ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Ζʹ.Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Ζʹ.Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι




Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62

ΟΜΙΛΙΑ Ζʹ.Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

αʹ. Εἰ τοὺς κοινοὺς βούλεται λύεσθαι πολέμους καὶ τὰς μάχας καὶ τὰς ταραχὰς, καὶ  διὰ  τοῦτο  ὑπὲρ  βασιλέων  καὶ  ὑπὲρ  ἀρχόντων  παρακαλεῖ  τὸν  ἱερωμένον  εὐχὰς ποιεῖσθαι, πολλῷ μᾶλλον καὶ τοὺς ἰδιώτας  τοῦτο χρὴ ποιεῖν. Τῶν πολέμων  γάρ ἐστιν εἴδη τρία τὰ χαλεπώτερα· εἷς μὲν οὗτος ὁ κοινὸς, ὅταν οἱ παρ' ἡμῖν στρατιῶται πολεμῶνται  παρὰ βαρβάρων· δεύτερος, ὅταν, καὶ εἰρήνης οὔσης, ἡμεῖς πρὸς ἀλλήλους πολεμῶμεν·  τρίτος,  ὅταν  ἕκαστος  πρὸς  ἑαυτὸν  πολεμῇ.  Οὗτος δὴ  καὶ  πάντων  ἐστὶ χαλεπώτατος.   Ἐκεῖνος  μὲν  γὰρ  ὁ  παρὰ  τῶν  βαρβάρων  οὐδὲν  μέγα  ἡμᾶς  βλάψαι δυνήσεται· τί γὰρ, εἰπέ μοι; ἔσφαξε καὶ ἀνεῖλεν, ἀλλ' οὐδὲν τὴν ψυχὴν ἐλυμήνατο. Ἀλλ' οὐδὲ ὁ δεύτε  ρος, ἐὰν μὴ βουλώμεθα, βλάψαι τι ἡμᾶς δυνήσεται. Κἂν γὰρ ἕτεροι πρὸς ἡμᾶς πολεμῶσιν, ἔξεστιν ἡμῖν εἶναι εἰρηνικοῖς· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος,




Ἀντὶ  τοῦ  ἀγαπᾷν  με,  ἐνδιέβαλόν   με,  ἐγὼ  δὲ  προσηυχόμην·  καὶ  πάλιν,  Μετὰ  τῶν μισούντων  τὴν εἰρήνην  ἤμην εἰρηνικός· καὶ πάλιν, Ὅταν ἐλάλουν  αὐτοῖς, ἐπολέμουν με δωρεάν. Τὸν δὲ τρίτον οὐκ ἔνι ἀκινδύνως  διαφυγεῖν.  Ὅταν γὰρ ἡμῖν διαστασιάζῃ τὸ σῶμα πρὸς  τὴν  ψυχὴν,  καὶ  χαλεπὰς  ἐπιθυμίας  ἐγείρῃ,  καὶ  τὰς  ἡδονὰς  ὁπλίζῃ  τῶν σωμάτων, τῆς ὀργῆς, τοῦ φθόνου, οὐκ ἔνι, μὴ τοῦ πολέμου τούτου λυθέντος, ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, ἀλλ' ἀνάγκη τὸν μὴ καταστέλλοντα  ταύτην τὴν ταραχὴν, πεσεῖν καὶ τραύματα λαβεῖν, ἐκεῖνον τὸν θάνατον τίκτοντα τὸν ἐν τῇ γεέννῃ. ∆εῖ τοίνυν ἡμῖν καθ'  ἑκάστην ἡμέραν μερίμνης  καὶ φροντίδος  πολλῆς,  ὥστε μήτε ἐγείρεσθαι ἐν ἡμῖν   τοῦτον   τὸν   πόλεμον,   μήτε  διεγερθέντα   μένειν,   ἀλλὰ   καταστέλλεσθαι   καὶ κοιμίζεσθαι. Τί γὰρ ἂν ὄφελος γένοιτο, ὅταν ἡ μὲν οἰκουμένη βαθείας ἀπολαύῃ εἰρήνης, σὺ δὲ πρὸς ἑαυτὸν πολεμῇς; Ταύτην δεῖ τὴν εἰρήνην  ἔχειν· ἂν ταύτην  ἔχωμεν,  οὐδὲν ἡμᾶς τῶν ἔξωθεν βλάψαι δυνήσεται. Συντελεῖ  δὲ πρὸς ταύτην  οὐ μικρὸν καὶ ἡ κοινὴ εἰρήνη· διὰ τοῦτό φησιν,  Ἵνα ἤρεμον καὶ ἡσύχιον  βίον διάγωμεν.  Εἰ δέ τις, ἡσυχίας οὔσης, ταράττεται,  σφόδρα ἄθλιός ἐστιν. Ὁρᾷς ὅτι ταύτην  λέγει  τὴν εἰρήνην,  ἢν ἐγώ φημι τὴν τρίτην; ∆ιὰ τοῦτο εἰπὼν, Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν,  οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ἐν δὲ εὐσεβείᾳ καὶ σεμνότητι  εἶναι  οὐκ ἔνι, μὴ τῆς εἰρήνης  ἐκείνης  κατορθωθείσης. Ὅταν γὰρ λογισμοὶ ζητητικοὶ  ταράσσωσιν ἡμῶν  τὴν πίστιν, ποία εἰρήνη; ὅταν ἀσελγείας πνεύματα,  ποία εἰρήνη;  Ἵνα  γὰρ  μὴ  νομίσῃς  ὅτι  τοῦτον  ἁπλῶς  λέγει  τὸν  βίον,  ὃν  πάντες  ζῶσιν ἄνθρωποι, εἰπὼν, Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐπάγει, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι· ἐπειδὴ ἔνεστι τὸν ἤρεμον καὶ ἡσύχιον βίον διάγειν καὶ Ἕλληνας, καὶ ἀκολάστους καὶ σπαταλῶντας  καὶ τρυφῶντας  εὕροις ἂν τοῦτον τὸν βίον ζῶντας. Ἵνα οὖν μάθῃς ὅτι οὐ τοῦτόν φησι, προστίθησι τὸ, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ἐκεῖνος γὰρ ὁ βίος ἐπιβουλὰς ἔχει καὶ μάχας, τῆς ψυχῆς καθ' ἑκάστην ἡμέραν τιτρωσκομένης ὑπὸ τῶν  θορύβων  τῶν  ἐν τοῖς λογισμοῖς. Ὅτι δὲ τὸν βίον τοῦτον  δηλοῦν  βούλεται, δῆλον μὲν ἀπὸ τῆς ἐπαγωγῆς, δῆλον δὲ καὶ ἀπὸ τοῦ μὴ ἁπλῶς ἐν εὐσεβείᾳ εἰπεῖν, ἀλλὰ μετὰ προσθήκης τοῦ, Πάσῃ. Τοῦτο γὰρ εἰπὼν, ἔοικεν οὐ τὴν ἀπὸ τῶν δογμάτων  μόνον ἀπαιτεῖν πολιτείαν,  ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ βίου ἀσφαλιζομένην· καὶ γὰρ ἐν ἀμφοτέροις τὴν εὐσέβειαν δεῖ ζητεῖν. Τί γὰρ ὄφελος ἐν τῇ πίστει εὐσεβοῦντας διὰ τοῦ βίου ἀσεβεῖν; Ὅτι  γὰρ  ἔστι  διὰ  τοῦ  βίου  ἀσεβεῖν,  ἄκουε  τοῦ  μακαρίου  τούτου  πάλιν   ἀλλαχοῦ λέγοντος·  Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·  καὶ πάλιν, Τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων· καὶ πάλιν, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ὁ τοιοῦτος οὐ τιμᾷ τὸν Θεόν· καὶ πάλιν, Ὁ τὸν ἀδελφὸν αὑτοῦ μισῶν, τὸν Θεὸν ἀγνοεῖ. Ὁρᾷς πόσοι ἀσεβείας τρόποι; ∆ιὰ τοῦτό φησιν, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ἄσεμνος γὰρ οὐκ ἔστιν ὁ πόρνος μόνον, ἀλλὰ καὶ ὁ πλεονέκτης ἄσεμνος ἂν λέγοιτο καὶ ἀκόλαστος· καὶ γὰρ  καὶ τοῦτο ἐπιθυμία οὐχ ἥττων  τῆς τῶν σωμάτων. Ὁ τοίνυν μὴ κολάζων αὐτὴν, ἀκόλαστος λέγεται· διὰ γὰρ τὸ μὴ κολάζειν τὴν ἐπιθυμίαν ἀκόλαστοι λέγονται. Ὥστε καὶ τὸν ὀργίλον ἀκόλαστον ἂν εἴποιμι ἔγωγε, καὶ τὸν βάσκανον, καὶ τὸν φιλάργυρον,  καὶ τὸν ὕπουλον,  καὶ πάντα  τὸν ἐν ἁμαρτίᾳ ὄντα, ἀκόλαστον εἶναι καὶ ἄσεμνον καὶ ἀσελγῆ. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν, φησὶν, ἐνώπιον   τοῦ  Σωτῆρος  ἡμῶν  Θεοῦ. Ποῖον  τοῦτο;  Τὸ εὔχεσθαι  ὑπὲρ  πάντων,  τοῦτο ἀποδέχεται  ὁ Θεὸς, τοῦτο θέλει· Πάντας γὰρ ἀνθρώπους  θέλει σωθῆναι, φησὶ, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.βʹ. Μιμοῦ τὸν Θεόν. Εἰ πάντας ἀνθρώπους θέλει σωθῆναι, εἰκότως ὑπὲρ ἁπάντων δεῖ εὔχεσθαι· εἰ πάντας αὐτὸς ἠθέλησε σωθῆναι, θέλε καὶ σύ· εἰ δὲ θέλεις, εὔχου· τῶν γὰρ τοιούτων  ἐστὶ τὸ εὔχεσθαι. Ὁρᾷς πῶς πανταχόθεν  τὴν  ψυχὴν  ἔπεισεν, ὥστε καὶ ὑπὲρ Ἑλλήνων  εὔχεσθαι; Καὶ τὸ κέρδος δεικνὺς ὅσον ἐκ τούτου τίκτεται, Ἵνα ἤρεμον, φησὶ, καὶ ἡσύχιον βίον διάγωμεν· καὶ τὸ πολλῷ  τούτου μεῖζον, ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, καὶ ὅτι ὅμοιοι αὐτῷ κατὰ τοῦτο γινόμεθα, κατὰ τὸ τὰ αὐτὰ αὐτῷ θέλειν. Ἱκανὰ ταῦτα δυσωπῆσαι καὶ θηρίον. Μὴ τοίνυν φοβηθῇς ὑπὲρ Ἑλλήνων εὐχόμενος· καὶ αὐτὸς τοῦτο βούλεται· φοβήθητι  τὸ κατεύξασθαι μόνον· τοῦτο γὰρ οὐ βούλεται. Εἰ δὲ ὑπὲρ Ἑλλήνων  εὔχεσθαι χρὴ, καὶ ὑπὲρ αἱρετικῶν  δῆλον ὅτι· ὑπὲρ γὰρ ἁπάντων  ἀνθρώπων εὔχεσθαι δεῖ, οὐ διώκειν. Τοῦτο δὲ καὶ ἄλλως  καλὸν ἀπὸ τοῦ τῆς αὐτῆς ἡμᾶς φύσεως κοινωνεῖν· καὶ ὁ Θεὸς δὲ ἐπαινεῖ  καὶ ἀποδέχεται  τὴν εὔνοιαν,  τὴν φιλοστοργίαν  τὴν πρὸς ἀλλήλους.  Εἰ τοίνυν  αὐτὸς θέλει, φησὶ, δοῦναι  ὁ Κύριος, τί δεῖ εὐχῶν  τῶν  παρ' ἐμοῦ; Πολὺ τοῦτο ἐκείνοις  καὶ σοὶ συμβάλλεται, πρὸς ἀγάπην  αὐτοὺς ἕλκει, σὲ πάλιν οὐκ ἀφίησιν ἐκτεθηριῶσθαι· ἱκανὰ δὲ ταῦτα πρὸς πίστιν ἐπισπάσασθαι. Πολλοὶ γὰρ τῶν ἀνθρώπων  διὰ φιλονεικίαν τὴν πρὸς ἀλλήλους  ἀπέστησαν τοῦ Θεοῦ. Τοῦτο σωτηρίαν νῦν Θεοῦ καλεῖ, ὃς Πάντας ἀνθρώπους  θέλει σωθῆναι, εἰπών· ἐπειδὴ καὶ αὕτη ὄντως ἐστὶν ἡ σωτηρία· ταύτης γὰρ χωρὶς οὐδὲν μέγα ἡ ἄλλη ἐστὶν, ἀλλ' ὄνομα σωτηρίας ἐστὶ καὶ προσηγορία μόνον. Καὶ εἰς ἐπίγνωσιν  ἀληθείας, φησὶν, ἐλθεῖν. Ἀληθείας, ποίας; Τῆς εἰς αὐτὸν πίστεως. Καὶ δὴ προλαβὼν εἶπε, Παράγγελλε μὴ ἑτεροδιδασκαλεῖν· ἵνα δὲ μή τις ὡς ἐχθροῖς αὐτοῖς προσέχῃ, μηδὲ μάχας ἀπὸ τούτου πλέκῃ, φησί· Πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν  ἀληθείας ἐλθεῖν. Εἶτα τοῦτο εἰπὼν, ἐπήγαγεν· Εἷς γὰρ Θεὸς, εἷς  καὶ  μεσίτης  Θεοῦ καὶ  ἀνθρώπων.   Εἶπεν,  Εἰς ἐπίγνωσιν   ἀληθείας  ἐλθεῖν, δεικνὺς ὅτι οὐκ ἔστιν ἡ οἰκουμένη ἐν ἀληθείᾳ. Εἶπε πάλιν· Εἷς γὰρ Θεὸς, δεικνὺς ὅτι οὐ πολλοὶ, καθώς τινες νομίζουσιν. Εἶπεν, ὅτι καὶ μεσίτην καὶ Υἱὸν πέπομφε, δεικνὺς ὅτι σωθῆναι θέλει πάντας. Τί οὖν; ὁ Υἱὸς οὐ Θεός; Καὶ σφόδρα. Πῶς οὖν φησιν, Εἷς; Πρὸς ἀντιδιαστολὴν  τῶν εἰδώλων, οὐ πρὸς τὸν Υἱόν· περὶ γὰρ ἀληθείας καὶ πλάνης ἦν αὐτῷ ὁ λόγος.  Ὁ δὲ μεσίτης ὀφείλει  ἀμφοτέροις  κοινωνεῖν,  ὧν  ἐστι μεσίτης· μεσίτου γὰρ τοῦτό ἐστι, τὸ ἑκατέρων  ἐχόμενον,  ὧν  ἐστι μεσίτης, κοινωνεῖν·  ἐὰν δὲ τοῦ μὲν ἑνὸς ἔχηται, τοῦ δὲ ἑνὸς ἀπεσχοινισμένος ᾖ, οὐκέτι μεσίτης ἐστίν. Εἰ τοίνυν μὴ ἔχεται τῆς τοῦ Πατρὸς φύσεως, οὐκ ἔστι μεσίτης, ἀλλ' ἀπεσχοίνισται. Ὥσπερ γὰρ τῆς τῶν ἀνθρώπων ἔχεται φύσεως, ἐπειδὴ πρὸς ἀν  θρώπους ἤρχετο, οὕτω καὶ τῆς τοῦ Θεοῦ, ἐπειδὴ παρὰ Θεοῦ ἤρχετο. Ἐπειδὴ γὰρ δύο φύσεων  μέσος γέγονεν,  ἐγγὺς  τῶν  δύο φύσεων αὐτὸν εἶναι δεῖ. Ὥσπερ γὰρ τὸ τόπου τινὸς μέσον ἑκατέρων ἐστὶ τῶν τόπων ἐγγὺς, οὕτω καὶ  τὸ  τῶν  φύσεων  μέσον ἑκατέρων  ὀφείλει  εἶναι  τῶν  φύσεων  ἐγγύς.  Ὥσπερ οὖν ἄνθρωπος γέγονεν, οὕτω καὶ Θεὸς ἦν. Ἄνθρωπος οὐκ ἂν ἐγένετο μεσίτης· ἔδει γὰρ καὶ τῷ  Θεῷ διαλέγεσθαι· Θεὸς οὐκ  ἂν  ἐγένετο  μεσίτης·  οὐ γὰρ  ἂν  ἐδέξαντο  αὐτὸν  οἷς ἐμεσίτευσεν. Ὥσπερ ἐκεῖ φησιν, Εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, οὕτω καὶ ἐνταῦθα, Εἷς καὶ εἷς. Οὐ τίθησι δύο· ἐπειδὴ γὰρ περὶ πολυθεΐας διελέγετο, ἵνα μή τις ἁρπάσῃ τῶν δύο τὸν ἀριθμὸν εἰς πολυθεΐαν,  Εἷς καὶ εἷς τέθεικεν.  Ὁρᾷς πῶς ἡ Γραφὴ μετὰ πολλῆς τῆς ἀκριβείας κέχρηται τῷ λόγῳ; Τὸ γὰρ, εἷς καὶ εἷς, δύο· ἀλλ' οὐκ ἐροῦμεν τοῦτο, καίτοι τοῦ λογισμοῦ ὑποβάλλοντος.  Ἐνταῦθα οὐ λέγεις. Εἷς καὶ εἷς, δύο· ὅπερ δὲ οὐδὲ ὁ λογισμὸς ὑποβάλλει, τοῦτο λέγεις, εἰ ἐγέννησεν, ἔπαθεν. Εἷς γὰρ ὁ Θεὸς, φησὶν, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων  Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον  ὑπὲρ πάντων,  τὸ μαρτύριον  καιροῖς ἰδίοις. Τί οὖν; καὶ Ἑλλήνων,  εἰπέ μοι; Ναί. Καὶ ὁ μὲν Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ Ἑλλήνων,  σὺ δὲ εὔξασθαι οὐκ ἀνέχῃ; Πῶς οὖν, φησὶν, οὐκ ἐπίστευσαν; Ὅτι οὐκ ἠθέλησαν· τὸ δὲ αὐτοῦ μέρος ἐγένετο· μαρτύριον τὸ πάθος, φησίν. Ἦλθε γὰρ μαρτυρήσων, φησὶ, τῇ ἀληθείᾳ τοῦ Πατρὸς, καὶ ἐσφάγη. Ὥστε οὐχ ὁ Πατὴρ αὐτῷ μαρτυρεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς τῷ Πατρί. Ἐγὼ γὰρ ἦλθον  ἐν τῷ ὀνόματι  τοῦ Πατρός  μου,  φησί·  καὶ  πάλιν,  Τὸν  Θεὸν  οὐδεὶς  ἑώρακε  πώποτε·  καὶ  πάλιν,  Ἵνα γινώσκωσί  σε τὸν μόνον  ἀληθινὸν  Θεόν· καὶ πάλιν,  Πνεῦμα ὁ Θεός. Μέχρι θανάτου τοίνυν ἐμαρτύρησε. Τὸ δὲ, Καιροῖς ἰδίοις, τοῦτό ἐστι, τοῖς προσήκουσιν. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος (ἀλήθειαν  λέγω, οὐ ψεύδομαι), διδάσκαλος ἐθνῶν  ἐν πίστει καὶ ἀληθείᾳ.

γʹ. Ἐπειδὴ  τοίνυν  ὁ Χριστὸς ὑπὲρ  ἐθνῶν  ἔπαθε,  καὶ  ἐγὼ  διδάσκαλος  ἐθνῶν ἀφωρίσθην,   τίνος   ἕνεκεν   σὺ  οὐκ  εὔχῃ  ὑπὲρ  αὐτῶν;   Καλῶς  ἐνταῦθα   τὸ  ἑαυτοῦ ἀξιόπιστον δεικνὺς, τὸ, Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ, φησὶ, τουτέστιν, Ἀφωρίσθην· πάνυ γὰρ ἐνάρκων  πρὸς  τοῦτο  οἱ  ἀπόστολοι.  Εἶτα ἐπήγαγε,  ∆ιδάσκαλος  ἐθνῶν  ἐν  πίστει  καὶ ἀληθείᾳ. Ἐν πίστει πάλιν· ἀλλὰ μὴ νομίσῃς, ἐπειδὴ, Ἐν πίστει, ἤκουσας, ὅτι ἀπάτη τὸ πρᾶγμά ἐστι· καὶ γὰρ, Ἐν ἀληθείᾳ,  φησίν· εἰ δὲ ἀλήθεια,  οὐκ ἔστι ψεῦδος. Ὁρᾷς τὴν χάριν ἐκτεταμένην; τοῖς γὰρ Ἰουδαίοις αἱ εὐχαὶ οὐχ ὑπὲρ τοιούτων  ἐγίνοντο,  νῦν δὲ ἡ χάρις  ἐκτέταται.  ∆ιὰ  τοῦτο  καὶ  διδάσκαλον  ἐθνῶν   ἑαυτὸν  εἶπεν  ἀφωρίσθαι,  τὴν πανταχοῦ   τῆς  οἰκουμένης   χυθεῖσαν   αἰνιττόμενος   χάριν.   Ὁ  δοὺς,  φησὶν,   ἑαυτὸν ἀντίλυτρον.   Πῶς  οὖν  παρεδόθη  ὑπὸ  τοῦ  Πατρός;  ἄρα  οὖν  τῆς  αὐτοῦ  ἀγαθότητος γέγονεν. Ἀντίλυτρον, τί ἐστιν· Ἔμελλε τιμωρεῖσθαι αὐτούς· τοῦτο οὐκ ἐποίησεν. Ἀπόλλυσθαι  ἔμελλον·  ἀλλ' ἀντ' ἐκείνων  τὸν  αὑτοῦ ἔδωκεν  Υἱὸν, καὶ κήρυκας ἡμᾶς ἔπεμψεν,  ὥστε κηρύττειν  τὸν  σταυρόν. Ἱκανὰ  ταῦτα  ἐπισπάσασθαι πάντας,  καὶ  τὴν ἀγάπην ἐνδείξασθαι τοῦ Χριστοῦ. Ὄντως γὰρ μεγάλα καὶ ἀνεκδιήγητα  τὰ παρὰ Θεοῦ εἰς ἡμᾶς ἐπιδεδειγμένα.  Κατέθυσεν ἑαυτὸν ὑπὲρ τῶν ἐχθρῶν, τῶν μισούντων, τῶν ἀποστρεφομένων  αὐτόν. Ὃ οὐδὲ ὑπὲρ φίλων,  οὐδὲ ὑπὲρ παίδων  ποιήσειεν  ἄν τις, οὐδὲ ὑπὲρ ἀδελφῶν,  ∆εσπότης ὑπὲρ δούλων  ἐποίησε, δεσπότης οὐ τοιοῦτος, οἷος οἱ δοῦλοι, ἀλλὰ Θεὸς ὑπὲρ ἀνθρώπων,  καὶ ἀνθρώπων  οὐδὲ εὐδοκιμούντων.  Εἰ γὰρ εὐδοκιμηκότες  ἦσαν, εἰ γὰρ εὐηρεστηκότες, οὐ τοσοῦτον ἦν θαυμαστόν· νῦν δὲ τοῦτό ἐστι τὸ πᾶσαν διάνοιαν ἐκπλῆττον, τὸ ὑπὲρ τοιούτων ἀχαρίστων καὶ ἀγνωμόνων ἀποθανεῖν. Ὃ γὰρ ἀπὸ ἀνθρώπων  πρὸς ὁμοφύλους οὐ γίνεται, τοῦτο ἐγένετο ἀπὸ Θεοῦ εἰς ἡμᾶς· καὶ τοσαύτης ἀπολαύσαντες  ἀγάπης,  ἀκκιζόμεθα  ἔτι, καὶ οὐ φιλοῦμεν  τὸν Χριστόν. Αὐτὸς κατέθυσεν ἑαυτὸν ὑπὲρ ἡμῶν· ἡμεῖς δὲ αὐτὸν καὶ τῆς ἀναγκαίας τροφῆς ἀποροῦντα  περιορῶμεν,  καὶ  νοσοῦντα  καὶ γυμνητεύοντα  οὐκ ἐπισκεπτόμεθα.  Πόσης ὀργῆς ταῦτα ἄξια, πόσης κολάσεως, πόσης γεέννης; Εἰ γὰρ μηδὲν ἕτερον, τοῦτο γοῦν αὐτὸ μόνον, ὅτι κατηξίωσε τὰ τῶν ἀνθρώπων  πάθη οἰκειοῦσθαι, καὶ λέγειν, ὅτι Πεινῶ καὶ διψῶ, οὐχ ἱκανὸν  ἦν πάντας  προτρέψαι; Ἀλλ', ὢ τῆς τῶν  χρημάτων  τυραννίδος! μᾶλλον  δὲ,  ὢ  τῆς  τῶν  ἑκοντὶ  δεδουλωμένων  αὐτοῖς  μοχθηρίας!  Οὐκ ἐκεῖνα  ἔχει μεγάλην τὴν ἰσχὺν, ἀλλ' ἡμεῖς σφόδρα ἐσμὲν ἔκλυτοι καὶ δεδουλωμένοι, ἡμεῖς ταπεινοὶ καὶ γεώδεις,  ἡμεῖς  σαρκικοὶ, ἡμεῖς ἀνόητοι·  οὐ γὰρ ἐκείνων  μεγάλη  ἡ ἰσχύς. Τί γὰρ δύναται,  εἰπέ  μοι; κωφά  ἐστι  καὶ  ἀναίσθητα.  Εἰ ὁ διάβολος  οὐδέν  ἐστιν,  ὁ  μιαρὸς δαίμων,  ὁ οὕτω  πονηρὸς  καὶ  πάντα  κυκῶν,  τὰ  χρήματα  τίνα  ἔχει  ἰσχύν;  Ἐὰν ἴδῃς ἄργυρον, νόμισον εἶναι κασσίτερον. Ἀλλ' οὐ δύνασαι; Οὐκοῦν, ὅπερ ἐστὶν ἀληθὲς, τοῦτο νόμισον, ὅτι γῆ ἐστι· γῆ γάρ ἐστιν. Ἀλλ' οὐδὲ τοῦτον δέχῃ τὸν λογισμόν; Ἐννόησον ὅτι ἀπολούμεθα καὶ ἡμεῖς, ὅτι πολλοὶ τῶν κεκτημένων  οὐδὲν σχεδὸν αὐτῶν ἀπώναντο, ὅτι μυρίοι κομπάσαντες ἐν αὐτῷ, τέφρα ἐγένοντο  καὶ κόνις, ὅτι καὶ νῦν δίκην τίνουσι τὴν ἐσχάτην, τῶν ἐν ὀστράκῳ καὶ ὑέλῳ διαιτηθέντων πολλῷ τυγχάνοντες πτωχότεροι, τῶν ἐν κοπρίᾳ πολλάκις οἱ ἐπὶ τῶν κλινῶν  τῶν ἐλεφαντίνων ἀπορώτεροι. Ἀλλὰ τέρπει τὰς ὄψεις; Ἀλλὰ τούτων  ἕτερα πολλὰ τέρπειν δύναται μᾶλλον. Καὶ γὰρ καὶ τὰ ἄνθη, καὶ ὁ ἀὴρ καθαρὸς ὢν, καὶ ὁ οὐρανὸς, καὶ ὁ ἥλιος πολλῷ μᾶλλον  τέρπει. Οὗτος μὲν γὰρ καὶ ἰὸν ἔχει πολὺν, ὅθεν πολλοὶ καὶ μέλανα αὐτὸν εἶναι ἀπεφήναντο· καὶ δῆλον ἀπὸ τῶν ἐκμαγείων  τῶν μελαινομένων· ἐν δὲ ἡλίῳ μέλαν οὐδὲν, ἐν οὐρανῷ, ἐν ἄστροις. Πολλὴ ἐν τούτοις τοῖς ἄνθεσιν ἡ ἀπόλαυσις, ἢ ἐν ἐκείνῳ τῷ χρώματι. Οὐ τὸ ἄνθος τοίνυν ἐστὶ τὸ τέρπον, ἀλλ' ἡ πλεονεξία, ἡ ἀδικία· τοῦτο τέρπει τὰς ψυχὰς, οὐχ ὁ ἄργυρος. Ἔκβαλε ταύτην  ἀπὸ τῆς ψυχῆς, καὶ ὄψει πηλοῦ τὸ δοκοῦν εἶναι τίμιον ἀτιμότερον· ἔκβαλε τὸ πάθος· ἐπεὶ καὶ οἱ πυρέττοντες, κἂν βόρβορον ἴδωσιν, ὡς πηγὰς ἐπιποθοῦσιν· οἱ ὑγιαίνοντες δὲ ὡς χρὴ, οὐδὲ ὕδατος ἐπιθυμοῦσι πολλάκις. Ἔκβαλε τὴν νόσον, καὶ ὄψει τὰ  πράγματα  ὡς  ἔστι. Καὶ ἵνα  μάθῃς,  ὅτι  οὐ  ψεύδομαι,  πολλοὺς  ἔχω  δεῖξαι  τοῦτο πεποιηκότας. Σβέσον τὸ πῦρ, καὶ ὄψει ὅτι ἀνθέων  ταῦτά ἐστιν εὐτελέστερα. Καλὸν τὸ χρυσίον;  ἀλλ' εἰς  ἐλεημοσύνην  καλὸν,  εἰς  ἐπικουρίαν  πενήτων  καλὸν,  οὐκ  εἰς  τὴν ἀνόνητον  χρῆσιν, ἵνα ἔνδον ἀποκέηται, ἵνα εἰς γῆν κατορύττηται,  ἵνα περὶ χεῖρας καὶ πόδας καὶ κεφα  λὰς περικέηται. ∆ιὰ τοῦτο εὑρέθη, οὐχ ἵνα τὴν εἰκόνα τοῦ Θεοῦ καταδεσμῶμεν τούτῳ, ἀλλ' ἵνα λύωμεν τοὺς δεδεμένους· εἰς τοῦτο κέχρησο τῷ χρυσῷ· λῦσον  τὸν  δεδεμένον,  μὴ  δήσῃς  τὴν  λελυμένην.   Τίνος  γὰρ  ἕνεκεν,  εἰπέ  μοι,  τὴν οὐδαμινὴν πάντων προτίθης; μὴ γὰρ, ἐπειδὴ χρυσός ἐστιν, οὐκέτι δεσμὸν ποιεῖ; μὴ γὰρ ἡ ὕλη τὸν δεσμὸν ποιεῖ; Ἄν τε χρυσὸς ᾖ, ἄν τε σίδηρος, ταυτόν ἐστι· καίτοι τοῦτο ἐκείνου καὶ βαρύτερον. Ἀλλὰ τί ποιεῖ κοῦφον  τὸ πρᾶγμα; Ἡ κενοδοξία, καὶ τὸ παρὰ πάντων ὁρᾶσθαι δεδεμένην,  ἐφ' ᾧ  ἐχρῆν  μᾶλλον  αἰσχύνεσθαι.  Ὅτι γὰρ  τοῦτο  ἀληθές  ἐστι, κατάδησον, καὶ ἄφες ἐν ἐρημίᾳ, ἔνθα οὐδεὶς ὁ θεωρῶν, καὶ βαρύνεται τὸν δεσμὸν καὶ ἐπαχθῆ  νομίζει.  Φοβηθῶμεν,  ἀγαπητοὶ,  μὴ  ἀκούσωμεν  ἐκεῖνα  τὰ  φοβερὰ  ῥήματα,

∆ήσατε αὐτοῦ χεῖρας  καὶ πόδας. Τί ἤδη τοῦτο  σαυτῇ ποιεῖς, γύναι;  οὐδεὶς  δεσμώτης χεῖρας καὶ πόδας δέδεται. Τί καὶ τὴν κεφαλὴν  δεσμεῖς; οὐ γὰρ ἀρκεῖ χεῖρας καὶ  πόδας; τί καὶ τὸν τράχηλον μυρίοις δεσμοῖς περιβάλλεις; Τὴν γὰρ ἀπὸ τούτων φροντίδα παρίημι, τὸ δέος, τὴν  ἀγωνίαν,  τὴν  μάχην  τὴν  ὑπὲρ αὐτῶν  πρὸς τὸν ἄνδρα, εἴ ποτε αὐτῶν  δεηθείη, τὸν θάνατον  ὃν ὑπομένουσιν,  εἴ ποτε ἐκπέσοι τι τούτων.  Ταῦτα οὖν ἡδονὴ,  εἰπέ  μοι; Ἵνα  ἕτερος τέρπῃ  τὰς ὄψεις,  σαυτὴν  καὶ δεσμοῖς καὶ φροντίσι  καὶ κινδύνοις  καὶ ἀηδίαις καὶ μάχαις καθημεριναῖς  ὑποβάλλεις;  ἆρ' οὐ πάσης κατηγορίας καὶ καταγνώσεως ἄξιον τοῦτο; Μὴ, παρακαλῶ, μὴ ταῦτα ποιῶμεν, ἀλλὰ λύωμεν πάντα σύνδεσμον ἀδικίας, διαθρύπτωμεν  πεινῶντι  τὸν ἄρτον· πάντα  τὰ ἄλλα πράττωμεν,  ἃ τὴν   πρὸς   τὸν   Θεὸν   ἡμῖν   παῤῥησίαν   προξενῆσαι   δύναται,   ἵνα   τύχωμεν    τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΟΜΙΛΙΑ Ηʹ.Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις  θεοσέβειαν, δι' ἔργων ἀγαθῶν.


αʹ. Ὅταν  προσεύχησθε,  φησὶν  ὁ  Χριστὸς, μὴ  γίνεσθε  ὡς  οἱ  ὑποκριταὶ,  ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις  τῶν πλατειῶν  ἑστῶτες προσεύχεσθαι,  ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὑτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὰς θύρας, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ. Τί οὖν ὁ Παῦλός φησι, Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ  τόπῳ, ἐπαίροντας  ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ; Ἀλλ' οὐκ ἔστιν ἐναντίον  ἐκείνοις τοῦτο, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συνᾷδον. Πῶς καὶ τίνι τρόπῳ; ∆εῖ δὲ πρότερον εἰπεῖν, τί ἐστιν, Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ τί δήποτε τοῦτο προστάττει, εἰ ἐν παντὶ τόπῳ δεῖ εὔχεσθαι, καὶ εἰ ἐν ἐκκλησίᾳ μὴ δεῖ εὔχεσθαι, καὶ εἰ ἐν ἄλλῳ  μηδενὶ τῆς οἰκίας μέρει, ἀλλ' ἐν τῷ ταμείῳ μόνον. Τί οὖν ἐστι τὸ λεγόμενον;  Τὸ ἀκενόδοξον δεικνὺς ἐνταῦθα ὁ Χριστός φησι, μὴ, Λάθρα, ἁπλῶς, ἀλλὰ, Κεκρυμμένως τὰς εὐχὰς ποιοῦ. Ὥσπερ γὰρ λέγων,  Μὴ γνώτω  ἡ ἀριστερά  σου, τί  ποιεῖ  ἡ  δεξιά  σου, οὐ  περὶ  χειρῶν  διαλέγεται   ἁπλῶς,  ἀλλὰ  τὴν ὑπερβολὴν  τῆς πρὸς τὴν  κενοδοξίαν  φυγῆς  παρίστησιν, οὕτω  δὴ καὶ ἐνταῦθα  τοῦτο αἰνίττεται.  Οὐ τοίνυν  εἰς τὸν τόπον  περιώρισε τὴν  εὐχὴν,  ἀλλ' ἓν μόνον  ἐπέταξε τὸ ἀκενόδοξον.  Ὁ δὲ Παῦλος ταῦτά φησι πρὸς ἀντιδιαστολὴν  τῆς Ἰουδαϊκῆς  εὐχῆς· ὅρα γὰρ τί φησιν· Ἐν παντὶ τόπῳ ἐπαίροντας  ὁσίους χεῖρας· ὅπερ τοῖς Ἰουδαίοις θέμις οὐκ ἦν. Οὐδὲ γὰρ ἐξῆν τῷ Θεῷ προσιέναι ἀλλαχοῦ  καὶ θύειν  καὶ τὰς λατρείας  ἐπιτελεῖν, ἀλλ' εἰς ἕνα τόπον τοὺς πανταχόθεν  ἐκ τῆς οἰκουμένης συντρέχοντας ἅπαντα . τὰ τῆς ἁγιστείας ἐν τῷ ναῷ ἐπιτελεῖν  ἔδει. Τούτων ἀντίῤῥοπον τὴν παραίνεσιν εἰσάγει. Καὶ τῆς  ἀνάγκης  ἀπαλλάξας  ἐκείνης,  Οὐκ ἔστι,  φησὶ,  τοιαῦτα  τὰ  ἡμέτερα,  οἷα  τὰ Ἰουδαϊκά. Ὥσπερ γὰρ ὑπὲρ πάντων  τὰς εὐχὰς κελεύει ποιεῖν (ὑπὲρ πάντων  γὰρ καὶ ὁ Χριστὸς ἀπέθανε, καὶ ὑπὲρ πάντων,  φησὶ, ταῦτα κηρύττω), οὕτω καὶ πανταχοῦ  καλὸν εὔχεσθαι· ἡ δὲ παρατήρησις λοιπὸν  μὴ περὶ τόπον  ἔστω, ἀλλὰ  περὶ τὸν  τρόπον  τῆς εὐχῆς.  Πανταχοῦ  μὲν εὔχου, φησὶ, πανταχοῦ  δὲ ὁσίους χεῖρας  ἔπαιρε· τοῦτό  ἐστι τὸ ζητούμενον.  Ὁσίους δὲ τί ἐστι; Καθαράς· καθαρὰς δὲ τί ἐστιν; Οὐχ ὕδατι νιπτομένας, ἀλλὰ πλεονεξίας  φόνων,  ἁρπαγῆς, πληγῶν  καθαράς. Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Τί δὴ τοῦτό ἐστι; τίς δὲ εὐχόμενος  ὀργίζεται; Τουτέστι, χωρὶς μνησικακίας. Καθαρὰ ἔστω τοῦ εὐχομένου ἡ διάνοια, παντὸς πάθους ἀπηλλαγμένῃ· μηδεὶς μετὰ ἔχθρας προσίτω τῷ Θεῷ· μηδεὶς μετὰ ἀηδίας καὶ διαλογισμοῦ. Τί ἐστι, Χωρὶς διαλογισμοῦ; Ἐπακούσωμεν. Ἄρα οὐ  δεῖ  ὅλως  ἀμφιβάλλειν   ὅτι  ἐπακουσθησόμεθα.  Ὅσα γὰρ  ἂν  αἰτήσητε,  φησὶ, πιστεύοντες, λήψεσθε· καὶ πάλιν, Ὅταν στήκητε προσευχόμενοι, ἀφίετε, εἴ τι ἔχετε κατά τινος. Τοῦτό ἐστι, Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καὶ πῶς, φησὶ, δυνήσομαι πιστεύειν, ὅτι ἐπιτεύξομαι  τῆς αἰτήσεως; Ἂν μηδὲν ἐναντίον  αἰτῇς, ὧν δοῦναί ἐστιν ἕτοιμος· ἂν μηδὲν ἀνάξιον τοῦ βασιλέως, ἂν μηδὲν βιωτικὸν, ἂν πάντα πνευματικὰ, ἂν χωρὶς ὀργῆς προσίῃς, ἂν καθαρὰς ἔχων τὰς χεῖρας, ἂν ὁσίας· ὅσιαί εἰσιν αἱ ἐλεημοσύνας ἐργαζόμεναι. Ἂν οὕτω προσίῃς, πάντως  ἐπιτεύξῃ  τῆς αἰτήσεως. Εἰ γὰρ ὑμεῖς, φησὶ, πονηροὶ  ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς; ∆ιαλογισμὸν  τὴν  ἀμφιβολίαν  λέγει.  Ὡσαύτως καὶ τὰς γυναῖκας  βούλομαι, φησὶ, Θεῷ προσιέναι  χωρὶς  ὀργῆς, χωρὶς  διαλογισμοῦ,  ὁσίους χεῖρας  ἔχειν,  μὴ ταῖς ἐπιθυμίαις  ἐξακολουθεῖν  ταῖς ἑαυτῶν, μὴ ἁρπάζειν, μὴ πλεονεκτεῖν.  Τί γὰρ, κἂν αὐτὴ μὴ  ἁρπάζῃ, διὰ δὲ τοῦ ἀνδρὸς τοῦτο ἐργάζηται; Παρὰ δὲ τῶν γυναικῶν  καὶ πλέον τι  αἰτεῖ  ὁ  Παῦλος.  Ποῖον  δὴ  τοῦτο;  Τὸ, Μετὰ  αἰδοῦς  καὶ  σωφροσύνης,  φησὶν,  ἐν καταστολῇ κοσμίᾳ κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν,  ἢ χρυσῷ, ἢ μαργαρίταις, ἀλλ' ὃ πρέπει γυναιξὶν  ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων  ἀγαθῶν.  Καταστολὴν τί φησι; Τουτέστι, τὴν ἀμπεχόνην πάντοθεν περιεστάλθαι καλῶς, κοσμίως, μὴ περιέργως· ἐκεῖνο γὰρ κόσμιον, τοῦτο δὲ ἄκοσμον. Τί λέγεις; προσέρχῃ δεομένη τοῦ Θεοῦ, καὶ περίκεισαι χρυσία καὶ ἐμπλέγματα; μὴ γὰρ χορεῦσαι ἦλθες; μὴ γὰρ γάμων  μεθέξουσα; μὴ γὰρ εἰς πομπὴν παρεγένου; Ἐκεῖ τὰ χρυσία, ἐκεῖ τὰ ἐμπλέγματα, ἐκεῖ τὰ πολυτελῆ  ἱμάτια ἔχει καιρόν·   νῦν    δὲ   οὐδενὸς   χρεία   τούτων.    Ἦλθες   παρακαλέσαι,   δεηθῆναι    ὑπὲρ ἁμαρτημάτων,  ἐντευξομένη  ὑπὲρ  ὧν  προσέκρουσας, αἰτουμένη  τὸν  ∆εσπότην, ἵλεω καταστήσουσα αὐτόν· τί κοσμεῖς σαυτήν; Οὐκ ἔστι ταῦτα ἱκετευούσης τὰ σχήματα. Πῶς δύνασαι στενάξαι; πῶς δύνασαι δακρῦσαι; πῶς μετὰ ἐκτενείας εὔξασθαι, τοιοῦτον σχῆμα περικειμένη; Κἂν δακρύσῃς, γέλως  ἔσται τὰ δάκρυα τοῖς ὁρῶσιν· οὐ γὰρ χρυσοφορεῖν τὴν δακρύουσαν δεῖ· ἐπεὶ σκηνή ἐστι καὶ ὑπόκρισις. Πῶς γὰρ οὐ σκηνὴ, ὅταν ἀπ' αὐτῆς τῆς διανοίας,  ἀφ' ἧς ἡ τοσαύτη πολυτέλεια  καὶ φιλοτιμία  ἐτέχθη, ἀπὸ τῆς αὐτῆς καὶ δάκρυα προχέηται; Περίελε πᾶσαν ἐκείνην τὴν ὑπόκρισιν· Θεὸς οὐ παίζεται. Ταῦτα τῶν μίμων καὶ τῶν ὀρχηστῶν ἐστι τῶν ἐν ταῖς σκηναῖς διημερευόντων·  γυναικὶ  δὲ κοσμίᾳ οὐδὲν τούτων πρέπει. Μετὰ αἰδοῦς, φησὶ, καὶ σωφροσύνης.

βʹ. Μὴ τοίνυν  τὰς ἑταιριζομένας  μιμοῦ· διὰ γὰρ τούτου  τοῦ σχήματος ἐκεῖναι πολλοὺς   ἐπισπῶνται   τοὺς  ἐραστὰς,  κἀντεῦθεν   πολλαὶ   πονηρὰν   ἔλαβον   ὑποψίαν πολλάκις,  καὶ  οὐδὲν  ἐκ τοῦ  κόσμου τούτου  ἀπώναντο· πολλοὺς  γὰρ διὰ  τῆς  δόξης ταύτης  ἔβλαψαν.  Ὥσπερ γὰρ ἡ πεπορνευμένη  κἂν  ἔχῃ  σώφρονος  δόξαν,  οὐδὲν  τῆς δόξης ἀπώνατο, τοῦ τὰ κρύφια δικάζοντος τότε πάντα εἰς μέσον ἄγοντος· οὕτως οὐδὲ ἡ σώφρων, ἂν ἐπιτηδεύσῃ διὰ τοῦ σχήματος μοιχείας δόξαν λαβεῖν, ἀπώνατό τι τῆς σωφροσύνης· πολλοὶ γὰρ διὰ τῆς δόξης ταύτης ἐβλάβησαν. Τί οὖν ἐγὼ πάθω, φησὶν, ἂν ἕτερος ὑποπτεύσῃ; Σὺ δίδως τὴν ἀφορμὴν διὰ τοῦ σχήματος, διὰ τοῦ βλέμματος, διὰ τῶν κινημάτων. ∆ιὰ τοῦτο πολὺς τῷ Παύλῳ λόγος τῆς ἀμφιάσεως, πολὺς τῆς αἰδοῦς. Εἰ δὲ ἃ πλούτου  μόνον  ἐστὶ τεκμήρια  ταῦτα  περιεῖλε,  χρυσὸν, μαργαρίτας, ἱμάτια  πολυτελῆ, πῶς  οὐ πολλῷ  μᾶλλον  ἃ περιεργίας  ἐστὶν, οἷον ἐπιτρίμματα,  ὑπογραφὰς  ὀφθαλμῶν, διατεθρυμμένην   βάδισιν,  διακεκλασμένην   φωνὴν,   ὄμμα  ὑγρὸν  καὶ  πάσης  πορνείας γέμον,   περίεργον   ἀναβολὴν   τοῦ  φάρους,  τοῦ  χιτωνίσκου,   ζώνην   περιεργοτέραν, ὑποδήματα  ἀπηρτισμένα;  Ἅπαντα  γὰρ ταῦτα  διὰ  τοῦ  εἰπεῖν,  Ἐν καταστολῇ  κοσμίᾳ, ᾐνίξατο, καὶ διὰ τοῦ εἰπεῖν, Μετὰ αἰδοῦς· ταῦτα γὰρ ἀναιδείας  ἐστὶ καὶ ἀσχημοσύνης. Ἀνάσχεσθέ μου, παρακαλῶ· γυμνότερον  γὰρ ὁ λόγος  τὸν ἔλεγχον  προσάγει, οὐχ ἵνα πλήξῃ, οὐδ' ἵνα λυπήσῃ, ἀλλ' ἵνα τὸ ἀλλότριον τῆς ἀγέλης ἅπαν περιέλῃ. Εἰ ταῖς ἄνδρας ἐχούσαις, εἰ ταῖς τρυφώσαις, εἰ ταῖς πλουτούσαις ταῦτα ἀπαγορεύει, πολλῷ μᾶλλον ταῖς παρθενίαν   ἀναδεδεγμέναις.   Καὶ  τίς,   φησὶ,   παρθένος   χρυσία   περιτίθεται;   τίς   δὲ ἐμπλέγματα; Τοσαύτη ἡ τοῦ λιτοῦ σχήματός ἐστι περιεργία, ὡς  ταῦτα μηδὲν εἶναι πρὸς ἐκεῖνα. Ἔνεστι γὰρ καὶ δι' εὐτελῶν ἱματίων μᾶλλον καλλωπίζεσθαι τῶν τὰ χρυσία περικειμένων.  Ὅταν γὰρ σφόδρα ᾖ κυανὸς ὁ χιτὼν,  καὶ τῇ ζώνῃ συνεσταλμένος μετὰ πολλῆς τῆς ἀκριβείας περὶ τὸ στῆθος, καθάπερ τούτων τῶν ἐπὶ τῆς σκηνῆς ὀρχουμένων, ὥστε μήτε εἰς πλάτος ἐκβαίνειν  ἐξωγκωμένον,  μήτε εἰς ἰσχνότητα συστέλλεσθαι, ἀλλ' ἀμφοτέρων  εἶναι μέσον, καὶ πολλὰς ἔχειν περὶ τὰ στέρνα τὰς ῥυτίδας, πόσων σηρικῶν οὐχ  ἱκανὸν  τοῦτο  δελεάσαι  μᾶλλον;  Τί δὲ, ὅταν  τὸ ὑπόδημα  ἐν  τῷ  μέλανι  σφόδρα ἀποστίλβῃ δι' αὐτοῦ, λῆγον εἰς ὀξὺ, καὶ τὴν ἐν ταῖς ζωγραφίαις εὐφυΐαν ᾖ μιμούμενον, ὥστε  μήτε  τὸν  ταρσὸν  ἀνέχειν   πολύ;  τί  δὲ,  ὅταν  τὴν  ὄψιν  ἐπιτρίμμασι  μὲν  μὴ καλλωπίζῃς,  ἀπονίπτῃς  δὲ μετὰ πολλῆς  τῆς ἀκριβείας καὶ τῆς σχολῆς, καὶ διατείνῃς μετὰ τοῦ μετώπου  πολὺ  τῆς ὄψεως  λευκότερον  τὸ κάλυμμα,  εἶτα ἄνωθεν  τὸ φάρος ἐπιτιθῇς, ὡς ἂν τῷ λευκῷ τὸ μέλαν ἐμπρέπῃ; Τί ἄν τις εἴποι περὶ τῶν ὀφθαλμῶν  τὰς μυρίας ἐκείνας περιστροφάς; περὶ τῆς δέσεως, τῆς νῦν μὲν κρυπτομένης, νῦν δὲ γυμνουμένης  ἐν τῇ δέσει τῆς περιστηθίδος; καὶ γὰρ καὶ τοῦτο γυμνοῦσι πολλάκις, ὥστε τοῦ ζώσματος τὴν ἀκρίβειαν φαίνεσθαι, τοῦ φάρους παντὸς περὶ τὴν κεφαλὴν περιαγομένου. Τὰς δὲ χεῖρας, καθάπερ οἱ τραγῳδοὶ, οὕτω μετὰ ἀκριβείας ἐνδιδύσκουσιν, ὥστε νομίζειν προσπεφυκέναι  μᾶλλον αὐταῖς. Τί ἄν τις εἴποι τὴν βάδισιν, καὶ τὰ ἄλλα ἐπιτηδεύματα  παντὸς  χρυσίου μᾶλλον  δυνάμενα  τοὺς θεωμένους  ἑλεῖν;  Φοβηθῶμεν, ἀγαπητοὶ, μὴ ἀκούσωμεν καὶ ἡμεῖς, ἅπερ ὁ προφήτης ἔλεγε ταῖς τῶν Ἑβραίων γυναιξὶ περὶ τὸν κόσμον τὸν  ἔξωθεν  ἠσχολημέναις· Ἀντὶ ζώνης  σχοινίῳ  ζώσῃ, καὶ ἀντὶ  τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις. Ὥστε ταῦτα μᾶλλον ἐπαγωγὰ τῶν χρυσίων ἐστὶν, ὡς πολλῶν  ἑτέρων καὶ πρὸς τοῦτο ἐπιτετηδευμένων, πρὸς τὸ ὁρᾶσθαι καὶ αἰχμαλωτίζειν τοὺς θεωμένους. Οὐκ ἔστι μικρὸν τὸ ἁμάρτημα, ἀλλὰ καὶ σφόδρα μέγα, ἱκανὸν παροξῦναι τὸν Θεὸν, ἱκανὸν παντὶ τῷ πόνῳ τῆς παρθενίας λυμήνασθαι.

γʹ. Χριστὸν ἔχεις νυμφίον· τί ἐραστὰς ἀνθρώπους  ἐπισπᾶσαι; Μοιχείας σε τότε κρινεῖ. ∆ιὰ τί μὴ κοσμῇ τὸν κόσμον τὸν αὐτῷ ἀρέσκοντα, τὸν αὐτῷ φίλον, τὴν αἰδὼ, τὴν σωφροσύνην,  τὴν  κοσμιότητα, τὴν  σώφρονα  καταστολήν; αὕτη πορνική  τίς ἐστι καὶ αἰσχρά. Οὐκέτι διαγινώσκομεν  τὰς πόρνας καὶ τὰς παρθένους. Ὅρα εἰς πόσην ἀσχημοσύνην ἐξήγαγον ἑαυτάς. Ἀνεπιτήδευτον εἶναι χρὴ τὴν παρθένον, ἁπλῶς καὶ εἰκῆ διεσκευασμένην·  ἡ δὲ μυρία ἐπιτηδεύει  πρὸς τὴν  φαινομένην διασκευήν. Παῦσαι τῆς μανίας, γύναι, ἐπὶ τὴν ψυχὴν μετάγαγε τὴν τοιαύτην σπουδὴν, ἐπὶ τὴν ἔσω ἐμπρέπειαν· οὗτος γὰρ ὁ κόσμος ὁ ἔξωθεν περικείμενος  οὐκ ἀφίησι τὸν ἔνδον  γενέσθαι καλόν. Ὁ περὶ τοῦτον ἠσχολημένος, τοῦ ἔνδον καταφρονεῖ, ὥσπερ ὁ τούτου καταφρονῶν,  πᾶσαν τὴν σπουδὴν περὶ τὸν ἔνδον ἐνδείκνυται.  Μή μοι εἴπῃς, Οἴμοι, ἱμάτιον  ἐκτετριμμένον φορῶ, ὑπόδημα εὐτελὲς, κάλυμμα οὐδαμινόν·  ποῖος ταῦτα κόσμος; Μὴ ἀπάτα σαυτήν. Ἔνεστιν, ὅπερ ἔφην, διὰ τούτων  μειζόνως καλλωπίζεσθαι,  ἢ δι' ἐκείνων,  μάλιστα διὰ τῶν ἐκτετριμμένων  ἱματίων, ἢ τῶν προσπεπλασμένων τῷ σώματι, καὶ ἐκτετυπωμένων καλῶς πρὸς τὸ σχῆμα τὸ ἀναιδὲς, καὶ στιλβόντων  λαμπρόν. Ἐμοὶ ταῦτα λέγεις· τί δὲ τῷ Θεῷ ἐρεῖς  τῷ τὴν διάνοιαν εἰδότι, μεθ' ἧς ταῦτα ποιεῖς; Ἀλλ' οὐχ ὥστε πορνεῦσαι ποιεῖς; Ἀλλὰ τί; ὥστε θαυμασθῆναι; καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς ἐπὶ τούτοις βουλομένη θαυμάζεσθαι; Ἀλλ' ἁπλῶς, φησὶ, ταῦτα περίκειμαι, οὐδὲ ἐπὶ τούτῳ. Οἶδεν ὁ Θεὸς  ἃ  φθέγγῃ   πρὸς  ἡμᾶς.  Μὴ  γὰρ  ἐμοὶ  δίδως  λόγον;  Ἐκείνῳ  τῷ  παρόντι  τοῖς γινομένοις, καὶ τότε ἐξετάζοντι ταῦτα, ἐκείνῳ ᾧ γυμνὰ καὶ τετραχηλισμένα  πάντα. ∆ιὰ τοῦτο  καὶ ἡμεῖς  ταῦτα  λέγομεν  νῦν,  ἵνα  ὑμᾶς τῶν  εὐθυνῶν  ἐκείνων  μὴ ποιήσωμεν ἐνόχους. Φοβηθῶμεν μὴ καὶ ὑμῖν ὀνειδίσῃ, ἃ διὰ τοῦ προφήτου ταῖς Ἰουδαίων γυναιξὶν, Ἦλθον ὀφθῆναί  μοι θρυπτόμεναι  καὶ τοῖς  ποσὶν  ἅμα παίζουσαι. Ἀνεδέξασθε ἀγῶνα μέγαν,  ἔνθα  ἀθλήσεως,  οὐ καλλωπισμοῦ  δεῖ, πυκτεύειν  δεῖ, οὐ βλακεύειν.  Οὐχ ὁρᾷς τοὺς πυκτεύοντας, τοὺς ἀθλοῦντας; ἆρα βαδίσεως αὐτοῖς μέλει καὶ σχήματος; Οὐδαμῶς· ἀλλὰ ταῦτα πάντα ἀφέντες,  ἱμάτιον  ἐλαίῳ  διάβροχον  ἀναβαλλόμενοι,  πρὸς ἓν μόνον ὁρῶσι, τὸ πλῆξαι, καὶ μὴ πληγῆναι. Ἕστηκεν ὁ διάβολος τρίζων τοὺς ὀδόντας, πάντοθέν σε βουλόμενος  καθελεῖν· σὺ δὲ μένεις  ἀπησχολημένη  περὶ  τὸν  κόσμον  τοῦτον  τὸν σατανικόν;  Οὐδὲν βούλομαι  λέγειν  περὶ φωνῆς,  πῶς πολλαὶ  καὶ τοῦτο ἐπιτηδεύουσι, περὶ μύρων καὶ τῆς ἄλλης βλακείας. ∆ιὰ ταῦτα γελῶσιν  ἡμᾶς αἱ κοσμικαί. Τὸ σεμνὸν τῆς παρθενίας ἀπόλωλεν· οὐδεὶς τιμᾷ παρθένον, ὡς τιμᾷν χρή· ἑαυτὰς γὰρ ἀτιμάζεσθαι

 πεποιήκασιν.  Οὐκ ἔδει, ὥσπερ ἐξ οὐρανοῦ παραγενομένας,  οὕτως  εἶναι περιβλέπτους ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ; νῦν δὲ καταπεφρόνηνται δι' ἑαυτὰς, οὐ διὰ τὰς φρονίμους. Ὅταν γὰρ ἴδῃ σε, τὴν ἐσταυρωμένην εἶναι ὀφείλουσαν, ἡ ἄνδρα ἔχουσα καὶ παιδία  καὶ οἰκίας προεστῶσα, μᾶλλον  αὐτῆς τὸν  κόσμον τοῦτον  διώκουσαν,  πῶς  οὐ καταγελάσεται;  πῶς  οὐ  καταφρονήσει;  Ὁρᾷς  πόση  ἡ  σπουδή;  πόση  ἡ  μελέτη;  δι' εὐτελείας νικᾷς τὴν κοσμουμένην τὰ πολυτελῆ,  μᾶλλον  αὐτῆς καλλωπιζομένη τῆς τὰ χρυσία περικειμένης. Ἃ πρέπει σοι οὐ ζητεῖς, ἃ οὐ πρέπει σοι, ἐκεῖνα μετέρχῃ, δέον σε τὰ ἀγαθὰ ἔργα μετιέναι. ∆ιὰ τοῦτο τῶν κοσμικῶν ἀτιμότεραι αἱ παρθένοι· οὐ γὰρ ἄξια τῆς παρθενίας  τὰ ἔργα ἐπιδείκνυνται.  Ταῦτα εἰρήκαμεν  οὐ πρὸς πάσας, μᾶλλον  δὲ πρὸς πάσας, τὰς μὲν ὑπευθύνους, ἵνα σωφρονῶσι, τὰς δὲ ἀνευθύνους, ἵνα ἐκείνας σωφρονίζωσιν. Ἀλλ' ὁρᾶτε ὅπως μὴ εἰς ἔργον ἡ ἐπιτίμησις ἔλθῃ. Οὐ γὰρ ἵνα λυπήσωμεν, εἴπομεν, ἀλλ' ἵνα διορθωσώμεθα, ἵνα καυχησώμεθα ἐν ὑμῖν. Γένοιτο δὲ πάντας ἡμᾶς τὰ τῷ Θεῷ δοκοῦντα ποιεῖν, καὶ εἰς δόξαν αὐτοῦ ζῇν, ὥστε καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα  τῷ.  ἁγίῳ  Πνεύματι  δόξα, κράτος,  τιμὴ,  νῦν  καὶ  ἀεὶ, καὶ  εἰς  τοὺς  αἰῶνας  τῶν αἰώνων. Ἀμήν.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |