ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Είς μακάριον Ιώβ Κεφάλαιoν Β΄

Πέμπτη 20 Οκτωβρίου 2016

Είς μακάριον Ιώβ Κεφάλαιoν Β΄




Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64

ΚΕΦΑΛΑΙΟΝ. Βʹ

«Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, παραστῆναι ἐναντίον τοῦ Κυρίου.» Τί δήποτε καθ' ἑκάστην ἡμέραν παρισταμένους αὐτοὺς εἰσάγει; ἵνα μάθωμεν, ὅτι οὐκ ἀπρονόητα τὰ παρόντα, ἀλλὰ λόγον διδόασι τῶν καθ' ἑκάστην ἡμέραν γινομένων, καὶ καθ' ἑκάστην ἀποστέλλονταί τι οἰκονομοῦντες οἱ ἄγγελοι, εἰ καὶ ἡμεῖς οὐκ ἴσμεν. «Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν σὺ ἔρχῃ;» Ἤδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου· ἀλλὰ βούλεται ἰδεῖν, εἰ εὐγνωμόνως ὁμολογεῖ τὴν ἧτταν. «Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον· Προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ; ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς· ἄνθρωπος ἄκακος, ἀληθινὸς, ἄμεμπτος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ, ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι.» Ὁ μὲν διάβολος κρύψας τὴν ἧτταν, τῇ πρώτῃ κέχρηται φωνῇ· καὶ Περιελθὼν, φησὶ, τὴν γῆν πάρειμι.


Ὁ δὲ Θεὸς, ὃ ἔκρυψε φθονῶν ἐκεῖνος, ἐκκαλύπτει· καὶ ἐπειδὴ ἐρωτήσας οὐκ ἔμαθε παρ' αὐτοῦ τὴν ἧτταν ἣν ὑπέστη, αὐτὸς αὐτὴν στηλιτεύει, καὶ τοῦ δικαίου τὴν νίκην ἐκφαίνει· Ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. Τί οὖν; Εἰς τοῦτο ἐξῆλθες; τοῦτο ᾔτησας; οὐ σὺ εἶπας, ∆ός μοι τὰ ὑπάρχοντα τοῦ Ἰώβ; διὰ τί κρύπτεις τὸν ἀγῶνα; ἵνα ἀφανίσῃς τὸν στέφανον τῆς νίκης. Προσέσχες τῷ θεράποντί μου; ὅτι οὐκ ἔστι κατ' αὐτὸν, ἄνθρωπος ἄκακος. Μὴ παραδράμῃς ἁπλῶς τὸ ῥηθὲν, ἀλλ' ἐπισήμηναι, ὅτι ἐν πρώτῃ μαρτυρίᾳ οὐδαμοῦ ἐλέχθη τὸ, ἄκακος· ἀλλὰ μὴ μνησθεὶς τοῦ ὀνόματος τούτου πρότερον, νῦν αὐτῷ προσέθηκε τὸν τῆς ἀκακίας στέφανον, ἐπειδὴ τὰ κακὰ εὐχαρίστως ἤνεγκεν. Εἴ τι οὖν καὶ δοκεῖ ἐν τοῖς ἑξῆς φθέγγεσθαι τολμηρὸν, τῇ ἀκακίᾳ προσλελόγισται. Φησὶ δὲ καὶ αὐτὸς ὕστερον ὁ Ἰὼβ, Οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου. Τῷ δὲ ἀκάκῳ οὐδεὶς τὸ ῥῆμα εἰς πονηρίαν λογίζεται· οὐ γὰρ τοῖς πράγμασιν, ἀλλὰ τῇ προθέσει τῶν ποιούντων, δικάζομεν. Ὑβρίζει υἱὸς πατέρα, καὶ τὸ πρᾶγμα ἀνόσιον, καὶ ὡς πατραλοίας κατακρίνεται, ὅτι φωνὴν ἐναντίαν ἔῤῥηξε πατρὶ, καὶ τὴν ἑαυτοῦ ῥίζαν δυσφημῆσαι ἐτόλμησε· παιδίον δὲ ἄκακον, κἂν τύψῃ τὸν πατέρα, ἢ τὴν μητέρα, ἡ ὕβρις πάσης εὐφροσύνης ποθεινοτέρα. Πολλάκις οὖν μητέρες εἰς ὕβριν τὰ τέκνα διερεθίζουσιν, οὐ τῇ ὕβρει, ἀλλὰ τῇ ἀκακίᾳ, ἀλλὰ τῷ ἀκεραίῳ, καὶ ἀφελεῖ τοῦ ἤθους, ἐπαγαλλόμεναι· οὕτω ὁ Θεὸς εἰδὼς, ὅτι οὐκ ἐκ κακίας φθέγγεται, δέχεται τὰ παρὰ τοῦ Ἰὼβ, εἰς κρίσιν καλούμενος παρ' αὐτοῦ· ἀκακίας γὰρ τὸ ῥῆμα, οὐ πονηρίας Μάτην αὐτοῦ, φησὶ, τῇ περιουσίᾳ ἐφθόνησας, εἴπας, προφάσει τῶν χρημάτων εὐσεβεῖν τὸν ἄνδρα. Ἐγυμνώθη τῶν κτημάτων, καὶ οὐκ ἐγυμνώθη τῆς εὐσεβείας. Οὐκ ἐθέλησας, ὦ ἀναίσχυντε, ὡς Θεῷ, μοὶ πιστεῦσαι. Ἀπὸ τῆς πείρας γοῦν, οὐκ ἔδει πιστωθῆναι λοιπὸν, ὅτι μὴ ταῖς εὐπραγίαις τὴν φιλοσοφίαν ὁ ἐμὸς θεράπων μετρεῖ; Ὅρα δὲ, οὐκ εἶπεν, ὅτι διακενῆς ἀπώλετο τὰ ὑπάρχοντα, ἀλλὰ, Σὺ εἶπας ἀπολέσαι διακενῆς· ἐπεὶ αὐτὸς μισθὸν οὐ τὸν τυχόντα ἔλαβε τῆς ἀπωλείας. «Οὐ μὴ δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου, ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ὠμὸν τὸ θηρίον καὶ ἀναίσχυντον· οὐ γὰρ ἀνέχεται μόνον τῶν ἡμετέρων ἐμφορηθῆναι σαρκῶν, ἀλλὰ καὶ μέχρις ὀστῶν καὶ μυελῶν διελθεῖν βούλεται· οὐκ ἀπορεῖ πονηρίας, εὑρίσκει πάλιν ἐπίνοιαν. Οὐδὲν, φησὶ, μέγα, εἰ ἀπώλεσε κτήματα, ἡδέως πάντων καταφρονήσας, ἵνα ἑαυτὸν σώσῃ. Ἀλλὰ μὴν εἰ τὴν ψυχὴν οὐ δίδως λαβεῖν; Τοῦτο γὰρ ἐνέφηνε ζητῶν διὰ τοῦ λέγειν· Πάντα ὑπὲρ τῆς αὐτοῦ ψυχῆς ἐκτίσει· τὸ γοῦν σῶμα πλῆξον. ∆ιὰ τί δὲ μὴ ἐξ ἀρχῆς τοῦτο ᾔτησεν; Ἐλογίσατο ὅτι εἰ συμβῇ αὐτὸν ἡττηθῆναι, βέλτιον ἀπὸ τῶν ἐλαττόνων τὴν νίκην ἐνεγκεῖν· εἰ δὲ μὴ, ἀπὸ τοῦ σώματος περιέσομαι. Οὐ πολλοῦ λόγου, φησὶ, τὰ χρήματα τοῖς ἀνθρώποις· ὑπὲρ γὰρ σωτηρίας τῆς οἰκείας ψυχῆς, ἅπαντα διδόασιν. Οὐχ ἁπλῶς δὲ, τῶν σαρκῶν, εἶπεν, ἅψαι, ἀλλ' ὥστε καὶ ἔνδοθεν τεχθῆναι τὸ κακὸν, οὕτω μετὰ πονηρίας διαλέγεται. ∆είκνυται δὲ καὶ ἐντεῦθεν ὡς οὐδεμίαν ἔχει καθ' ἡμῶν ἐξουσίαν ὁ ἀρχαῖος δράκων, εἰ μὴ ὑπὸ Θεοῦ συγχωρηθῇ, κατὰ τὰς ἀῤῥήτους αὑτοῦ περὶ ἡμᾶς οἰκονομίας. Καὶ ὡς ἀνελεῖν μὲν ἄνθρωπον δύναται, εἰ λάβοι συγχώρησιν, κακὸν δὲ ποιῆσαι οὐ δύναται, παρὰ Θεοῦ δὲ ἐξαιτεῖ. Οἶδε γὰρ εἰ καὶ ἔπεσεν, ὅτι, εἰ μὴ Θεὸς ἐπιτρέψει, οὐδὲν αὐτὸς κατὰ τινὸς δύναται, τῆς ἐπιτροπῆς οὕτω νοουμένης, ὅτι σοφῶς γίνεται, ἅτε παρὰ Θεοῦ γινομένης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι, περίελε αὐτοῦ τὴν φρουρὰν τῆς ἔξωθεν θεραπείας, καὶ τῆς κατὰ ψυχὴν ἐπιμελείας· οὐ γάρ ἐστι θαύματος ἄξιος, εἰ φυλάττεις αὐτὸν ἀπολέμητον· συγχώρησόν μοι διαφθεῖραι τὰς σάρκας ἄχρι καὶ μυελῶν. Ἐλέγχειν γὰρ οἶδε συμφορὰ γνώμην ἀπαιδαγώγητον, τρυφὴν καὶ μόνην [ἴσ. καὶ τρυφὴν μόνην] τῆς περὶ σὲ θεραπείας, ὑπόθεσιν ἔχουσαν· ὡς εἴγε ἅψῃ τῆς σαρκὸς αὐτοῦ, τηνικαῦτα εἰς πρόσωπόν σε εὐλογήσει, τουτέστι, φανερῶς σε βλασφημήσει.
«Εἶπε δὲ Κύριος τῷ διαβόλῳ· Ἰδοὺ παραδίδωμί σοι αὐτόν· μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.» (Ὁ δὲ Θεοδοτίων, τῆς ψυχῆς αὐτοῦ οὐχ ἅψῃ.) Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Πάλιν ὁ φιλάνθρωπος Θεὸς, ὁ τοὺς οἰκείους στεφανίτας ἀγγέλοις καὶ ἀνθρώποις δημοσιεύειν βουλόμενος ἐπιτρέπει καὶ τοῦτο, ὥστε μαθεῖν ἡμᾶς, ὅτι ὅσα δύναται ὁ Πονηρὸς, κατὰ συγχώρησιν δύναται· καὶ ὁ μὲν ἔλεγε· Σὺ ἅψαι τῶν σαρκῶν αὐτοῦ. Ἀλλ' ἵνα μὴ λέγῃ, ὅτι σὺ πεφασμένως αὐτὸν ἔπληξας, ὡς οἰκεῖον θεράποντα, οὐκ ἐποίησεν ὅπερ ᾔτησεν ὁ διάβολος, ἀλλ' ἐκείνῳ ἐπέτρεψε. Ὅρα δὲ, οὐκ εἶπε μόνον, Τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ, ἀλλὰ, Μόνον τὴν ψυχὴν αὐτοῦ διατήρησον, εἰς μέγαν αὐτὸν φόβον περιέστησε· Τὴν σωτηρίαν τῆς ψυχῆς αὐτοῦ, φησὶ, παρὰ σοῦ ζητῶ. Ἐπειδὴ γὰρ εἰκὸς ἦν, τοιαύτην αὐτῶν ὅσον ἐπιβαλεῖν, ὥστε ἀποκτεῖναι τὸ σῶμα, καὶ εἶχεν εἰπεῖν, ὅτι τῆς ψυχῆς αὐτοῦ οὐχ ἡψάμην· διὰ τοῦτο, φησὶ, διατήρησον, μή τι πάθῃ κατὰ τὸν τῆς ζωῆς λόγον· ἐὰν γὰρ ἀνέλῃς, οὐκ ἔτι ἡμῖν τὸ θέατρον συγκεκρότηται. «Καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ, ἀπὸ ποδῶν ἕως κεφαλῆς.» Ἔπληξε, φησὶν, αὐτὸν χαλεπωτάτῃ βασάνῳ, λώβῃ καὶ ἐλέφαντι καθ' ὅλου τοῦ σώματος· ὅλον γὰρ αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα μώλωπα, ἵνα δι' ὅλων τῶν μελῶν στεφανίτης ἀναδειχθῇ. Οὐ γὰρ οἶδε φείδεσθαι κακία, φθορά τις κατὰ τὴν οἰκείαν ὑπάρχουσα πικροτάτην διάθεσιν. «Καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας, ἔξω τῆς πόλεως.» Τίνος δὲ ἕνεκεν οὐχὶ χερσὶν, οὐδὲ δακτύλοις τὸν ἰχῶρα ἀπέξεεν; Ὥστε μὴ τὴν θεραπείαν μείζονα γενέσθαι ἀηδίας ὑπόθεσιν. Ὁ δὲ αὐτὸς ἑαυτὸν θεραπεῦσαι μὴ ἀνεχόμενος, πῶς ἂν ἑτέρων ἔτυχεν; Αὐτὸς ἑαυτοῦ δήμιος ἦν, οὐ διορύττων τὰς πλευρὰς, ἀλλὰ τὴν πηγάζουσαν σηπεδόνα περικόπτων, καὶ τῷ νεκρῷ πηλῷ, τὸν ζῶντα πηλὸν ξέων. Τίνος δὲ ἕνεκεν, ἐπὶ κοπρίας ἐκαθέζετο; Ὥστε τὰ καταπίπτοντα συγκαλύψῃ τῇ θημωνίᾳ. Τίνος δὲ ἕνεκεν αἴθριος; Ὥστε μὴ ἀποπνίξαι ἑαυτὸν τῇ δυσωδίᾳ· ὅπερ ἔπαθεν ἂν, εἴγε ἐν οἰκίσκῳ τινὶ κατακέκλειστο· ἄλλως τε, οὐδὲ οἶκον αὐτῷ καταλέλοιπεν ὁ πειραστής. Ἦν μὲν γὰρ βαρεῖα καὶ ἡ τῶν παίδων ἀποβολὴ, ἀλλ' ὅμως τὴν χαλεπὴν ταύτην τραγῳδίαν ἑτέρα χαλεπωτέρα ἀνέμενε, καὶ μηδὲ μικρὸν ἀναπνεύσαντος. Ἐντεῦθεν αἱ πηγαὶ τῶν σκωλήκων, οἱ τῶν ἰχώρων ῥύακες, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, τὸ ὄστρακον, τὸ τὰς πλευρὰς καταξαῖνον, ἡ δυσωδία τῶν ἑλκῶν, ἡ τὸν καινὸν ἐκεῖνον ἐπεισάγουσα λιμὸν, καὶ ὁρωμένων οὐκ ἀφεῖσα τῶν σιτίων ἅπτεσθαι, καὶ τοῦ λιμοῦ χαλεπωτέραν ἐντιθεῖσα τὴν ἀηδίαν, καὶ ταῦτα οὐκ ἐπὶ δύο, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν ἡμέραις, ἀλλ' ἐπὶ μησὶ πλείοσιν. Οὐ μετρίως δὲ τοὺς ὀδυνωμένους παρακαλέσει τὰ κατὰ τὸν Ἰὼβ παραδείγματα, καὶ τὰ τοῦ δικαίου τραύματα, καὶ ἡ κοπρία, ἡ παντὸς θρόνου βασιλικοῦ σεμνοτέρα. Ἀπὸ μὲν γὰρ τοῦ θρόνον ἰδεῖν βασιλικὸν, οὐδὲν ἔσται τοῖς θεωμένοις τὸ κέρδος, ἀλλὰ πρόσκαιρος μόνον τέρψις, ὄνησιν οὐδεμίαν ἔχουσα· ἀπὸ δὲ τοῦ τὴν κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ, πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλὴν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον. ∆ιὰ τοῦτο πολλοὶ νῦν μακράν τινα, καὶ διαπόντιον ἀποδημίαν στέλλονται, ἀπὸ τῶν περάτων τῆς γῆς εἰς Ἀραβίαν τρέχοντες, ἵνα τὴν κοπρίαν ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι τὴν γῆν, τὴν τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα. Οὐδὲ γὰρ οὕτως ἐστὶν ἁλουργὶς λαμπρὰ, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν, οὐκ ἀλλοτρίῳ, ἀλλὰ οἰκείῳ βαπτιζόμενον αἵματι· καὶ τὰ τραύματα ἐκεῖνα ἁπάντων λίθων ἦν τιμιώτερα. Μαργαριτῶν γὰρ φύσις οὐδὲν τὸν βίον ὠφελεῖ τὸν ἡμέτερον, οὐ χρείαν τινὰ πληροῖ τοῖς ἔχουσιν ἀναγκαίαν· τὰ δὲ τραύματα ἐκεῖνα, πάσης ἀθυμίας ἐστὶ παράκλησις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐὰν ἀποβάλῃ τις υἱὸν γνήσιον καὶ μονογενῆ, δεῖξον αὐτῷ μυρίους μαργαρίτας, καὶ οὐ παραμυθήσῃ τὸ πάθος, οὐδὲ θεραπεύσεις τὴν ὀδύνην. Ἀναμνήσας δὲ αὐτὸν τῶν τραυμάτων τοῦ Ἰὼβ, ῥᾳδίως δυνήσῃ θεραπεῦσαι, οὕτω λέγων· Τί πενθεῖς, ἄνθρωπε; σὺ μὲν τέκνον ἀπέβαλες ἓν, ὁ δὲ μακάριος ἐκεῖνος, μετὰ τὸ τῶν παίδων ὁλόκληρον ἀφαιρεθῆναι τὸν χορὸν, καὶ αὐτῇ τῇ σαρκὶ πληγὴν ἐδέξατο, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ἰχῶρι πάντοθεν καταῤῥεόμενος, κατὰ μικρὸν αὐτῷ τῆς σαρκὸς δαπανωμένης, ὁ δίκαιος, ὁ θεοσεβὴς, ὁ τὸν Θεὸν μάρτυρα τῆς ἀρετῆς ἔχων. Ἂν γὰρ ταῦτα εἴπῃς τὰ ῥήματα πᾶσαν ἔσβεσας τοῦ πενθοῦντος τὴν ἀθυμίαν, καὶ πᾶσαν ἀνεῖλες τὴν ὀδύνην· καὶ γίνεται οὕτω χρησιμώτερα μαργαριτῶν τὰ τραύματα τοῦ δικαίου. Ὑπογράφετε τοίνυν ἑαυτοῖς τὸν ἀθλητὴν, καὶ νομίζετε βλέπειν τὴν κοπρίαν ἐκείνην, καὶ αὐτὸν ἐν μέσῳ καθήμενον, τὸν ἀνδριάντα τὸν χρυσοῦν, τὸν διάλιθον, τὸν, πῶς εἴπω οὐκ οἶδα. Οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι τὸ ᾑμαγμένον ἐκεῖνο σῶμα παραβαλεῖν. Οὕτω καὶ πάσης ὕλης τιμαλφεστάτης, ἐκ πολλοῦ τοῦ περιόντος τῆς σαρκὸς ἐκείνης ἡ φύσις ἦν τιμιωτέρα, καὶ τὰ τραύματα τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερα· αὗται μὲν γὰρ τὰς τοῦ σώματος καταυγάζουσιν ὄψεις, ἐκεῖνα δὲ τὰ τῆς διανοίας ἡμῶν φωτίζει τὰ ὄμματα, ἐκεῖνα καθάπαξ τὸν διάβολον ἀπετύφλωσε· διὰ γοῦν τοῦτο, μετὰ τὴν πληγὴν ἐκείνην, ἀπεπήδησε, καὶ οὐκ ἐφάνη λοιπόν. Σὺ δέ μοι κἀντεῦθεν, ἀγαπητὲ, μάνθανε, τὸ τῆς θλίψεως κέρδος πόσον ἐστίν· ἡνίκα μὲν γὰρ ἐπλούτει, καὶ ἀνέσεως ἀπέλαυεν ὁ δίκαιος, διαβάλλειν ἔσχεν αὐτὸν, ψευδῶς μὲν, ἔσχε δ' ὅμως εἰπεῖν· Μὴ δωρεὰν σέβεταί σε Ἰώβ; Ἐπειδὴ δὲ αὐτὸν ἐγύμνωσε, καὶ ἐποίησε πένητα, οὐδὲ γρύξαι λοιπὸν ἐτόλμησε. Καὶ ὅτε μὲν πλούσιος ἦν, ὑπισχνεῖτο παλαίειν αὐτῷ, καὶ ὑποσκελίζειν ἠπείλει· ἐπειδὴ δὲ πένητα εἰργάσατο, καὶ πάντων ἀπεστέρησε, καὶ εἰς ἐσχάτην ὀδύνην ἐνέβαλε, τότε ἀπεπήδησε· καὶ ὅτε μὲν ὑγιὲς αὐτοῦ τὸ σῶμα ἦν, τὰς χεῖρας ἀντῆρεν, ὅτε δὲ αὐτοῦ κατέκοψε τὴν σάρκα, τότε ἔφυγεν ἡττηθείς. Εἶδες πόσον πενία πλούτου, καὶ νόσος ὑγιείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι, καὶ χρησιμώτερον, καὶ λαμπροτέρους, καὶ εὐτονωτέρους τοὺς ἀθλοῦντας ποιεῖ; τίς εἶδε, τίς ἤκουσεν οὕτω θαυμαστὰ παλαίσματα; οἱ τῶν ἔξωθεν ἀγώνων πύκται, ἐπειδὰν κατακόψωσι τὰς κεφαλὰς τῶν ἀντιπάλων, τότε νικῶσι, καὶ στεφανοῦνται· οὗτος δὲ, ὅτε κατέκοψε τὸ σῶμα τοῦ δικαίου παντοδαποῖς ἕλκεσιν αὐτὸ διατρήσας, καὶ ἀσθενέστερον ἐποίησε, τότε ἐνικήθη καὶ ἀνεχώρησε. Καὶ ἐπειδὴ διώρυξεν αὐτοῦ πάντοθεν τὰς πλευρὰς, αὐτῷ μὲν οὐδὲν πλέον ἐγένετο· τὸν γὰρ ἐναποκείμενον θησαυρὸν οὐκ ἐσύλησεν, ἡμῖν δὲ φανερώτερον αὐτὸν ἐποίησε, καὶ διὰ τῆς διορυγῆς ἐκείνης, ἔδωκεν ἅπασιν, εἰς τὸ ἔνδον βλέπειν, καὶ καταμανθάνειν αὐτοῦ τὸν πλοῦτον ἅπαντα· καὶ ὅτε κρατεῖν προσεδόκησε, τότε μετ' αἰσχύνης πολλῆς ἀνεχώρησε, καὶ οὐδεμίαν οὐκέτι φωνὴν ἀφῆκε. Τί γέγονεν, ὦ διάβολε; τίνος ἕνεκεν ἀναχωρεῖς; οὐκ ἐγένετο πάντα, ὅσα ἠθέλησας; οὐκ ἀνεῖλες αὐτοῦ τὰ ποίμνια, τὰ βουκόλια, τὰς ἀγέλας τῶν ἵππων, τῶν ἡμιόνων; οὐχὶ καὶ τὸν χορὸν τῶν παίδων ἀπώλεσας, καὶ τὴν σάρκα κατέκοψας ἅπασαν; τίνος ἕνεκεν ἀναχωρεῖς; Ὅτι ἐγένετο μὲν πάντα, ὅσα ἠθέλησα, φησίν· ὃ δὲ γενέσθαι μάλιστα ἠβουλόμην, καὶ δι' ὃ πάντα ἐποίησα, τοῦτο οὐκ ἐγένετο· οὐδὲ γὰρ ἐβλασφήμησε. ∆ιὰ γὰρ τοῦτο πάντα ἐκεῖνα ἐποίουν, φησὶν, ἵνα τοῦτο ἐξέλθῃ· τούτου δὲ μὴ γενομένου, οὐδέν μοι πλέον ἀπὸ τῆς ζημίας τῶν χρημάτων, ἐγένετο, καὶ τῆς τῶν παίδων ἀπωλείας, καὶ τῆς τοῦ σώματος πληγῆς· ἀλλὰ τοὐναντίον ἤπερ ἠβουλόμην ἐξέβη, λαμπρότερον ἐποίησα τὸν ἐχθρὸν, καὶ φαιδρότερον εἰργασάμην. Ἔγνως ὅσον τῆς θλίψεως τὸ κέρδος; Καλὸν μὲν γὰρ τὸ σῶμα καὶ ὑγιαῖνον ἦν· πολλῷ δὲ σεμνότερον γέγονε, κατατμηθὲν ὑπὸ τῶν τραυμάτων ἐκείνων. Ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος, καὶ πολλὴν τὴν εὐπρέπειαν. Εἰ μὴ ἀπέδυσεν αὐτὸν, οὐκ ἂν ἔγνωμεν τοῦ στεφανίτου τὴν εὐεξίαν· εἰ μὴ διέτρησεν αὐτοῦ τὸ σῶμα ταῖς ὠτειλαῖς, οὐκ ἂν ἀντέλαμψαν ἔνδοθεν αἱ ἀκτῖνες· εἰ μὴ ἐκάθισεν αὐτὸν ἐπὶ τῆς κοπρίας, οὐκ ἂν ἔγνωμεν αὐτοῦ τὸν πλοῦτον· οὐδὲ γὰρ οὕτω λαμπρὸς ἐπὶ θρόνου καθήμενος βασιλεὺς, ὡς ἐκεῖνος, ἐπὶ τῆς κοπρίας τότε καθήμενος, ἐπίσημος ἦν, καὶ περιφανής· μετὰ μὲν γὰρ τὸν βασιλικὸν θρόνον, θάνατος, μετὰ δὲ τὴν κοπρίαν ἐκείνην, οὐρανῶν βασιλεία. Ταύτην παρέθηκα τὴν ἱστορίαν, οὐχ ἵνα ἐπαινῆτε τὰ λεγόμενα, ἀλλ' ἵνα τὴν ἀρετὴν τοῦ ἀνδρὸς, καὶ τὴν ὑπομονὴν μιμήσησθε· ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων, ἀλλ' ἡ ἁμαρτία μόνη. Οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν, ὁ θάνατος· ὀνόματα γὰρ ταῦτα μόνον ἐστὶ, τοῖς φιλοσοφοῦσι, συμφορῶν ὀνόματα, πραγμάτων ἔρημα· ἡ δὲ ἀληθὴς συμφορὰ, τὸ προσκροῦσαι Θεῷ, καὶ ποιῆσαί τι τῶν μὴ δοκούντων αὐτῷ. Λείπεται δὲ κατορθωμάτων, καὶ παθημάτων ποιήσασθαι σύγκρισιν, ἵνα μάθῃς σαφῶς, ὅτι οὐ κατορθώμασι μόνον, ἀλλὰ καὶ παθήμασιν, ἀμοιβαὶ κεῖνται, καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι, καὶ παθήμασιν οὐκ ἔλαττον ἢ κατορθώμασι, μᾶλλον δέ ἐστιν ὅπου πλέον, ἢ κατορθώμασι. Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν, τὸν ἐν ἑκατέροις διαλάμψαντα τούτοις, ἵνα εἴδῃς πόθεν μειζόνως διέλαμψεν· ἴδωμεν οὖν συγκρίναντες, πότε λαμπρότερος ἦν, ὅτε κοινὸς ἦν λιμὴν τοῖς χρῄζουσιν, ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ, καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν· ὅτε τὴν οἰκίαν αὐτοῦ πᾶσι τοῖς παριοῦσιν ἀνέῳξεν, ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο ῥῆμα πικρὸν, ἀλλ' εὐφήμησε τὸν Θεόν· καίτοι τὸ μὲν κατόρθωμα ἦν, τὸ δὲ πάθημα. Πότε φαιδρότερος ἦν, εἰπέ μοι; ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων, καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν, ἢ ὅτε καταχωσθέντων αὐτῶν, καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν; Πότε μᾶλλον ἐξέλαμψεν; ὅτε ἀπὸ τῆς κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι, ἢ ὅτε ἀκούσας, Πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεταράχθη, οὐδὲ ἐθορυβήθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν; Πότε μείζων ἦν; ὅτε τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν, συντρίβων τὰς μύλας τῶν ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων ἐξαρπάζων ἁρπάγματα, καὶ λιμὴν αὐτοῖς γινόμενος, ἢ ὅτε τὸ σῶμα τοῦτο αὐτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων, καὶ καθήμενος ἐπὶ τῆς κοπρίας, αὐτὸς αὐτὸ κατέξαινε, λαβὼν ὄστρακον; Τήκω γὰρ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων, φησί. Καίτοι ἐκεῖνα μὲν πάντα κατορθώματα, ταῦτα δὲ πάντα παθήματα ἦν· ἀλλ' ὅμως ταῦτα αὐτὸν λαμπρότερον ἐκείνων ἀπέφηνε. Τοῦτο γὰρ μάλιστα τὸ πικρότατον αὐτῷ τῆς παρατάξεως μέρος ἦν, καὶ μείζονος δεόμενον τῆς ἀνδρείας, καὶ εὐτονωτέρας ψυχῆς, καὶ ὑψηλοτέρας διανοίας, καὶ πλείονα περὶ τὸν Θεὸν ἐχούσης ἀγάπην. ∆ιά τοι τοῦτο, ἐκείνων μὲν γινομένων, εἰ καὶ ἀναισχύντως, καὶ σφόδρα ἰταμῶς, ἀλλὰ ὅμως ἀντεῖπεν ὁ διάβολος λέγων· Μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Κύριον; τούτων δὲ συμβάντων, ἐγκαλυψάμενος ἀνεχώρησε, νῶτα δοὺς, καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκιὰν γοῦν ἔχων προβαλέσθαι.
«Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις, λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;» Ὁ δὲ, περαιτέρω προϊόντος αὐτῷ τοῦ ἀγῶνος, πάλιν ἑτέρους ἀναδεῖται στεφάνους, ἐκ τῶν πρὸς τὴν γυναῖκα ῥημάτων. Καὶ γὰρ ἡ γυνὴ μᾶλλον λοιπὸν ὑπελείφθη, πάντων ἀφανισθέντων αὐτῷ, καὶ τῶν παίδων, καὶ τῶν κτημάτων, καὶ αὐτοῦ τοῦ σώματος, καὶ αὕτη πρὸς πεῖραν καὶ ἐπιβουλήν· διὰ τοῦτο αὐτὴν μετὰ τῶν τέκνων οὐκ ἠφάνισεν ὁ διάβολος, οὐδὲ ᾔτησεν αὐτῆς τὴν σφαγὴν, ἐπειδὴ προσεδόκησε μεγάλως αὐτῷ συντελεῖν, πρὸς τὴν ἐπιβουλὴν τοῦ ἁγίου τούτου· διὰ τοῦτο, ὥσπερ τι μέγιστον ὅπλον, αὐτὴν αὐτῷ κατέλιπεν. Εἰ γὰρ παραδείσου, φησὶ, δι' αὐτῆς ἐξέβαλον τὸν Ἀδὰμ, πολλῷ μᾶλλον ἀπὸ κοπρίας ὑποσκελίσαι δυνήσομαι τὸν Ἰώβ. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ τῶν βοῶν ἀπολλυμένων προσήγαγε τὸ μηχάνημα τοῦτο, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καμήλων, ἀλλ' οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων καταχωσθέντων, ἀλλὰ σιγᾷ τέως καὶ ἡσυχάζει, πρὸς τὸν ἀθλητὴν ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες, ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων, καὶ καμίνων, καὶ πάσης φλογὸς ὀδυνηρότερον, αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν, καὶ κατεσθίουσα τὸ σῶμα· καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει, ἤδη τεταριχευμένῳ καὶ κατεργασθέντι. Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ' ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπάραι τῷ λόγῳ. Νυνὶ δὲ ὅτε αὐτὸν εἶδε, διὰ τὸ μῆκος τοῦ χρόνου διψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυμοῦντα τῆς τῶν ἐπικειμένων λύσεως σφοδρῶς, τότε προσέρχεται. Ὅτε γὰρ σφόδρα κατειργασμένος ἦν, καὶ οὐδὲ ἀναπνεῖν λοιπὸν εἶχεν, ἀλλὰ καὶ ἀποθανεῖν ἐπεθύμει, ἄκουσον τί φησιν· Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς τε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. Καὶ θέα μοι τὴν κακουργίαν τῆς γυναικὸς, πόθεν εὐθέως προοιμιάζεται ἀπὸ τοῦ πλήθους τοῦ χρόνου· Μέχρι τίνος καρτερήσεις; λέγουσα. Εἰ δὲ πολλάκις, καὶ πραγμάτων οὐκ ὄντων, λόγοι μόνοι ἴσχυσαν μαλάξαι, ἐννόησον τί τότε πάσχειν αὐτὸν εἰκὸς ἦν, μετὰ τῶν ῥημάτων τούτων, καὶ τῶν πραγμάτων ὀδυνόντων αὐτόν· καὶ τὸ δὲ πάντων χεῖρον, ὅτι καὶ γυνὴ ταῦτα λέγουσα ἦν, καὶ γυνὴ ἀναπεσοῦσα, καὶ ἀπαγορεύουσα, καὶ διὰ τοῦτο σπουδάζουσα καὶ αὐτὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν. Πλὴν ἀλλ' ἵνα σαφέστερον ἴδωμεν τὸ μηχάνημα, τῷ ἀδαμαντίνῳ τούτῳ προσαγόμενον τείχει, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων. Τίνα οὖν ἐστι ταῦτα; Μέχρι τίνος καρτερήσεις λέγων, Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου. Ἤλεγξε γάρ σου, φησὶ, τὰ ῥήματα ὁ χρόνος, μακρότερος μὲν γινόμενος, λύσιν δὲ οὐδεμίαν ἐμφαίνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ εἰς ἀπόγνωσιν αὐτὸν ἐμβάλλουσα μόνον, ἀλλὰ καὶ ὀνειδίζουσα, καὶ κωμῳδοῦσα· καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραμυθούμενος, καὶ διακρουόμενος, τοιαῦτα ἐφθέγγετο, ἀνάμεινον ἔτι μικρὸν, καὶ ταχέως ἔσεται τούτων τὸ τέλος· ὀνειδίζουσα τοίνυν αὐτῷ, φησὶ, μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ χρόνος ἤδη παρέδραμε, καὶ τέλος τούτων οὐδὲν ἀνεφάνη. Τί τὸν ἀθλητὴν, ὦ γύναι, ἐκλύεις; τί καταστέλλεις τὰς χεῖρας; ∆έον εἰπεῖν, Ἔτι μικρόν. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ μέμνηται τῶν βοῶν, οὐ τῶν προβάτων, οὐδὲ τῶν καμήλων· ᾔδει γὰρ οὐ σφόδρα αὐτὸν τούτοις δακνόμενον, ἀλλ' ἐπὶ τὴν φύσιν εὐθέως ἔρχεται, καὶ τῶν παίδων ἀναμιμνήσκει· ἐπ' αὐτοῖς γὰρ εἶδεν αὐτὸν, καὶ τὴν ἐσθῆτα διαῤῥήξαντα, καὶ τὴν κόμην ἀποκειράμενον· καὶ οὐκ εἶπεν, Ἀπώλετό σου τὰ παιδία, ἀλλὰ σφόδρα περιπαθῶς· «Ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς· υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων.» Παρὰ μὲν τὴν ἀρχὴν, ποθεινὸν τὸ τῶν παίδων ἦν, διὰ τὸ καταλιμπάνειν ἕκαστον μνημόσυνον, καὶ λείψανα τῆς ἑαυτοῦ ζωῆς. Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ' ὁ θάνατος ἐκράτει, καὶ μετὰ τὴν ἐντεῦθεν ζωὴν, ἀπόλλυσθαι ἐνομίζοντο οἱ τελευτῶντες· ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων ἐμψύχους εἰκόνας μένειν, καὶ τὸ γένος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τῶν ἐκείνων, μεγίστην εἶναι παραμυθίαν, τὰ ἐκείνων ἔκγονα. Καὶ ἵνα μάθῃς, ὅτι διὰ τοῦτο μάλιστα ποθεινὰ τὰ τέκνα ἦν, ἄκουσον τί πρὸς τὸν Ἰὼβ ἀποδύρεται, μετὰ τὰς πολλὰς καὶ ἀφάτους πληγὰς, ἡ γυνή. Ἰδοὺ, φησὶν, ἀπώλετό σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς. Καὶ πάλιν ὁ Σαοὺλ πρὸς τὸν ∆αβίδ· Ὄμοσόν μοι, ἵνα μὴ ἀφανίσῃς τὸ σπέρμα μου, καὶ τὸ ὄνομά μου μετ' ἐμέ. Εἰ γὰρ καὶ νῦν, ἀναστάσεως φανείσης, ἐντεῦθέν ἐστι τὰ παιδία ἐπέραστα, ἀπὸ τοῦ τὴν μνήμην τῶν ἀπελθόντων διατηρεῖν, πολλῷ μᾶλλον τότε· διὰ τοῦτο καὶ ἡ ἀρὰ ἐντεῦθεν γίνεται πικροτέρα· οὐδὲ γὰρ ἐκεῖ τὰ παιδία ὁ ἐπαρώμενος εἶπεν, ἐξολοθρευθείη, ἀλλὰ, τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς. Υἱοὶ καὶ θυγατέρες. Εἰποῦσα δὲ, τὸ μνημόσυνον, μετὰ ἀκριβείας πάλιν, ἑκατέρας τῆς φύσεως μέμνηται. Οὐχ υἱὸς, φησὶν, οὐ θυγάτηρ περιλέλειπται, οἳ τὴν μνήμην τῇ διαδοχῇ φυλάξωσι· μονονουχὶ λέγουσα, ὅτι εἰ καὶ ὑγιάναι συμβαίη, ἀνόνητος ἡ τῆς ὑγιείας ἀπόλαυσις, παίδων οὐκ ὄντων· ἐπὶ παισὶ γὰρ εἶχον τὴν ἐλπίδα τῆς διαμονῆς οἱ πάλαι, καὶ τὴν μέλλουσαν ἐπαγγελίαν, ἀναστάσει ἐμιμοῦντο θνητῇ. Οὐ μέμνηται τῶν χρημάτων, οὐδὲ τῶν θρεμμάτων· ᾔδει γὰρ μεγαλόψυχον, ἀλλ' ὃ μάλιστα καθάψασθαι αὐτοῦ ἴσχυσε· ποίαν, φησὶ, προσδοκᾷς ἔσεσθαι μεταβολήν; μὴ τοὺς ἀφανισθέντας ἐπανελθεῖν ἔνι λοιπόν; ἄγονος, ἄπαις, πρόῤῥιζος ἀνεσπάσθης, οὐ καταλειφθέντος τινὸς, δι' οὗ μνημονευθήσῃ. Εἰ δὲ σοὶ, φησὶν, οὐ μέλει τούτων, κἂν τὸ ἐμὸν σκόπει. Καὶ ὅρα τὸ περιπαθές· Τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· ὠδῖνες μὲν, τοῦ τόκου· πόνοι δὲ, τῆς ἀνατροφῆς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἡ τὸ πλέον ἐνεγκοῦσα, ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι. Ταῦτα δέ φησιν, ἵνα δείξῃ, καὶ ἑαυτὴν κοινωνοῦσαν τῆς συμφορᾶς· ἀπίθανος γὰρ δοκεῖ σύμβουλος, ὁ ἐν ἀλλοτρίοις φιλοσοφῶν κακοῖς. ∆ιὰ πάντων οὖν τῶν ῥημάτων βέλος ὀλιγωρίας ἐξαποστέλλουσα, συμμίγνυσι καὶ τὸ ἑαυτῆς πρόσωπον, ἵνα τῇ τε τῶν παίδων μνήμῃ, τῷ τε ἑαυτῆς πάθει, μειζόνως ἐκκαλέσηται εἰς ἀποδυσπέτησιν τὸν δίκαιον. Τί, φησὶ, τὸ παρὸν αἰεὶ διωθούμενος, ἀπὸ τῶν μελλόντων σαυτὸν παραθαρσύνεις εἰκῆ, ἄπαις, ἄοικος, γυμνὸς, ἐξεφθαρμένος; «Σὺ δὲ αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι, διανυκτερεύων αἴθριος.» Μεγάλη ἔμφασις, αὐτὸς, ἐκεῖνος ὁ δίκαιος, ὁ θαυμάσιος, τὸ κεφάλαιον ἡμῖν τῶν ἀγαθῶν. Καὶ ὅρα πῶς οὔτε τίθησι τὴν ζημίαν τῶν χρημάτων, οὔτε σιγᾷ αὐτὴν καὶ παρατρέχει, ἀλλ' ὡς ἐνῆν, καὶ περιπαθῶς αὐτὴν ἀπαγγεῖλαι, οὕτως αἰνίττεται· ὅταν γὰρ εἴπῃ, «Κἀγὼ πλανωμένη καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας,» Καὶ τὴν ζημίαν αἰνίττεται, καὶ πολλὴν τὴν προσπάθειαν δείκνυσι· καὶ γὰρ καὶ αἱ λέξεις αὗται ἱκαναὶ ἐπάραι τὴν συμφοράν· Ἐπὶ γὰρ τὰς ἑτέρων ἔρχομαι θύρας, φησί.
Οὐ προσαιτῶ δὲ μόνον, ἀλλὰ καὶ πλανῶμαι, καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιϊοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακὰ, ἄλλοτε ἄλλον τόπον ἀμείβουσα, καὶ θυροκοποῦσα τῆς ἐφημέρου ἕνεκεν τροφῆς, ἡ τοσαύτην χορηγίαν τῶν ἀγαθῶν κεκτημένη. Ἵνα εἴπῃ· Οὐ μόνον τοὺς παῖδας ἀπολελώκαμεν, τῆς ἡμετέρας μνήμης τὴν ὑπόθεσιν, καὶ αὐτὸς δὲ σὺ ὑπὸ τοσούτων κατέχῃ δεινῶν, ἀλλὰ καὶ τὴν ἐσχάτην πενίαν ὑπέστημεν, μισθωτῶν δίκην τὴν τροφὴν ἑαυτοῖς ἐκλέγοντες, οἱ ἄφθονον τοῖς δεομένοις τὴν χορηγίαν παρέχοντες· ἐγὼ γοῦν οὐδὲ δουλείας εὐπόρησα, οὐδὲ ἐν οἰκίᾳ μιᾷ καταστεῖλαι τῆς πενίας τὴν ἀσχημοσύνην ἐστιν, ἀλλὰ περίειμι δουλεύουσα, καὶ προσαιτοῦσα ἀθλίως, ἡ πρὶν ἐλευθερίως τραφεῖσα. Ὅρα, πῶς πλέκει τοῖς ἐκείνου τὰ ἑαυτῆς· οὐκ ἰσχύει, φησὶ, τὰ σὰ, κρατείτω τὰ ἐμά. Εἰποῦσα δὲ ὃ πάντων ἐστὶν ἐλεεινότατον, τὸ, οἰκίαν ἐξ οἰκίας ἀμείβειν, οὐδὲ ἐνταῦθα ἔστη τῶν θρήνων, ἀλλ' ἐπήγαγε, λέγουσα· «Προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου, καὶ τῶν ὀδυνῶν αἵ με συνέχουσι.» Ὃ γὰρ τοῖς ἄλλοις ἐστὶν ἡδὺ, φησὶ, τὸ τὴν ἀκτῖνα ὁρᾷν, τοῦτο ἐμοὶ βαρύ· ποθεινὸν δὲ τὸ σκότος. Καὶ ἡ νὺξ, αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμύθιον γίνεται τῶν κακῶν· παρακαλεῖ με καὶ ἵστησι τῶν πόνων, ἡμέρα, τὸν ἥλιον πρὸς τὰς δυσμὰς παραπέμπουσα· νὺξ γὰρ θεραπεύειν οἶδε τὴν κακίαν, τὸ σκότος ἔχουσα ἐνδιαίτημα. Ἀπειποῦσα μέντοι πρὸς τὰς συμφορὰς, καὶ διαβολικῆς ἐνεργείας πεπληρωμένη, ὑποτίθεται τῷ δικαίῳ, ταύτην αὐτῷ τῶν κακῶν λύσιν ἀπολελείφθαι, τὴν τοῦ σώματος ἀπαλλαγήν· δυνατὸν δὲ ταύτην αὐτῷ προσγενέσθαι, εἰ παροργίσοι διὰ τῆς βλασφημίας τὸν Θεὸν, καὶ πρὸς τὴν ἀναίρεσιν ὑπερεθίσοι καθ' ἑαυτοῦ· κακοτέχνως δὲ τὴν τοιαύτην εἰσηγεῖται βουλὴν, ἔκ τε τῶν τοῦ ἀνδρὸς, καὶ τῶν ἑαυτῆς συμφορῶν, τὸν λόγον κατασκευάζουσα. Τὰς τῶν ὠδίνων, φησὶ, ἀλγηδόνας ὑπέμεινα, ἐμόχθησα παιδοτροφοῦσα, ἵνα μετὰ σὲ τὸ μνημόσυνόν σου, τοὺς παῖδας καταλίπῃς· ἐξεκόπη τούτων ἡ ἐλπὶς, πάντες ἀπώλοντο, ἄῤῥενες ὁμοῦ, καὶ θήλειαι· εἰς τίνα λοιπὸν ἀναβλέψω; εἰς σὲ, τὸν τούτων πατέρα, τῶν σκωλήκων πλήρη, τὸν πένητα, τὸν ἀπεῤῥιμμένον; εἰς ἐμὲ, τὴν ἀθλίαν, τὴν πλανῆτιν, τὴν ἐκ τῆς πολλῆς εὐδαιμονίας ἐπὶ μισθῷ θητεύουσαν, καὶ μέχρις ἑσπέρας ἐν ὀδύναις καὶ μόχθοις ἐξεταζομένην, ἀλλ' εἴ τι μοι πείθῃ, φθέγξαι τι ῥῆμα πρὸς Θεὸν, παροργίζων αὐτὸν, ἵνα σε ἀνέλῃ· αὕτη γάρ σοι μόνη τῶν κακῶν ὑπολέλειπται λύσις· διὸ ἐπάγει· «Ἀλλὰ εἰπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα.» Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν παραίνεσιν, ἀλλὰ διηγησαμένη πρῶτον ἐλεεινῶς τὰς συμφορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν· καὶ οὐδὲ ἐμφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν αὐτῷ προτείνει, τὴν μάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει. Καὶ σκόπει κἀντεῦθεν τοῦ διαβόλου τὴν κακουργίαν· ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα μὴ ὡς ἐχθρὰν εὐθέως ἀποστραφῇ· διὰ τοῦτο αὐτοῦ μὲν οὐδαμοῦ μέμνηται, τὰ δὲ συμβάντα, ἄνω καὶ κάτω στρέφει. Σὺ δὲ, μετὰ τῶν εἰρημένων, ὅτι καὶ γυνὴ ἦν ἡ ταῦτα συμβουλεύουσα, προστίθει, δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς μὴ προσέχοντας· πολλοὶ γοῦν, καὶ χωρὶς συμφορῶν, ἀπὸ γυναικῶν συμβουλῆς κατηνέχθησαν μόνης· κἀνταῦθα δὲ ὡς ἰσχυρώτερον τῶν προλαβόντων μηχανημάτων, ὕστερον τὴν γυναῖκα τῷ δικαίῳ προσάγει· ὡς εἶθε καὶ ταύτην ἔλαβες, ὦ πονηρὲ, εἶθε μετὰ τῶν παίδων κατέχωσας. Τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ' αὐτὸν εἰς αὐτὴν τυπωθέντα, ταῦτα φθέγγεσθαι· οὐδὲ γὰρ ἦν εἰκὸς τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι· πλὴν εἰ μή τις εἴποι, τῇ συμφορᾷ περιτραπεῖσαν τοιαύτην γεγενῆσθαι· εἰκὸς δὲ, μὴ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλὴν, ἀλλὰ πολλάκις πολλῷ τούτων χαλεπώτερα παρὰ τῆς γυναικὸς ἀκοῦσαι τὸν δίκαιον. Καὶ ὅρα διαβόλου πονηρίαν· ἐνενόησε τὴν Εὔαν· γυνὴ γὰρ, φησὶ, κατήνεγκεν τὸν πρῶτον ἄνθρωπον, αὕτη καὶ τούτου περιγενέσθαι δυνήσηται. Ἀλλ', ὦ ἀνόητε, ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα, ἰὸν ἐνέσπειρε τὸν ἑαυτῆς, τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα, καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως. Οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια, οὐ παίδων θάνατος ἄωρος, οὐ βάσανος σώματος ἀπαραμύθητος, οὐ μῆκος χρόνου τοσοῦτον· καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; Πλὴν ἡ γυνὴ μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλὴν, καὶ οὐδὲ τότε λέγει φανερῶς, Βλασφήμησον· οἱ γὰρ πονηρὰ συμβουλεύοντες, οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν παραίνεσιν. Τί λέγεις, ὦ γύναι; δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι, παροξύναι μᾶλλον παραινεῖς; εἰ γὰρ ὁ Θεὸς ταῦτα ἐποίησε, παρακαλέσαι αὐτὸν, οὐ βλασφημῆσαι δεῖ. «Ὁ δὲ ἐμβλέψας, εἶπεν αὐτῇ· Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας.» Βασιλείου καὶ Χρυσοστόμου. Ἀχθεὶς ἐπὶ τούτοις ῥήμασιν ὁ Ἰὼβ, ὡς ἐπ' οὐδενὶ τῶν προτέρων κακῶν, καὶ θυμοῦ τὸ βλέμμα πληρώσας, καὶ πρὸς τὴν γυναῖκα, καθάπερ πρὸς πολεμίαν, ἀποστραφεὶς, καὶ βλέψας εἰς αὐτὴν πικρὸν, καὶ πρὸ τῆς φωνῆς, ἀπὸ τῆς ὄψεως διεκρούσατο τὰ μηχανήματα. Ἐκείνη μὲν γὰρ προσεδόκησε δακρύων κινήσειν πηγάς· οὗτος δὲ λέοντος σφοδρότερος γέγονε, θυμοῦ πληρω θεὶς, καὶ ἀγανακτήσεως, οὐχ ὑπὲρ ὧν ἔπασχεν, ἀλλ' ὑπὲρ ὧν ἐκείνη διαβολικῶς συνεβούλευσε· καὶ τῷ βλέμματι τὸν θυμὸν ἐνδειξάμενος, μεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν, καὶ γὰρ ἐν συμφοραῖς σώφρων ἦν. Καὶ τί φησιν; Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· οὐχ οὕτω σε ἐπαίδευσα, φησὶν, οὐχ οὕτω σε ἔθρεψα· ὅθεν οὐδὲ ἐπιγινώσκω τὴν σύνοικον τὴν ἐμήν. Τὰ γὰρ ῥήματα ταῦτα ἀνοήτου γυναικὸς, καὶ παραπαιούσης ἡ συμβουλή. Κατάθου, φησὶν, ὦ γύναι, τὴν συμβουλὴν, μέχρι τίνος τὴν κοινὴν, ἐν οἷς λέγεις, ὑβρίζεις ζωήν; ἐψεύσω, καὶ τὴν ἐμὴν, ὡς οὐκ ηὐχόμην, ἀνατροφὴν διέβαλες, ἐν οἷς ἐλάλησας· καὶ τὸν ἐμὸν βίον ἐξ ἡμισείας, ἠσεβηκέναι νενόμικα νῦν, ἐπειδήπερ ἓν μὲν σῶμα ἀμφοτέρους ἡμᾶς ὁ γάμος ἐποίησε, σὺ δὲ εἰς βλασφημίαν κατέπεσες. Εἶδες τομὴν σύμμετρον, καὶ πληγὴν ἱκανὴν διορθῶσαι τὸ νόσημα. Οὐκ εἶπεν, Ἄφρων εἶ καὶ ἀνόητος· ἀλλὰ τί; Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· τουτέστιν, Οὐδὲν ἄξιον σεαυτῆς, οὐδὲ τῆς ἐμῆς ἐφθέγξω παιδεύσεως. Εἶτα μετὰ τὴν ἐπίπληξιν, καὶ συμβουλὴν εἰσάγει πάλιν, ἀρκοῦσαν αὐτὴν παραμυθήσασθαι, καὶ πολὺ τὸ εὔλογον ἔχουσαν, λέγων·
«Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» Ἀναμνήσθητι, φησὶ, τῶν προτέρων ἐκείνων, καὶ λογίζου τὸν αἴτιον, καὶ οἴσεις καὶ ταῦτα γενναίως. Εἶδες μετριοφροσύνην ἀνδρός; οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὐτοῦ λογίζεται τὴν ὑπομονὴν, ἀλλὰ τῆς τῶν πραγμάτων ἀκολουθίας αὐτὴν εἶναί φησι. Ἀντὶ τίνων γὰρ ἐκεῖνα ἡμῖν ἔδωκεν ὁ Θεός; ποίαν ἐκτιννὺς ἀμοιβήν; Οὐδεμίαν, ἀλλ' ἐξ ἀγαθότητος μόνης. ∆ωρεὰν γὰρ ἦν, οὐκ ἀμοιβὴ, καὶ χάρις, οὐκ ἀντίδοσις· οὐκοῦν καὶ ταῦτα φέρωμεν γενναίως· ἀνάμνησον τῶν φθασάντων σεαυτὴν ἀγαθῶν, ἀντισήκωσον τὰ κρείττω τοῖς χείροσιν. Οὐδενὸς ἀνθρώπων ὁ βίος δι' ὅλου μακάριος· τὸ διαπαντὸς εὖ πράττειν, μόνου Θεοῦ· σὺ δὲ εἰ τοῖς παροῦσιν ἀλγεῖς, ἀπὸ τῶν προλαβόντων σεαυτὴν παραμύθησον. Νῦν δακρύεις, ἀλλ' ἐγέλασας πρότερον· νῦν πτωχεύεις, ἀλλ' ἐπλούτησας πρότερον· ἔπιες τὸ διειδὲς νᾶμα τοῦ βίου, καὶ τὸ θολερὸν τοῦτο πίνουσα, καρτέρησον· οὐδὲ τὰ τῶν ποταμῶν ῥεύματα δι' ὅλου φαίνεται καθαρά. Ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς, καὶ κύμασιν ἀλλεπαλλήλοις πληρούμενος· τὸ μὲν γὰρ αὐτοῦ προέῤῥευσεν ἤδη, τὸ δὲ ἔτι πορεύεται, τὸ δὲ ἄρτι προέκυψε τῶν πηγῶν, τὸ δὲ μέλλει, καὶ πρὸς τὴν κοινὴν ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλασσαν. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν πράγματα δι' αἰῶνος ἡμῖν; διδάσκομεν τὸν ∆εσπότην ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν, ὅπως βούλεται τάττει τὰ καθ' ἡμᾶς· σοφὸς δέ ἐστι, καὶ τὸ λυσιτελοῦν ἐπιμετρεῖ τοῖς οἰκέταις. Μὴ περιεργάζου ∆εσπότου τὴν κρίσιν, ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομούμενα· ὅπερ ἂν δῷ σοι, τοῦτο δέχου μεθ' ἡδονῆς, δεῖξον ἐν τοῖς ἀλγεινοῖς, ὡς καὶ τῆς εὐφροσύνης ἄξια τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβόλου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τὴν τῆς ἥττης αἰσχύνην ἐπήγαγεν. Ἔδειξε διὰ τοῦ βλέμματος, τὸν κατὰ τῆς ἁμαρτίας μέγιστον ζῆλον (ὀφθαλμὸν γὰρ κατήγορον τῶν κρυπτομένων ἡ φύσις ἐγνώριζε), καὶ ὁ τὴν τοιαύτην ἔφοδον τοῦ πονηροῦ πράως καὶ φιλοσόφως διενεγκὼν, τὴν πρὸς κακίαν παράκλησιν οὐχ ὑπέμεινε, μείζονα τῶν τοῦ σώματος βελῶν τὴν πονηρὰν ἀκοὴν ἡγησάμενος, καὶ τῇ γυναικὶ ἐπετίμησεν. Ὥσπερ γὰρ, φησὶ, τὴν θεραπείαν εὐθύμως προσηκάμεθα, οὕτω καὶ τὴν παιδείαν σωφρόνως ἐνέγκωμεν· ἀγαθὰ γὰρ λέγει, τὰ εὐφραίνοντα, κακὰ δὲ, τοὺς πειρασμούς. Τὸ δὲ, ὥσπερ μία τῶν ἀφρόνων ἐλάλησας, τινὲς εἰς τὴν Εὔαν ἐξέλαβον· Ἐκείνην, φησὶν, ἐμιμήσω τὴν πρώτην δεξαμένην τῆς ἁμαρτίας τὸ νέφος, καὶ συμβουλαῖς ὁμοίαις παρακρουσαμένην, τὸν εἰκόνι Θεοῦ τετιμημένον ἐκεῖνον, καὶ πάσης κακίας ἐλεύθερον. Ὁ γὰρ μακάριος οὗτος πανταχόθεν βαλλόμενος ἀσφαλέστερον ἵστατο, καὶ μυρία βέλη δεχόμενος οὐκ ἐνεδίδου, ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν, οὐδὲ ὑπεσκελίσθη· ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης, καὶ τῶν κυμάτων διεγειρομένων, κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμώτερος ἐγίνετο, ἀλλ' ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ, ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε. Καὶ οὔτε πλοῦτος αὐτὸν ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν, οὔτε κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων ὕπτιος ἦν, καὶ ἀναπεπτωκὼς, οὔτε ὅλης σχεδὸν τῆς οἰκίας ἀνατραπείσης, καὶ πανολεθρίας γενομένης διεταράχθη, καὶ τὴν ἀνδρείαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες, ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον, καὶ πᾶσιν ἀνθρώποις ἱστορία λυσιτελὴς, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας, ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε, καὶ πρὸς πᾶν εἶδος πολέμου, τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο. Καὶ καθάπερ στρατιώτης γενναῖος, καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, πεζομαχεῖν, ναυμαχεῖν, καὶ τοξεύειν, καὶ δόρυ σείειν καὶ σφενδόναις, καὶ ἀκοντίοις, καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῶν ἐναντίων, καὶ πανταχοῦ κρατεῖν· οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρείας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ τῆς τῶν παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν. Οὐδὲ γὰρ ἦν ἀνθρωπίνη συμφορὰ, ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη ἐκείνου, ἀλλ' ὅμως ἁπάντων ὑπερηνέχθη τῶν δικτύων, καὶ ὑψηλότερος γέγονε τῶν τοῦ διαβόλου καλάμων· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ πάντα αὐτῷ, καὶ πάντα μεθ' ὑπερβολῆς, καὶ πάντα ὑφ' ἕν. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι τοσαῦτα ἔπαθεν, ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν, οὐδὲ ἐκ διαστήματος, ἀλλ' ὑφ' ἓν καὶ ὁμοῦ· οὐ μικρὰ δὲ αὐτὴ πειρασμῶν προσθήκη. Τῶν μὲν γὰρ ἄλλων ἕκαστος ἀνθρώπων, πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλ' εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγιείας ἀπολαύει· εἰ δὲ καὶ πενίᾳ, καὶ νόσῳ περιεπάρη, ἀλλὰ γυναικὸς πολλάκις ἀπήλαυσε παραμυθουμένης τὰ δεινὰ, καὶ ἀντὶ λιμένος αὐτῷ γινομένης· εἰ δὲ μὴ γυναικὸς ἀπήλαυσε τοιαύτης, ἀλλ' οὐχ οὕτω συμβουλευούσης ὀλέθρια, εἰ δὲ καὶ οὕτω συμβουλευούσης ὀλέθρια, ἀλλ' οὐχὶ καὶ τοὺς παῖδας ἀθρόον ἀπώλεσεν ἅπαντας· εἰ καὶ ἀθρόον, ἀλλ' οὐ τοιούτῳ τρόπῳ τελευτῆς· εἰ δὲ καὶ τοιούτῳ τρόπῳ τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε παρακαλοῦντας, ἀλλ' οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ δὲ καὶ ἐπεμβαίνοντας, ἀλλ' οὐχὶ καὶ οἰκέτας ὀνειδίζοντας· εἰ δὲ καὶ ὀνειδίζοντας, ἀλλ' οὐχὶ καὶ εἰς τὸ προσώπων αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόσωπον ἐμπτύοντας, ἀλλ' οὐχὶ καὶ νόσῳ τοιαύτῃ περιεπάρη· εἰ δὲ καὶ νόσῳ τοιαύτῃ περιεπάρη, ἀλλὰ δομιτίου καὶ σκέπης ἀπήλαυσε, καὶ οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο, ἀλλ' ἔσχε τοὺς χεῖρα ὀρέγοντας· εἰ δὲ μὴ ἔσχε τοὺς χεῖρα ὀρέγοντας, ἀλλ' οὐχὶ καὶ ἐπεμβαίνοντας· οὗτος δὲ ἅπαντα ταῦτα ὑπήνεγκε. Ἐν τούτοις γὰρ ὄντος αὐτοῦ, καὶ ἀποτηγανιζομένου πάντοθεν, ἔνδοθεν, ἔξωθεν, ἐποίει τῆς γυναικὸς τὰ μηχανήματα, καὶ γίνεται τοῦ δαίμονος ὅπλον ἡ σύνοικος, καὶ τοξεύει τὸν ἄνδρα, τὴν γλῶτταν δανείσασα τῷ διαβόλῳ, καὶ βάλλει τῶν εἰρημένων πικρότερα καὶ ὀλεθριώτερα. Καὶ οὐδὲ ἐνταῦθα τέλος ἐλάμβανε τὰ παλαίσματα, ἀλλ' ἀρχὴ πάλιν καὶ προοίμια τῆς παρατάξεως ἦν· καὶ ὑπὸ τῶν φίλων μυρίως ἐβάλλετο τοῖς ὀνείδεσιν. Ἆρα οὐκ ἐκάμετε ἀκούοντες τὰς ἐπαλλήλους ταύτας συμφοράς; ἀλλ' ἐκεῖνος οὐκ ἔκαμνε πάσχων. ∆ιὸ δὴ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ἀναμεῖναι πάλιν· οὐδέπω γὰρ τὸ πᾶν εἰρήκαμεν, οὐδὲ τὴν ἑτέραν προσεθήκαμεν ὑπερβολήν. Μία μὲν γὰρ ἦν, ὅτι πάντα τὰ ἐν ἀνθρώποις κακὰ, ἓν σῶμα ὑπέμεινεν. Ἑτέρα δὲ, ὅτι πάντα ὁμοῦ, καὶ οὐδὲ τὴν πάσχουσαν ἔσχεν ἀνακωχήν. Βούλομαι δὲ καὶ τρίτην εἰπεῖν· τίς δέ ἐστιν αὕτη; Ὅτι τῶν εἰρημένων ἕκαστον, οὐχ ὁμοῦ μόνον ἐπῆλθεν, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ τῆς καινότητος· εἴτε πενία, πενίας ἁπάσης χαλεπωτέρα, εἴτε νόσος, εἴτε καθέδρα, εἴτε τῶν παίδων ἀπώλεια, εἴτε τῶν ὄντων ἁπάντων· σκόπει δὲ, ἀπώλεσέ τις τὰ ὄντα, ἀλλ' οὐχ οὕτως ὁλοσχερῶς, οὐδὲ τρόπῳ τοιῷδε. Ἀπέβαλε παῖδας, ἀλλ' οὐδέποτε ὑφ' ἓν ἅπαντας, οὐδὲ τοσούτους, οὐδὲ τοιούτους. Νόσῳ περιέπεσεν, ἀλλ' οὐ τοιαύτῃ, ἀλλ' ἢ πυρετοῖς, ἢ λώβῃ, ἢ ἑτέρῳ τινὶ πάθει συνήθει. Ἐκείνη δὲ ἡ πληγὴ ξένη τις ἦν, καὶ τῷ πάσχοντι μόνῳ σαφής· λόγος γὰρ οὐδεὶς παραστῆσαι δύναιτ' ἂν τὸ πικρὸν τῶν ἑλκῶν ἐκείνων, καὶ τὸ τῶν τραυμάτων ὀδυνηρόν· ἀλλ' ἀρκεῖ μόνον τὸν ἐργασάμενον εἰπόντα, καὶ τὸν ἀκόλαστον αὐτοῦ θυμὸν, ἐνδείξασθαι τῆς πληγῆς τὸ μέγεθος. Καινὴ δὲ καὶ ἡ καθέδρα ἦν, καὶ ξένη· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδεὶς πένης, οὕτω ποτὲ καθεσθεὶς αἴθριος διὰ παντὸς τοῦ χρόνου, ὥσπερ ἐκεῖνος ὑπέμεινε γυμνὸς ἱματίων, στέγης ἀπεστερημένος ἁπάσης, ἐπὶ τῆς κοπρίας καθήμενος. Ἔσχε τις γυναῖκα πονηρὰν πολλάκις, ἀλλ' οὐδεμία οὐδέποτε ἐγένετο οὕτω πονηρὰ, ὡς ἐν τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι τῷ ἀνδρὶ, καὶ ξίφος ἀκονῆσαι κατὰ τῆς ἐκείνου ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς. Καὶ τὸ τῶν φίλων δὲ ξένον, καὶ τὸ τῶν οἰκετῶν· καὶ τὸ τοῦ λιμοῦ δὲ καινότερον πάλιν, ὅτι παρακειμένης οὐκ ἀπεγένετο τῆς τραπέζης. Εἴπω καὶ τετάρτην ὑπερβολὴν, τὸν πλοῦτον λέγω, τὸν ἔμπροσθεν, καὶ τὴν εὐημερίαν· ὁ μὲν γὰρ ἐξ ἀρχῆς ἐν πενίᾳ ζήσας, εὐκολώτερον ἂν ταύτην ἤνεγκεν, ἅτε μελετήσας τὸ ὁ δὲ ἐξ εὐημερίας τοσαύτης κατενεχθεὶς, διὰ τὸ ἀγύμναστον, καὶ ἀμελέτητον, χαλεπωτέραν ὑπομένει τὴν αἴσθησιν καὶ πικροτέραν τὴν ὀδύνην, καὶ μείζονα τὴν ταραχήν. Εἴπω καὶ ἑτέραν ὑπερβολὴν, μάλιστα στεφανοῦσαν, καὶ ἀνακηρύττουσαν τὸν ἀθλητὴν ἐκεῖνον, καὶ δεικνύουσαν αὐτοῦ ὑψηλὴν καὶ τῶν οὐρανῶν ἁπτομένην τὴν ψυχήν. Τίς οὖν ἐστιν αὕτη; Ἡ ἀπὸ τοῦ χρόνου διαφορά· πρὸ γὰρ τῆς χάριτος, καὶ πρὸ τοῦ νόμου γενόμενος, τοιαῦτα ἐφιλοσόφησεν, οὐ διδασκαλίας ἀπολαύσας, οὐ γράμμασιν ἐντυχὼν, οὐ βιβλίοις, οὐχ ἑτέρους τοιούτους θεασάμενος, οὐκ εἰς τὸν ἔμπροσθεν χρόνον ἀναδραμεῖν ἔχων, καὶ τοὺς κατορθωκότας ἐννοῆσαι· οὐδέπω γὰρ ἦν γραφὴ, ἢ ἱστορία τὰ γεγενημένα παραδιδοῦσα· ἀλλ' ἐν ἀτριβεῖ τῇ ὁδῷ, ἐν ἀπλώτῳ τῇ θαλάττῃ, ἐν ζόφῳ τοσούτῳ κακίας, μόνος καὶ πρῶτος ἐκεῖνος τότε ταύτην τῆς φιλοσοφίας ἔτεμε τὴν ὁδὸν, τῷ κεφαλαίῳ τῶν ἀγαθῶν μεθ' ὑπερβολῆς ἄκρος ἀποδειχθείς. Μέγιστον γὰρ καὶ τὸ, τὰ ἐλάττονα μέρη τῆς ἀρετῆς κατορθοῦν, πολλῷ δὲ μεῖζον, τὸ ἐν τῷ ἀκροτάτῳ πάντων ἀκρότατον εἶναι· ὅτι δὲ τὸ πάντων ἀκρότατον ὑπομονὴ, οὐδεὶς ἀντερεῖ. Ταῦτα γοῦν καὶ αὐτὸς ὁ διάβολος εἰδὼς, ἔλεγε·
∆έρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει. Οὐ μὴν δὲ ἀλλ' ἀποστείλας τὴν χεῖρά σου, ἅψαι τῶν ὀστῶν αὐτοῦ, καὶ τῶν σαρκῶν αὐτοῦ. Ὅθεν δῆλον, ὅτι πάντων ἀκρότατον τοῦτο τὸ κατόρθωμα, καὶ νεανικῆς τινος καὶ σιδηρᾶς δεόμενον ψυχῆς. Ἐγὼ δὲ οὐχ οὕτω θαυμάζω τὸν Ἰὼβ πρὸ τῆς παραινέσεως τῆς γυναικὸς, ὡς μετὰ τὴν ὀλεθρίαν συμβουλὴν ἐκείνην. Καὶ μή τις παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον· πολλάκις γὰρ οὓς ἡ τῶν πραγμάτων φύσις οὐχ ὑπεσκέλισε, ῥῆμα, καὶ παραίνεσις διεφθαρμένη κατέλυσεν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνειδὼς, μετὰ τὴν ἀπὸ τῆς πείρας πληγὴν, καὶ τὴν διὰ τῶν ῥημάτων ἐπάγει προσβολήν. Ὅπερ ἐποίησε καὶ ἐπὶ τοῦ ∆αβίδ· ἐπειδὴ γὰρ εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλόμενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεῒ, ῥήμασι πικροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ ἐκακούργησεν· ὡς γὰρ εἶδεν ἐκεῖνον καταγελάσαντα αὐτοῦ τῶν βελῶν, καὶ ὥσπερ ἀδαμάντινον πύργον πρὸς πάντα στάντα γενναίως. καθώπλισε τὴν γυναῖκα, ἵνα ἀνύποπτος ἡ συμβουλὴ γένηται, καὶ ἐνέκρυψε τὸ δηλητήριον τοῖς ἐκείνης ῥήμασι, καὶ τὴν συμφορὰν ἐτραγῴδησε. Τί οὖν ὁ γενναῖος; Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· εἰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Εἰ γὰρ μὴ ∆εσπότης ἦν, φησὶ, μηδὲ τοσοῦτον ἡμῖν ὑπερέχων, ἀλλὰ φίλος τις ὁμότιμος, ποίαν ἔχομεν ἀπολογίαν, τοσαῦτα εὐεργετηθέντες, καὶ τὰ ἐναντία μὴ φέροντες; Εἶδες ἄνδρα φιλόθεον, καὶ πῶς οὐ μεγαλοφρονεῖ, οὐδὲ ἐναβρύνεται, ἐπὶ τῷ γενναίως ἐνεγκεῖν τὰς ὑπὲρ φύσιν ἐκείνας πληγὰς, οὔτε σοφίας εἶναι νομίζει καὶ μεγαλοψυχίας, τοσαύτην ὑπομονήν· ἀλλ' ὥσπερ ἀναγκαῖον ὄφλημα ἐκτιννὺς, καὶ οὐδὲν ἀπεικὸς παθὼν, οὕτως ἐκ περιουσίας τὸ γύναιον ἐπεστόμισεν. «Ἐν πᾶσι τούτοις συμβεβηκόσιν αὐτῷ, οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ.» Οὐκ ἔστι, φησὶν, εἰπεῖν, ὅτι πρὸς μὲν τὴν γυναῖκα ταῦτα ἔλεγε, τὰ δὲ ἀπόῤῥητα αὐτοῦ τῆς διανοίας ἔγεμε θυμοῦ καὶ ἀποδυσπετήσεως, ἀλλ' οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐφθέγξατό τι. Ὁ Ἑβραῖος αὐτὸ οὐκ ἔχει, ἀρκούντως τὴν ἔννοιαν προεκφράσαι. «Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν.» Παραγίνονται μὲν γὰρ οἱ τρεῖς φίλοι, ὥστε παραμυθήσασθαι, τὸ δὲ ἐναντίον ποιοῦσι τῆς παραμυθίας· φιλικὴ μὲν γὰρ ἡ παρουσία, οὐ φιλικὴ δὲ ἡ παραίνεσις· καὶ πρὸ τῶν ῥημάτων δὲ αὐτῶν, ἱκανὴ μόνη ἡ ὄψις τὸν δίκαιον καταβαλεῖν. Τὰ γὰρ ἡμέτερα δεινὰ, μάλιστα ἐν τοῖς τῶν ἄλλων ἀγαθοῖς ἀκριβέστερον καθορῶμεν. Ἐννόησον γὰρ ὅσον ἦν, ἑαυτὸν ἐν τούτοις ὁρᾷν, καὶ ἐκείνους τοὺς συνήθεις, καὶ γνωρίμους, ἐπὶ τῆς προτέρας εὐπραγίας μένοντας. Καὶ τὸ δὲ δεινὸν, τὸ πανταχοῦ περιενεχθῆναι τὴν συμφοράν· εἰ γὰρ οὗτοι, τοσοῦτον ἀπέχοντες. ἤκουσαν, πολλῷ μᾶλλον οἱ πλησίον ὄντες. Μάλιστα δὲ αὐτὸν ἐλύπει, οὐ τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ τὸ δοκεῖν, ὡς ἀσεβῆ καὶ παράνομον πάσχειν, ὡς ἐχθρὸν τοῦ Θεοῦ καὶ πολέμιον, ὡς ἐν ὑποκρίσει τὸν ἔμπροσθεν ζήσαντα χρόνον. Οὐκ ἔμελεν αὐτῷ τοῦ σώματος διαφθειρομένου, ἀλλὰ τῆς δόξης καταβαλλομένης· οὐχ ὅτι φιλότιμος ἦν, ἣ πρὸς τὴν τῶν πολλῶν ἔζη δόξαν, ἀλλ' ὅτι πολλοὺς ἐπὶ τούτοις σκανδαλιζομένους ἑώρα. Τίθησι δὲ ὁ συγγραφεὺς καὶ τὰ τῶν
φίλων ὀνόματα, λέγων· «Καὶ οὐδεὶς αὐτῶν ἐλάλησε.» Ψυχὴ γὰρ ἅπαξ ὑπὸ ἀθυμίας βληθεῖσα, πρὸς πᾶσαν ἀκρόασίν ἐστιν ἀνεπιτήδειος. ∆ιὰ τοῦτο καὶ οὗτοι τὴν τραγῳδίαν τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας καθήμενον, καὶ ἡλκωμένον, διέῤῥηξαν τὰ ἱμάτια, καὶ μέγα ἀνῴμωξαν, καὶ σιγῇ παρεκάθηντο· δηλοῦντες, ὅτι οὐδὲν οὕτως ἐπιτήδειον παρὰ τὴν ἀρχὴν τοῖς ὀδυνωμένοις, ὡς ἡσυχία καὶ σιγή· καὶ γὰρ ἦν μεῖζον τῆς ἀπὸ τοῦ λόγου παραμυθίας τὸ πάθος. Ἦλθον μὲν γὰρ παρακαλέσοντες, οὐχ εὑρίσκοντες δὲ εἰκόνα ἐξ ἧς παραμυθήσονται, ἐσιώπων· καὶ τοῦτο δὲ συνετῶς ἐποίησαν, τοῖς πράγμασιν αὐτὸν παρακαλοῦντες, τῇ προσεδρίᾳ, τῷ διαῤῥῆξαι τὰ ἱμάτια. Ἀλλὰ ταῦτα μὲν πάντα καλὰ, καὶ φίλων ἄξια, καὶ συμπαθούντων τεκμήρια· τὰ μετὰ ταῦτα δὲ, οὐκέτι.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |