ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Είς μακάριον Ιώβ Κεφάλαιον Α΄

Πέμπτη 20 Οκτωβρίου 2016

Είς μακάριον Ιώβ Κεφάλαιον Α΄




Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64

Προίμιον

Ὅτι δὲ παντὶ χρήσιμον τὸ βιβλίον, ἐν ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων, ἀνδρὶ καὶ γυναικὶ, πρεσβυτέρῳ καὶ νέῳ, ἰδιώτῃ καὶ ἄρχοντι, πλουσίῳ καὶ πένητι, τοῖς δεξιοῖς εὐθηνουμένῳ, καὶ τοῖς ἀριστεροῖς πιεζομένῳ, ἐγγύθεν ἔστι λαβεῖν τὴν ἀπόδειξιν. Ὁ γάρτοι θαυμαστὸς καὶ μέγας οὗτος ἀνὴρ, ὁ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμος, ὁ τῆς εὐσεβείας ἀθλητὴς καὶ στεφανίτης, ὁ διὰ πάντων τῶν ἄθλων ἐλθὼν, ὁ μυρία κατὰ τοῦ διαβόλου τρόπαια στήσας, οὗτος ἐγένετο πλούσιος καὶ πένης, ἔνδοξός τε καὶ εὐκαταφρόνητος, πολύπαις τε καὶ ἄπαις, ἐν βασιλικαῖς αὐλαῖς καὶ ἐν κοπρίᾳ, ἐν λαμπρᾷ στολῇ, καὶ μετ' ἐκείνην ἐν πηγῇ σκωλήκων· μυρίας ἀπήλαυσε θεραπείας, καὶ μετὰ ταῦτα μυρίας ὑπέμεινεν ὕβρεις, οἰκετῶν ἐπανισταμένων, φίλων ὀνειδιζόντων, γυναικὸς ἐπιβουλευούσης. Πάντα αὐτῷ καθάπερ ἐκ πηγῶν ἀπέῤῥει [ἴσ. ἐπέῤῥει], χρημάτων περιουσία, δυναστείας μέγεθος, δόξης περιφάνεια, εἰρήνης ἀσφάλεια, τιμὴ, καὶ θεραπεία, καὶ σώματος ὑγίεια, καὶ παίδων εὐκοσμία.


Οὐδὲν ἦν λυπηρὸν, παρῆν αὐτῷ πλοῦτος μετὰ ἀσφαλείας, καὶ εὐημερία ἀδιάπτωτος· καὶ μάλα εἰκότως· ὁ γὰρ Θεὸς πανταχόθεν αὐτὸν ἐτείχισεν· ἀλλ' ὕστερον πάντα ἐκεῖνα ἀπέπτη, καὶ μυρίοι χειμῶνες κατ εσκήνουν εἰς τὴν οἰκίαν ἐκείνου, καὶ πάντες ἐπάλληλοι καὶ συνεχεῖς, καὶ μεθ' ὑπερβολῆς ἅπαντες· τὰ γὰρ αὐτῷ ὄντα πάντα ἀθρόον ἡρπάζετο, οἵ τε παῖδες κατεχώννυντο ἀώρῳ καὶ βιαίῳ θανάτῳ ἐπὶ τῆς τραπέζης καὶ τοῦ συμποσίου κατασφαγέντες, οὐ μαχαίρᾳ καὶ ξίφει, ἀλλὰ πνεύματι πονηρῷ τὴν οἰκίαν καταδήσαντι. Καὶ γυνὴ μετὰ ταῦτα ὡπλίζετο, καὶ τὰ μηχανήματα προσῆγε τῷ δικαίῳ· καὶ φίλοι καὶ οἰκέται, οἱ μὲν ἐνέπτυον εἰς τὸ πρόσωπον, οἱ δὲ ἐπέβαινον καὶ ἐνήλλοντο· καὶ οἰκίας ἐξεβάλλετο πάσης, καὶ ἐνδιαίτημα αὐτῷ ἡ κοπρία ἦν, καὶ πηγαῖς σκωλήκων ἔβρυε πανταχόθεν, καὶ αἵματι καὶ ἰχῶρι κατεῤῥεῖτο ὁ ἀδάμας, καὶ λαβὼν ὄστρακον ἐξέχεε τοὺς ἰχῶρας, δήμιος αὐτὸς ἑαυτῷ γινόμενος. Καὶ ὀδύναι ἐπάλληλοι καὶ ἀκαρτέρητοι, καὶ νὺξ ἡμέρας χαλεπωτέρα, καὶ ἡμέρα νυκτὸς φορτικωτέρα, καὶ πάντα κρημνοὶ καὶ σκόπελοι· καὶ ὁ μὲν παρακαλῶν, οὐδεὶς, οἱ δὲ ἐπεμβαίνοντες, μυρίοι· ἀλλ' ὅμως ἐν τοσούτῳ χειμῶνι, καὶ κύμασιν οὕτως ἀποῤῥήτοις, ἔστη γενναίως καὶ ἀπεριτρέπτως. Τὸ δὲ αἴτιον, ὅτι τὴν τῶν πραγμάτων φύσιν καλῶς ἐλογίζετο, καὶ τὴν τούτων εἰδὼς μεταβολὴν, προωρᾶτο τὸ μέλλον, καὶ πράττων καλῶς, τὴν ἀθυμίαν οὐκ ἀπηλπίζετο, διὰ τοῦτο καὶ ἐν ταῖς εὐπραξίαις ἐμετρίαζεν. Οὐ μόνον δὲ φερεπονίας καὶ ὑπομονῆς, ἀλλὰ καὶ τῆς ἄλλης ἀρετῆς, ὁ πολύτλας οὗτος τοῖς προσέχουσιν ὑπόδειγμα πρόκειται· ἀνδρείας μὲν καὶ καρτερίας, ἐν πειρασμοῖς· τοῦ δὲ μὴ ὑβρίζειν, ἀλλὰ πραεῖς εἶναι, καὶ μετρίους, καὶ κοινωνικοὺς μετὰ ἱλαρότητος, ἐν πλούτῳ καὶ δυναστείᾳ· σωφροσύνης δὲ, ἐν ἡδοναῖς· καὶ δικαιοσύνης, ἐν δίκαις καὶ συναλλάγμασι· καὶ ἐπὶ πᾶσιν, ὁμονοίας, καὶ τοῦ κεφαλαίου τῶν ἀρετῶν, τῆς ἀγάπης· πᾶσαν γὰρ ἀρετὴν μετὰ τῆς προσηκούσης ἀκριβείας κατώρθου. Ταύτην τὴν εἰκόνα τὴν ὑπογραφοῦσαν ἀναλαβὼν, ἔμπηξον τῷ συνειδότι τῷ σῷ· κἂν ἐν ἀθυμίᾳ ᾖς, πρὸς αὐτὴν κατάφευγε· κἂν ἐν πλούτῳ, τὸ φάρμακον ἐντεῦθεν λάμβανε, ὥστε μήτε πτωχείᾳ βαπτισθῆναι, μήτε πλούτῳ φυσηθῆναι· κἂν παῖδας ἀποβάλῃς, ἔχεις ἐντεῦθεν τὴν παράκλησιν· τὴν γὰρ ὑπερβολὴν ἐνταῦθα εὑρήσεις καὶ τῶν συμφορῶν καὶ τῆς καρτερίας· κἂν νόσῳ περιπέσῃς, ἐννόησον τὰς πηγὰς τῶν σκωλήκων, καὶ οἴσεις ἅπαντα πράως· κἂν φίλος ἐπιβουλεύσῃ, πάλιν τὸν ἅγιον εἰς μέσον ἄγε, καὶ περιέσῃ τοῦ πάθους· κἂν οἱ τυχόντες ἀποχρήσωνται, ἐννόησον ἅπερ ἔπασχε παρὰ τῶν οἰκετῶν, καὶ πολλὴν δέξῃ τὴν ἰατρείαν· κἂν πονηρᾷ τις ὑπολήψει σε περιβάλῃ, λόγισαι οἷα περὶ τούτου ἔλεγον, ὅτι οὐδέπω τῶν ἡμαρτημένων αὐτῷ δέδωκεν ἀξίαν δίκην, καὶ οἷα ὠνείδιζον, καὶ περιέσῃ τούτου τοῦ πάθους. Οὐ γὰρ ἔστιν ἐν ἀνθρώποις συμφορὰ, ἣν οὐχ ὑπέμεινεν οὗτος, ὁ παντὸς ἀδάμαντος στεῤῥότερος, λιμὸν, καὶ πενίαν, καὶ νόσον, καὶ ἀποβολὴν παίδων, καὶ ζημίαν τοσούτων χρημάτων ἀθρόον ὑπενεγκών· καὶ μετ' ἐκεῖνο παρὰ γυναικὸς ἐπιβουλευθεὶς, παρὰ φίλων ἐπηρεασθεὶς, παρὰ οἰκετῶν ἐπιβουλευθεὶς, διὰ πάντων ἀπεδείκνυτο πέτρας ἁπάσης στεῤῥότερος ὤν· καὶ ταῦτα, πρὸ τοῦ νόμου καὶ τῆς χάριτος. Καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἕξομεν ἀπολογίαν, ὅταν οἱ μετὰ νόμον καὶ χάριν τοσαύτης ἀπολαύσαντες δωρεᾶς, ἐλάττω φέρωμεν τούτου, τοῦ ἐν ἀρχῇ καὶ προοιμίοις τοῦ βίου τῶν ἀνθρώπων τοσαύτην ἐπιδειξαμένου φιλοσοφίαν.

ΚΕΦΑΛΑΙΟΝ Α'

«Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ.» Τί βούλεται τὸ προοίμιον, καὶ τίνος ἕνεκεν ὁ συγγραφεὺς οὕτως ἤρξατο; Ἔμελλε βίον ἐνάρετον διηγεῖσθαι, καὶ πολὺ τὴν ἡμετέραν ὑπερνικῶντα κατάστασιν· ἵνα γοῦν μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων καὶ τῆς ὑπομονῆς ἀναβλέψας, νομίσῃ ξένην εἶναί τινα φύσιν, καὶ οὐκ ἀνθρωπίνην, προλαβὼν δεικνύει τὴν φύσιν, ἵνα σὺ θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ἦν, κατὰ φύσιν μὲν εἷς τῶν πολλῶν, κατ' ἀρετὴν δὲ τῶν πολλῶν ὑψηλότερος. Εἶπε τὸ κοινὸν τῆς φύσεως, ἵνα δείξῃ τὸ ἰδιάζον τῆς προαιρέσεως, ὅτι τῆς αὐτῆς φύσεως ἅπασι κοινωνήσας, ὑπὲρ φύσιν, καὶ μεῖζον ἢ κατ' ἄνθρωπον, ἐπολιτεύσατο. Κηρύττει δὲ αὐτὸν καὶ ἀπὸ τῆς χώρας, ἵνα κἀντεῦθεν θαυμάσῃς, ὁποῖον ῥόδον ἐξ ἀκάνθης ἐβλάστησεν. Ὅρα δὲ πρῶτον ἐγκώμιον, ὅτι τοιοῦτον βλαστὸν ἤνεγκεν ἡ Αὐσῖτις χώρα. Τὸ γὰρ ἐν Ἀραβίᾳ οὕτως εἶναί τινα δόκιμον, ἔνθα πάντες διεφθαρμένοι, ἔνθα ὑπόδειγμα οὐδὲν ἦν εὐνομίας, τοῦτο ἦν θαυμαστόν. «Καὶ ὁ ἄνθρωπος ἐκεῖνος ἦν ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.» Οἱ μὲν ἔξωθεν σοφοὶ τὸν ἄνθρωπον ὁριζόμενοί φασιν· Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν, ἡ δὲ θεία Γραφὴ, τὸν τηρήσαντα τὸ κατ' εἰκόνα, καὶ ἐκ τῆς ἀρετῆς γνωριζόμενον, τοῦτον εἶναι ἄνθρωπον ὁρίζεται, τὸν δὲ συγχέαντα καὶ διαφθείραντα τοὺς θεουδεὶς τύπους καὶ χαρακτῆρας οὐδὲ ἄνθρωπον καλεῖν βούλεται· εἰ γάρ τις ἔχει μὲν τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζει δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούει παρὰ τοῦ Προφήτου· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Κἀνταῦθα τοίνυν τῇ συνήθῃ ἑαυτῆς ἡ Γραφὴ κεχρημένη, καὶ δεικνῦσα ὅτι τὸν ἄνθρωπον οὐδὲν οὕτω χαρακτηρίζει, ὡς τὸ ἄμεμπτον, τὸ δίκαιον, τὸ θεοσεβὲς, ἐντεῦθεν καὶ τὸν Ἰὼβ γνωριζόμενον ἀποφαίνει, καί φησιν, ὅτι ἦν ἄνθρωπος ἀληθινός. Οἱ γὰρ φαῦλοι, ψευδεῖς ἄνθρωποι, ὥσπερ οἱ ζωγραφούμενοι. Ταῦτά τοι καὶ ὁ Ἐκκλησιαστὴς, πάσας ἐπὶ τέλει τὰς ἐντολὰς εἰς τὸν τοῦ Θεοῦ φόβον συγκεφαλαιούμενος, Πέρας, φησὶ, λόγου τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἅνθρωπος. Ἕτερος δέ τις προφητεύων ἐν Ἱερουσαλὴμ, ἐπειδὴ οὐδένα ἑώρα τὸν ἀκούοντα, Ἦλθον, φησὶν, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Καὶ ἡμεῖς δὲ κατὰ τὴν κοινὴν συνήθειαν ἐπειδ' ἂν ἐπί τινα πρᾶξιν τὸν οἰκέτην ἢ τὸν υἱὸν ἀποστέλλωμεν, εἰώθαμεν μὲν λέγειν πρὸς αὐτὸν, ὡς ἄνθρωπος ἅψαι τῆς πράξεως, τουτέστι τὴν ἀνθρωπίνην κατάστασιν τήρησον, ὡς νουνεχὴς, ὡς λόγον ἔχων, οὕτω διανόησαι, οὕτω πρᾶξον, ἐκ τῆς ἐνεργείας δεῖξον ὅτι ὄντως ἄνθρωπος εἶ. Οὐ γὰρ ἐκ τοῦ σχήματος, ἀλλ' ἐκ τῆς ἐνεργείας, ὅπερ ἐστὶν ἕκαστος γνωρίζεται· εἰ δὲ μὴ, ὁμωνύμως λέγεται, ὃ λέγεται. Μόνος δὲ ἀληθὴς ἐκεῖνός ἐστιν ἄνθρωπος ὁ τὴν εἰκόνα σώζων, ὁ τὸ θεόσδοτον κάλλος μὴ ἀφανίζων, οἷος ὁ Ἰὼβ, ἀληθινὸς, οὐκ ἐπίπλαστος, ἔργοις τὴν τοῦ ἀνθρώπου δεικνὺς ἀρετὴν, οὐ σχήματι προσποιούμενος, ἢ σκηνικῶς ταύτην ὑποκρινόμενος. Ὅπερ δὲ πρότερον ἀπῄτει τὸν Ἀβραὰμ ὁ Θεὸς λέγων· Σὺ δὲ εὐαρέστει ἐνώπιόν μου, καὶ γίνου ἄμεμπτος· τοῦτο καὶ νῦν ἡ Γραφὴ τῷ Ἰὼβ μαρτυρεῖ· Εἰποῦσα γὰρ ὅτι ἦν ἀληθινὸς, ἐπήγαγεν ὅτι καὶ ἄμεμπτος. Καί μοι τὴν λέξιν βασάνισον, ἵνα γνῷς τὴν πολλὴν τοῦ δικαίου ἀκρίβειαν· διὰ τί οὐκ εἶπεν ἀνέγκλητος, ἀλλὰ ἄμεμπτος; ὅτι τὸ μὲν ἔγκλημα ἐπὶ τῶν μεγίστων ἁμαρτημάτων τίθεται, ἡ δὲ μέμψις ἐπὶ μικρῶν τε καὶ ἐλαχίστων· οὐ μόνον οὖν, φησὶ, τῶν βαρυτάτων κακῶν ἀπείχετο, ἀλλὰ οὐδὲ τοῖς κουφωτάτοις ἁλῶναι ἠνείχετο, ἃ μέμψις μᾶλλόν ἐστιν, ἢ ἔγκλημα, καὶ κατάγνωσιν μόνον φέρει, οὐ κόλασιν. Ἀκύλας γε μὴν, καὶ Σύμμαχος, ἀντὶ τοῦ ἄμεμπτος, ὁ μὲν ἁπλοῦς ἐξέδωκεν, ὁ δὲ ἄμωμος· ὁ μὲν, τὸ ἀπόνηρον τοῦ δικαίου καὶ ἄπλαστον, ὁ δὲ, τὸ πρὸς ἀκρίβειαν ἠσκημένον εἰς ἀρετὴν αἰνισσόμενος. Ἄμωμος γάρ ἐστιν, ὁ μηδενὸς τῶν ἀγαθῶν ἐλλιπὴς, ὁ ἀπὸ πάσης κακίας ἀπταίστως τὸν βίον αὐτοῦ διεξάγων· εἶτα μετὰ τὸ ἄμεμπτος, προστίθησι ὅτι καὶ δίκαιος, συναγωγὴ δὲ καὶ ἕνωσις πάντων τῶν καλῶν καὶ ἀγαθῶν ἐστιν ἡ δικαιοσύνη. Εἰ γάρ τι τῶν δοκούντων ἐπαινετῶν εἶναι, καθ' αὑτὸ δίχα τῆς λοιπῆς ἀρετῆς ἔν τινι γένοιτο, ἀτελὲς τοῦτο καὶ ἄχρηστον, μᾶλλον δὲ καὶ πολλάκις ἐναντίον καὶ ψεκτὸν εὑρίσκεται. Οἷον νοήμων καὶ συνετός τίς ἐστιν, εἰ μὴ δίκαια βουλεύοιτο, κακεντρεχὴς καὶ κακοήθης, οὐ φρόνιμος οὗτος. Περὶ γὰρ τῶν τοιούτων εἴρηται, Σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν· πάλιν ἀνδρεῖος ἕτερος πρὸς τοὺς ἀγῶνας ἐστὶ καὶ κινδύνους· εἰ μὴ δικαιοπραγεῖν βούλοιτο, ὠμός ἐστι καὶ βίαιος, ὡς οἱ λέγοντες· Ἔστω δὲ ἡμῖν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης· τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται. Τῶν περὶ τὸ σῶμα [εἴ] τις ἡδονῶν κρατεῖ, ἀλλ' οὐκ ἂν εἴη σώφρων, φιλάργυρος, ἐρασιχρήματος, ἄσωτος, οὐκ ἐλευθέριος, ὁ χρημάτων εἰς ἐπιθυμίαν ἀφειδής. Καθόλου, πᾶν μόριον δικαιοσύνης, ἀπὸ τοῦ λοιποῦ καθάπερ σώματος, ἀποτετμημένον, οὐδέν ἐστιν. Ἡ δὲ πάντων ἁρμονία καὶ σύνοδος τῶν ἀγαστῶν, εἷς ἂν καὶ νομίζοιτο εὐλόγως δικαιοσύνη· εἰ δέ τι τῶν θαυμαστῶν ἀπείη, σκάζει κατὰ τοῦτο καὶ ἠκρωτηρίασται, καὶ τὸ τῆς δικαιοσύνης ὄνομα ψεύδεται. Ὁ γὰρ δίκαιος πρῶτον ἐξ ἀνάγκης ἐστὶ σοφός· πῶς γὰρ ἂν τὰ δέοντα πράττοι, καὶ πᾶσιν εὐαρμόστως προσφέροιτο, μὴ τὴν ἑκάστου τάξιν καὶ δύναμιν συνιείς; Εἶτα σωφρονῶν, ἀκολασία γὰρ ἀδικία· φιλόθεος, Οἱ γὰρ εὐσεβεῖς, φησὶν, δίκαια ἐβουλεύσαντο, ἤπιος, φιλάνθρωπος, εὐεργετικός· καὶ καθάπαξ ἡ πάντων τῶν κατὰ τὸν ὀρθὸν λόγον πρακτέων συμφωνία, τὸν δίκαιον συμπληροῖ· καὶ τοῦτ' ἀκριβῶς ὁ Ἰεζεκιὴλ ἡμᾶς ἐσόφισε, δι' οὗ φησιν ὁ Θεὸς, Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν δικαιοσύνην. Εἶτα διαγράφει τὸν δίκαιον, τὴν παντελῆ καὶ ὁλόκληρον ἀρετὴν ἐκ τῶν κατὰ μέρος συντιθείς· καὶ πρῶτον αὐτῷ τὴν εὐσέβειαν προσάπτει, λέγων· Ἀπὸ τῶν ὀρέων οὐ φάγεται· ἐν γὰρ τοῖς ὄρεσι τὰς εἰδωλολατρείας ἐπετέλουν. Εἶτα σωφροσύνην αὐτῷ προσεῖναι δεῖν λέγει· Καὶ τὴν γυναῖκα, φησὶν, τοῦ πλησίον οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ. Εἶτα καὶ τὸ πρᾶον αὐτῷ καὶ τὸ ἐπιεικὲς προσγράφει, Καὶ ἄνθρωπον, φησὶν, οὐ μὴ καταδυναστεύσῃ· πρὸς τοῦτο ἰδιοπραγεῖν αὐτὸν ἀποφαίνεται ἐν τῷ λέγειν· Καὶ ἅρπαγμα οὐχ ἁρπάσει· ἐλεήμονά τε καὶ κοινωνικὸν διατυποῖ λέγων· Τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ οὐ δώσει ἐπὶ τόκῳ, καὶ πλεονασμὸν οὐ λήψεται· εὐσυνάλλακτόν τε καὶ εἰρηνικὸν ἀποφαίνει, ὡς καὶ διαιτᾷν ἄριστα τοῖς ἀμφισβητοῦσι δύνασθαι· Καὶ ἐξ ἀδικίας γὰρ, φησὶν, ἀποστρέψει τὴν χεῖρα αὐτοῦ καὶ κρῖμα δίκαιον ποιήσει ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ. Τοῦτο γὰρ τὸ ἐξαίρετον καὶ διαπρεπέστατον, τοῖς ἄλλοις ἅπασι συγκείμενον τοῖς τῆς δικαιοσύνης κατορθώμασιν, ἡ πολιτικὴ καὶ δικαστικὴ ἕξις, ἑκάστῳ πρόσφορον ἐπιφέρουσα, διὸ καὶ τῆς δίκης ἐστὶν ἐπώνυμος. ∆ιεξελθὼν δὲ, πάντα τά τε πρακτέα, καὶ τὰ μὴ, τὸν κοινὸν κανόνα καὶ τύπον πᾶσιν ἐφήρμοσεν, εἰς ὃν ἀφορῶν τις, ἐν οὐδενὶ διαμαρτήσεται. Ἐν τοῖς προστάγμασί μου, φησὶν, πεπόρευται, τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά. Καὶ ταῦτα πάντα συνδεθέντα καὶ ἀνακραθέντα, καὶ ὥσπερ σῶμα ἓν πολυμερὲς καὶ παναρμόνιον κρατηθὲν, ὁ δίκαιος γίνεται. Καὶ διὰ τῶν τοσούτων ἀπαρτίσας αὐτὸν, καὶ ὥσπερ ὅρον αὐτῷ καὶ περιγραφὴν μίαν ἐκ τῶν τοσούτων συνθεὶς, εἰς ἓν πάντα κατέκλεισεν ὄνομα, καὶ λέγει· ∆ίκαιος οὗτος ζωῇ ζήσεται. Ἐπεὶ οὖν ἠκούσαμεν τίνα ἐστὶ τὰ τὸν δίκαιον χαρακτηρίζοντα, φέρε παρὰ ταῦτα καὶ τὰ κατὰ τὸν Ἰὼβ θεωρήσωμεν. Εὐσεβής ἐστιν ὁ δίκαιος, τί δὲ ὁ Ἰώβ; οὐχὶ ταῖς θυσίαις τὸν Θεὸν ἐφ' ἑκάστης ἱλάσκετο; σώφρων, καὶ οὗτος, ∆ιαθήκην, φησὶν, ἐθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοῆσαι εἰς παρθένον· πρᾶος καὶ ἐπιεικὴς, καὶ τί τούτου πραότερον; οὗ καὶ οἱ οἰκέται διὰ τὴν ἄγαν χρηστότητα οὕτως ἐξεκρέμαντο, ὡς μικρῷ καὶ καταπιεῖν αὐτὸν ἐπιθυμεῖν· ἔλεγον γάρ· Τίς ἂν δῷ ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; Ἐλεήμων καὶ κοινωνικὸς, καὶ τίς ἐνταῦθα τῷ Ἰὼβ ἐφάμιλλος; Οὐχ ἡ θύρα παντὶ ἐλθόντι ἀνέῳκται, καὶ οὐδεὶς ἐξῆλθε κόλπῳ κενῷ· διαιτήσει δικαίως τοῖς ἀμφισβητοῦσιν ὁ δίκαιος ἔξεστι κἀνταῦθα τῷ Ἰὼβ καυχήσασθαι, καὶ εἰπεῖν· ∆ίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα, καὶ συνέτριψα μύλας ὀδόντων· οὐκ ἀδικήσει οὐδένα ὁ δίκαιος, ὁ δὲ Ἰὼβ καὶ ἐπαρᾶται ἑαυτῷ, Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός. Ἐπειδὴ τοίνυν ὁ Ἰὼβ ἅπαν μόριον ἀρετῆς μεθ' ὑπερβολῆς ἠκριβώσατο, διὰ τοῦτο ἄμεμπτός τε καὶ δίκαιος ὀνομάζεται. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος ἦν, οὐ μέρος ἀρετῆς ἐν αὑτῷ ἔχων, ἀλλὰ πᾶσαν ἀρετὴν ἀνθρωπίνην ὁλόκληρον καὶ καθολικὴν, οὐκ ἀπὸ τούτου μὲν ἀπεχόμενος τοῦ πονηροῦ, ἑτέρου δὲ ἀντεχόμενος· οὕτω καὶ ἡμεῖς δίκαιον στάθμιον τοῦτο λέγομεν, τὸ πανταχοῦ ἴσον, οὐκ ἐὰν χρυσὸν μὲν ἐξ ἴσης ἱστᾷν δύνηται, μόλυβδον δὲ ἐναντίως· ἀλλὰ τὸ ἐν πάσαις ὕλαις τὴν ἰσότητα παρεχόμενον, καὶ μέτρον πάλιν πανταχοῦ ἴσον. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος πανταχοῦ ἴσος ὤν· οὐδὲ γὰρ ἐπὶ χρήμασι τὴν ἰσότητα ταύτην ἐφύλαττε μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οὐδαμοῦ τὸ μέτρον ὑπερβαίνων· οὐδὲ γὰρ ἔχοι τις ἂν εἰπεῖν ὅτι ἐν χρήμασι μὲν τὴν ἰσονομίαν ἔστεργεν, ἐν δὲ τῇ πρὸς τοὺς πλησίον ὁμιλίᾳ τὸ μέτρον ὑπερέβαινεν, ἀλλὰ ζῶν τις καὶ ὑπεροπτικὸς ὢν, ἀλλὰ καὶ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας ἔφυγε λέγων· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντος ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με, ἢ οὐχ ὡς ἐγὼ ἐγενόμην, καὶ αὐτοὶ ἐγένοντο; Ἄρα καὶ τοῦτο ἀδικία μεγίστη τὸν ἀλαζόνα εἶναι καὶ ὑπερήφανον· ὥσπερ γὰρ πλεονέκτην, τὰ τῶν ἄλλων βουλόμενον λαβεῖν καλοῦμεν, καὶ τοῖς οἰκείοις οὐκ ἀρκούμενον, οὕτω καὶ ἀλαζονικὸν λέγομεν, ὅταν πλέον ἀπαιτεῖ τῶν ὀφειλομένων ἀνθρώπῳ, παρὰ τοῦ πλησίον, ὅταν τις ἑαυτὸν μὲν ἐν πάσῃ καθιστᾷ τιμῇ, ἕτερον δὲ ἀτιμάσαι θέλῃ, τοῦτο δὲ οὐδαμόθεν ἄλλοθεν γίνεται ἢ ἐξ ἀδικίας· ὅτι γὰρ ἀδικία τοῦτο, μίαν οὐσίαν ἁπάντων ὁ Θεὸς ἐποίησεν, πάντα κοινὰ καὶ ἴσα δέδωκε πρὸς τὸν πλησίον· πῶς οὖν αὐτὸν ἐκβάλλεις καὶ ἀποστερεῖς τῆς τιμῆς, ἧς ἔδωκεν ὁ Θεός· οὐκ ἀφεὶς εἶναι κοινωνὸν, ἀλλὰ τὸ πᾶν σὸν ποιῶν, οὐκ ἐν χρήμασιν, ἀλλ' ἐν δόξῃ ποιῶν αὐτὸνπένητα; Μίαν οὐσίαν ἀμφοτέροις ὁ Θεὸς ἐχαρίσατο καὶ τὴν τῆς οὐσίας προεδρίαν· τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον, κοινὸν τοῦ γένους παντός· πῶς οὖν αὐτὸν τῆς πατρῴας ἐκβάλλεις οὐσίας, εἰς ἐσχάτην εὐτέλειαν κατάγων, καὶ τὸ κοινὸν ἰδιοποιούμενος; Ἀλλ' οὐχ ὁ μακάριος Ἰὼβ τοιοῦτος, διὸ καὶ ἔλεγεν· Οὐκ ἐφαύλισα κρῖμα θεράποντος ἢ θεραπαίνης· διὰ τοῦτο καὶ ὁ συγγραφεὺς δίκαιον αὐτὸν λέγων, παρίστησιν, οὐ τὴν μερικὴν δικαιοσύνην, τὴν ἐν συναλλάγμασι καὶ δίκαις, ἀλλὰ τὴν καθόλου ἀρετὴν ἔχοντα, κατ' ἐκεῖνον περὶ οὗ γέγραπται, Τῷ δικαίῳ νόμος οὐ κεῖται. Ἐπάγει δὲ ὅτι καὶ θεοσεβὴς, ἵνα δείξῃ ὅτι καὶ τὰ πρὸς ἀνθρώπους, καὶ τὰ πρὸς Θεὸν τέλειος ἦν· ἡ μὲν γὰρ δικαιοσύνη πρὸς ἀνθρώπους, ἡ δὲ θεοσέβεια πρὸς Θεόν. Ὅρα δὲ, ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταὶ, καὶ συγκροτοῦσιν ἀλλήλας· βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ ἡ τοῦ Θεοῦ γνῶσις, τοῦ βίου γίνεται φυλακή. Ὅθεν καὶ ὁ Ἰὼβ, ἐπειδὴ δίκαιος, διὰ τοῦτο καὶ θεοσεβής· καὶ ἐπειδὴ πρὸ ὀφθαλμῶν ἀεὶ τὸν Θεὸν εἶχε, διὰ τοῦτο καὶ τὸ δίκαιον δικαίως ἐδίωκε, δι' αὐτὸ τὸ καλὸν, καὶ οὐ δι' ἕτερόν τι· οὐκ ἔστι δὲ δίκαιον γενέσθαι μὴ πρότερον γενόμενον ἄμεμπτον. ∆ιὰ ταῦτα προηγεῖται μὲν ὁ ἀληθινὸς ἄνθρωπος, ὁ μὴ πλάσμα καὶ σκηνὴν τῆς εὐλαβείας περικείμενος, ἀλλ' ἀληθείᾳ καὶ πράγματι τὴν ἀρετὴν μετερχόμενος, καὶ κατ' αὐτὴν μορφαζόμενος· ἕπεται δὲ τούτῳ, ὁ ἄμεμπτος· ὁ γὰρ γνήσιος ἐργάτης τῆς ἀρετῆς, καὶ ἀπὸ τῶν μικρῶν δοκούντων φυλάττεται· ἐκείνῳ δὲ πάλιν ἀκολουθεῖ ὁ παρωνύμως ἀπὸ τῆς τελείας δικαιοσύνης ὀνομαζόμενος δίκαιος, ὁ κατὰ πᾶν εἶδος ἀρετῆς ἀπηρτισμένος· εἶτα ὁ θεοσεβὴς μετὰ τούτους λαμπρότερος ἐπεισέρχεται, ἔργοις ὁμοῦ ἀγαθοῖς καὶ δόγμασιν ὀρθοῖς διαπρέπων· τούτοις ἐπάγεται τὸ, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὃ καὶ αὐτὸ οὐδεμίαν ὑπερβολὴν καταλείπει· οὐ γὰρ εἴρηται, ὅτι τοῦδε μὲν τοῦ φαύλου ἀπείχετο, τοῦ δὲ οὒ, ἢ πολλῶν μὲν ἐκράτει, ὑπὸ ὀλίγων δὲ ἐκρατεῖτο, ἀλλ' οὐδεμιᾶς πονηρίας θιγγάνειν ἤθελε. Οὐκ ἀρκεῖ μέντοι μόνον ἡ ἀποχὴ τῶν κακῶν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὴν ἐργασίαν τῶν ἀγαθῶν· καὶ γὰρ ἡ ἀργία τῆς ἀρετῆς, κόλασιν οἶδε προξενεῖν, οὐχ ἡ ἐργασία τῆς πονηρίας μόνον. Ἐπεὶ κἀκεῖνοι, οἱ πεινῶντα μὴ θρέψαντες, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἰργάσαντο, διὰ τοῦτο τῇ ἀθανάτῳ παραδίδονται κολάσει. Ὅθεν μανθάνομεν ὅτι οὐ τὸ ἀπέχεσθαι κακῶν, ἀρχὴ σωτηρίας ἡμῖν, ἐὰν μὴ προσῇ καὶ τῶν ἀγαθῶν ἡ κτῆσις, καὶ τῆς ἀρετῆς ἡ ἐργασία. Σὺ δέ μοι θέα πῶς ἐν ὀλίγῳ τὸν ἔπαινον τοῦ ἀνδρὸς, ὁ τοῦ θείου Πνεύματος συνήγαγε νόμος, ἀληθινὸν μὲν εἰπὼν τὸν Ἰὼβ κατὰ τὴν δημιουργίαν, ὥσπερ πατρίδα ταύτην καὶ προγόνους ἀπογραφόμενος, ἄμεμπτον δὲ κατὰ τὴν πρᾶξιν, δίκαιον κατὰ τὴν εὐνομίαν, καὶ τὴν τῶν ὄντων αὐτῷ κοινωνίαν, καὶ ἔτι κατὰ τὸ ὀρθὰς τὰς ψήφους ἐπὶ τοῖς κρινομένοις ἐκφέρειν, καὶ τὸ κῦρος πάντων, θεοσεβῆ κατὰ τὴν πίστιν, καὶ τὸ πρὸς τὰ εἴδωλα μῖσος, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος κατὰ τὴν τῶν πονηρῶν θερμοτάτην ἀπέχθειαν. Καὶ ἵνα συνελὼν εἴπω, οὐδὲν, φησὶ, πώποτε μέμψεως ἄξιον διεπράξατο, ἀλλὰ καὶ τὰ πρὸς ἀνθρώπους ἐφύλαττε δίκαια, καὶ τὰ περὶ τὴν θρησκείαν μετῄει καθαρῶς, πάντα κατὰ Θεὸν πράττων, καὶ γνησίως εὐσεβῶν τὸ Θεῖον. «Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς.» Πρῶτον εἶπε τὴν ἀρετὴν, καὶ τότε τὰ παρὰ Θεοῦ δεδομένα. Ἐξ ἀρετῆς γὰρ πάλαι ταῦτα ἐγένετο, εὐπαιδία, λέγω, καὶ πολυπαιδία· Οὐκ ἔσται γὰρ ἐν σοὶ, φησὶν, ἄγονος, οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου. Ὁ δὲ Ἀβραὰμ διὰ τοῦτο ἄγονος ἦν, ἵνα μάθῃς ὅτι οὐ ταῦτα ὄντως ἀρετῆς ἔπαθλα, ἀλλ' ἕτερα· διὰ δὲ τοῦτο ταῦτα ὑπέσχετο συγκαταβαίνων. Συνάγομεν δὲ, ὅτι οὐδὲν ὁ γάμος ἐμπόδιον πρὸς ἀρετήν· ἦ γὰρ ἂν καὶ τῷ Ἰὼβ ἐγένετο κώλυμα. Ἀλλὰ μὴν ὁ δεσμὸς οὗτος, τὸν δίκαιον τρέχειν ὀρθῶς οὐκ ἐκώλυσεν, ὥστε καὶ τοῦτο μάτην τινὲς προφασίζονται. «Καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς.» Ὅρα λοιπὸν πλοῦτον ἔχοντα τὸν ἀγροικότερον· οὐ γὰρ δανείσματα καὶ τόκους κατέλεξεν, οὐδὲ χρυσορόφους οἰκίας· ὅθεν οὐδὲν ἄπορον ἦν, ὥστε καὶ εὐποιεῖν δύνασθαι· ἀλλὰ καὶ πρόβατα, καὶ βόας, καὶ τὰ ἐξ ὡρῶν καὶ γεωργίας, ἐξ ὧν τοῖς δεομένοις ἐπήρκει. Ὅπερ γὰρ ἔφην, οὐκ ἐκ τιμίας ὕλης μεγαλαυχούμενον, ἀλλὰ τοῖς τῇ χρείᾳ συμμετρουμένοις ἀρκούμενον, τοῦτον ἡμῖν ἡ Γραφὴ τὸν βασιλέα παρίστησιν. Οὐχ ἵππων μέμνηται, καὶ ἁρμάτων χρυσοκολλήτων, ἢ ἀργυρίου καὶ χρυσίου θησαυρῶν, καὶ λίθων τιμίων, καὶ ἑτέρων τῶν τὴν φιλόπλουτον νόσον ἀναφλεγόντων, ἀλλὰ τῶν ἥκιστα τὴν χρείαν ἐκβαινόντων. Παῖδας γὰρ ἔχων, τοῖς χρήμασιν ἔμεινεν ἄτρωτος, εὐπορίαν τιθέμενος καὶ περιουσίαν, τῆς ἐπιθυμίας τὴν ἔνδειαν, καὶ φιλοτιμίαν, τὸ μὴ δεδουλῶσθαι τοῖς πάθεσιν. Ἐπειδὴ δὲ ὠβέλισται, τὸ, καὶ ὑπηρεσία πολλὴ σφόδρα, χρὴ εἰδέναι, ὅτι ὅσα ὠβέλισται, ἐν τῷ Ἑβραϊκῷ οὐ κεῖται, ὑπὸ δὲ τῶν Ἑβδομήκοντα μόνον πρὸς σαφήνειαν ἐτέθη. Τό γε μὴν τῇ τῶν ζώων ἐν διαφόρῳ γένει καταγραφῇ, πνευματικὴν θεωρίαν ἐπάγειν, ὀνειροκριτικὸν ἅμα καὶ περιττόν. «Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς, τῶν ἀφ' ἡλίου ἀνατολῶν.» Ὁ μέντοι Σύμμαχος, μέγιστος πάντων τῶν ἀνατολικῶν, ἐκδέδωκε. Πάντων, φησὶ, λαμπρότερος ἦν καὶ περιφανέστερος, καὶ προγόνους εἶχεν ἀριθμεῖν ἐπισήμους καὶ λαμπροὺς, ἀλλ' οὐδὲν τούτων ἐπῆρεν αὐτὸν εἰς ὑπερηφανίαν. «Συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν, ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν.» Σύμφωνον δὲ ἔχοντες τὴν ἀρετὴν, καὶ ἐν τοῖς αἰσθητοῖς ἦσαν ἀστασίαστοι, πρὸς ἀλλήλους πορευόμενοι, καὶ οὐ πόῤῥω, οὐδὲ πρὸς ἄλλους ἐπιμιξίας ποιούμενοι· ἐποιοῦντο δὲ καὶ τὰς ἀδελφὰς, τοῦ σώφρονος μάρτυρας· οὐ γὰρ ἀλλοτρίας τινὰς ἐπὶ τὰς φιλοτησίας καὶ τὰ δεῖπνα ἐκάλουν, ἀλλὰ τὰς ἀδελφὰς συμπαρελάμβανον, ὅπερ σημεῖον ἐναργὲς σωφροσύνης καὶ κοσμιότητος. Ἀλλὰ τὴν τούτων ὁμόνοιαν καὶ συνουσίαν, εἰς τὴν ἀθρόαν κατ' αὐτῶν ἐπιβουλὴν, εὗρεν ὁ διάβολος, τοῦ πάντας ἅμα καταβαλεῖν ἐν τῷ οἴκῳ τοῦ ἀδελφοῦ τοῦ πρεσβυτέρου. «Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστειλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς, ἀνιστάμενος τὸ πρωΐ.» Ὁρᾷς καθαρισμὸν οὐχὶ Μωσαϊκὸν, ἀλλ' ἀποστολικὸν, τὴν διάνοιαν αὐτοῖς, ἀλλ' οὐ τὸ σῶμα, ταῖς εὐχαῖς ἀποσμήχοντα. Τινὲς δέ φασιν, ὅτι καὶ οἱ ἱερεῖς τὸ παλαιὸν ἦσαν, ὥσπερ ὁ Μελχισεδὲκ, ἀχειροτόνητοι· τοῦτο οὖν δηλοῖ τὸ, ἀπέστειλεν. «Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν.» Ὁ μὲν Θεὸς ἀόρατος πάσῃ γενητῇ κτίσει, ἄποσος, ἀμεγέθης, πανταχοῦ παρὼν, καὶ τοῖς πᾶσιν ἐφιστάμενος, τὰ πάντα περιλαμβάνων, καὶ οὐκ ἔστι τόπος ἔξω τῆς αὐτοῦ δεσποτείας, πάρεστιν ἑκάστῳ, καθὸ προσήκει· τοῖς μὲν γὰρ ἁγίοις ἀγγέλοις, ὡς ἁγίοις, ἀποῤῥήτους φωνὰς ἐπιταγμάτων ἐπιπέμπων, τῷ πονηρῷ δὲ, ὡς πονηρῷ, συγχωρήσεις πειραστικὰς ἀνθρώπων ἐφιείς· οὐ γὰρ δύναταί τινα πράττειν ὁ διάβολος, εἰ μὴ ὅσα συγχωρεῖται παρὰ Θεοῦ. Καὶ οὐχ ἵσταται μὲν εἰς τοὺς ὑπερουρανίους τόπους, μὴ γένοιτο· ἐκεῖθεν γὰρ ἐξεκυλίσθη· Πῶς γὰρ, φησὶν, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; Λέγεται δὲ παρίστασθαι μετὰ τῶν ἀγγέλων, ὡς καὶ αὐτὸς ἐν τοῖς τόποις τῆς δεσποτείας τοῦ Θεοῦ τυγχάνων, καὶ ἀναμένων ἐπιτραπῆναι, ἢ συγχωρηθῆναι τοὺς κατὰ τῶν ἀνθρώπων ποιεῖσθαι πειρασμούς· οὐ λειτουργίαν τινὰ ταύτην ἐκπληρῶν τῷ Θεῷ, ἀλλ' ἐπειδήπερ ὑπὲρ τῆς παρατροπῆς καὶ τῆς κακίας εἰς τοῦτο κατηνέχθη, καὶ μέμηνε καθ' ἡμῶν. Συγχωρεῖται ὑπὸ τοῦ τὰ ἡμέτερα καλῶς διοικοῦντος, πρὸς ἃ φέρειν δυνάμεθα, τοὺς πειρασμοὺς ἡμῖν ἐπάγειν· ταῦτα οὖν αὐτὰ διατυπώσασα ἡ Γραφὴ, διὰ τὴν ἡμετέραν νόησιν κατὰ σχηματισμὸν τὸν λόγον προήγαγε. Τὸ δὲ, Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, ἀντὶ τοῦ, ἧκέ τις ἡμέρα, ἐν ᾗ τὸ θέατρον ἠνοίχθη, καὶ ὁ ἀθλητὴς κατέβη πρὸς τὰ παλαίσματα. Ἐπειδὴ δὲ οἱ ἅγιοι ἄγγελοι κήδονται ἡμῶν, καὶ περιέπουσιν· ὁ δὲ διάβολος ἀντιπράττει τῇ ἡμετέρᾳ σωτηρίᾳ, καὶ περὶ τὸ αὐτὸ πρᾶγμα, τουτέστι τὸν ἄνθρωπον, ἀντιφέρονται ἀλλήλοις· ὁμοῦ παρεστάναι λέγονται, τοῦ Θεοῦ τὰ πραττόμενα ἐφορῶντος· νικῶμεν δὲ ἡμεῖς, ἢ ἡττώμεθα, οὐ παρὰ [τὴν] τῶν ἀντιπραττόντων δύναμιν, ἢ τὴν τῶν συμμαχούντων ἀδυναμίαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν. Ἑκατέρων γὰρ εἰς ἑαυτοὺς προτρεπόντων, τῶν μὲν ἁγίων ἀγγέλων εἰς τὰ ἀγαθὰ, τῶν δὲ ἀλιτηρίων δαιμόνων εἰς τὰ φαῦλα, ἡ ἡμετέρα προαίρεσις τῷ αὐτεξουσίῳ τετιμημένη, εἰς ὃ ἂν θελήσῃ μέρος προχωρεῖ. Οὔτε γὰρ Θεὸς βιάζεται, τιμήσας ἡμᾶς τῷ αὐτεξουσίῳ, οὔτε διάβολος ἀναγκαστικήν τινα δύναμιν κέκτηται καθ' ἡμῶν, ἀλλὰ κατὰ προαίρεσιν εἴτε κατορθοῦμεν, ἢ ἁμαρτάνομεν, ἀγγέλοις, ἢ δαίμοσι προσκλινόμενοι. «Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, Πόθεν παραγέγονας;» Τί δὲ ἄρα σὺν τῇ ἀγγελικῇ λειτουργίᾳ παρίσταται καὶ ὁ διάβολος, καὶ ἐν μέσῳ τῶν ἁγίων πνευμάτων, τὸ ἀκάθαρτον παῤῥησιάζεται; Οὔτε οἱ ἄγγελοι τῷ Θεῷ σωματικῶς παρέστησαν, οὔτε ὁ Σατανᾶς· ἀλλὰ πᾶσα ὑπουργία, παράστασις λέγεται· ὡς κτίσμα οὖν Θεοῦ, καὶ ὁ διάβολος κελεύεται ποιεῖν τὰ καθήκοντα· εἰ γὰρ καὶ ἀφηνίασε τῇ προθέσει, ἀλλ' ὑπὸ τὸν ζυγὸν κεῖται τῆς δουλείας, καὶ κελεύεται ὡς δήμιος πρᾶξαι τὰ προσταττόμενα. Καὶ ὥσπερ οἱ παρ' ἡμῖν ἄρχοντες, ὅταν μέν τινα μετὰ τιμῆς καλῶσι, τοὺς ἐντίμους ἀποστέλλουσιν, ὅταν δὲ μετὰ ἀτιμίας ἕλκωσιν, ὠμούς τινας στρατιώτας πέμπουσιν· οὕτω καὶ ὁ Θεὸς, τοῖς μὲν ἁγίοις ἀποστέλλει διακόνους ἀγγέλους εἰς σωτηρίαν, ὅταν δὲ τιμωρήσασθαι βούλεται, ταῖς κακοποιοῖς ἐπιτρέπει δυνάμεσιν. Ὅθεν καὶ Παῦλος τὸν ἐν Κορίνθῳ παρανομήσαντα, τῷ Σατανᾷ Παραδίδωσιν εἰς ὄλεθρον τῆς σαρκὸς, καὶ ἄλλους πάλιν, ἵνα μὴ βλασφημῶσιν. «Καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ εἶπε· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι.» ∆ιὰ τοῦ κατ' ἐρώτησιν καὶ ἀπόκρισιν προαγαγέσθαι τὸν λόγον, μᾶλλον διέγραψε τὴν ἀλήθειαν ἡ Γραφὴ, καὶ πᾶσαν ἐκκόπτει τῶν ἀναισχύντων τὴν πρόφασιν. Ἃ γὰρ λέγει πρὸς τὸν Θεὸν εἰρηκέναι τὸν διάβολον, οὐκ εἶπε μὲν, ἐνεθυμήθη δέ· οὐ γὰρ αὐτῷ μετέστη παῤῥησίας ταύτης. Ἐκ δὲ τοῦ λέγειν, ὅτι πανταχοῦπερίεισι, πρῶτα μὲν ἑαυτοῦ κατήγορος γίνεται, ὡς οὐκ ἔτι βεβαίαν ἔχει τὴν ἔνστασιν, ἀλλ' ἀστάτως πανταχοῦ περιφέρεται, τὴν κατὰ πάντων ἀνθρώπων ἀναδεξάμενος μάχην. Ἔπειτα μανθάνομεν, ὅτι καὶ δαιμόνων καὶ ἀγγέλων ἡ οἰκουμένη πεπλήρωται, καὶ ὅτι ἑκάτεροι ὑπὸ τὴν ἐξουσίαν εἰσὶ τοῦ Θεοῦ, καὶ ὅτι ἄγγελοι μὲν παραγίνονται πρὸς τὸν Θεὸν ἐπίταγμα δεχόμενοι· διάβολος δὲ οὐδὲν δυνήσεται ποιῆσαι τῶν καθ' ἡδονὴν αὐτῷ, μὴ συγχώρησιν ἄνωθεν λαβών. Εἰ γὰρ καὶ ἀφηνίασε, καὶ ἔξω τοῦ θεραπεύειν ἐστὶ τὸν Θεὸν, ἀλλ' ὅμως ὁ φόβος ἔγκειται καθάπερ χαλινὸς, καὶ οὐ συγχωρεῖται τῇ ἐξουσίᾳ χρήσασθαι τῇ ἑαυτοῦ. Ἀλλ' ὅρα, ἐκεῖνοι μὲν παραγίνονται καθάπερ οἰκέται, ἀναφέροντες τὰ πραττόμενα· οὗτος δὲ οὐδὲν ἔχει εἰπεῖν. Ὁ οὐρανὸς τοίνυν ἄβατος τῷ πονηρῷ δαίμονι τούτῳ, καὶ οὐδὲ κατὰ ταυτὸν πανταχοῦ πάρεστιν, ἀλλ' ἐκ περιόδου Τὴν ὑπ' οὐρανὸν δὲ, φησὶν, ἵνα αἰνίξηται καὶ τὴν ἔρημον, καὶ εἴ τι ὑπόκειται τῷ οὐρανῷ, καὶ τὸν ἀέριον τόπον· περινοστεῖ δὲ καὶ τὴν ἀοίκητον, κατά τινα ἴσως οἰκονομίαν Θεοῦ, ὡς ἂν μὴ διαπαντὸς ἐνοχλοίη ἡμῶν τῷ γένει. «Καὶ εἶπεν αὐτῷ ὁ Κύριος, Προσέσχες τῇ διανοίᾳ σου, κατὰ τοῦ θεράποντός μου Ἰώβ;» Ἐκ τούτου μανθάνομεν, ὅτι ἐβούλετο μὲν ὁ Θεὸς τὸν Ἰὼβ πειρασθῆναι, καθάπερ τις ἀθλητὴν ἔχων γενναῖον· διὰ γὰρ τοῦτο ἐρωτᾷ τὸν διάβολον, ἵνα αὐτῷ δῷ ἀφορμὴν τῆς πάλης, οὐκ ἤθελε δὲ αὐτὸς παρασχεῖν τὴν ἀφορμὴν, ἵνα μὴ δόξῃ φιλότιμός τις εἶναι. Ὅρα δὲ, πῶς κατὰ μικρὸν ὁ τῆς διαλέξεως τρόπος ἐλέγχεται· οὐκέτι γὰρ δεικνύει ῥημάτων αὐτὸν ἀπαγγελίαν ποιούμενον, ἀλλ' ὅτι Προσέσχες τῇ διανοίᾳ σου; ἢν ὡς φωνὴν ἐκδέδωκεν ἡ ἱστορία. Γνῶναι τοίνυν ὁ Θεὸς συνεχώρησε τὸν διάβολον καὶ δίχα φωνῆς, ὅτι οὐκ ἔλαθεν αὐτὸν ἡ πονηρὰ βουλή τε καὶ πρᾶξις, καὶ οἱονεὶ φθέγγεται πρὸς αὐτὸν, Πόθεν παραγέγονας; οὐ μαθεῖν βουλόμενος τὴν τοῦ πονηροῦ διατριβὴν (πῶς γὰρ, ὁ παρεστῶσαν ἔχων πάντων τὴν γνῶσιν;), ἀλλ' εἴωθεν ὡς τὰ πολλὰ ἐν ἐρωτήσεως σχήματι ἠθοποιεῖν τὰ λεγόμενα, καθάπερ καὶ ἐν Εὐαγγελίοις τοῖς περὶ τὸν Κλεόπαν προσάγει τὰς πεύσεις ὁ Κύριος, Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους; Καὶ τίς ἂν θαῤῥήσῃ εἰπεῖν, Τὸν πλάσαντα καταμόνας τὰς καρδίας ἡμῶν, δεῖσθαι τῆς ἐρωτήσεως; Τοιοῦτον καὶ τὸ, Πόσους ἄρτους ἔχετε; καὶ ἑτέρωθι πιστούμενος αὐτοῦ τὴν ἀνάστασιν, ἔλεγεν, Ἔχετέ τι βρώσιμον ἐνθάδε; καὶ περὶ Λαζάρου διεπυνθάνετο, Ποῦ τεθείκατε αὐτόν; ὁ τὴν ἀκοὴν προφθάσας, καὶ τὴν αὐτοῦ τελευτὴν προειπών. Τὸν αὐτὸν οὖν τρόπον κἀνταῦθα, τῷ διαβόλῳ λέγων, Πόθεν παραγέγονας; καὶ, Προσέσχες τῷ θεράποντί μου; οὐκ ἀγνοίας προΐσχεται ῥήματα, οὐδὲ διδαχθῆναι βούλεται τοῦ δυσμενοῦς τὴν δίαιταν, ἀλλὰ αὐτὸν ἐκεῖνον τῆς οἰκείας ὠμότητος δεικνύει κατήγορον. Αὐτὴ γὰρ ἑαυτὴν ἡ κακία πέφυκε τιτρώσκειν. «Ἄνθρωπος ἄμεμπτος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.» Τί βλάβης ἀνθρώπων καταφρονούντων καὶ τῆς οἰκουμένης ἁπάσης, ὅταν ὁ τῶν ἀγγέλων δεσπότης ἐπαινεῖ καὶ ἀνακηρύττει; Ὥσπερ οὖν μὴ εὐλογοῦντος αὐτοῦ, κἂν ἅπαντες ἐπαινῶσιν οἱ γῆν καὶ θάλασσαν οἰκοῦντες, οὐδὲν ὄφελος. Τοῦτο τοίνυν πανταχοῦ σκοπῶμεν, ὅπως ἂν αὐτὸς ἡμᾶς ἀνακηρύξῃ· κἂν τοῦτο ᾖ, πάντων ἐσμὲν ὑψηλότεροι, κἂν ἐν πενίᾳ, καὶ ἐν νόσῳ, κἂν ἐν τοῖς αἰσθητοῖς ὦμεν κακοῖς. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ ἐν κοπρίᾳ καθήμενος, καὶ τῷ ἰχῶρι τῶν τραυμάτων κεκυκλωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, παρὰ οἰκετῶν ἐμπτυόμενος, παρὰ φίλων, παρὰ ἐχθρῶν, παρὰ γυναικὸς ἐπιβουλευόμενος, εἰς πενίαν, εἰς λιμὸν, εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριώτερος ἦν. Πῶς; Ἐπειδὴ αὐτὸν ὁ Θεὸς εὐλόγει, λέγων, Ἄνθρωπος δίκαιος, ἄμεμπτος, ἀληθινὸς, θεοσεβής. Πῶς γὰρ οὐχ ὑπερβάλλων ἅπαντας τοὺς ἐπὶ γῆς ἐτύγχανε, τοῦ Θεοῦ τῶν ὅλων αὐτῷ μαρτυροῦντος, ἐν τῷ λέγειν, ἄμεμπτος, ἄνθρωπος ἀληθινὸς, ἀσύγκριτόν τινα τὴν ἀρετὴν ἔχων, τά τε πρὸς ἀνθρώπους δίκαια φυλάττων ἀμέμπτως, τήν τε πρὸς τὸν Θεὸν εὐσέβειαν ἀκριβῶς μετιών; Καὶ ὅτι τὰ κατ' αὐτὸν σκοπῶν ὁ διάβολος, οὐ μικρὸν τὸ περὶ αὐτοῦ ἐκέκτητο θαῦμα. Τί δὲ δήποτε τῶν ἐγκωμίων ἐνταῦθα τὴν τάξιν ἀμείβει; Ἴσως μὲν ἀδιαφόρως τοῦτο ποιεῖ, τάχα δὲ, καὶ κατὰ τὴν φύσιν τῶν πραγμάτων καὶ τὴν ἁρμονίαν, τὸν ἔπαινον διατίθησι. Πρῶτον μὲν γὰρ, ἀληθινὸς πᾶς ἄνθρωπος, κατὰ τὸν τῆς δημιουργίας λόγον· εἶθ' οὕτως ἄμεμπτος, κατὰ τὸν τῆς πολιτείας τρόπον· ἐνταῦθα δὲ, διὰ τὴν πρὸς τὸν διάβολον μάχην, τὸ ἄμεμπτον, τοῦ ἀληθινοῦ προτάσσει. Ἀρετὴ γὰρ οἶδε πολεμεῖν τῇ κακίᾳ, καὶ τὸ δίκαιον τοῦ τρόπου, βέλος ὀξύτατον γίνεται τῷ βασκάνῳ. Εἶθ' οὕτω καὶ τὸ ἀληθινὸν ἐπισυνάπτει τῷ ἀμέμπτῳ, ἵνα καὶ τὴν φύσιν συνομολογοῦσαν δείξῃ τῷ τρόπῳ, καὶ προαίρεσιν κοσμοῦσαν τῆς φύσεως τὴν εὐγένειαν. «Καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.» Ὁρᾷς τὸν πλοῦτον παρὰ τοῦ Θεοῦ δεδομένον, ὁρᾷς ὅτι οὐκ ἐξ ἀδικίας· Σὺ γὰρ, φησὶν, περιέφραξας, σὺ εὐλόγησας, σὺ πολλὰ τὰ αὐτοῦ ἐποίησας. Πόσα ἔδει καμεῖν τὸν Ἰὼβ, ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἐξ ἀδικίας ἦν ὁ πλοῦτος; Ἰδοὺ ὁ διάβολος αὐτῷ τοῦτο ἐμαρτύρησε, κἂν οὐκ οἶδεν. «Ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.» Τοῦτο γάρ ἐστι, τὸ, εἰς πρόσωπον, φανερῶς, ἀναισχύντως, οὐχ ὑποστελλόμενος. «Τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Ἰδοὺ πάντα ὅσα ἔχει δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ.» Οὕτω γὰρ, φησὶ, θαῤῥῶ τῷ ἐμῷ ἀθλητῇ, ὅτι σὺ εἶπας, Ἀπόστειλον τὴν χεῖρά σου· ἐγὼ δὲ λέγω, ὅτι Ἐν τῇ χειρί σου δίδωμι πάντα ὅσα ἐστὶν αὐτῷ· τῇ χειρί σου, τῇ μιαρᾷ, τῇ ἀκορέστῳ· τί φής; τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν, ἑτέρας βασάνου; Ἵν' ἐπιστομισθῇ, φησὶν, ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα, καὶ ὑπομονῆς, καὶ θλίψεως φάρμακα καταλίπωμεν. «Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη.» Ἵνα τοίνυν ὁ συγγραφεὺς δείξῃ τὸ ὀξὺ τῆς ἐπι βουλῆς τοῦτό φησιν· οὔπω γὰρ μεσούσης ἡμέρας ἤρξατο τοῦ πολέμου. «Καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ, καὶ εἶπεν αὐτῷ.» Φόνος τῇ ἀπωλείᾳ ἀναμέμικται, ὅπερ φορτικοὺς ποιεῖ τοὺς πολεμίους φαίνεσθαι· πολλὴ ἡ ὠμότης, καὶ ἡ ἀπανθρωπία, διπλῆ ἡ συμφορὰ, φόνος, καὶ αἰχμαλωσία· καὶ ἡ σωτηρία τοῦ περιλειφθέντος, προσθήκη τῶν κακῶν. Εἶδες πόση ταχύτης τῆς πληγῆς, καινὴ καὶ ξένη ἡ συμφορά· ὁ ἐν τοσαύτῃ ἀφθονίᾳ, καὶ μηδέποτε πεῖραν λαβὼν τοιούτου τινὸς, ἐξαίφνης γέγονεν ἐν ἀφαιρέσει τῶν ὄντων πάντων· οὐ γὰρ, τὰ μὲν ἀφηρέθη, τὰ δὲ ὑπελείφθη, πρὸς παραμυθίαν τινὰ τῶν ἀπολλυμένων, ἀλλ' αὐτοὺς ὑπολείπεται μόνος, ὁ τὴν τραγῳδίαν ἀπαγγέλλων. «Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε πρὸς Ἰὼβ, Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως, καὶ σωθεὶς ἐγὼ μόνος, ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.» Μετεμελήθη ὁ πονηρὸς, ὅτι κακῶς τὰ πρῶτα ἀπήγγειλε. Κακῶς, φησὶν, ἐτόξευσα, οὐ κατὰ σκοποῦ ἔβαλον, περιεπλανήθη ἡ ἄτροπος. Εἶπον, ὅτι οἱ ἄνθρωποι τὰ ζεύγη καὶ τὰς ὄνους ᾐχμαλώτευσαν, δύναται λογίσασθαι ὁ Ἰὼβ, Ἄνθρωποί με ἠδίκησαν, τί τοῦτο πρὸς τὸν Θεόν; τὴν τῶν ἀνθρώπων ἀδικίαν Θεῷ ἐπιγράψω; ἄλλοι οἱ ἀδικήσαντες, καὶ ἕτερος ἔσται ὁ βλασφημούμενος; Ἵνα οὖν μεταγάγῃ αὐτοῦ τὴν διάνοιαν ἀπὸ τῶν ἀνθρώπων εἰς Θεὸν, φησί· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἀκύλας δὲ καὶ Θεοδοτίων, πῦρ, εἶπον, Θεοῦ. Μὴ δύνῃ εἰπεῖν, ὅτι Ἐχθροὶ ἔῤῥιψαν ἄνωθεν, ὕβρισον τὸν ἀδικήσαντα, βλασφήμησον τὸν πολεμήσαντα· διὰ τί λατρεύεις αὐτῷ; διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Μὴ νόμιζε ἀνθρωπίνας εἶναι τὰς πληγὰς, ἀκούσας αἰχμαλωτεύοντας· ἄνωθέν σοι πολεμεῖ, ἐκ τοῦ οὐρανοῦ, ὁ Θεός. Καὶ δῆλον, ὥστε καὶ πῦρ κατελθὸν ἐκ τοῦ οὐρανοῦ, κατέφαγε τὰ πρόβατα. Ὅρα πόση τοῦ διαβόλου ἡ δύναμις, πῶς ἔθνη τοσαῦτα ἐκίνησεν, εἴτε δαίμονας σχηματίσας εἰς πολεμίους, σύ μοι τὴν εὐκολίαν νόησον· μὴ νομίζων πῦρ εἶναι κατ' ἀλήθειαν (οὐ γὰρ δύναται δημιουργεῖν), ἀλλ' οὕτως ἔδειξε καταφλέξαι ἅπαντα· ἢ εἴπερ ἦν κατ' ἀλήθειαν πῦρ, ἐκ τοῦ ὄντος καὶ τοῦτο κεκίνηκε, Θεοῦ ἀφέντος. «Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος ἔρχεται, λέγων τῷ Ἰώβ· Τῶν υἱῶν σου, καὶ τῶν θυγατέρων σου, ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.»
Καὶ ταύτην αὐτοῖς ἐπικατέσειεν, ὥστε μηδὲ πρὸς ταφὴν εὐδιάκριτον εἶναι λοιπὸν ἑκάστου τὸ σῶμα· τὸ δὲ, ἐσθιόντων καὶ πινόντων, προσέθηκεν, ἵνα εἴπῃ, ἐν αὐτῷ τῷ τῆς εὐφροσύνης καιρῷ. Ὡς γὰρ πᾶσαν πεῖραν προσαγαγὼν, καὶ τῶν κτημάτων γυμνώσας, τῆς ἀρετῆς οὐκ ἐγύμνωσε, χωρεῖ λοιπὸν ἐπὶ τὴν φύσιν, ἀποσπᾷ τοὺς κλάδους ἀπὸ τῆς ῥίζης, περιαιρεῖ τὸν καρπὸν, ἵνα λυπήσῃ τὸν γεννήσαντα· καὶ βλέπε τὴν ἀγγελίαν, πῶς μεστή ἐστιν εἰρωνείας, καὶ εἰς γοητείας ῥέπουσα, καὶ κατακλᾶσαι τοῦ γενναίου τὴν ψυχὴν δυναμένη. Ἐπῆλθε, φησὶ, πνεῦμα μέγα ἐκ τῆς ἐρήμου. Καὶ πάλιν, τὸν κριτὴν διαβάλλει· πνεῦμα γὰρ οὐκ ἀνθρώποις ὑπακούει, ἀλλὰ τῷ Θεῷ. Καὶ οὐκ εἶπεν, Ἔπεσεν ἡ οἰκία ἐπὶ τοὺς ἔνδον, ἀλλ' ὅπερ ἠδύνατο πένθος ἐγεῖραι, ἐπὶ τὰ παιδία σου, ἵνα τῶν παίδων ἀκούσας, εἰς οἶκτον ἔλθῃ, καὶ καμφθῇ πρὸς συμπάθειαν, καὶ οἰμώζων ἐρεῖ· Οἴμοι! ἐξαίφνης ἄπαις ὁ πολύπαις γέγονα· βέλτιον ἦν μὴ λαβεῖν, ἢ οὕτω λαβεῖν ἵνα μάθω τίνος ἀπεστερήθην. Ἡ γὰρ παρελθοῦσα εἰρήνη, καὶ γαλήνη, καὶ εὐημερία, τὴν συμφορὰν χαλεπωτέραν ἐργάζεται. Τὸ μέντοι, Ἐσώθην ἐγὼ μόνος, ἐπὶ μὲν τῶν ἄλλων ὅπως δήποτε λόγον εἶχεν, ἐνταῦθα δὲ πλέον ποιεῖ τὸ πάθος, εἴγε τῶν παίδων ἀπελθόντων, οὗτος ἐσώθην μόνος ὁ τὴν ἀγγελίαν κομίζων. Ὅθεν μοι δοκεῖ, αὐτὸς ὁ διάβολος εἶναι ὁ ταῦτα ἀπαγγέλλων, αὐτὸς ὁ πρόξενος τῶν κακῶν, πολυτρόπως παραγενόμενος, καὶ μεμηχανημένως τὰς ἀπαγγελίας ποιούμενος. ∆ιὰ τοῦτο συνεχῶς ἐπιφοιτᾷ, καὶ πονηρῶς διαλέγεται, καὶ τὰ χαλεπώτερα τῶν κινδύνων τίθεται τελευταῖα· ἵνα τοῖς ἥττοσι προσδιαφθείρας τὴν δύναμιν τῆς ψυχῆς, τῶν μειζόνων ἀνύποιστον παρασκευάσῃ τὴν ἔφοδον. Ὅτι δὲ οὐκ ἦν τῶν θεραπόντων εἷς, ὁ τὰς ἀγγελίας φέρων, ἐκεῖθεν δῆλον· πῶς γὰρ ἡ οἰκία, ἡ ἐκ τῶν τεσσάρων γωνιῶν ἁλοῦσα, διέσωζε τὸν ἕνα; πῶς δὲ καὶ καθ' ἑκάστην πληγὴν, εἷς, καὶ μόνος, ἦν ὁ κρείττων εὑρισκόμενος τῶν κινδύνων, καθάπερ εἰς τοῦτο τηρούμενος; ἀλλ' αὐτὸς ἦν, ὁ καὶ ἐνεργῶν, καὶ ἀπαγγέλλων τὰ δυσχερῆ. Οὐδὲ γὰρ εὑρίσκεται πικρότερος ἄλλος, διόπερ οὐδὲ ἑτέρῳ κατεπίστευσε τὴν τῶν τοιούτων πονηρῶν δραμάτων διακονίαν. Ποικίλλει δὲ τὰς πληγὰς ὁ σοφὸς τὴν κακίαν, μηδὲν διανοούμενος μέτριον, ἵν' οὕτως τὰ τῆς ψυχῆς ὀχυρώματα, ταῖς κατὰ μέρος προσβολαῖς κατασείσῃ· καὶ καθάπερ τις μηχανὰς τείχεσι προσάγων, τὸν πολεμούμενον παρακρούεται, κλέπτων πολυτρόποις ἐπιβουλαῖς τὴν ἀσφάλειαν· οὕτως ὁ βάσκανος, κατά τινα τάξιν ἐν ἀταξίᾳ, καὶ ἀσεβείᾳ, τῷ τῆς εὐσεβείας πύργῳ τοὺς κινδύνους ἐπήγαγε. «Οὕτως ἀκούσας Ἰὼβ, ἀναστὰς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ.» Εἰ οὖν διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, μὴ θαυμάσῃς· πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος· καὶ ἔδει, καὶ τὴν τῆς φύσεως δειχθῆναι συμπάθειαν, καὶ τὴν τῆς γνώμης φιλοσοφίαν. Εἰ γὰρ μὴ τοῦτο ἐποίησε, τάχα καὶ ἀναισθησίας ἐνόμισεν ἄν τις εἶναι τὴν φιλοσοφίαν ταύτην· διὰ τοῦτο, καὶ τὰ σπλάγχνα δείκνυσι, καὶ τῆς φιλοσοφίας τὴν ἀκρίβειαν, καὶ ἀλγήσας οὐ περιετράπη. Μὴ νομίσῃς ἧτταν εἶναι τὸ πρᾶγμα· τοῦτο μάλιστα δείκνυσι τὴν νίκην· εἰ γὰρ μὴ τοῦτο ἐποίησεν, εἶπεν ἄν τις, ὅτι ἀναίσθητον αὐτὸν κατεσκεύασεν ὁ Θεὸς ἐν τοῖς πάθεσι. Νῦν δὲ δείκνυσιν, ὅτι καὶ ἀλγῶν φιλοσοφεῖ· ὄντως ἐπὶ τὴν πέτραν ἑαυτοῦ τὴν ψυχὴν ᾠκοδόμησε. Κατέβη ἡ βροχὴ, Πῦρ γὰρ, φησὶν, ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε πάντα τὰ ποίμνια· ἦλθον οἱ ποταμοὶ, οἱ πυκνοὶ, καὶ συνεχεῖς, καὶ ἐπάλληλοι τῶν συμφορῶν ἄγγελοι, ὁ μὲν τῶν αἰπολίων, ὁ δὲ τῶν καμήλων, ὁ δὲ τῶν παίδων λέγων τὴν ἀπώλειαν· ἔπνευσαν οἱ ἄνεμοι, τὰ πικρὰ τῆς γυναικὸς ῥήματα· Εἰπὸν γὰρ, φησὶ, τὶ ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Καὶ οὐκ ἔπεσεν ἡ οἰκία, οὐχ ὑπεσκελίσθη ἡ ψυχὴ, οὐκ ἐβλασφήμησεν ὁ δίκαιος, ἀλλὰ καὶ εὐχαρίστησε, καίτοι διάβολος ἦν ὁ πολεμῶν, ὁ πονηρὸς, ὁ ἄγριος, ὁ μηδέποτε καταλλαττόμενος τῇ τῶν ἀνθρώπων φύσει, ἀλλὰ πόλεμον ἄσπονδον καὶ μάχην ἀκήρυκτον πρὸς τὸ γένος ἡμῶν ἀράμενος· καὶ οὐχ ἁπλῶς ὠργίζετο, ἀλλὰ πάντα ἐκίνει τὰ μηχανήματα, καὶ πᾶσαν προσῆγε μαγγανείαν. Καὶ οὐδὲ οὕτως ἤλεγξε τοῦ δικαίου τὴν ἀνδρείαν, ἀλλὰ κατεγέλασεν αὐτοῦ τῶν βελῶν ὁ γεννάδας, καὶ τὸν ἀφόρητον πόλεμον ἐκεῖνον γενναίως ἤνεγκεν· καὶ ταῦτα οὐκ ἐν τῇ χάριτι, ἀλλὰ πρὸ τῆς Παλαιᾶς ∆ιαθήκης, καὶ πρὸ τῆς χάριτος· καὶ ἔδειξεν, ὅτι οὐχ ἡ τῶν πειρασμῶν φύσις, ἀλλ' ἡ τῶν ῥᾳθυμούντων ὀλιγωρία, τὴν πτῶσιν ποιεῖν εἴωθεν· ὡς τόν γε ἰσχυρὸν, καὶ ἰσχυρότερον ἡ θλίψις ἐργάζεται· Ἡ θλίψις γὰρ, φησὶν, ὑπομονὴν κατεργάζεται. Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων, ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα, καὶ πάντοθεν ῥιπίζουσα, οὐκ ἀνασπᾷ, ἀλλὰ καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει· οὕτω καὶ ψυχὴν παγίαν, καὶ εὐλαβείᾳ συζῶσαν, αἱ τῶν θλίψεων ἐπαγωγαὶ οὐχ ὑποσκελίζουσιν, ἀλλὰ πρὸς πλείονα ὑπομονὴν ἀλείφουσι, καὶ τὴν ἀνθρώπου ἀρετὴν βλάψαι οὐ δύνανται. Τί δέ ἐστιν ἀρετὴ ἀνθρώπου; Οὐ χρήματα, ἵνα πενίαν δείσῃς· οὐδὲ ὑγίεια σώματος, ἵνα φοβηθῇς ἀῤῥωστίαν· οὐδὲ ἡ τῶν πολλῶν ὑπόληψις, ἵνα ὑπείδῃ δόξαν πονηράν· οὐδὲ τὸ ζῇν ἁπλῶς καὶ εἰκῆ, ἵνα μὴ φοβερός σοι γένηται ὁ θάνατος· οὐδὲ ἐλευθερία, ἵνα δουλείαν φύγῃς· ἀλλ' ἡ τῶν ἀληθινῶν δογμάτων ἀκρίβεια, καὶ ἡ κατὰ τὸν βίον ὀρθότης. Ταῦτα οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ· καὶ ταῦτα καὶ ὁ πονηρότατος, καὶ ἄγριος δαίμων οἶδεν ἐκεῖνος. ∆ιὰ γάρ τοι τοῦτο, καὶ τὴν οὐσίαν ἐσύλα τοῦ Ἰὼβ, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ' ἵνα βλάσφημόν τι ῥῆμα ἐκβάλλειν βιάσηται, καὶ τὸ σῶμα κατέτεμνεν, οὐχ ἵνα ἀῤῥωστίαν περιβάλῃ, ἀλλὰ ἵνα ὑποσκελίσῃ τὴν κατὰ ψυχὴν ἀρετήν. Ἀλλ' ὅμως πάντα αὐτοῦ νικήσας τὰ μηχανήματα, καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ τὸ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, ἀντὶ πολύπαιδος ἄπαιδα, καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν, τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον (οὐ γὰρ οὕτω διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων, ὡς κατέξαναν αὐτοῦ τὴν σάρκα τῶν σκωλήκων τὰ στόματα), καὶ περιθεὶς αὐτῷ πονηρὰν δόξαν (οἱ γὰρ φίλοι αὐτῷ παρόντες ἔλεγον, Οὐκ ἄξια ὧν ἥμαρτες μεμαστίγωσαι, καὶ πολλοὺς ἀπέτεινον κατ' αὐτοῦ κατηγορίας λόγους)· καὶ οὐχὶ τῆς πόλεως ἐξέβαλε μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην κατέστησε πόλιν, ἀλλὰ τὴν κοπρίαν αὐτῷ, καὶ οἰκίαν, καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτῷ ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον, δι' ὧν ἐπεβούλευσεν, ἀπέφηνεν. Οὐδὲ οὐ μόνον τι τῶν ὄντων οὐκ ἀφείλετο, καίτοι τοσαῦτα ἀφελόμενος, ἀλλὰ καὶ μείζονα αὐτῷ τὸν πλοῦτον τῆς ἀρετῆς εἰργάσατο· καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παῤῥησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα. Εἰ δὲ ὁ τοσαῦτα παθὼν, οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηροτέρου δαίμονος· τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων, ὅτι Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψεν; Εἰ γὰρ ὁ διάβολος, ὁ τοσαύτης γέμων κακίας, πάντα αὐτοῦ κινήσας τὰ ὄργανα, καὶ πάντα ἀφεὶς τὰ βέλη, καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακὰ, μετὰ πολλῆς τῆς ὑπερβολῆς εἰς τὴν οἰκίαν τοῦ δικαίου, καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν, ἀλλ', ὥσπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε· πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτήσασθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι; πῶς οἴκοθεν, φησὶν, ὅταν τις μαστιχθῇ παρά τινος, ἢ τὰ ὄντα ἀφαιρεθῇ, ἢ χαλεπήν τινα ἑτέραν ὑπομείνας ἐπήρειαν, βλάσφημόν τι ῥῆμα ἐξήνεγκε; Ἐβλάβη μὲν ἐντεῦθεν, καὶ βλάβην μεγίστην, οὐ μὴν παρὰ τοῦ ἐπηρεάσαντος, ἀλλὰ παρὰ τῆς οἰκείας μικροψυχίας· ὅπερ γὰρ ἔμπροσθεν εἶπον, καὶ νῦν ἐρῶ· Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρὸς, τοῦ ἀλάστορος ἐκείνου δαίμονος, καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου, πονηρότερον ἂν προσβάλλοι, οὐδὲ πικρότερον· ἀλλ' ὅμως ὁ χαλεπὸς οὗτος δαίμων οὐκ ἴσχυσε, τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος, τοσαῦτα κατ' αὐτοῦ βέλη καὶ οὕτω πικρὰ πανταχόθεν ἀφεὶς ὑποσκελίσαι καταβαλεῖν. Νῦν μὲν γὰρ ἐφ' ἡμῶν, πολλοὶ τῶν πενθούντων τρέφουσι κόμην, ἐκεῖνος δὲ περιῄρει. ∆ιὰ τί; τῷ πενθοῦντι τὸ σπουδαζόμενον ἦν, εἰς τὸ ἐναντίον σχῆμα περιστῆσαι τὴν κατάστασιν. Ὅπου οὖν τιμᾶται κόμη, σημεῖον πένθους τὸ κείρεσθαι.∆ιέῤῥηξε δὲ τὰ ἱμάτια, τῷ μὲν σχήματι, πρὸς πάθος ἀποδυρόμενος, τῇ δὲ ἀληθείᾳ, πρὸς πάλην ἀποδυόμενος, καὶ εἰς τὸν ἀγῶνα λοιπὸν ἑαυτὸν καθιεὶς, ἵνα ὡς γυμνὸς ἀθλητὴς περιπλακῇ τῷ ἀντιπάλῳ. «Καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ, καὶ εἶπεν, Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.» Οὗτος ὁ Ἰὼβ συνέκοψε τοῦ διαβόλου τὴν ὄψιν, παιόμενος, οὐ παίων· ἐκένωσεν αὐτοῦ τὴν βελοθήκην ἅπασαν, κατατοξευόμενος παρ' αὐτοῦ συνεχῶς· ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος, καὶ ἕκαστον μεθ' ὑπερβολῆς ἁπάσης. Τὰ γὰρ δοκοῦντα κατὰ τὸν βίον εἶναι λυπηρὰ, καὶ ὄντα, ταῦτα μάλιστα πάντων ἐστὶ, πενία, καὶ νόσος, καὶ παίδων ἀποβολὴ, καὶ ἐχθρῶν ἐπανάστασις, καὶ φίλων ἀγνωμοσύνη, καὶ λιμὸς, καὶ σαρκὸς ὀδύναι διηνεκεῖς, καὶ λοιδορίαι, καὶ συκοφαντίαι, καὶ τὸ πονηρὰν κτήσασθαι ὑπόληψιν· καὶ ταῦτα ἅπαντα εἰς ἓν ἐξεχύθη σῶμα, καὶ μιᾶς κατεσκεδάσθη ψυχῆς, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἀμελετήτῳ ὄντι ἐπέθετο. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Ὁ ἐκ πενήτων τεχθεὶς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς, ἅτε γυμνασάμενος καὶ μελετήσας, ῥᾳδίως ἂν ἐνέγκοι τῆς πενίας τὸ βάρος· ὁ δὲ τοσούτοις περιῤῥεόμενος χρήμασι, καὶ τοσούτῳ πλούτῳ κομῶν, εἶτα ἀθρόον εἰς τὸ ἐναντίον μεταπεσὼν, οὐκ ἂν εὐκόλως ὑπομείνῃ τὴν μεταβολήν· καὶ γὰρ ἀγυμνάστῳ ὄντι χαλεπωτέρα φαίνεται, ἀθρόον προσπεσοῦσα, Πάλιν, ὁ ἄσημος, καὶ ἐξ ἀσήμων γενόμενος, καὶ ἐν τῷ διηνεκῶς καταφρονεῖσθαι ζῶν, οὐκ ἂν σφόδρα λοιδορούμενος καὶ ὑβριζόμενος ταραχθείη. Ὁ δὲ τοσαύτης ἀπολαύσας δόξης, καὶ παρὰ πάντων δορυφορούμενος, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ὢν, καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος τῆς περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν κατενεχθεὶς, τὸ αὐτὸ ἂν πάθοι τῷ ἀπὸ πλουσίου ἀθρόον γενομένῳ πένητι. Ὁ παῖδας ἀποβαλὼν, πάλιν, κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους ἔχει τῶν ἀπελθόντων παραμύθιον· καὶ τῆς ἐπὶ τῷ προτέρῳ τελευτῆς, τοῦ πάθους λήξαντος,ἂν ἡ τοῦ δευτέρου γένηται μετὰ χρόνον, τοῦτο αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος· οὐ γὰρ νεαρῷ ὄντι ἔπεισι τῷ ἕλκει, ἀλλὰ κοιμηθέντι ἤδη, καὶ ἀφανισθέντι, ὅπερ οὐκ ὀλίγον ὑποτέμνεται τῆς ὀδύνης. Οὗτος δὲ, ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ, καὶ τρόπῳ πικροτάτῳ τελευτῆς· καὶ γὰρ βίαιος, καὶ ἄωρος ὁ θάνατος ἦν. Καὶ ὁ καιρὸς δὲ, καὶ ὁ τόπος, οὐ μικρὰν ἐποιεῖτο τῷ πένθει προσθήκην· καὶ γὰρ ἐν ὥρᾳ συμποσίου, καὶ ἐν οἰκίᾳ τῇ τοῖς ξένοις ἀνεῳγμένῃ, καὶ τάφος αὐτοῖς ὁ οἶκος ἐγένετο. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι ὁμοῦ ταῦτα πάντα ὑπήνεγκεν, ὅπερ διπλασίονα καὶ τριπλασίονα ποιεῖ τὰ χαλεπά· ὅταν μηδὲ τὴν ἐκ τῆς ἀνακωχῆς ἔχει παραμυθίαν ὁ ἀγωνιζόμενος, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς, πλείων ὁ θόρυβος γίνεται, καὶ μείζων ἡ ταραχὴ, ὅπερ ἐπὶ τούτου συνέβη· τὴν μὲν γὰρ τῶν προβάτων ἀπώλειαν, καὶ τὸν ἐμπρησμὸν, διεδέχετο ἡ τῶν βοῶν ἁρπαγή· καὶ τὴν τούτων, ἡ τῶν ὄνων ἀφαίρεσις, καὶ ταύτην, ἡ τῶν καμήλων αἰχμαλωσία, καὶ τῶν οἰκετῶν ἡ σφαγή· καὶ ταύτην, ἡ τῶν παίδων ἀπώλεια, καὶ ὁ φρικτὸς ἐκεῖνος, καὶ καινὸς θάνατος, καὶ ὁ φρικωδέστατος τάφος, ὁ αὐτὸς ὁμοῦ καὶ θάνατος, καὶ τάφος γενόμενος. Καὶ ἡ τράπεζα, ἡ νῦν μὲν ἑστιώμεθα, νῦν δὲ κατακοπέντα δεξαμένη τὰ σώματα· καὶ φιάλαι καὶ τὰ ποτήρια, μετὰ τοῦ οἴνου, τὸ αἷμα ὑποδεχόμενα, καὶ κατακεκομμένα μέλη. Λόγισται τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν. Ἄλλως μὲν γὰρ ἴσως ἔνα υἱὸν ἀπώλεσεν, ἢ δεύτερον, ἢ τρίτον, ἐλεεινῶς δὲ τοσούτους, καὶ τοσαύτας, καὶ ὁ πολύπαις, ἐξαίφνης ἄπαις ἐγένετο· καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων, ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς. Ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγένετο καὶ παγίς. Οὐκ ἄωρος δὲ θάνατος μόνον, ἀλλὰ καὶ πολλὰ, μετὰ τούτου, ἦν λυποῦντα, οἷον τὸ, ἐν ἀκμῇ πάντας εἶναι, τὸ, ἐναρέτους πάντας, τὸ, φιλικοὺς, τὸ, πάντας ὁμοῦ, τὸ, τῆς φύσεως ἑκατέρας, τὸ, μηδὲ ἕνα ὑπολειφθῆναι, τὸ, μὴ τῷ κοινῷ νόμῳ τῆς φύσεως, τὸ, μετὰ τοσαύτην ζημίαν, τὸ, μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν, μηδὲ ἐκείνοις, ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν, καὶ καθ' ἑαυτὸ, θορυβῆσαι· ὅταν δὲ καὶ ὁμοῦ φαίνεται συντρέχοντα, ἐννόησον τῶν κυμάτων τὸ ὕψος, ὅση τοῦ χειμῶνος ἡ ὑπερβολή. Ἀλλὰ ὅμως οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις ἔθρεψα τοὺς παῖδας, καὶ μετὰ ἀκριβείας ἁπάσης ἤσκησα; ἐπὶ τούτοις ἠνέῳξα τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους, τοὺς ὑπὲρ τῶν δεομένων, τοὺς ὑπὲρ τῶν γυμνῶν, τοὺς ὑπὲρ τῶν ὀρφανῶν, ταύτας ἀπολάβω τὰς ἀμοιβάς; Ἀλλὰ ἀντὶ τούτων, ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, τὰ πάσης θυσίας κρείττονα ἀνήνεγκεν, ἃ μυρίων στεφάνων μᾶλλον ἀνέδησε τὴν ἁγίαν ἐκείνην κεφαλὴν, καὶ σαλπίγγων πολλῶν λαμπρότερον ἀνεκήρυξεν· ἔφη γάρ· Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· μὴ γὰρ ἐμὰ ταῦτα ἦν, μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον· Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ πρὸ τῶν ῥημάτων, πεσὼν χαμαὶ προσκυνεῖ· καίτοι γὰρ τοιαῦτα παθὼν, τῆς εἰς Θεὸν εὐσεβείας οὐκ ἀπέστη, ἀλλὰ πεσὼν ἐπὶ τὴν γῆν, ἐκεῖνον κατέβαλε τὸν εἰπόντα· Ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Ἔδειξε τὴν φύσιν, ἔδειξε καὶ τὴν εὐλάβειαν· σωφρόνως γὰρ τὴν περὶ τοὺς παῖδας συμπάθειαν ἐνδειξάμενος, φθάνει τῇ ἀνδρείᾳ τὸ πάθος, καὶ οὐκέτι πρὸς θρήνους ἐξέρχεται, ἀλλὰ τοὺς θείους ἐκείνους ἀποφθέγγεται λόγους· Γυμνὸς γὰρ, φησὶν, ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ποίας μέμνηται κοιλίας; μήποτε ἆρα τὴν πρώτην δημιουργίαν, κοιλίαν λέγει, τῆς ἀπὸ γῆς τὸν ἄνθρωπον γυμνὸν, καὶ ἐλεύθερον πάσης κακίας συμπηξαμένην, τὴν τοῦ προπάτορος οἰκειούμενος δημιουργίαν; ὡς εἶναι τὸν νοῦν τοιοῦτον· Γυμνὸς ἐκ τῆς γῆς διεπλάσθην, παρὰ τῆς θείας χάριτος, ἀπέριττός τις, καὶ οἱονεὶ τυγχάνων ἄϋλος, γυμνὸς οὖν καὶ ἀπελεύσομαι ἐκεῖ· ποῦ; δῆλον, ὅτι ἐπὶ τὸν τόπον τὸν πένθους ἐλεύθερον. Εἰ γὰρ πρὸς τὸ προχείρως νοούμενον, τὴν διάνοιαν λάβοις, καὶ ὑπολάβοις, ὅτι Ἐκ τῆς μητρικῆς νηδύος προελθὼν, εἰς ταύτην πάλιν ἀπελεύσομαι, οὐδὲ [τὸ] τοῦ λόγου σώζεται εὐπρεπὲς, οὐδὲ ἡ ἁρμονία τῆς λέξεως. Τίς γὰρ τῶν εὐφρονούντων ἐπὶ τῆς ἑαυτῆς διανοίας ἀδικήσοι τὴν φύσιν, γαστρὶ μὲν μητρὸς τὸν ἐξ αὐτῆς ἀποδιδοὺς, διαφθείρων δὲ δι' ἀμφοτέρων ἑκάτερον, μιᾷ μυθολογίᾳ φόνον διπλοῦν ἐργαζόμενος; Ἐπεὶ καὶ Νικόδημος, ἀκούων περὶ τοῦ τῆς ἀναγεννήσεως λουτροῦ, Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, παχέως καὶ ταπεινῶς ἀπεκρίνατο· τὴν ἀπὸ σαρκὸς γὰρ ᾠήθη γέννησιν ἀκούειν, κάτω τοῖς λογισμοῖς συρόμενος, καὶ οὐδὲν ὑψηλὸν φανταζόμενος. «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.» Ἤλγησε μὲν γὰρ ὁ Ἰὼβ, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα, καὶ σφόδρα κηδόμενον τῶν ἀπελθόντων. Οὐκ εἶπε, κατὰ τοὺς πολλοὺς, Βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, μηδὲ κληθῆναι πατέρα, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς ἐκπεσεῖν· ἀλλ' ὑπὲρ μὲν ὧν ἔλαβεν, εὐχαρίστει, ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔσχεν, ἐδόξαζεν· οὐκ εἶπεν, ὅτι Βέλτιον ἦν μὴ λαβεῖν τοῦτο, ὅ τινες λέγουσιν ἀγνωμόνως, ἀλλὰ καὶ ὑπὲρ ἐκείνων εὐχαρίστει, λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων εὐλόγει, λέγων· Ὁ Κύριος ἀφείλετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε, δικαιολογούμενος πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγγόμενος ῥήματα· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ τῶν μὲν ἄλλων ἕκαστος ἀνθρώπων, πολλὰ ἑαυτῷ συνειδὼς πονηρὰ, τὴν αἰτίαν οἶδεν ὧν πάσχει, οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν· ἐκεῖνος δὲ οὐδὲ τοῦτο εἶχε λογίζεσθαι, ὅτι πλημμε λημάτων ἔτινε δίκας, ὃ μάλιστα αὐτοῦ τὸν λογισμὸν ἐθορύβει. Ὅταν μὲν εἰς τὸν βίον εἶδε τὸν ἑαυτοῦ, καὶ τὸ συνειδὸς ὑπὲρ τὸν ἥλιον λάμπον, καὶ τῶν κατορθωμάτων τὸ πλῆθος, ᾔδει ὅτι στεφάνων, καὶ βραβείων, καὶ μυρίων ἐπάθλων ἄξιος ἦν· ὅτε δὲ εἰς τὰ συμβεβηκότα ἅπαντα, τῶν τὰ ἔσχατα τετολμηκότων, ὁρῶν ἑαυτὸν χαλεπώτερα πάσχοντα, οὐδὲ τὴν αἰτίαν εὑρίσκειν εἰπεῖν, δι' ἢν ταῦτα ἔπασχεν. ∆ιὰ δὴ τοῦτο οὐκ ἔχων οὐδεμίαν αἰτίαν ἐπιθεῖναι τῇ συμφορᾷ, ἐπὶ τὸ ἀκατάληπτον τῆς τοῦ Θεοῦ οἰκονομίας καταφεύγει, καὶ ἐπὶ τὸ δοκοῦν αὐτῷ ἀναφέρων τὰ γενόμενα, ἔλεγεν· Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Οὐ γὰρ οἶμαι δεῖν ἐξετάζειν ∆εσποτικὴν γνώμην· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Οὐδὲν ἀπηχὲς, φησὶν, φθέγξομαι περὶ Θεοῦ, ὕμνων δὲ ἄξιον κρινῶ, ἐφ' οἷς τότε τὴν ἀρχὴν παρέσχε, καὶ ἐφ' οἷς νῦν ἀφελέσθαι ἐδοκίμασε. Τοιούτοις τὸν διάβολον ὁ δίκαιος κατηκόντισε ῥήμασι· θαυμαστὸν δὲ, ὅτι καὶ παρὰ Θεοῦ νομίζων ἀφῃρῆσθαι, εὐχαριστεῖ, καὶ οὐκ ἐκλύεται. Τοῦτο καὶ σὺ ποίει, καὶ λογίζου πρὸς σεαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλὰ ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλον σου κηδόμενος, καὶ τὸ συμφέρον εἰδὼς, οὐ πολέμιος, οὐδὲ ἐπίβουλος. Βοήθησον τοῖς ἀπελθοῦσι, μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθηρεν ἡ τοῦ πνεύματος θυσία· τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων γίνεταί τις αὐτοῖς παραμυθία; εἴωθε γὰρ ὁ Θεὸς, καὶ ἑτέροις ὑπὲρ ἑτέρων χαρίζεσθαι· ὠφεληθῶμεν κατὰ τὸ αἰσθητὸν, ὅτι πᾶσα κτίσις ἕπεται τῷ ∆ημιουργῷ· διὸ κατὰ τὸ συμφέρον καὶ δίδωσιν ἑκάστῳ, καὶ ἀφαιρεῖται, τὸ εὔγνωμον ὁμοῦ καὶ καρτερικὸν ἡμῶν ἐγγυμνάζων. Ἡ γὰρ ἐπὶ τοῖς παρασχεθεῖσιν εὐγνωμοσύνη, δευτέρας εὐεργεσίας ἦν ὑπόθεσις. «Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Κυρίου· καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.» Καθάπερ ἐπὶ τῶν εἰκόνων ἐπειδάν τινα γράψωμεν, κάτωθεν ἐν ταῖς χοινικίσιν ὑπογράφομεν, Ὁ δεῖνα ἀνατέθεικεν· οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς τοῦ δικαίου διὰ ῥημάτων γράψας, ὁ συγγράψας τὸ βιβλίον, ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων, λέγει, ὅτι Ἐν τούτοις πᾶσιν οὐχ ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον Κυρίου. Μηδὲ νομίσῃς, ὅτι ἐπὶ μὲν τῶν ἀνθρώπων ἐσίγησεν, ἐπὶ δὲ τοῦ Θεοῦ οὐχί· ἀλλ' οὐδὲ κατὰ διάνοιαν ἥμαρτε. Τί δέ ἐστιν· Οὐδὲ ἐν τοῖς χείλεσιν; Πολλάκις ὑπὸ τοῦ πάθους συναρπαζόμενοι, ῥῆμα ἐκφέρομεν, τῆς διανοίας μὴ συγκατατιθεμένης, ἀλλὰ τὴν γλῶτταν τῆς ἀθυμίας συναρπαζούσης. Ἐκεῖνος δὲ, οὐδὲ τοῦτο πέπονθεν, ἀλλὰ καθαρὰ μὲν ἡ διάνοια βλασφημίας ἦν, καθαρὰ δὲ ἡ γλῶττα πονηρῶν ῥημάτων. Καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ, τουτέστιν, οὐ κατέγνω τῶν γεγενημένων ἀδικίαν· οὐκ εἶπεν, ὡς πολλοὶ, Ἁπλῶς καὶ ὡς ἔτυχε τὰ πράγματα φέρεται, ἀλλά· Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Οὐκ οὖν μὴ ἀναπνεύσωμέν ποτε ἕως ἂν ἐνταῦθα ὦμεν, ἀλλὰ πυκτεύωμεν αἰεὶ, μάλιστα δὲ ἐν τῷ καιρῷ τῆς νόσου, ὅταν ὀδύναι πανταχόθεν θορυβῶσι τὴν ψυχὴν, ὅταν ἀλγηδόνες πολιορκῶσιν, ὅταν ὁ διάβολος ἐφεστήκει, παροξύνων εἰπεῖν τι ῥῆμα πικρόν. Τότε δὲ μάλιστα ἀσφαλίζεσθαι δεῖ, καὶ φράττεσθαι τῷ τῆς ὑπομονῆς θώρακι, καὶ τῷ τῆς εὐχαριστίας ὅπλῳ. Ταῦτα γὰρ χαλεπὰ κατὰ τοῦ διαβόλου τὰ βέλη, αὕτη καιρία ἡ πληγή· τότε μάλιστα λαμπροὶ οἱ στέφανοι. Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τὸ ἐν καιρῷ πειρασμοῦ, καὶ νόσου, καὶ πενίας, ἀπερίτρεπτον φανῆναι καὶ ἄσειστον τὴν διάνοιαν, τὰ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν. Θυσία γὰρ ἦν τὰ ῥήματα αὐτοῦ ἅπερ ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο, καὶ τὰ ἑξῆς· ὃ δὴ καὶ ἡμεῖς αἰεὶ ποιῶμεν, ἐν πειρασμοῖς, ἐν περιστάσεσιν, ἐν ἐπιβουλαῖς, τὸν Θεὸν δοξάζοντες.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |