ διαβάλλων αὐτοῦ τὸν βίον ὡς ἀσελγῆ, τοῦτό φησι, μὴ γένοιτο, ἀλλὰ τὴν δικαιοσύνην ἐκείνην πρὸς ταύτην συγκρίνων, τὸ μηδὲν εἶναι δείκνυσιν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἁμαρτωλοὺς τοὺς ἔχοντας αὐτὴν ἀποφαίνει. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, φησὶν, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν εἰς ζωὴν αἰώνιον.βʹ. Ὁρᾷς πῶς πάλιν ταπεινοῖ καὶ καταστέλλει ἑαυ τὸν, ἑτέραν εὐτελεστέραν λέγων αἰτίαν; Τὸ μὲν γὰρ δι' ἄγνοιαν λέγειν ἐλεηθῆναι, οὐ σφόδρα δείκνυσιν ἁμαρτωλὸν τὸν ἐλεούμενον, οὐδὲ ἄγαν κατεγνωσμένον· τὸ δὲ διὰ τοῦτο ἐλεηθῆναι, ἵνα μηδεὶς ἀπαγορεύῃ λοιπὸν τῶν ἡμαρτηκότων, ἀλλὰ θαῤῥῇ ὅτι καὶ αὐτὸς τῶν αὐτῶν τεύξεται, σφόδρα μέγα καὶ μεθ' ὑπερβολῆς. Ὥστε φθεγξάμενος, Πρῶτός εἰμι ἐγὼ τῶν ἁμαρτωλῶν, καὶ βλάσφημος καὶ διώκτης καὶ ὑβριστής· καὶ, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, καὶ ὅσα εἴρηκεν· ὅμως οὐδὲν οὕτω ταπεινὸν ἐφθέγξατο. Καὶ ἐπὶ ὑποδείγματος δὲ τοῦτο σαφὲς ἔσται. Ἔστω γὰρ πόλις πολυάνθρωπος πάντας τοὺς πολίτας ἔχουσα φαύλους, τοὺς μὲν ἧττον, τοὺς δὲ μᾶλλον, πάντας μέντοι κατεγνωσμένους· εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολάσεως καὶ τιμωρίας ἄξιος, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας. Ἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βούλεται ὁ βασιλεὺς, οὐχ οὕτω πιστεύσουσι τῷ λόγῳ, ἕως ἂν ἴδωσι τὸν πάντων φαυλότερον αὑτῶν τούτου τυχόντα· οὐκ ἔστι γὰρ λοιπὸν ἀμφισβήτησις. Τοῦτο καὶ Παῦλός φησιν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφορῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρτωλότερον εἵλετο. Οὐ γὰρ ἂν, ἐμοῦ τυχόντος συγχωρήσεως, φησὶ, περὶ τῶν ἄλλων ἀμφισβητήσειέ τις· ὡς ἂν εἰ ἔλεγέ τις καὶ ἐν τῇ συνηθείᾳ, Ἐὰν δὲ τῷδε ὁ Θεὸς συγχωρήσῃ, οὐδένα τῶν ἄλλων κολάσει. Καὶ δείκνυσι διὰ τούτου οὐδὲ ἄξιον ἑαυτὸν ὄντα συγχωρήσεως, ἀλλὰ διὰ τὴν εἰς ἑτέρους σωτηρίαν ταύτης πρότερον ἀπολαύσαντα. Μηδεὶς τοίνυν ἀμφιβαλλέτω, φησὶ, περὶ σωτηρίας, ὁπότε ἐγὼ ἐσώθην. Καὶ ὅρα τοῦ μακαρίου τούτου τὴν ταπεινοφροσύνην. Οὐκ ἔφη, Ἵνα ἐνδείξηται ἐν ἐμοὶ τὴν μακροθυμίαν, ἀλλὰ, Τὴν πᾶσαν μακροθυμίαν· ὡς ἂν εἰ ἔλεγε· Μᾶλλον ἐμοῦ ἐπ' ἄλλῳ οὐκ ἔχει μακροθυμῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεόμενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους, καθάπερ οἱ ἐπὶ μέρους ἁμαρτάνοντες. Πρὸς ὑποτύπωσιν, φησὶ, τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον, τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπήν. Ἐπειδὴ δὲ μέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, καὶ ὅτι τοσαύτην ἀγάπην ἐνεδείξατο, ἵνα μή τις νομίσῃ ταύτης ἀπεστερῆσθαι τὸν Πατέρα, ἀναφέρει καὶ αὐτῷ δόξαν ἐπάγων, καί φησι· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὑπὲρ δὴ τούτων, φησὶν οὐ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα δοξάζομεν. Ἐρώμεθα οὖν τοὺς αἱρετικούς· Ἰδοὺ, Μόνῳ Θεῷ, εἴρηκε περὶ Πατρὸς λέγων· ἆρα οὐ Θεὸς ὁ Υἱός; καὶ, Μόνῳ ἀφθάρτῳ· ἆρα οὐκ ἄφθαρτος ὁ Υἱός; καὶ ὃ δίδωσιν ἡμῖν μετὰ ταῦτα, αὐτὸς οὐκ ἔχει; Ναὶ, φησὶ, καὶ Θεὸς, καὶ ἄφθαρτος, ἀλλ' οὐ τοιοῦτος, οἷος ὁ Πατήρ. Τί φής; οὐ τοιοῦτος, καὶ ἐλάττονος οὐσίας ἐστίν; οὐκοῦν καὶ ἀφθαρσίας ἐλάττονος. Τί δέ ἐστι, μείζων καὶ ἥττων ἀφθαρσία; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστὶν, ἢ τὸ μὴ διαφθείρεσθαι. ∆όξα μὲν γὰρ μείζων καὶ ἥττων ἐστὶν, ἀφθαρσία δὲ μείζων καὶ ἥττων οὐκ ἔστιν, ὥσπερ οὖν οὐδὲ ὑγεία ἥττων καὶ πλείων· ἢ γὰρ φθείρεσθαί τι δεῖ, ἢ μηδ' ὅλως. Τί οὖν, φησίν; ἡμεῖς καὶ ἄφθαρτοι ὡσαύτως; Μὴ γένοιτο· οὐδαμῶς. ∆ιὰ τί; Ὅτι αὐτὸς μὲν φύσει τοῦτο ἔχει, ἡμεῖς δὲ ἐπεισάκτως. Ἆρ' οὖν καὶ ἐπὶ τοῦ Υἱοῦ οὕτως; Οὐδαμῶς· ἀλλὰ καὶ αὐτὸς φύσει. Τίνος οὖν ἕνεκεν ἡ διαφορά; Ὅτι αὐτὸς μὲν, φησὶ, παρ' οὐδενὸς ἐγένετο τοιοῦτος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός. Καὶ ἡμεῖς τοῦτο ὁμολογοῦμεν· οὐδὲ γὰρ ἡμεῖς ἀρνούμεθα, ὅτι ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς ἀφθάρτως γεγέννηται. Ὑπὲρ τούτων, φησὶ, τὸν Πατέρα δοξάζομεν, ὅτι τοιοῦτον αὐτὸν ἐγέννησεν. Ὁρᾷς ὅτι τότε μάλιστα δοξάζεται ὁ πατὴρ, ὅταν μεγάλα ᾖ κατωρθωκὼς ὁ παῖς; εἰς αὐτὸν γὰρ ἀναφέρεται τὰ τοῦ υἱοῦ. Οὐκοῦν, ὅταν δυνατὸν ᾖ γεγεννηκὼς, καὶ τοιοῦτον οἷον αὐτὸς, ἡ δόξα τοῦ υἱοῦ μᾶλλόν ἐστιν ἢ τοῦ πατρὸς, ὅταν αὐτάρκη, ὅταν ἑαυτῷ ἀρκοῦντα, ὅταν μὴ ἀσθενῆ. Τῷ δὲ, Βασιλεῖ τῶν αἰώνων, καὶ περὶ τοῦ Υἱοῦ εἴρηται, ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Τὸ αὐτό ἐστιν ἐνταῦθα. Παρὰ μὲν γὰρ ἡμῖν διῄρηται ἀμφότερα, ἡ δημιουργία, λέγω, καὶ ἡ κτίσις, καὶ ἕτερος μὲν κατασκευάζει καὶ ποιεῖται καὶ ταλαιπωρεῖ, ἕτερος δὲ κρατεῖ. ∆ιὰ τί; Ὅτι ὁ κατασκευάζων ἐλάττων ἐστίν. Ἐκεῖ δὲ οὐδαμῶς· οὐχ ἑτέρου μὲν ἡ δεσποτεία, ἑτέρου δὲ ἡ δημιουργία. Οὐδὲ γὰρ, ἐπειδὰν ἀκούσω, ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἀφαιρῶ τὸν Πατέρα τὸ δημιουργικόν· οὔτε δὲ ὅταν ἀκούσω, Ὁ Πατὴρ βασιλεὺς τῶν αἰώνων, τὸν Υἱὸν ἀφαιρῶ τὴν δεσποτείαν· κοινὰ γὰρ καὶ ἐκείνου καὶ τούτου ταῦτα· ἀμφότερα γὰρ ἑκατέροις ἐστίν. Ἔκτισεν ὁ Πατὴρ τῷ δημιουργὸν Υἱὸν γεγεννηκέναι· βασιλεύει ὁ Υἱὸς τῷ Κύριος εἶναι τῶν κτισμάτων. Οὐ γὰρ μισθοῦ ἐργάζεται, καθάπερ οἱ παρ' ἡμῖν, οὐδὲ ἑτέρῳ ὑπακούων, καθάπερ οὗτοι, ἀλλὰ δι' οἰκείαν ἀγαθότητα καὶ φιλανθρωπίαν. Τί δέ; ὁ Υἱὸς ὡράθη ποτέ; Οὐκ ἄν τις ἔχοι λέγειν. Τί οὖν ἐστιν, Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ; τί δὲ ὅταν λέγῃ, Οὐδὲ γάρ ἐστιν ὄνομα ἕτερον, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς; καὶ πάλιν, Οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία; Τιμὴ καὶ δόξα, φησὶν, εἰς τοὺς αἰῶνας. Ἀμήν. Τιμὴ καὶ δόξα οὐ διὰ ῥημάτων γίνεται. Ἐπεὶ οὖν καὶ αὐτὸς οὐ διὰ ῥημάτων ἡμᾶς ἐτίμησεν, ἀλλὰ καὶ διὰ πραγμάτων καὶ δι' ἔργων, οὕτω καὶ ἡμεῖς αὐτὸν τιμήσωμεν καὶ διὰ πραγμάτων καὶ δι' ἔργων. Καίτοι αὕτη μὲν ἡ τιμὴ ἡμῶν ἅπτεται, ἐκείνη δὲ αὐτοῦ οὐδαμῶς· οὐ γὰρ δεῖται τῆς παρ' ἡμῶν, ἡμεῖς δὲ τῆς παρ' αὐτοῦ δεόμεθα.γʹ. Ὥστε κἂν τιμήσωμεν αὐτὸν, πάλιν ἡμᾶς αὐτοὺς ἐτιμήσαμεν. Ὥσπερ γὰρ ὁ τοὺς ὀφθαλμοὺς ἀνοίξας, ἵνα τὸ ἡλιακὸν ἴδῃ φῶς, ἑαυτὸν πάλιν ὤνησε, θαυμάζων τὸ κάλλος τοῦ ἄστρου, οὐκ ἐκείνῳ τι κεχάρισται· οὐ γὰρ λαμπρότερον αὐτὸ πεποίηκεν, ἀλλὰ μένει τὸ αὐτό· οὕτω, καὶ πολλῷ μᾶλλον, ἐπὶ τοῦ Θεοῦ· ὁ θαυμάζων τὸν Θεὸν καὶ τιμῶν, ἑαυτὸν ἔσωσε, καὶ ὠφέλησεν ὠφέλειαν μεγίστην. Πῶς; Ὅτι τὴν ἀρετὴν μετερχόμενος, παρ' αὐτοῦ δοξάζεται· Τοὺς γὰρ δοξάζοντάς με, φησὶ, δοξάσω. Πῶς οὖν αὐτὸς δοξάζεται, φησὶν, ἀπὸ τῆς δόξης τῆς ἡμετέρας οὐδὲν ἀπολαύων; Ὥσπερ οὖν καὶ πεινῇν λέγεται, καὶ διψῇν· πάντα γὰρ οἰκειοῦται τὰ ἡμέτερα, ἵνα κἂν οὕτως ἡμᾶς ἐφελκύσηται, καὶ τὰς τιμὰς καὶ τὰς ὕβρεις, ἵνα κἂν οὕτω φοβηθῶμεν· καὶ οὐδ' οὕτως ἐφελκόμεθα. ∆οξάσωμεν δὴ τὸν Θεὸν, ἄρωμεν τὸν Θεὸν ἐν τῷ σώματι καὶ ἐν τῷ πνεύματι ἡμῶν. Καὶ πῶς τις ἐν τῷ σώματι δοξάζει, φησί; πῶς δὲ ἐν τῷ πνεύματι; Πνεῦμα ἐνταῦθα τὴν ψυχὴν λέγει, πρὸς ἀντιδιαστολὴν τοῦ σώματος. Πῶς οὖν τις δοξάζει ἐν τῷ σώματι; πῶς δὲ ἐν τῇ ψυχῇ; Ἐν σώματι δοξάζει ὁ μὴ πορνεύων, ὁ μὴ μεθυσκόμενος, ὁ μὴ γαστριζόμενος, ὁ μὴ καλλωπιζόμενος, ὁ τοσαύτην αὐτοῦ ποιούμενος πρόνοιαν, ὅσον πρὸς ὑγείαν ἀρκεῖν μόνον, ὁ μὴ μοιχεύων, ἡ μὴ μυριζομένη, ἡ μὴ χρώματι διαγράφουσα τὸ πρόσωπον, ἡ ἀρκουμένη τῇ πλάσει τοῦ Θεοῦ, καὶ μηδὲν ἐπιτεχνωμένη. Τί γὰρ, εἰπέ μοι, προσάγεις τὰ παρὰ σαυτῆς τῇ ἀπηρτισμένῃ παρὰ τοῦ Θεοῦ δημιουργίᾳ; οὐκ αὐτάρκης σοι γέγονεν ἡ διάπλασις; ὡς βελτίων τοίνυν τεχνῖτις ἐπιχειρεῖς ῥυθμίσαι τὸ ἔργον; Οὐκ ἔστι τοῦτο, ἀλλὰ διὰ τοῦτο καλλωπίζῃ, καὶ ὑβρίζεις τὸν ∆ημιουργὸν, ἵνα μυρίους ἐραστὰς ἐπισπάσῃ. Καὶ τί πάθω, φησίν; οὐδὲ γὰρ ἐγὼ βούλομαι, ἀλλὰ διὰ τὸν ἄνδρα ταῦτα ποιεῖν ἀναγκάζομαι. Οὐκ ἔνι μὴ βουλομένην ἐρᾶσθαι. Καλήν σε ὁ Θεὸς ἐποίησεν, ἵνα θαυμάζηται καὶ ἐπὶ τούτῳ, οὐχ ἵνα ὑβρίζηται· μὴ τούτοις αὐτὸν ἀμείβου τοῖς δώροις, ἀλλὰ σωφροσύνῃ καὶ κοσμιότητι. Καλήν σε ὁ Θεὸς ἐποίησεν, ἵνα σοι τοὺς τῆς κοσμιότητος ἄθλους αὐξήσῃ. Οὐ γάρ ἐστιν ἴσον, ἐπέραστον οὖσαν σωφρονεῖν, καὶ ὑπ' οὐδενὸς γενομένην περιμάχητον. Ἀκούεις τί φησιν ἡ Γραφὴ περὶ τοῦ Ἰωσήφ; ὅτι Ἦν ὡραῖος καὶ καλὸς τῇ ὄψει. Τί ἡμᾶς τοῦτο ἀκούοντας ὠφελεῖ, ὅτι καλὸς ἦν Ἰωσήφ; Ἵνα μᾶλλον αὐτοῦ τὸ κάλλος θαυμάζωμεν καὶ τὴν κοσμιότητα. Ἐποίησέ σε καλὴν ὁ Θεός; τί τοίνυν κατασκευάζεις ἄμορφον σαυτήν; Ὥσπερ γὰρ ἂν εἴ τις χρυσῷ ἀνδριάντι ἐπιχρίσειε πηλὸν βορβόρου, οὕτως εἰσὶν αἱ τοῖς ἐπιτρίμμασι κεχρημέναι· γῆν καταπάσσεις σαυτὴν τὴν μὲν φοινικῆν, τὴν δὲ λευκήν. Ἀλλ' αἱ ἄμορφοι, φησὶν, εἰκότως τοῦτο πράττουσι. Τίνος ἕνεκεν, εἰπέ μοι; ἵνα τὴν ἀμορφίαν κρύψωσιν; Ἀλλὰ ἀνόνητα πονοῦσι. Πότε γὰρ, εἰπέ μοι, τὸ φυσικὸν ὑπὸ τοῦ τεχνικοῦ καὶ ἐπιτετηδευμένου νικᾶται; Τί δὲ ὅλως ἡ ἀμορφία λυπεῖ, ὅταν ψόγον μὴ ἔχῃ; Ἄκουε γὰρ σοφοῦ τινος λέγοντος, Μὴ βδελύξῃ ἄνδρα ἐν ὁράσει αὐτοῦ, μηδὲ αἰνέσῃς ἄνδρα ἐν τῷ κάλλει αὐτοῦ· μᾶλλον μὲν οὖν Θεὸν θαύμασον τὸν ἀριστοτέχνην, ἐκεῖνον δὲ μηκέτι· οὐ γὰρ αὐτοῦ κατόρθωμα τὸ γενόμενον. Ποῖον γὰρ κέρδος ἀπὸ κάλλους, εἰπέ μοι; Οὐδὲν, ἀλλ' ἀγῶνες πλείους, μείζονες ἐπήρειαι, καὶ οἱ κίνδυνοι καὶ αἱ ὑποψίαι. Τὴν μὲν γὰρ οὐ τοιαύτην οὐδ' ἂν ὑποπτεύσειέ τις· ἐκείνη δὲ ἂν μὴ πολλῇ τῇ κοσμιότητι καὶ μεθ' ὑπερβολῆς ᾖ κεχρημένη, εὐθέως δέξεται δόξαν πονηράν· καὶ ὁ ἀνὴρ δὲ μεθ' ὑποψίας συνοικεῖ, οὗ τί γένοιτ' ἂν χαλεπώτερον; οὐ τοσαύτην ἀπὸ τῆς θέας κτώμενος τὴν ἡδονὴν, ὅσον ἀπὸ τῆς ὑπονοίας καρποῦται τὴν λύπην. Ἐκείνη μὲν γὰρ τῇ συνηθείᾳ μαραίνεται, βλακείας, διαχύσεως, ἀσελγείας δόξαν λαμβανούσης αὐτῆς τῆς ψυχῆς, βαναύσου γινομένης, ἀπονοίας πολλῆς πληρουμένης· πρὸς ταῦτα γὰρ πάντα μᾶλλον ἡ εὐμορφία ἕλκει. Τὴν δὲ οὐ τοιαύτην οὐκ ἂν εὕροιμεν πολλὰ τὰ κωλύματα ἔχουσαν. Οὔτε γὰρ οἱ ἐπιπηδῶντες κύνες εἰσὶν, ἀλλὰ, καθάπερ τις ἀμνὰς, ἐν ἡσυχίᾳ πολλῇ βόσκεται, οὐδενὸς ἐνοχλοῦντος λύκου οὐδὲ ἐπιπηδῶντος, ἅτε τοῦ ποιμένος παρακαθημένου αὐτῇ. Οὐκ ἔστι πλεονεξία τὸ ἑτέραν μὲν εἶναι καλὴν, ἑτέραν δὲ μὴ τοιαύτην· πλεονεξία ἐστὶ τὸ ἑτέραν μὲν πορνεύειν καὶ καλὴν μὴ οὖσαν, ἑτέραν δὲ εἶναι πονηράν. Εἰπὲ γάρ μοι, τίς ἀρετὴ ὀφθαλμῶν; ἆρα τὸ ὑγροὺς εἶναι καὶ εὐστρόφους καὶ στρογγύλους καὶ κυανοῦς, ἢ τὸ ὀξεῖς καὶ διορατικούς; Ἐγὼ μὲν τοῦτό φημι, καὶ δῆλον ἐκεῖθεν· Τίς ἀρετὴ λύχνου; τὸ λαμπρὰ φαίνειν καὶ πᾶσαν καταυγάζειν τὴν οἰκίαν, ἢ τὸ καλῶς πεπλάσθαι καὶ στρογγύλον εἶναι; Ἐκεῖνο πάντως ἂν εἴποιμεν· τοῦτο μὲν γὰρ ἀδιάφορον, τὸ δὲ ζητούμενον ἐκεῖνο. ∆ιὰ τοῦτο καὶ, Σαπρὸν λύχνον ἐποίησας, πρὸς τὴν ἐγκεχειρισμένην θεραπαινίδα ἀεὶ λέγομεν· οὕτω λύχνου τὸ φωτίζειν ἐστίν. Οὐκοῦν καὶ ὀφθαλμὸς, ἐάν τε τοιόσδε ἐάν τε τοιόσδε ᾖ, οὐδέν ἐστιν, ἕως ἂν μετὰ πάσης αὐταρκείας τὴν χρείαν πληροῖ· ὥσπερ οὖν καὶ σαπρὸς λέγεται, ἐὰν ἀμβλυωπῇ, καὶ τὴν σύνθεσιν μὴ ἔχῃ πᾶσαν ἀπηρτισμένην· καὶ γὰρ τοὺς ἀνεῳγμένων τῶν ὀφθαλμῶν μὴ βλέποντας σαπροὺς ἔχειν ὀφθαλμούς φαμεν. Πᾶν γὰρ ὃ μὴ τὴν ἰδίαν χρείαν πληροῖ, σαπρὸν λέγομεν· καὶ τοῦτο ὀφθαλμοῦ κακία. Τῆς δὲ ῥινὸς, εἰπέ μοι, ποία ἀρετή; ἆρα τὸ εὐθεῖαν εἶναι, καὶ ἀπεξεσμένην ἑκατέρωθεν, καὶ τὴν ἀναλογίαν σύμμετρον ἔχειν, ἢ τὸ πρὸς τὴν ὄσφρησιν ἐπιτηδείαν εἶναι, καὶ δυναμένην ταχέως ἀντιλαμβάνεσθαι καὶ παραπέμψαι τῷ ἐγκεφάλῳ; Τοῦτο δὴ παντί που δῆλόν ἐστι. Φέρε δὴ, καὶ ἐπὶ ὑποδείγματι τὸ πρᾶγμα προσεξετάσωμεν, Εἰπὲ γάρ μοι, τοὺς ἅρπαγας, τὰ σκεύη, ποῖα φήσομεν κατεσκευάσθαι καλῶς, τὰ δυνάμενα ἁρπάζειν μετὰ ἀκριβείας καὶ κατέχειν, ἢ τὰ διαπεπλασμένα καλῶς; ∆ῆλον ὅτι ἐκεῖνα. Τί δὲ ὀδόντας, ποίους εἶναι φήσομεν καλούς; τοὺς τμητικοὺς καὶ εὐκόλως διατέμνοντας τὴν τροφὴν, ἢ τοὺς καλῶς συγκειμένους; ∆ῆλον ὅτι ἐκείνους. Καὶ ὅλως ἐπὶ παντὸς τοῦ σώματος τούτῳ προσάγοντες τῷ λόγῳ τὴν ζήτησιν, εὑρήσομεν πάντα τὰ ὑγιῆ καὶ καλὰ, ἕως ἂν ἐνεργῇ μετὰ ἀκριβείας τὰ οἰκεῖα τῶν μελῶν ἕκαστον. Οὕτω καὶ σκεῦος ἕκαστον λέγομεν καλὸν, καὶ ζῶον καὶ φυτὸν, οὐκ ἀπὸ τῆς διαπλάσεως, οὐδ' ἀπὸ τοῦ χρώματος, ἀλλ' ἀπὸ τῆς διακονίας. Οὕτω καὶ οἰκέτην καλοῦμεν καλὸν τὸν ἐπιτήδειον ἡμῖν πρὸς διακονίαν, οὐ τὸν ὡραῖον καὶ βλᾶκα. Ὁρᾷς πῶς ἔστιν εἶναι καλήν; Ὅταν τοίνυν τῶν μεγίστων καὶ θαυμαστῶν ὁμοίως ἀπολαύωμεν, οὐδὲν πλεονεκτούμεθα. Οἷόν τι λέγω· Τὸν κόσμον τοῦτον ὁμοίως ὁρῶμεν, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα ὁμοίως ἕλκομεν, τοῦ ὕδατος, τῆς τροφῆς ὁμοίως μετέχομεν, ἄν τε εὔμορφοι ὦμεν, ἄν τε μή. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τῶν εὐμόρφων αἱ μὴ τοιαῦται μᾶλλον ὑγιεινότεραι. Ἐκεῖναι μὲν γὰρ ὡς δὴ τὴν ὥραν διαφυλάττουσαι, καμάτοις ἑαυτὰς οὐ διδόασιν, ἀλλ' ἀργίᾳ καὶ σκιατροφίᾳ, ὑφ' ὧν μάλιστα αἱ τῶν μελῶν ἐνέργειαι ἀμβλύτεραι γίνονται· αὗται δὲ ἁπλῶς καὶ ἄδην, ἅτε οὐδεμίαν περὶ ταῦτα ἔχουσαι τὴν σπουδὴν, ἐκεῖ τὸ πᾶν ἀναλίσκουσι. ∆οξάσωμεν τοίνυν τὸν Θεὸν, ἄρωμεν αὐτὸν ἐν τῷ σώματι ἡμῶν, μὴ καλλωπιζώμεθα· περιττὴ αὕτη ἡ σπουδὴ καὶ ἀνόνητος. Μὴ παιδεύωμεν τοὺς ἄνδρας ὄψεις μόνας φιλεῖν· ἂν γὰρ ᾖς οὕτω κοσμουμένη, ταχέως ὑπὸ τῆς ἡταιρηκυίας, μελετήσας ἐν τῇ ὄψει τῇ σῇ, ἁλίσκεται· ἂν μέντοι διδάξῃς αὐτὸν τρόπους φιλεῖν καὶ κοσμιότητα, οὐ ταχέως πορνεύσει· οὐδὲ γὰρ εὑρίσκει ταῦτα παρὰ τῇ πόρνῃ, ἀλλὰ τὰ τούτοις ἐναντία. Μὴ τοίνυν διδάξῃς αὐτὸν ὑπὸ γέλωτος ἁλίσκεσθαι, μηδὲ ὑπὸ σχήματος ἐκκεχυμένου, ἵνα μὴ κατὰ σαυτῆς ἀρτύσῃς τὰ φάρμακα. Παίδευε αὐτὸν κοσμιότητι χαίρειν· δυνήσῃ δὲ τοῦτο, ὅταν καὶ τὸ σχῆμα τοιοῦτον ᾖ· ἐπεὶ ἐὰν ἐπτερωμένη καὶ ἄσωτος ᾖς, πῶς δυνήσῃ προσενεγκεῖν ῥῆμα σεμνόν; τίς δέ σε οὐ χλευάσεται καὶ γελάσει; Πῶς δὲ ἔστι καὶ ἐν τῷ σώματι ἆραι τὸν Θεόν; Ἀρετὴν ἀσκοῦντα, τὴν ψυχὴν καλλωπίζοντα· καὶ γὰρ ἐπ' αὐτῆς τοῦτο οὐ κεκώλυται. Οὕτω δοξάζομεν τὸν Θεὸν, ὅταν πάντοθεν ὦμεν ἀγαθοὶ, καὶ δοξαζόμεθα καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐχ ὁμοίως, ἀλλὰ πολλῷ μειζόνως. Λογίζομαι γὰρ, φησὶν, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Εʹ.Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέ κνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν.
αʹ. Τὸ τῆς διδασκαλίας καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα μέγα ἐστὶ καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε τὸν ἄξιον εἰς μέσον παραγαγεῖν. Οὕτω καὶ τὸ παλαιὸν ἐγίνετο, οὕτω καὶ νῦν γίνεται, ὅταν χωρὶς πάθους ἀνθρωπίνου τὰς αἱρέσεις ποιώμεθα, ὅταν πρὸς μηδὲν ὁρῶντες βιωτικὸν, μὴ πρὸς φιλίαν, μὴ πρὸς ἀπέχθειαν. Εἰ γὰρ καὶ μὴ τοσούτου πνεύματος μετέχομεν, ἀλλ' ἀρκεῖ πρόθεσις ἀγαθὴ τοῦ Θεοῦ τὴν χειροτονίαν ἐπισπάσασθαι. Ἐπεὶ οὐδὲ οἱ ἀπόστολοι Πνεύματος μετεῖχον, ὅτε τὸν Ματ θίαν ἐξελέξαντο, ἀλλ' εὐχῇ τὸ πρᾶγμα ἐπιτρέψαντες, ἐγκατέλεξαν αὐτὸν τῷ τῶν ἀποστόλων ἀριθμῷ· οὐ γὰρ πρὸς φιλίαν ἀνθρωπίνην ἑώρων. Οὕτως ἔδει καὶ νῦν ἐφ' ἡμῶν γίνεσθαι. Ἀλλ' ἡμεῖς πρὸς ἔσχατον ῥᾳθυμίας ἐληλακότες, καὶ τὰ φανερὰ πρὸς ἀκρίβειαν προϊέμεθα· ὅταν δὲ τὰ δῆλα παρορῶμεν, πῶς τὰ ἄδηλα ἡμῖν ὁ Θεὸς ἐκκαλύψει; Εἰ ἐν τῷ μικρῷ, φησὶν, οὐκ ἐγένεσθε πιστοὶ, τὸ μέγα καὶ ἀληθινὸν τίς ὑμῖν ἐγχειρίσει; Τότε δὲ, ἐπεὶ οὐδὲν ἀνθρώπινον ἐγίνετο, καὶ ἀπὸ προφητείας ἐγίνοντο οἱ ἱερεῖς. Τί ἐστιν ἀπὸ προφητείας; Ἀπὸ Πνεύματος ἁγίου. Προφητεία γάρ ἐστιν, οὐ τὸ τὰ μέλλοντα λέγειν, ἀλλὰ καὶ τὸ τὰ παρόντα, ἐπεὶ καὶ ὁ Σαοὺλ κατὰ προφητείαν ἐδείχθη ἐν τοῖς σκεύεσι κρυπτόμενος· ὁ γὰρ Θεὸς τοῖς δικαίοις ἀποκαλύπτει. Προφητεία ἦν καὶ τὸ λέγειν, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Οὕτω καὶ ὁ Τιμόθεος ᾑρέθη. Προφητείας δὲ ἐνταῦθά φησι τὰς πολλὰς, ἴσως ἐκείνην μεθ' ἧς αὐτὸν ἔλαβεν ὃτε περιέτεμε, καὶ ὅτε ἐχειροτόνει, καθὼς καὶ αὐτὸς γράφων φησί· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. ∆ιανιστὰς τοίνυν αὐτὸν, καὶ νήφειν παρασκευάζων καὶ ἐγρηγορέναι, ἀναμιμνήσκει τοῦ ἑλομένου καὶ χειροτονήσαντος· ὡς ἂν εἰ ἔλεγεν· Ὁ Θεός σε ἐξελέξατο αὐτός σοι ἐνεπίστευσεν, οὐκ ἀνθρωπίνῃ γέγονας ψήφῳ· μὴ ὑβρίσῃς, μηδὲ καταισχύνῃς τοῦ Θεοῦ τὴν ψῆφον. Εἶτα ἐπειδὴ παραγγελίαν ἔφησε, καὶ φορτικώτερον ἦν, τί φησι; Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε. Ὡς τέκνῳ, καὶ γνησίῳ παραγγέλλει. Οὐ γὰρ αὐθεντικῶς οὐδὲ δεσποτικῶς οὐδὲ μετ' ἐξουσίας, ἀλλὰ πατρικῶς, Τέκνον, φησὶ, Τιμόθεε. Τὸ δὲ παραθέσθαι τῆς φυλακῆς τὸ ἀκριβὲς δηλοῖ, καὶ τὸ οὐχ ἡμέτερον· οὐ γὰρ ἡμεῖς αὐτὸ ἐκτησάμεθα. ἀλλ' ὁ Θεὸς ἡμῖν ἐχαρίσατο· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ πίστιν καὶ ἀγαθὴν συνείδησιν. Ἅπερ οὖν ἔδωκε, ταῦτα φυλάττωμεν. Εἰ μὴ αὐτὸς ἦλθεν, οὔτε ἡ πίστις αὐτὴ εὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρὸς, ὃν ἐκ παιδείας λαμβάνομεν. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἐγώ εἰμι ὁ παραγγέλλων, ἀλλ' ὁ ἑλόμενος· τὸ μὲν γὰρ, Κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, τοῦτό ἐστιν. Ἐκείνων ἄκουσον, ἐκείναις πείθου. Τί δὲ παραγγέλλεις, εἰπέ; Ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν. Ἐκεῖναί σε εἵλοντο εἰς ὃ εἵλοντό σε, στρατεύου τὴν καλὴν στρατείαν. Καλὴν εἶπεν· ἔστι γὰρ καὶ κακὴ στρατεία, περὶ ἧς φησιν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα τῇ ἁμαρτίᾳ καὶ τῇ ἀκαθαρσίᾳ. Ἐκεῖνοι ὑπὸ τυράννῳ στρατεύονται, σὺ δὲ ὑπὸ βασιλεῖ. ∆ιὰ τί δὲ καλεῖ στρατείαν τὸ πρᾶγμα; ∆ηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς πᾶσι μὲν, μάλιστα δὲ τῷ διδασκάλῳ, ὅτι ὅπλων ἡμῖν ἰσχυρῶν δεῖ, ὅτι νήψεως, ὅτι ἐγρηγόρσεως, ὅτι διηνεκοῦς ἀγρυπνίας, ὅτι πρὸς αἷμα καὶ μάχας παρεσκευάσθαι ὀφείλομεν, ὅτι παρατάττεσθαι, καὶ μηδὲν ἔχειν χαῦνον. Ἵνα στρατεύῃ ἐν αὐταῖς, φησί. Καθάπερ γὰρ ἐπὶ τῶν στρατοπέδων οὐ πάντες εἰς ἓν εἶδος στρατεύονται, ἀλλ' ἐν διαφόροις τάγμασιν· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὁ μὲν εἰς διδασκάλου τάξιν, ὁ δὲ εἰς μαθητοῦ, ὁ δὲ εἰς ἰδιώτου, σὺ δὲ ἐν τούτῳ. Εἶτα, ἵνα μή τις νομίσῃ ἀρκεῖν τοῦτο, τί φησιν; Ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν. Τὸν γὰρ διδάσκαλον πρότερον ἑαυτοῦ χρὴ εἶναι διδάσκαλον. Ὥσπερ γὰρ ὁ στρατηγὸς, ἐὰν μὴ πρότερον ᾖ στρατιώτης ἄριστος, οὐδὲ στρατηγὸς ἔσται ποτέ· οὕτω καὶ ὁ διδάσκων. Τοῦτο καὶ ἀλλαχοῦ φησι· Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἔχων, φησὶ, πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἵν' οὕτω τῶν ἄλλων προϊστᾶσαι. Ταῦτα ἀκούοντες, μὴ ἀπαξιώσωμεν τὰς τῶν μειζόνων παραινέσεις, κἂν διδάσκαλοι ὦμεν. Εἰ γὰρ Τιμόθεος, οὗ πάντες οὐκ ἐσμὲν ἀντάξιοι, δέχεται παραγγελίας καὶ διδάσκεται, καὶ ταῦτα ἐν τάξει διδασκάλου ὢν, πολλῷ μᾶλλον ἡμεῖς. Ἥν τινες, φησὶν, ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν. Εἰκότως. Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτον· καὶ ἔστιν ἰδεῖν πολλοὺς ἐκ τούτου καταπεσόντας εἰς βυθὸν κακῶν, καὶ εἰς Ἑλληνισμὸν ἐκτραπέντας. Ἵνα γὰρ μὴ τῷ φόβῳ τῶν μελλόντων βασανίζωνται, σπουδάζουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ' ἡμῖν. Καὶ πίστεώς τινες ἐκτρέπονται, οἱ λογισμοῖς τὸ πᾶν ζητοῦντες· ναυάγιον γὰρ ἐργάζεται ὁ λογισμὸς, καὶ ὥσπερ πλοῖον ἀσφαλές ἐστιν ἡ πίστις.
βʹ. Τοὺς ἐκτραπέντας τοίνυν ἐκεῖθεν ἀνάγκη ναυαγεῖν, καὶ δείκνυσι τοῦτο ἀπὸ τοῦ ὑποδείγματος. Ὧν ἐστιν Ὑμέναιος, φησὶ, καὶ Ἀλέξανδρος. Καὶ ἀπὸ τούτων ἡμᾶς σωφρονίζει. Ὁρᾶτε πῶς ἐξ ἐκείνων τῶν χρόνων ἦσαν οἱ παραδιδάσκοντες, οἱ πολυπραγμονοῦντες, οἱ τῆς πίστεως ἀπεχόμενοι, οἱ ζητοῦντες λογισμοῖς οἰκείοις; Ὁ ναυαγῶν γυμνὸς καὶ πάντων ἐστὶν ἔρημος· οὕτω καὶ ὁ τῆς πίστεως ἐκπεσὼν οὐδὲν ἔχει λοιπὸν, οὐχ ὅπου στῇ, οὐχ ὅπου κατάσχῃ· οὐ βίον ἔχει, δι' οὗ κερδαίνῃ τι ἐκεῖθεν· τῆς γὰρ κεφαλῆς διεφθαρμένης, τί τοῦ λοιποῦ σώματος ὄφελος; Εἰ γὰρ ἡ πίστις βίου χωρὶς οὐδέν ἐστι, πολλῷ μᾶλλον τοὐναντίον. Εἰ τῶν αὑτοῦ καταφρονεῖ ὁ Θεὸς δι' ἡμᾶς, πολλῷ μᾶλλον ἡμᾶς τῶν ἡμετέρων δι' αὐτὸν χρὴ καταφρονεῖν. Οὕτω γάρ ἐστιν, ὅταν τις ἐκπέσῃ τῆς πίστεως· οὐδαμοῦ ἵσταται, ἀλλὰ ἄλλην ἄλλως νήχεται, ἕως ἂν καταποντισθῇ πάλιν. Οὓς παρέδωκα, φησὶ, τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Ὁρᾷς ὅτι βλασφημία ἐστὶ τὸ λογισμοῖς ζητεῖν τὰ θεῖα; Εἰκότως· τί γὰρ ἂν ἔχοι κοινὸν λογισμὸς ἀνθρώπινος πρὸς ἐκεῖνα; Πῶς δὲ ὁ Σατανᾶς αὐτοὺς παιδεύει μὴ βλασφημεῖν; εἰ γὰρ τοὺς ἄλλους παιδεύει μὴ βλασφημεῖν, πολλῷ μᾶλλον ἑαυτὸν ἐχρῆν· εἰ δὲ ἑαυτὸν μέχρι τοῦ νῦν οὐ δύναται παιδεῦσαι, οὐδὲ τοὺς ἄλλους. Οὐκ εἶπεν, Ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ', Ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Οὐκ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλὰ τοῦτο ἐκβαίνει· ὥσπερ οὖν καὶ ἀλλαχοῦ φησιν ἐπὶ τοῦ πεπορνευκότος· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· οὐχ ἵνα σώσῃ τὸ σῶμα, ἀλλ' ἵνα σωθῇ τὸ πνεῦμα· τοῦτο δὲ ἀπρόσωπόν ἐστι. Πῶς οὖν τοῦτο γίνεται; Ὥσπερ οὖν οἱ δήμιοι μυρίων γέμοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονηροῦ δαίμονος. Καὶ διὰ τί μὴ σὺ αὐτοὺς ἐκόλασας, ὥσπερ ἐκεῖνον τὸν Βαριησοῦν, ὥσπερ Κηφᾶς Ἀνανίαν, ἀλλὰ τῷ Σατανᾷ παρέδωκας; Οὐχ ἵνα κολασθῶσιν, ἀλλ' ἵνα παιδευθῶσι. Καίτοι καὶ οὗτος ἔχει ἰσχὺν, ὡς ὅταν λέγῃ· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ πάλιν· Οὐχ ἵνα ἡμεῖς δόκιμοι ὦμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε· καὶ πάλιν, Οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδομήν. Τί οὖν τὸν Σατανᾶν καλεῖ πρὸς τὴν τιμωρίαν; Ἵνα μετὰ τῆς σφοδρότητος καὶ τῆς κολάσεως καὶ ἡ ὕβρις ᾖ μείζων· μᾶλλον δὲ τοὺς μὲν ἀπίστους αὐτοὶ ἐπαίδευον, τοὺς δὲ ἐκτραπέντας τῷ Σατανᾷ παρεδίδουν. Τί δήποτε δὲ Πέτρος τὸν Ἀνανίαν; καὶ γὰρ ὁ Ἀνανίας ἄπιστος ἦν ἔτι πειράζων. Ἵνα μάθωσι τοίνυν οἱ ἄπιστοι, ὅτι οὐ δύνανται λαθεῖν, διὰ τοῦτο δι' ἑαυτῶν αὐτοὺς ἐτιμωροῦντο· τοὺς δὲ τοῦτο μαθόντας λοιπὸν, εἶτα ἐκτραπέντας, τῷ Σατανᾷ παρεδίδουν, δεικνύντες ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ αὐτῶν φυλακῇ συνείχοντο, καὶ παρεδίδοντο ὅσοι εἰς ἀπόνοιαν ἤρθησαν. Καθάπερ οὖν ἐπὶ τῶν βασιλέων, τοὺς μὲν πολεμίους καὶ οἰκείαις σφάττουσι χερσὶ, τοὺς δὲ ὑφ' ἑαυτοὺς τοῖς δημίοις παραδιδόασιν, οὕτω καὶ ἐνταῦθα. ∆είκνυται δὲ ἀπὸ τούτου, ὅτι διὰ τὴν τῶν ἀποστόλων φυλακὴν τοῦτο ἐγίνετο· ἄλλως δὲ οὐδὲ μικρὸν ἦν τὸ δύνασθαι ἐπιτάττειν τῷ διαβόλῳ· τοῦτο γὰρ δεικνύντος ἦν, ὅτι δουλεύει καὶ εἴκει καὶ ἄκων τοῖς ἀποστόλοις ὁ διάβολος. Ὥστε οὐκ ἔλαττον εἰς χάριν τοῦτο ἦν. Πῶς δὲ παρέδωκεν, ἄκουσον. Συναχθέντων ὑμῶν, φησὶ, καὶ τοῦ ἐμοῦ Πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ. Ἐξεβάλλετο οὖν εὐθέως τοῦ κοινοῦ συνεδρίου, ἀπεσχίζετο τῆς ἀγέλης, ἐγίνετο ἔρημος καὶ γυμνὸς, παρεδίδοτο τῷ λύκῳ. Ὥσπερ γὰρ ἡ νεφέλη τὸ στρατόπεδον τῶν Ἑβραίων, οὕτω τὴν Ἐκκλησίαν τὸ Πνεῦμα ἐγνώριζεν. Εἴ τις τοίνυν ἐκτὸς ἐγίνετο, κατεκαίετο· ἐγίνετο δὲ ἐκτὸς τῇ κρίσει τῶν ἀποστόλων. Οὕτω καὶ ὁ Κύριος παρέδωκε τὸν Ἰούδαν τῷ Σατανᾷ· εὐθέως γὰρ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι οὓς μὲν διορθώσασθαι ἐβούλοντο, οὐκ ἐκόλαζον αὐτοί·
τοὺς δὲ ἀδιορθώτους αὐτοὶ ἐτιμωροῦντο· ἢ εἰ μὴ τοῦτο, ὅτι φοβερώτεροι μᾶλλον ἦσαν ἑτέροις ἐκδιδόντες αὐτούς. Οὕτω καὶ ὁ Ἰὼβ παρεδόθη τῷ Σατανᾷ· ἀλλ' ἐκεῖνος οὐχ ὑπὲρ ἁμαρτημάτων, ἀλλ' ὑπὲρ πλείονος εὐδοκιμήσεως.γʹ. Πολλὰ τοιαῦτα γίνεται καὶ νῦν. Ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐ πάντας ἴσασι τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίως τῶν μυστηρίων μετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ, καὶ παραδίδωσιν αὐτοὺς τῷ Σατανᾷ. Ὅταν γὰρ νόσοι, ὅταν ἐπιβουλαὶ, ὅταν πένθη καὶ συμφοραὶ συμβαίνωσιν, ὅταν ἄλλα τινὰ τοιαῦτα, διὰ τοῦτο γίνεται. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ, οὕτω λέγων· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Καὶ πῶς, φησὶν, ὅταν ἅπαξ δι' ἐνιαυτοῦ προσερχώμεθα; Τοῦτο γὰρ τὸ δεινὸν, ὅτι οὐ καθαρότητι διανοίας, ἀλλὰ διαστήματι χρόνου τὴν ἀξίαν διορίζεις τῆς προσόδου, καὶ τοῦτο εὐλάβειαν εἶναι νομίζεις, τὸ μὴ πολλάκις προσελθεῖν, οὐκ εἰδὼς ὅτι τὸ ἀναξίως προσελθεῖν, κἂν ἅπαξ γένηται, ἐκηλίδωσε· τὸ δὲ ἀξίως, κἂν πολλάκις, ἔσωσεν. Οὐκ ἔστι τόλμα τὸ πολλάκις προσιέναι, ἀλλὰ τὸ ἀναξίως, κἂν ἅπαξ τις τοῦ παντὸς χρόνου προσέλθῃ. Ἡμεῖς δὲ οὕτως ἀνοήτως διακείμεθα καὶ ἀθλίως, ὅτι μυρία διαπαντὸς ἐργαζόμενοι τοῦ ἐνιαυτοῦ κακὰ, τοῦ μὲν ἀποδύσασθαι ἐκεῖνα οὐδεμίαν ποιούμεθα φροντίδα, νομίζομεν δὲ ἀρκεῖν τὸ μὴ συνεχῶς κατατολμᾷν καὶ ἐπιπηδᾷν ὑβριστικῶς τῷ σώματι τοῦ Χριστοῦ, οὐκ ἐννοοῦντες ὅτι καὶ οἱ τὸν Χριστὸν σταυρώσαντες ἅπαξ ἐσταύρωσαν. Ἆρ' οὖν, ἐπειδὴ ἅπαξ, ἔλαττον τὸ ἁμάρτημα; Καὶ ὁ Ἰούδας δὲ ἅπαξ προέδωκε· τί οὖν; τοῦτο αὐτὸν ἐξείλετο; ∆ιὰ τί γὰρ χρόνῳ τὸ πρᾶγμα μετερχόμεθα; χρόνος προσόδου ἔστω ἡμῖν τὸ καθαρὸν συνειδός. Οὐδὲν πλέον ἔχει τὸ ἐν τῷ Πάσχα μυστήριον τοῦ νῦν τελουμένου· ἕν ἐστι καὶ τὸ αὐτὸ, ἡ αὐτὴ τοῦ Πνεύματος χάρις· ἀεὶ Πάσχα ἐστίν. Ἴστε οἱ μύσται τὸ εἰρημένον. Καὶ ἐν Παρασκευῇ, καὶ ἐν Σαββάτῳ, καὶ ἐν Κυριακῇ, καὶ ἐν ἡμέρᾳ μαρτύρων ἡ αὐτὴ θυσία ἐπιτελεῖται. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον, φησὶ, τοῦτον, ἢ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Οὐχ ὅρῳ καιροῦ περιέγραψε τὴν θυσίαν. Πῶς οὖν τότε, φησὶ, Πάσχα λέγεται; Ὅτι τότε ἔπαθεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν. Μηδεὶς τοίνυν ἑτέρως ἐκείνῳ προσίτω, καὶ τούτῳ ἄλλως· μία δύναμίς ἐστι, μία ἀξία, μία χάρις, ἓν σῶμα καὶ τὸ αὐτὸ, οὐκ ἐκεῖνο τούτου ἁγιώτερον, οὐδὲ τοῦτο ἐκείνου ἔλαττον. Καὶ τοῦτο καὶ ὑμεῖς ἴστε, οὐδὲν καινότερον ὁρῶντες, πλὴν τῶν κοσμικῶν τούτων παραπετασμάτων καὶ τοῦ λαμπροῦ πλήθους. Ἔχουσι δέ τι πλέον αἱ ἡμέραι ἐκεῖναι τοῦτο, ὅτι ἀπ' αὐτῶν ἀρχὴν ἔλαβεν ἡ σωτήριος ἡμῶν ἡμέρα, ὅτι ἐν αὐτῇ ἐτύθη ὁ Χριστὸς, λοιπὸν δὲ κατὰ τὰ μυστήρια οὐδεμίαν προτέρησιν ἔχουσι. Καὶ τροφῇ μὲν προσβάλλων αἰσθητῇ, νίπτεις τὰς χεῖρας, πλύνεις τὸ στόμα· τροφῇ δὲ μέλλων προσιέναι πνευματικῇ, οὐ νίπτεις τὴν ψυχὴν, ἀλλὰ γέμων ἀκαθαρσίας προσέρχῃ; Καὶ τί, φησίν; οὐκ ἀρκοῦσιν αἱ τῶν τεσσαράκοντα ἡμερῶν νηστεῖαι τὸν πολὺν φορυτὸν καθᾶραι τῶν ἁμαρτημάτων; Καὶ τί τὸ ὄφελος, εἰπέ μοι; ἄν τις μύρον ἀποθέσθαι θέλων καθάρῃ τὸν τόπον, εἶτα πάλιν μικρὸν μετὰ τὸ ἐμβαλεῖν καὶ κόπρον ἐπιβάλῃ, οὐκ ἀπέπτη ἡ εὐωδία; Τοῦτο γίνεται καὶ ἡμῖν· ἐγενόμεθα ἄξιοι προσερχόμενοι κατὰ δύναμιν τὴν ἡμετέραν· εἶτα πάλιν μολύνομεν ἑαυτούς. Τί οὖν τὸ κέρδος; Τοῦτο καὶ περὶ τῶν δυναμένων ἐν ταῖς τεσσαράκοντα ἡμέραις ἀπονίπτεσθαί φαμεν. Μὴ δὴ ἀμελῶμεν τῆς ἡμετέρας σωτηρίας, παρακαλῶ, ἵνα μὴ γένηται κενὸς ὁ κόπος ἡμῶν. Ἄνθρωπος γὰρ, φησὶν, ἀποστρέφων ἀπὸ ἁμαρτίας αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, Ὥσπερ κύων ἐστὶν εἰς τὸν ἴδιον ἔμετον ἐπιστρέφων. Ἂν οὕτω ποιῶμεν, καὶ οὕτω προσέχωμεν, δυνησόμεθα τῶν βραβείων ἀξιωθῆναι ἐκείνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΣΤʹ.Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεή σεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
αʹ. Ὥσπερ κοινός τίς ἐστι πατὴρ τῆς οἰκουμένης ἁπάσης ὁ ἱερεύς. Πάντων τοίνυν ἄξιον αὐτὸν κήδεσθαι, καθάπερ καὶ ὁ Θεὸς, ᾧ ἱερᾶται· διὰ τοῦτό φησι, Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς. ∆ύο γὰρ ἐντεῦθεν γίνεται τὰ ἀγαθὰ, τό τε ἔχθος ὃ πρὸς τοὺς ἔξω ἔχομεν καταλύεται· οὐδεὶς γὰρ πρὸς τοῦτον ἀπεχθῶς ἔχειν δυνήσεται, ὑπὲρ οὗ δεήσεις ποιεῖται· αὐτοί τε ἐκεῖνοι βελτίους γίνονται τῷ τε εὐχὰς ὑπὲρ αὐτῶν γίνεσθαι, τῷ τε μὴ ἐκθηριοῦσθαι πρὸς ἡμᾶς. Οὐδὲν γὰρ οὕτω πρὸς διδασκαλίαν ἐπαγωγὸν, ὡς τὸ φιλεῖν καὶ φιλεῖσθαι. Ἐννόησον δὲ ὅσον ἦν ἀκούειν τοὺς ἐπιβουλεύοντας, τοὺς μαστίζοντας, τοὺς ἐλαύνοντας, τοὺς ἀποκτιννύντας, ὅτι οἱ τὰ τοιαῦτα πάσχοντες ὑπὲρ τῶν τὰ τοιαῦτα δρώντων προσευχὰς πρὸς τὸν Θεὸν ποιοῦνται ἐκτενεῖς. Ὁρᾷς πῶς ἀνώτερον εἶναι βούλεται τὸν Χριστιανὸν πάντων; Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν νηπίων, κἂν βασταζόμενον τὸ παιδίον τύπτῃ τοῦ πατρὸς τὴν ὄψιν, οὐδὲν ὑποτέμνεται τῆς φιλοστοργίας· οὕτω κἂν τυπτώμεθα παρὰ τῶν ἔξωθεν, οὐδὲν ὀφείλομεν ἐλαττοῦν τῆς εὐνοίας τῆς πρὸς αὐτούς. Τί δέ ἐστι τὸ, Πρῶτον πάντων; Τουτέστιν, ἐν τῇ λατρείᾳ τῇ καθημερινῇ. Καὶ τοῦτο ἴσασιν οἱ μύσται πῶς καθ' ἑκάστην ἡμέραν γίνεται, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν πρωΐᾳ· πῶς ὑπὲρ παντὸς τοῦ κόσμου, καὶ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων ποιούμεθα τὴν δέησιν. Ἀλλ' ἴσως ἐρεῖ τις, ὅτι οὐχ ὑπὲρ πάντων εἶπεν, ἀλλ' ὑπὲρ τῶν πιστῶν. Τί οὖν, ὅταν λέγῃ, Ὑπὲρ βασιλέων; οὐ γὰρ δὴ τότε θεοσεβεῖς ἦσαν βασιλεῖς, ἀλλὰ μέχρι πολλοῦ προῆλθον, ἀσεβεῖς ἀσεβεῖς διαδεχόμενοι. Εἶτα, ἵνα μὴ κολακεία τὸ πρᾶγμα ᾖ, προλαβὼν εἶπεν· Ὑπὲρ πάντων, καὶ τότε, Ὑπὲρ βασιλέων. Εἰ γὰρ εἶπεν, Ὑπὲρ βασιλέων μόνων, ἴσως ἄν τις τοῦτο ὑπέλαβεν. Εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, καὶ μὴ προσίεσθαι τὴν παραίνεσιν, εἴ γε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων δεῖ καιρῷ δεήσεις προσφέρειν, ὅρα τί φησι, καὶ πῶς τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω δέξῃ τὴν παραίνεσιν. Ἵνα ἤρεμον, φησὶ, καὶ ἡσύχιον βίον διάγωμεν. Τουτέστιν, ἡ ἐκείνων σωτηρία ἡμῶν ἀμεριμνία ὑπάρχει· ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, προτρέπων αὐτοὺς πείθεσθαι τοῖς ἄρχουσι, φησίν· Εἰ μὴ διὰ τὴν ἀνάγκην, ἀλλὰ διὰ τὴν συνείδησιν. Ὁ γὰρ Θεὸς εἰς τὸ κοινῇ χρήσιμον τὰς ἀρχὰς διετάξατο. Πῶς οὖν οὐκ ἄτοπον αὐτοὺς μὲν ὑπὲρ τούτου στρατεύεσθαι, καὶ τὰ ὅπλα τίθεσθαι, ἵν' ἡμεῖς ἐν ἀδείᾳ ὦμεν· ἡμᾶς δὲ μηδὲ ὑπὲρ τῶν κινδυνευόντων καὶ στρατευομένων ποιεῖσθαι δεήσεις; ὥστε οὐ κολακεία ἐστὶ τὸ πρᾶγμα, ἀλλὰ κατὰ τὸν τοῦ δικαίου γίνεται λόγον. Εἰ γὰρ μὴ ἐσώζοντο, μηδὲ εὐδοκίμουν ἐν τοῖς πολέμοις, ἀνάγκη καὶ τὰ ἡμέτερα ἐν ταραχαῖς εἶναι καὶ θορύβοις· ἢ γὰρ καὶ αὐτοὺς ἡμᾶς στρατεύεσθαι ἔδει, κατακοπέντων ἐκείνων, ἢ φεύγειν πανταχοῦ καὶ πλανᾶσθαι. Καθάπερ γὰρ πρόβολοί τινές εἰσι, φησὶ, προβεβλημένοι, καὶ τοὺς ἔνδον ἐν εἰρήνῃ φυλάττοντες. ∆εήσεις, φησὶ, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. ∆εῖ γὰρ εὐχαριστεῖν τῷ Θεῷ καὶ ὑπὲρ τῶν εἰς ἄλλους γενομένων ἀγαθῶν, οἶον ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ὅτι βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὁρᾷς ὅτι οὐ μόνον διὰ τῆς εὐχῆς, ἀλλὰ καὶ διὰ τῆς εὐχαριστίας ἑνοῖ καὶ συγκολλᾷ ἡμᾶς; Ὁ γὰρ ἀναγκαζόμενος εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν τοῦ πέλας ἀγαθῶν, ἀναγκάζεται καὶ φιλεῖν αὐτὸν καὶ οἰκείως πρὸς αὐτὸν διακεῖσθαι. Εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν εἰς ἡμᾶς καὶ τῶν λάθρα γινομένων, καὶ ἑκόντων καὶ ἀκόντων, καὶ ὑπὲρ τῶν δοκούντων εἶναι λυπηρῶν· καὶ γὰρ πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἡμῖν ἅπαντα οἰκονομεῖ.
βʹ. Πᾶσα τοίνυν ἡμῖν εὐχὴ εὐχαριστίαν ἐχέτω. Εἰ δὲ καὶ ὑπερεύχεσθαι τῶν πέλας οὐχὶ πιστῶν μόνον, ἀλλὰ καὶ ἀπίστων προσταττόμεθα, ἐννόησον ὅσον ἐστὶ κακὸν κατεύχεσθαι τῶν ἀδελφῶν. Τί λέγεις; ἐκεῖνός σε ὑπὲρ ἐχθρῶν ἐκέλευσεν εὔχεσθαι, σὺ δὲ τοῦ ἀδελφοῦ κατεύχῃ; Οὐκ ἐκείνου κατεύχῃ, ἀλλὰ σαυτοῦ· τὸν γὰρ Θεὸν παροξύνεις, ἐκεῖνα τὰ ἀνόσια φθεγγόμενος ῥήματα· οὕτω δεῖξον αὐτῷ, οὕτω ποίησον αὐτῷ, βάλε αὐτὸν, ἀνταπόδος αὐτῷ. Πόῤῥω ταῦτα τῶν τοῦ Χριστοῦ μαθητῶν, τῶν ἐπιεικῶν καὶ προσηνῶν. Τοῦ στόματος τοῦ ἠξιωμένου τοιαύτης μυσταγωγίας μηδὲν πικρὸν ἐκβαλλέτω, μηδὲν ἀηδὲς, ἡ τῷ θείῳ σώματι προσομιλοῦσα γλῶσσα· καθαρὰν αὐτὴν φυλάττωμεν, μὴ ἀρὰς προσφέρωμεν δι' αὐτῆς. Εἰ γὰρ λοίδοροι οὐ κληρονομήσουσι βασιλείαν, πολλῷ μᾶλλον οἱ κατευχόμενοι· ἀνάγκη γὰρ καὶ ὑβρίζειν τὸν κατευχόμενον· ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται· ἀρὰ καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· κατηγορία καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχουσι. Προσεύχῃ τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ ἑτέρου κατεύχῃ; Ἐὰν μὴ ἀφῇς, οὐκ ἀφεθήσεταί σοι· καὶ αὐτὸς οὐ μόνον οὐκ ἀφίης, ἀλλὰ καὶ τὸν Θεὸν μὴ ἀφεῖναι παρακα λεῖς; Εἶδες ὑπερβολὴν κακίας; Εἰ τῷ μὴ ἀφιέντι οὐκ ἀφίεται, τῷ καὶ τὸν ∆εσπότην παρακαλοῦντι μὴ ἀφεῖναι, πῶς ἀφεθήσεται; Οὐκ ἐκεῖνον βλάπτεις, ἀλλὰ σαυτόν. Τί δήποτε; Εἰ γὰρ καὶ ἀκούεσθαι ἔμελλες ὑπὲρ τῶν σαυτοῦ, διὰ ταῦτα οὐδέποτε εἰσακουσθήσῃ, ὅτι μιαρῷ στόματι τὰς εὐχὰς ποιεῖς· μιαρὸν γὰρ ὄντως τὸ τοιοῦτον στόμα καὶ ἀκάθαρτον, πάσης δυσωδίας ἐμπεπλησμένον, πάσης ἀκαθαρσίας.
∆έον σε ὑπὲρ τῶν σῶν τρέμειν ἁμαρτημάτων, καὶ τὸν ἀγῶνα πάντα ὑπὲρ τούτων ποιεῖσθαι, σὺ δὲ προσέρχῃ τὸν Θεὸν κινήσων κατὰ τοῦ ἀδελφοῦ; οὐ γὰρ δέδοικας καὶ μεριμνᾷς τὰ σαυτοῦ; οὐχ ὁρᾷς τί διαπράττῃ; Μίμησαι κἂν τὰ παιδία τὰ εἰς διδασκαλεῖον φοιτῶντα, ἅπερ ἐπειδὰν τὴν ἑαυτῶν συμμορίαν ἔνδον ἴδῃ τῶν μαθημάτων ἀπαιτουμένην τὰς εὐθύνας, καὶ διὰ τὴν ῥᾳθυμίαν ἅπαντας τυπτομένους, καὶ καθ' ἕνα ἕκαστον ἐξεταζόμενον πικρῶς καὶ κοπτόμενον ὑπὸ τῶν πληγῶν, ἀποτέθνηκεν ὑπὸ τοῦ δέους· κἂν μυρία τις αὐτὰ πλήξῃ τῶν συμφοιτητῶν, οὐκ ἀνέχεται ὀργισθῆναι, τοῦ φόβου τὴν ψυχὴν κατέχοντος, οὐδὲ ἐντυχεῖν τῷ διδασκάλῳ, ἀλλ' εἰς ἓν μόνον ὁρᾷ τὸ εἰσελθεῖν καὶ ἀπαλλαγῆναι πληγῶν χωρὶς, καὶ πρὸς ἐκεῖνον τὸν καιρὸν σκοπεῖ· κἂν ἐξέλθῃ, εἴτε πληγὰς λαβὼν εἴτε μὴ λαβὼν, οὐδὲ εἰς νοῦν ἐκεῖνα λοιπὸν βάλλεται ὑπὸ τῆς ἡδονῆς. Σὺ δὲ ἑστὼς καὶ μεριμνῶν ὑπὲρ τῶν ἁμαρτημάτων τῶν σῶν, οὐ φρίττεις τῶν ἑτέρων μνημονεύων; καὶ πῶς τὸν Θεὸν παρακαλεῖς; ∆ι' ὧν γὰρ αὐτὸν κατ' ἐκείνου ἀξιοῖς, διὰ τούτων καὶ τὰ σαυτοῦ πικρότερα ἐργάζῃ, οὐκ ἀφιεὶς αὐτὸν συγγνώμην δοῦναι τοῖς σοῖς. Πῶς γὰρ, εἰ θέλεις με γίνεσθαι, φησὶν, ἐξεταστὴν ἀκριβῆ τῶν εἰς σὲ πεπλημμελημένων, πῶς τῶν παρὰ σοῦ εἰς ἐμὲ γεγενημένων ἀξιοῖς γενέσθαι τὴν συγχώρησιν; Μάθωμέν ποτε εἶναι Χριστιανοί· εἰ εὔχεσθαι οὐκ ἴσμεν, ὅπερ ἐστὶν εὔκολον καὶ σφόδρα ῥᾴδιον, τί τῶν ἄλλων εἰσόμεθα; Μάθωμεν εὔχεσθαι ὡς Χριστιανοί· Ἑλλήνων εἰσὶν ἐκεῖναι αἱ εὐχαὶ, Ἰουδαίων ἐκεῖναι αἱ δεήσεις· τοῦ Χριστιανοῦ δὲ ἐναντίαι, ἄφεσιν καὶ ἀμνηστίαν αἰτεῖν τῶν εἰς ἡμᾶς πεπλημμελημένων. Λοιδορούμενοι, φησὶν, εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Ἄκουε τοῦ Στεφάνου λέγοντος, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὐ μόνον οὐ κατηύχετο, ἀλλὰ καὶ ὑπερηύχετο· σὺ δὲ οὐ μόνον οὐχ ὑπερηύξω, ἀλλὰ καὶ κατηύξω. Ὥσπερ οὖν θαυμάσιος ἐκεῖνος, οὕτω σὺ κάκιστος. Τίνα θαυμάζομεν, εἰπέ μοι; τοὺς ὑπὲρ ὧν ηὔξατο, ἢ τὸν ὑπερευχόμενον; Τοῦτον δηλονότι· εἰ δὲ ἡμεῖς, πολλῷ μᾶλλον ὁ Θεός. Βούλει πλήττεσθαι τὸν ἐχθρόν; εὖξαι ὑπὲρ αὐτοῦ, ἀλλὰ μὴ τοιαύτῃ διανοίᾳ, μὴ ὡς πλήττων· τοῦτο μὲν γὰρ γίνεται, σὺ δὲ μὴ τούτῳ ποίει τῷ σκοπῷ. Καίτοι ὁ μακάριος ἐκεῖνος ἀδίκως πάντα ἔπασχε, καὶ ὑπερηύχετο· ἡμεῖς δὲ πολλὰ καὶ δικαίως πάσχομεν παρὰ τῶν ἐχθρῶν. Εἰ δὲ ὁ ἀδίκως παθὼν οὐκ ἐτόλμησε μὴ ὑπερεύξασθαι, οἱ δίκαια πάσχοντες, καὶ μὴ μόνον οὐχ ὑπερευχόμενοι, ἀλλὰ καὶ κατευχόμενοι, τίνος οὐκ ἐσμὲν ἄξιοι τιμωρίας; ∆οκεῖς μὲν ἐκείνῳ διδόναι τὴν πληγὴν, τὸ δὲ ἀληθὲς κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, οὐκ ἀφιεὶς τὸν δικαστὴν ἐν τοῖς σοῖς ἁμαρτήμασι γενέσθαι ἥμερον, δι' ὧν αὐτὸν κατὰ ἑτέρων παροξύνεις. Ὧ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν, φησὶ, καὶ ᾧ κρίματι κρίνετε, κριθήσεσθε. Γενώμεθα τοίνυν συγγνωμονικοὶ, ἵνα τοιούτου τύχωμεν τοῦ Θεοῦ.
γʹ. Ταῦτα οὐκ ἀκούειν ὑμᾶς μόνον βούλομαι, ἀλλὰ καὶ φυλάττειν. Νῦν δὲ μέχρι ῥημάτων ἡ μνήμη μόνον, τάχα δὲ οὐδὲ μέχρι τούτων· ἀλλὰ διαλυθέντων ἡμῶν, ἂν ἐρωτήσῃ τις τῶν μὴ παραγεγονότων, τί διελέχθημεν, οἱ μὲν οὐδὲ ἐροῦσιν, οἱ δὲ εἰδότες ἐροῦσι τὴν ὑπόθεσιν, εἰς ἣν εἰρήκαμεν μόνον, ὅτι ὡμίλησεν εἰς τὸ μὴ δεῖν μνησικακεῖν, ἀλλὰ καὶ ὑπερεύχεσθαι, εἶτα ἀφέντες εἰπεῖν τὰ λεχθέντα πάντα (οὐ γὰρ οἷόν τε μεμνῆσθαι), οἱ δὲ μικρῶν μέμνηνται, ἀλλ' ἐνίων. ∆ιὸ παρακαλῶ, εἰ μηδὲν κερδαίνετε ἐκ τῶν λεγομένων, μηδὲ προσέχειν τῇ ἀκροάσει. Τί γὰρ τὸ ὄφελος; μεῖζον τὸ κρῖμα γίνεται, χαλεπωτέρα ἡ τιμωρία, ὅτι μετὰ μυρίας παραινέσεις τοῖς αὐτοῖς ἐπιμένομεν. ∆ιὰ τοῦτο εὐχὴν ἡμῖν ὥρισεν ὁ Θεὸς, ἵνα μηδὲν βιωτικὸν μηδὲ ἀνθρώπινον αἰτῶμεν. Ἴστε δὴ οἱ πιστοὶ τίνα δεῖ εὔχεσθαι, πῶς πᾶσα κοινή ἐστιν ἡ εὐχή. Ἀλλ' οὐκ εἴρηται, φησὶν, ὑπὲρ τῶν ἀπίστων εὔχεσθαι ἐκεῖ. Ἐπειδὴ μὴ ἴστε τῆς εὐχῆς τὴν δύναμιν, μηδὲ τὸ βάθος καὶ τὸν θησαυρὸν αὐτῆς ἐπιγινώσκετε· εἰ γάρ τις αὐτὴν ἀναπτύξειεν, εὑρήσει καὶ τοῦτο κείμενον ἐν αὐτῇ. Ὅταν γὰρ λέγῃ ὁ εὐχόμενος, Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, οὐδὲν ἄλλο ἢ τοῦτο αἰνίττεται. Πῶς; Ὅτι ἐν οὐρανῷ οὐδεὶς ἄπιστος, οὐδεὶς προσκρούων. Εἰ τοίνυν περὶ τῶν πιστῶν μόνων ἦν, οὐκ εἶχε λόγον τὸ λεγόμενον. Εἰ γὰρ οἱ πιστοὶ ἔμελλον τὸ θέλημα αὐτοῦ ποιεῖν, οἱ δὲ ἄπιστοι οὐχὶ, οὐκέτι ὡς ἐν οὐρανῷ τὸ θέλημα αὐτοῦ ἦν, ἀλλὰ τί; Ὥσπερ ἐν οὐρανῷ, φησὶν, οὐδεὶς πονηρὸς, οὕτω μηδὲ ἐπὶ τῆς γῆς ἔστω· ἀλλὰ πάντας, φησὶν, εἰς τὸν φόβον ἕλκυσον τὸν σαυτοῦ, πάντας ἀγγέλους ποίησον τοὺς ἀνθρώπους, κἂν ἐχθροὶ ἡμῶν ὦσι, κἂν πολέμιοι. Οὐχ ὁρᾷς πόσα καθ' ἑκάστην ἡμέραν ὁ Θεὸς βλασφημεῖται; πόσα ὑβρίζεται καὶ παρὰ τῶν ἀπίστων, καὶ παρὰ τῶν πιστῶν; καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων; Τί οὖν; ἔσβεσε διὰ τοῦτο τὸν ἥλιον; ἐκοίμισε τὴν σελήνην; κατέῤῥαξε τὸν οὐρανόν; ἀνετάραξε τὴν γῆν; ἐξήρανε τὴν θάλασσαν; ἠφάνισε τῶν ὑδάτων τὰς πηγάς; συνέχεε τὸν ἀέρα; Οὐδαμῶς, ἀλλὰ πᾶν τοὐναντίον· ἀνατέλλει τὸν ἥλιον, βρέχει τὸν ὑετὸν, δίδωσι καρποὺς, δίδωσι τροφὰς ἐτησίους τοῖς βλασφήμοις, τοῖς ἀνοήτοις, τοῖς μιαροῖς, τοῖς διώκταις, οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ πάντα τὸν βίον. Τοῦτον μίμησαι καὶ σὺ, τοῦτον ζήλωσον κατὰ δύναμιν ἀνθρωπίνην. Οὐ δύνασαι τὸν ἥλιον ἀνατεῖλαι; μὴ κακηγορήσῃς. Οὐ δύνασαι ὑετὸν δοῦναι; μὴ λοιδορήσῃς. Οὐ δύνασαι θρέψαι; μὴ παροινήσῃς. Ἀρκεῖ ταῦτα παρὰ σοῦ δῶρα· παρὰ τοῦ Θεοῦ δι' ἔργων γίνεται εἰς τοὺς ἐχθροὺς ἡ εὐεργεσία· σὺ κἂν διὰ λόγων ποίησον, ὑπέρευξαι τοῦ ἐχθροῦ· οὕτως ἔσῃ ὅμοιος τῷ Πατρί σου τῷ ἐν οὐρανοῖς. Μυριάκις ὑπὲρ τούτων διελέχθημεν, καὶ διαλεγόμενοι οὐ παυόμεθα· μόνον γινέσθω τι πλέον. Ἡμεῖς οὐ ναρκῶμεν οὐδὲ ἀποκάμνομεν, ἡμεῖς οὐ περικακοῦμεν λέγοντες· μόνον ὑμεῖς μὴ ἀκούοντες δόξητε ἐνοχλεῖσθαι. ∆οκεῖ δέ τις ἐνοχλεῖσθαι, ὅταν μὴ ποιῇ τὰ λεγόμενα· ὁ γὰρ ποιῶν, συνεχῶς βούλεται τὰ αὐτὰ ἀκούειν, ὥσπερ οὐκ ἐνοχλούμενος, ἀλλ' ἐγκωμιαζόμενος. Ὥστε οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται, ἀλλ' ἐκ τοῦ μὴ ποιεῖν τὰ λεγόμενα· ἐκεῖθεν καὶ ὁ λέγων φορτικός ἐστιν. Ἐάν τις ἐλεημοσύνην, εἰπέ μοι, ποιῇ, εἶτα ἄλλος περὶ ἐλεημοσύνης διαλέγηται, οὐ μόνον οὐκ ἀποκναίει πρὸς τὴν ἀκρόασιν, ἀλλὰ καὶ γάννυται, ἀκούων τῶν οἰκείων κατορθωμάτων λεγομένων καὶ ἀνακηρυττομένων. Οὕτως οὖν καὶ ἡμεῖς, ἐπειδὴ οὐδὲν πρὸς ἀνεξικακίαν ἔχομεν κοινὸν, οὐδὲ κατώρθωται ἡμῖν τοῦτο, διὰ τοῦτο δοκοῦμεν εἶναι καὶ πρὸς τὰ ῥήματα δυσχερεῖς· εἰ δὲ τὰ πράγματα ἦν, οὐκ ἂν λόγος ἡμᾶς ἐλύπησεν. Εἰ τοίνυν μὴ βούλεσθε ἡμᾶς φορτικοὺς εἶναι μηδὲ ἐπαχθεῖς, οὕτω ποιήσατε, δι' ἔργων ἐπιδείξασθε τὸ πρᾶγμα· ὡς οὐδέποτε παυσόμεθα ὑπὲρ τῶν αὐτῶν ὑμῖν διαλεγόμενοι, ἕως ἂν κατορθωθῇ ἐν ὑμῖν. Μάλιστα μὲν γὰρ καὶ κηδεμονίᾳ καὶ φιλοστοργίᾳ τῇ πρὸς ὑμᾶς τοῦτο πράττομεν· ἔπειτα δὲ καὶ διὰ τὸν ἐπικείμενον ἡμῖν κίνδυνον. Τὸν γὰρ σαλπίζοντα, κἂν μηδεὶς εἰς πόλεμον ἐξίῃ, σαλπίζειν δεῖ, τὸ αὑτοῦ πληροῦντα. Οὐ τοίνυν μείζονα ὑμῖν τὴν κόλασιν ἐργάσασθαι βουλόμενοι, τοῦτο πράττομεν, ἀλλὰ τὸ καθ' ἑαυτοὺς ἀποδύσασθαι. Μετὰ δὲ τούτου, καὶ ἡ ὑμετέρα ἡμᾶς ἀγάπη κατέχει· ἀποσπώμεθα γὰρ τὰ σπλάγχνα καὶ δακνόμεθα, εἴ τι τοιοῦτο συμβαίη. Ἀλλὰ μὴ γένοιτο. Οὐκ ἔστι δαπάνης, ὅπερ εἴπομεν νῦν, οὐκ ἔστιν ἐπιζημίας χρημάτων, οὐκ ἔστιν ὁδοῦ μακρᾶς· θελῆσαι δεῖ μόνον, ῥῆμά ἐστι, προαίρεσίς ἐστι. Φυλάττωμεν ἡμῶν τὸ στόμα, θύραν καὶ μοχλὸν ἐπιθῶμεν, ἵνα μηδὲν τῶν μὴ δοκούντων τῷ Θεῷ φθεγγώμεθα. Ὑπὲρ ἡμῶν αὐτῶν γίνεται τοῦτο, οὐχ ὑπὲρ ὧν εὐχόμεθα. Τοῦτο ἀεὶ λογιζώμεθα, ὅτι καὶ ὁ εὐλογῶν τὸν ἐχθρὸν, ἑαυτὸν εὐλογεῖ, καὶ ὁ καταρώμενος, ἑαυτὸν καταρᾶται, καὶ ὁ εὐχόμενος ὑπὲρ τοῦ ἐχθροῦ, ὑπὲρ ἑαυτοῦ εὔχεται, οὐχ ὑπὲρ ἐκείνου. Ἂν οὕτω ταῦτα ποιῶμεν, δυνησόμεθα τὸ κατόρθωμα τοῦτο εἰς ἔργον ἀγαγεῖν, καὶ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου