Ιωάννης Χρυσόστομος
Προσθήκαι είς Ομιλίας
Τόμος 64
ΟΜΙΛΙΑ Βʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὴν μετάνοιαν τῶν Νινευϊτῶν.
Εὐλόγησον, Πάτερ. Καὶ τὰς προλαβούσας ἡμέρας διδασκαλίας ἀπαιτούσας ὁρῶν, καὶ ἐμαυτὸν διὰ τὴν ἀσθένειαν ἠναγκασμένον σιγᾷν, ἠνιώμην, καὶ ἐδυσχέραινον, καθάπερ τις πρόθυμος ἀθλητὴς κεκωλυμένος παρὰ τοὺς ἀγῶνας αὑτοῦ εἰσελθεῖν εἰς τὸ στάδιον. Ἑώρων ὑμᾶς τῆς λογικῆς ἐφιεμένους τροφῆς, καὶ ἐμαυτὸν χορηγεῖν οὐκ ἰσχύοντα. Ἑώρων τὸν χρόνον ἐμπορίας, καὶ ἐμαυτὸν οὐδὲν συμβόλαιον θέσθαι πρὸς ὑμᾶς δυνάμενον. Ἔβλεπον τὴν θήραν πολλὴν, καὶ τὸν θηρευτὴν ἀτονοῦντα πρὸς τὴν ἄγραν. Ἀλλὰ καὶ λίαν ὀδυνωμένῳ ἐπὶ τούτῳ κάλλιον ἡγούμην ἐμαυτῷ τοὺς πόνους ἐπιμετρεῖν, ὥστε καὶ εἰς ἐκκλησίαν ἔχειν καθ' ἡμέραν ἐπιφοιτᾷν, καὶ τῆς ἄλλης κοινωνεῖν ὑμῖν λειτουργίας, ἣ δύο καὶ τρεῖς ἡμέρας πλέον μόνον μοχθήσας προσηλῶσθαι πάλιν τῇ κλίνῃ, καὶ πάλιν ὑμῶν ἀπολελεῖφθαι.
∆ιὰ τοῦτο τὰς καθημερινὰς ἐκλείπων διαλέξεις ἥκω σήμερον διὰ τῆς ∆εσποτικῆς χάριτος τὸ χρέως ὑμῖν καθήσων. ∆εῦρο δὴ οὖν τὸ σκάφος εἰς τὸ πέλαγος τῆς Νινευϊτῶν μετανοίας ἑλκύσωμεν. Ἄλλοι μὲν γὰρ ἄλλοις εἰσὶ τῶν ἀνθρώπων χρήσιμοι λόγοι, τὰ δὲ τῆς μετανοίας φάρμακα πᾶσιν οἶμαι ὠφέλιμα· ἐπειδὴ γὰρ οὐδεὶς ἁμαρτίας ἐλεύθερος, εὔδηλον ὡς οὔτε μετανοίας ἀνενδεής. Τοῖς δὲ χρῄζουσι ταύτης ἀναγκαῖον τὸ παράδειγμα τῶν ἐκ μετανοίας σωθέντων τῷ ἴσῳ τρόπῳ κἀκείνους πρὸς τὴν ὑγιείαν εἰσάγον.Ἴδομεν τοίνυν τοὺς ἐπὶ πονηρίᾳ βεβιωμένους ὀνομαστοὺς ἐπ' ἀρετῇ γινομένους. Ἴδομεν τοὺς θηρίοις ἐοικότας ἀγγέλων τάξιν μεταλαμβάνοντας.
Ἴδομεν τοῖς ἔργοις τὴν πόλιν στρέφοντας τρόπῳ φιλοσοφίας τὴν πόλιν ἀνορθοῦντας. Ἴδομεν τοὺς ἐχθροὺς τοῦ Θεοῦ, φίλους τοῦ Θεοῦ γεγονότας, καὶ τὸν πάλαι κατήγορον ∆εσπότην, συνήγορον ὕστερον κτησαμένους. Ἴδομεν κατακρίτους μετὰ τὴν ἀπόφασιν πρὸς τὸν δικαστὴν ἀγωνιζομένους, καὶ τὴν ἀπόφασιν ἀκυροῦντας. Ἴδομεν τὸν Θεὸν διὰ φιλανθρωπίαν ψευδόμενον. Ἠκούσαμεν πρώην, ὅπως ὁ μὲν προφήτης ἐκήρυσσεν, ἡ δὲ πόλις ἐθορυβεῖτο, καὶ ὅτι καθάπερ εἰς πέλαγος πνεῦμα χαλεπὸν ταράττει, οὕτως εἰς τὸν δῆμον τῶν Νινευϊτῶν ἡ φωνὴ πεσοῦσα τοῦ Ἰωνᾶ πάντα ζάλης καὶ χειμῶνος ἔπλησεν. Ἠκούσαμεν, ὅπως πιστὸν ἡγουμένη ἡ πόλις τὸ κήρυγμα οὐκ εἰς ἀπόγνωσιν ἔπεσεν, ἀλλ' εἰς μετάνοιαν ἔδρασεν· καὶ ὅτι θαῤῥεῖν περὶ τῆς σωτηρίας οὐκ ἔχουσα, θεραπεύειν καὶ καταλλάττειν τὸν Θεὸν ἐπεχείρει. Τίνα δὲ ὑπὲρ τῶν καταλλαγῶν τὰ πραττόμενα ἦν; εἴρηται μὲν ἐν μέρει· δεῖ δὲ τὸν πάντα λόγον ὑμῖν ἀποδοῦναι· ἐκήρυξαν γὰρ νηστείαν, καὶ ἐνέδυσαν τὸν σάκκον ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν. Ὢ ξένου θαύματος, φοβεροῦ μὲν ἀνθρώποις, ἀγγέλοις δὲ ποθεινοῦ! Ἐννόησόν μοι τὰς πολλὰς μυριάδας ἐκείνας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ παίδων σακκοφορούσας, καὶ εἰς ταὐτὸ συνηθροισμένας· ἐπιτηδεύματα πάντα καὶ πράξεις πάσας ἀνθρωπίνας ἀργούσας, καὶ ἔργον μὲν οὐδὲν παρ' οὐδενὸς οὐδαμοῦ τελούμενον, οἰμωγὴν δὲ ὁμοῦ πάντων καὶ θόρυβον, καὶ βοὴν εἰς οὐρανὸν πεμπομένην.Ἐννόησον δεσποτῶν καὶ δούλων ἀνωμαλίαν ἐκβεβλημένην, ἀρχόντων καὶ ἀρχομένων, βασιλέα μετὰ τοῦ ἴσου σχήματος παρόντα τοῖς πλήθεσι, καὶ καθάπερ πολιτικήν τινα παράταξιν τὴν λειτουργίαν τάττοντα τοῦ Θεοῦ. Ἤγγισε γὰρ, φησὶν, ὁ λόγος πρὸς τὸν βασιλέα, καὶ ἐξανέστη τοῦ θρόνου αὑτοῦ, καὶ ἐξεδύσατο τὴν στολὴν αὑτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. Ὢ σοφοῦ βασιλέως. Ἐξάρχει τῆς μετανοίας αὐτὸς, ὥστε τὴν πόλιν πᾶσαν σπουδαιοτέραν ποιῆσαι. Τίς γὰρ ἤμελλεν ἔτι μαλακίζεσθαι, τὸν βασιλέα ὁρῶν αὐτὸν ὑπὲρ τῆς σωτηρίας ἀγωνιζόμενον; Τὰ τραύματα τῆς ἁλουργίδος θεραπεύει διὰ τοῦ σάκκου· τὰς ἁμαρτίας τοῦ θρόνου διὰ τῆς ἐπὶ σποδοῦ καθέδρας ἐκπλύνει· τὴν νόσον τῆς ὑπερηφανείας τῷ ταπεινῷ τοῦ σχήματος ἐξιᾶται· τῇ νηστείᾳ τὰ ἕλκη τῆς τρυφῆς φαρμακεύει· καὶ δείξας ταῦτα διὰ τῶν ἔργων πρὸς τὴν ἴσην σπουδὴν πάντας διὰ κηρύγματος ἐγείρει. Ἐκηρύχθη γὰρ, φησὶ, παρὰ τοῦ βασιλέως· Οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν, μηδὲν νεμέσθωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν. Καινὴ βασιλέως νομοθεσία· ἀσιτίαν τοῖς ἀῤῥώστοις ὡς ἰατρὸς ἐπιτάττει· μᾶλλον δὲ τὰς ἀποστολικὰς μιμεῖται διδασκαλίας εὐσεβοῦς νηστείας ὁ τρυφητὴς νομοθέτης, καὶ τοῖς ἀνθρώποις κοινωνεῖν τὰ ἄλογα ταύτης κελεύει, διὰ τῆς ἀναμαρτήτου φύσεως εἰς οἶκτον μείζονα τὸν Θεὸν ἐπισπώμενος. Καὶ περιεβάλοντο σάκκους, φησὶν, οἱ ἄνθρωποι καὶ τὰ κτήνη. Ὢ παρατάξεως οὐρανίας! ὢ φάλαγγος τῷ διαβόλῳ φρικτῆς! Ἑστήκει θρηνῶν ὁ διάβολος ὁρῶν αὑτοῦ τὴν στρατείαν πανδημὶ πρὸς τὸν Θεὸν μεταστᾶσαν καὶ πολεμοῦσαν τοῖς δαίμοσιν· εἶτα ταύτην τὴν μάχην καὶ παῖδες, καὶ γυναῖκες, νήπια μετὰ ἀνδρῶν ἠγωνίζοντο· ἤδη δὲ ἡ τῶν κτηνῶν φύσις σύμμαχος εἰς τὴν παράταξιν παρελήφθη. Καὶ ἴδε καινὸν ὁ διάβολος θέαμα· βοσκήματα δικαιοσύνην συνεισφέροντα ἀνθρώποις, καὶ ὑπὲρ τῆς σωτηρίας τῶν κεκτημένων νηστεύοντα· Οἱ ἄνθρωποι, καὶ οἱ βόες, καὶ τὰ κτήνη μὴ γευσάσθωσαν μηδὲν, μήτε νεμέσθωσαν.
Τὰ τῆς ἀρχῆς ὁ βασιλεὺς σύμβολα ῥίψας, τὴν τῶν ἱερέων μετέλαβε τάξιν.Ἑστήκει δημηγορῶν, καὶ φιλοσοφεῖν τοὺς Νινευΐτας παιδεύων. ∆εινὰ, φησὶν, ὦ φίλοι, τὰ περιεστῶτα κακά. Τὴν οἰκουμένην χειρωσάμενοι πᾶσαν, ὡς πονηροὶ θείᾳ ψήφῳ φθειρόμεθα, καὶ βασιλεύοντες πάντων ἀνθρώπων, ὡς φαυλότεροι πάντων ξένῳ θανάτου κατεδικάσθημεν τρόπῳ, καὶ τῶν ἄλλων πάντων μακαρισθέντες, πάντων εἶναι δόξομεν ἀθλιώτεροι, καὶ μῦθος ἐσόμεθα τῷ βίῳ παντὶ καὶ διήγημα, τῆς προτέρας λαμπρότητος οὔτε λαθεῖν συγχωρούσης τὰ ἡμέτερα κακά. Πολλοὺς, ὦ Νινευῖται, πολέμους νικήσαντες, γενναιότερον νῦν ὑπὲρ τῆς οἰκείας ἀγωνισώμεθα σωτηρίας· πάλαι μὲν γὰρ ὅπως ἑτέρων γενώμεθα κύριοι, πάντα ἐπράττομεν· νῦν δὲ ἆθλον ἡμῖν τὸ μὴ μετὰ γυναικῶν, καὶ παίδων ἄρδην ἀπολέσθαι. Πρὸς ἐπανάστασιν ξένου πολέμου ξένως ἀγωνισώμεθα· τοξεύσωμεν τὸν οὐρανὸν ὑμνῳδίαις· ἀκοντίσωμεν ἀντὶ δοράτων ἐκεῖ ψαλμῳδίαις· προσευχαῖς τὸν Θεὸν σφενδονήσωμεν· δάκρυσιν ἀπαύστοις αὐτοῦ τὸν θυμὸν ἐκμειλίξωμεν· τῶν πονηρῶν πράξεων τὴν φάλαγγα ῥήξωμεν· τὰ τῆς κακίας ὀχυρώματα καταβάλωμεν· μεθ' ὅπλων ἀρετῆς μαχησώμεθα· θώρακα δικαιοσύνης βέλος οὐ τιτρώσκει· ἀσπίδα πίστεως κεραυνὸς οὐ δύναται φλέξαι· περικεφαλαίαν ἐλπίδος συντρίψαι ὁ Θεὸς οὐκ ἀνέχεται· ἡ ἄνωθεν ὀργὴ χιτῶνα σωφροσύνης οὐ σχίζει· ἀπειλὴ καταστροφῆς, ἐξομολογήσεως τεῖχος καθελεῖν οὐκ ἰσχύει· ἀπόφασις ἀπωλείας μετάνοιαν σπουδαίαν ἰδοῦσα, ὡς καπνὸς εὐθὺς διαλύεται· ἂν οὕτως, ὦ φίλοι, καὶ μετὰ τοιούτων πολεμήσωμεν ὅπλων, ὥσπερ τῆς γῆς οὕτω καὶ τοῦ οὐρανοῦ κρατήσομεν. Θαῤῥεῖτε, Νινευῗται, θαῤῥεῖτε, φιλάνθρωπος βασιλεὺς ἡμῖν πολεμεῖ· ἀνικέτας μόνον τοὺς αὐτοῦ πολεμίους ῥίψας εὖ θεὶς τὴν ὀργὴν εὐεργέτης γίνεται τῶν ἐχθρῶν.
Τοιούτοις μὲν παρακλητικοῖς λόγοις ὁ βασιλεὺς εἰς μετάνοιαν τὸν λαὸν ἠρέθιζε. Νινευῗται δὲ προθύμως ἐξετέλουν τὰ κελευόμενα· Περιέβαλον γὰρ, φησὶ,σάκκους οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ ἐβόησαν ἐκτενῶς πρὸς τὸν Θεόν. Οὐχ ὁ μὲν λόγος ἦν πρόχειρος, ὁ λογισμὸς δὲ μετέωρος· οὐχ ἡ μὲν γλῶσσα ἐφθέγγετο, ἡ δὲ διάνοια ἐρέμβετο· οὐχ ἡ φωνὴ προεφέρετο, ἡ γνώμη δὲ παρεφέρετο· ἀλλὰ σντεταμένως ἑκάτερα τὸν Θεὸν ἐλιτάνευε. Νὺξ ἐπιοῦσα, καὶ τὸν φόβον αὔξουσα τὸν μὲν ὕπνον ἐδίωκε, σπουδαιότερον δὲ τὸν ὕμνον ἀνέπεμπεν. Ἡμέρα πάλιν ζοφερὸν δεικνύουσα τὸν οὐρανὸν, καὶ ἀστραπαῖς ἀπαύστοις καὶ βρονταῖς κτυπουμένη εἰς τρόμον ἐξαίσιον καὶ βοὴν μεγίστην πάντας ἐκίνει. Ἡ γῆ σειομένη κλόνον πολὺν εἰργάζετο ταῖς ψυχαῖς. Τὰ νήπια πάντα τοῖς κόλποις ὑπὸ δέους προστρέχοντα τῶν μητέρων, καὶ ταῖς ἀγκάλαις κλαυθμυριζόμενα ἄφατον ἐποίει θρῆνον καὶ ὀδυρμὸν τοῖς ὁρῶσι. Ἀγέλαι βοῶν καὶ προβάτων, καὶ θρέμματα πάντα νομῆς, καὶ ὑδάτων κεκωλυμένα, καὶ διάφορον φωνὴν ἀφιέντα, εἰς κλαυθμὸν καὶ ἀδαμαντίνους ἐκίνει ψυχάς. Πανταχόθεν δὲ τῆς ἀπειλῆς καὶ τοῦ δέους ταράσσοντος, οὐκ ἠνέχοντο τὴν ἐλπίδα τὴν χρηστὴν ἀποῤῥίψαι. Τίς οἶδε γὰρ, φησὶν, εἰ μετανοήσει ὁ Θεὸς, καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐκ ἀπολώμεθα; Ἐκ βαθυτάτης τοίνυν καρδίας πρὸς τὸν Θεὸν ἀνεβόων· Βασιλεῦ, ζωῆς Κύριος καὶ θανάτου, ἡμεῖς μὲν ἧς ἠπείλησας ἀποφάσεως ἄξιοι, καὶ δίκην τὴν ἑκάστην ὀφείλομεν, σὲ τὸν ἀληθινὸν Θεὸν ἀγνοήσαντες, καὶ διεφθαρμένον ζήσαντες βίον. Αὐτὸς δὲ τῷ πελάγει τῶν σῶν οἰκτιρμῶν κεχρημένος παῦσον τὴν καθ' ἡμῶν τιμωρίαν· νίκησον τὸ μέσον δίκαιον ἀγαθότητι, τὴν δὲ ἡμῶν ἀγνωμοσύνην φιλανθρωπίᾳ· εἰ μὲν ἐξαίφνης ἐπήγαγες τὴν πληγὴν, λόγος τὰ τῆς κολάσεως εἶχε, καὶ ἀλλοτρίους ὄντας καὶ φαύλους ἀπέκτενες· νῦν δὲ προθεσμίαν διὰ χρηστότητα δοὺς, ἂν μεταβληθέντας φονεύσῃς, οὐκ ἀλλοτρίους, ἀλλὰ σοὺς ἀπολλύεις. Ἀσεβοῦντας ἐφύλαξας, καὶ νῦν φθείρεις πιστοὺς γινομένους; πονηροὺς ὄντας διέσωσας, καὶ ἀγαθοεργοῦντας νῦν ἀναιρεῖς; εἰδώλοις ἀνακειμένην τὴν πόλιν ηὔξησας, καὶ βασιλίδα πεποίηκας, καὶ καταστρέφεις σὴν γενομένην; Οὐκ εἰδότες σε διὰ σοῦ τὴν οἰκουμένην ἐκρατήσαμεν, καὶ προσκυνοῦντές σε νῦν καὶ τῆς ζωῆς αὐτῆς ἐκβαλλόμεθα; Τοῦ σοῦ, Βασιλεῦ, ὀνόματος φεῖσαι, μὴ Νινευΐταις ἀπαιτῶν δίκας, φευκτὴν ὡς ἀνόνητον τὴν εὐσέβειαν ποιήσῃς· μὴ δικαίως ἡμᾶς κολάζων τῆς μετανοίας τοῖς ἀνθρώποις κλείσῃς τὴν θύραν.
Εἰ μὲν γὰρ νομοθέτου, καὶ διδασκάλων τυχόντες εἰς πολλὴν κακίαν προήλθαμεν, ἀπαραιτήτως διάφθειρον, ἱκετεύουσι συγγνώμης μὴ μετάδος, χαλεπωτέραν ἧς ἠπείλησας ἐπάγαγε δίκην· εἰ δὲ οὐ μαθόντες, οὐδὲ παιδευθέντες ἐν φαυλότητι, καὶ ἀσεβείᾳ διετελοῦμεν, μὴ τοσοῦτον ὄλεθρον, Βασιλεῦ, τῆς ἀγνοίας ἡμῶν καταψηφίσῃ. Κατακλυσμῷ τοὺς ἀνθρώπους διέφθειρας πάλαι δικαίως· διδάσκοντι γὰρ οὐ προσεῖχον τῷ Νῶε· προεῖπας τὴν ἀπώλειαν, καὶ τὴν ἁμαρτίαν οὐκ ἔφυγον. Σοδομίτας εὐλόγως ἀνέπρησας, δέξασθαι γὰρ τοῦ Λὼτ τὰς συμβουλίας οὐκ ἠθέλησαν. Αἰγύπτιοι κατεπόθησαν εἰκότως μετὰ τοῦ Φαραὼ, Μωσέως γὰρ διδάσκοντος οὐκ ἐπείθοντο πληγέντες πολλάκις, καὶ τῆς σῆς δεξιᾶς πεῖραν λαβόντες. Ἢ παρά τινος ἀντειπεῖν ἐτολμήσαμεν; Ἕνα νῦν μόνον ἀπέστειλας πρὸς ἡμᾶς, οὐδὲ τοῦτον διδάσκαλον, ἀλλὰ καὶ κακῶν μηνυτὴν, καὶ πιστεύσαντες πανδημὶ τὴν σὴν λατρείαν τιμῶμεν. Προθεσμίαν ἡμῖν μικρὰν δέδωκας, καὶ μεταβολὴν ἐν αὐτῇ μεγίστην ἐδείξαμεν. Ἀπωλείας ἡμῖν κηρυχθείσης τὸ σὸν φιλάνθρωπον οὐκ ἀπέγνωμεν. Τοῦ προφήτου τὴν καταστροφὴν καταγγείλαντος, εἰς τὸ σὸν ἠλπίσαμεν ἔλεος. Μὴ ψεύσῃς ἡμῶν, ἀγαθὲ, τὰς ἐλπίδας! Μὴ παύσῃς γλώττας ἀνυμνεῖν σου τὴν χρηστότητα βουλομένας! Μὴ ἀποκτείνῃς ἄνδρας κηρύξαι σου τὴν ἀγαθότητα πάντα σπεύδοντας! Μὴ κωλύσῃς ἡμᾶς διδασκάλους τοῖς ἡμετέροις πᾶσιν εὐσεβείας γενέσθαι! Μὴ διαμείνῃς ὁριζόμενος ὁμοίως πρὸς τοὺς οὐκέτι τοῖς αὐτοῖς διαμείναντες! Ἠλλάγημεν ἡμεῖς, διαλλάγηθι σύ. Στῆσον τὴν ὀργὴν, ὥσπερ τὴν πλάνην ἡμεῖς.Παῦσον τὴν τιμωρίαν αὐτὸς, ὥσπερ ἡμεῖς τὴν κακίαν. Ἐξεπαίδευσας ἡμᾶς ἱκανῶς τῷ φόβῳ, δὸς καιρὸν λοιπὸν ἡμῖν τὸ περί σε φίλτρον ἐνδείξασθαι. Φεῖσαι θρεμμάτων διὰ λιμὸν μυκωμένων· φεῖσαι παίδων ἀναμαρτήτων ὑπὸ κλαυθμοῦ πνιγομένων. Φεῖσαι νηπίων ἀώρων ὑπὸ νηστείας ἐκλελυμένων. Μὴ συνδιαφθείρῃς τοὺς ἀναιτίους τοῖς αἰτίοις. Οἰκτείρησον μητέρας γάλα διὰ τὴν σὴν ὀργὴν τοῖς φιλτάτοις οὐ παρεχούσας· ἠρνήσαντο γονεῖς ἐκείνους ἐλέων, ἵνα τὸ σὸν ἔλεος ἐπισπάσωνται. Πάντες ἄνθρωποι τοῖς αὐτοῖς, οἷς καὶ ἡμεῖς, ἀνέχονται πονηρεύμασιν· ἂν ἡμᾶς μετανοοῦντας μὴ δέξῃ, τοῦ κόσμου παντὸς τὰς ἐλπίδας ἐξέκοψας, Τοιούτοις παρὰ τὰς ἀρχὰς, ὡς εἰκὸς, Νινευῖται λόγοις ἐχρῶντο· ἦν δὲ καὶ τὰ ἔργα τοῖς λόγοις ἐφάμιλλα, νηστεία, σάκκος, ἐκτεινὴς προσευχὴ, δάκρυα, πονηρίας φυγή. Ἀνεβόησαν γὰρ, φησὶ, πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. Ἅπτονται τῆς φιλοσοφίας ἀπὸ τῶν ἄκρων αὐτῶν τῆς φιλοσοφίας, καὶ τὴν κορωνίδα τῆς ἀρετῆς κρηπῖδα ποιοῦνται τῆς ἀρετῆς· πᾶν γὰρ ὅ τι κάλλιστον ἔργον, καὶ Θεῷ προσφιλέστατον, τοῦτο ἕκαστος ἐπιτηδεύετο. Ἴδον πόλεμον οὐράνιον κατ' αὐτῶν ἐγειρόμενον, καὶ ὠχύρωσαν ἔργοις ἀγαθοῖς ἑαυτοὺς, ὥσπερ τεῖχος [τείχει]. Ἐνεδύσαντο θαυμαστήν τινα πανοπλίαν τοὺς σάκκους. Ἀντέταξαν κάτωθεν εὐχὰς, καὶ δεήσεις τοῖς ἄνωθεν κεραυνοῖς φερομένοις. Τῷ πατάγῳ τῶν βροντῶν τὸν ἦχον τῆς ὑμνῳδίας ἀντέστησαν.Νηστεία πύργος αὐτοῖς γέγονεν ἐναργής. Κρουνοῖς δακρύων τὴν τῶν ἁμαρτημάτων ἔσβεσαν φάλαγγα. Φίλους ἐποιήσαντο τοὺς ἐχθροὺς, ἵνα τὸν Θεὸν ἑαυτοῖς καταλλάξωσιν. Ἀφῆκαν αὐτοὶ τὴν ὀργὴν τοῖς λελυπηκόσιν, ἵνα τὴν κατ'αὐτῶν ὀργὴν παύσωσι τοῦ ∆εσπότου. Ὀφλημάτων κάτω γραμματεῖον διέῤῥηξαν, ἵνα τῆς ἄνωθεν ἐπταισμένων ἀφέσεως τύχωσιν. Ἔδωκαν δούλοις ἐλευθερίαν, ἵνα λάβωσιν αὐτοὶ τῆς τιμωρίας ἐλευθερίαν. Προσέθηκαν τὰς κτήσεις τοῖς ἐνδεέσιν, ἵνα κτήσωνται βεβαίως τὰς ἰδίας οὐσίας. Τρυφὴν ῥίψαντες, ἐγκράτειαν μετεδίωκον. Ἀκολασίαν φυγόντες, σωφροσύνην ἠσπάζοντο. Ἀξιωμάτων ὄγκον μισήσαντες, εἰς ταπεινὸν καὶ πενθηρὲς σχῆμα ἅπαντες μετεσκευάσθησαν. Ὠνίων, καὶ συμβολαίων, καὶ πάντων ἔργων σχολάσαντες τὸν Θεὸν ἐθεράπευον. Οἱ κακοῦργοι τὰς λῃστείας οὐδενὸς ἀναγκάζοντος ὡμολόγουν. Οἱ δικασταὶ τοὺς ὁμολογοῦντας οὐκ ἐπράττοντο δίκας. Ὡς τεθνεῶτες τοῦ βίου πάντες ὡμολόγουν. Ὁ πλοῦτος ἀφύλακτος ἔῤῥιπτο, καὶ ὁ κλέπτης οὐδαμόθεν ἐφαίνετο. Χρυσὸς τοῖς ἐνδεέσιν ἐχορηγεῖτο, καὶ τὴν κτῆσιν ἕκαστος ὡς ζημίαν ἔφυγεν. Ἓν μόνον ἐσπουδάζετο πᾶσιν, ἡ σωτηρία. Εἷς δρόμος καὶ πλουσίοις, καὶ πένησιν, ὁ περὶ τῆς ζωῆς προύκειτο πόνος. Πᾶν δὲ τὸ μὴ εἰς τοῦτο φέρον, ὡς ἀνόνητον καὶ φαῦλον ἐκβέβλητο. Ἄδηλος ἦν ἡ σωτηρία, καὶ ὡς ὁμολογουμένη παρ' αὐτοῖς ἐσπουδάζετο. Οὐκ εἶχον θαῤῥεῖν τῷ τέλει τῆς μετανοίας, καὶ ὡς ζησόμενοι πάντως ἀγαθῆς πάσης ἐπεμελοῦντο πράξεως. Ὢ φιλοσόφων βαρβάρων! ὢ σοφῶν ἀπαιδεύτων! Ἔγνωσαν ἀδιδάκτως τὰ δέοντα, ἄνευ νομοθέτου μετεῤῥυθμίσθησαν, ἄνευ διδασκάλων ἐσωφρονίσθησαν, ἐκ τῆς ἐσχάτης κακίας εἰς τὴν οὐράνιον πολιτείαν ἀνέδραμον. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Εἷς ὄμβρος ἀπειλῆς, καὶ μυρίων ἀγαθῶν φορὰν ἐβλάστησαν Νινευῖται· ἀνεχωνεύθησαν ὡς παλαιοί τινες ἀνδριάντες.
Μετεσκευάσθησαν ἐκ τῆς μετανοίας· ἐξ ἁμαρτωλῶν γεγόνασι δίκαιοι, ἀγγέλοις ἐράσμιοι, Θεῷ ποθεινοί. Ἔστησαν σαλευομένην τὴν πόλιν, καταπίπτουσαν ὤρθωσαν, δονουμένην ἐστήριξαν. Μετεστράφησαν, καὶ οὐκ ἀντεστράφησαν· μετεβλήθησαν, καὶ οὐ διεφθάρησαν. Ἴδε γὰρ, φησὶν, ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπεστράφησαν ἀπὸ τῶν ὁδῶν αὐτῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς. Ὢ παραδόξων πραγμάτων! Ἀνεδίκασε τὴν δίκην ὁ δικαστὴς, τὴν φονεύουσαν ἔλυσε ψῆφον, καὶ τὴν σώζουσαν ἐψηφίσατο. Μετενόησαν Νινευῖται, καὶ μετενόησεν ὁ Θεός. Ἔσχισεν ἡ μετάνοια τῆς ἀπωλείας τὸ πρόσταγμα.
∆ιέῤῥηξαν ἐκεῖνοι τὴν πονηρίαν, διέῤῥηξεν ὁ Θεὸς τὴν ἀπόφασιν. Ὢ πάντα δυναμένης μετανοίας! Ἐπὶ γῆς τελεῖται, καὶ τὰ ἐν οὐρανοῖς ἀναστρέφει. Οὕτω καὶ ἡμεῖς, ὦ φίλοι, μετανοήσωμεν· οὕτω νηστεύσωμεν· ἀγαθὰς πράξεις τῇ νηστείᾳ συνζεύξωμεν· πονηρῶν πράξεων ἀπεχώμεθα· τῆς γεέννης τὴν ἀπειλὴν φοβηθῶμεν· διὰ μετανοίας τὴν παρὰ Θεοῦ σωτηρίαν κτησόμεθα. Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου