Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62
ΟΜΙΛΙΑ Εʹ.Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συ ζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσο μεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσα σθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑπομί μνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ κατα στροφῇ τῶν ἀκουόντων.
αʹ. Πολλοὶ τῶν ἀσθενεστέρων ἀνθρώπων πρὸς μὲν τὸν τῆς πίστεως πόνον ἀπαγορεύουσιν, οὐδὲ τὴν ἀναβολὴν τῆς ἐλπίδος φέρουσι· τὰ παρόντα δὲ ἐπιζητοῦσιν καὶ ἀπὸ τούτων τὰ μέλλοντα χαρακτηρίζουσιν. Ἐπεὶ οὖν τὰ μὲν ἐνταῦθα θάνατοςἦν, βάσανοι, δεσμά· αὐτὸς δέ φησιν, ὅτι εἰς ζωὴν αἰώνιον ἥξουσιν, οὐκ ἂν δέ τις ἐπίστευσεν, ἀλλ' εἶπεν ἂν, Τί λέγεις; Ὅτε ζῶ, ἀποθνήσκω, καὶ ὅταν ἀποθάνω, ζῶ; ἐν τῇ γῇ μοι οὐδὲν ἐπαγγέλλῃ, καὶ ἐν τῷ οὐρανῷ δίδως; τὰ μικρὰ οὐ δίδως, καὶ τὰ μεγάλα παρέχεις; Ἵνα τοίνυν μηδεὶς ταῦτα ἐννοῇ, ἀναμφίβολον ποιεῖται τούτου τὴν κατασκευὴν, προκαταβάλλων μὲν αὐτὸ καὶ ἤδη, καὶ τεκμήρια διδοὺς (τὸ γὰρ, Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν, τοῦτό ἐστιν, ὅτι μετὰ θάνατον ἀνέστη)· νῦν δὲ τὸ αὐτὸ πάλιν δηλῶν φησί· Πιστὸς ὁ λόγος, ὅτι ὁ ζωῆς οὐρανίου τυχὼν, καὶ αἰωνίου τεύξεται.
Πόθεν πιστός; Εἰ γὰρ συναπεθάνομεν, φησὶ, καὶ συζήσομεν. Εἰπὲ γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κόπον ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; Ἀλλὰ τοῦτο οὐκ ἂν οὐδὲ ἄνθρωπος ποιήσειεν, ὥστε τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν καὶ συνθλιβῆναι, εἴ ποτε ἐν ἀνέσει γένηται, ἀρνήσασθαι αὐτῷ γενέσθαι κοινωνόν. Ποῦ δὲ συναπεθάνομεν; Τοῦτον λέγει τὸν θάνατον, τόν τε διὰ τοῦ λουτροῦ, καὶ τὸν διὰ τῶν παθημάτων· φησὶ γὰρ, Τὴν νέκρωσιν τοῦ Κυρίου ἐν τῷ σώματι περιφέροντες· καὶ,
Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος· καὶ Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ, Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Ἐνταῦθα δὲ καὶ τὸν τῶν πειρασμῶν λέγει· μᾶλλον δὲ τοῦτον· καὶ γὰρ ἐν πειρασμοῖς ἦν, ὅτε ταῦτα ἔγραφεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ δι' αὐτὸν ἀπεθάνομεν, δι' αὐτὸν οὐ ζησόμεθα; ἀναμφισβήτητον τοῦτό ἐστιν. Εἰ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν, Οὐχ ἁπλῶς εἶπε, Συμβασιλεύσομεν· ἀλλ', Εἰ ὑπομένομεν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ ἅπαξ ἀποθανεῖν (καθ' ἑκάστην ἡμέραν ἀπέθνησκεν ὁ μακάριος οὗτος)· ἀλλὰ δεῖ πολλῆς ὑπομονῆς, ἧς μάλιστα ἔδει Τιμοθέῳ. Μὴ γάρ μοι, φησὶ, τὰ πρῶτα εἴπῃς, ἀλλ' εἰ διαπαντός. Εἶτα καὶ ἀπὸ τοῦ ἄλλου μέρους προτρέπει, οὐκ ἀπὸ τῶν ἀγαθῶν, ἀλλὰ καὶ ἀπὸ τῶν κακῶν. Εἰ γὰρ μέλλοιεν τῶν αὐτῶν μετέχειν καὶ οἱ πονηροὶ, οὐκ ἔστι τοῦτο παράκλησις· καὶ εἰ μέλλοιεν ὑπομείναντες μὲν συμβασιλεύειν, μὴ ὑπομείναντες δὲ τοῦτο μόνον πάσχειν, τὸ μὴ συμβασιλεύειν, δεινὸν μὲν καὶ τοῦτο, πλὴν ἀλλὰ τοὺς πολλοὺς οὐχ ἱκανὸν δακεῖν. ∆ιὸ τὸ φοβερώτερον λέγει· Εἰ ἀρνησόμεθα αὐτὸν, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Ἄρα οὐκ ἐν τοῖς χρηστοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις αἱ ἀμοιβαί. Τὸν δὲ ἀρνηθέντα ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐννοήσατε τί παθεῖν εἰκός· Ὃς ἐὰν ἀρνήσηταί με, φησὶν, ἀρνήσομαι κἀγὼ αὐτόν. Οὐκ ἐξ ἴσης ἡ ἀντίδοσις, εἰ καὶ οὕτω λέγων δοκεῖ· ἡμεῖς μὲν γὰρ ἄνθρωποι οἱ ἀρνούμενοι, ἐκεῖνος δὲ Θεός· ὅσον δὲ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων τί δεῖ λέγειν; βʹ. Ἄλλως δὲ ἡμεῖς ἐντεῦθεν ἑαυτοὺς βλάπτομεν, ἐκεῖνον δὲ οὐδαμῶς, οὐδὲ δυνάμεθα. ∆ιὰ τοῦτο καὶ ἐπήγαγε τὸ αὐτὸ δηλῶν· Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται ἐκεῖνος· ἀληθής ἐστι, βέβαιός ἐστιν, ἄν τε εἴπωμεν, ἄν τε μὴ εἴπωμεν. Εἰ τοίνυν οὐδὲν παρ' ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι' οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ' ἢ διὰ τὸ ἡμῖν χρήσιμον. Ἐκεῖνος γὰρ ὁ αὐτὸς μένει καὶ ἀρνουμένων καὶ μὴ ἀρνουμένων. Ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται, τουτέστι, μὴ εἶναι. Ἡμεῖς λέγομεν ὅτι οὐκ ἔστιν, εἰ καὶ μὴ τὸ πρᾶγμα οὕτως ἔχει. Οὐκ ἔχει φύσιν μὴ εἶναι, οὐ δυνατόν· τουτέστιν, εἰς τὸ μὴ εἶναι αὐτὸν χωρῆσαι· ἀεὶ μένει, ἀεί ἐστιν αὐτοῦ ἡ ὑπόστασις. Μὴ τοίνυν ὡς χαριζόμενοι αὐτῷ, οὕτω διακεώμεθα, ἢ ὡς καταβλάπτοντες. Εἶτα, ἵνα μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε· Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Φοβερὸν τοῦτο τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν. Εἰ γὰρ ἀνθρώπου μαρτυρίαν καλουμένην οὐκ ἄν τις τολμήσειεν ἀθετῆσαι, πολλῷ μᾶλλον Θεοῦ. Οἷόν τι λέγω· Εἴ τις συνθήκας τιθέμενος ἢ διαθήκας γράφων βούλεται ἀξιοπίστους μάρτυρας καλέσαι, ἆρα τολμήσει τις ἀναθέσθαι ἐκεῖνα τῶν ἔξωθέν τινι; Οὐδαμῶς· κἂν βούληται, δεδοικὼς τὸ τῶν μαρτύρων ἀξιόπιστον, φυλάττεται. Τί ἐστι, ∆ιαμαρτυρόμενος; Μάρτυρα καλεῖ τὸν Θεὸν τῶν λεγομένων, τῶν πραττομένων. Μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον. Οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Οὐ μόνον οὐδὲν ἐκ τούτου κέρδος, ἀλλὰ καὶ βλάβη πολλή. Ταῦτα τοίνυν ὑπομίμνησκε· κἂν καταφρονῶσιν, ὁ Θεὸς αὐτοὺς κρινεῖ. Τί δήποτε καὶ περὶ τοῦ μὴ λογομαχεῖν παραινεῖ; Οἶδεν ὅτι λίχνον τὸ πρᾶγμα, καὶ ὅτι ἀεὶ βούλεται ἡ ἀνθρωπίνη ψυχὴ μάχεσθαι καὶ λογομαχεῖν. Ἵνα οὖν τοῦτο μὴ γίνηται, οὐχ ἁπλῶς φησι μὴ λογομαχεῖν, ἀλλὰ φοβερώτερον τὸν λόγον ποιῶν ἐπήγαγεν, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Πανταχοῦ τὸ ἀνεπαίσχυντον. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; Ἐπειδὴ εἰκὸς ἦν πολλοὺς ἐπαισχύνεσθαι καὶ τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα, ὡς τῶν
διδασκάλων ἀπολλυμένων. Ὁ Χριστὸς γὰρ ἐσταυρώθη, οὗτος ἔμελλεν ἀποκεφαλίζεσθαι, ὁ Πέτρος κάτωθεν ἀνεσκολοπίσθη, καὶ ταῦτα ἔπαθον παρὰ ἀνθρώπων καταπτύστων καὶ ἰταμῶν. Ἐπειδὴ οὖν οὗτοι ἐκράτουν, Μὴ ἐπαισχυνθῇς, φησὶ, τουτέστι, μηδὲν ὅλως αἰσχύνου πράττειν τῶν εἰς εὐσέβειαν ἡκόντων, κἂν δουλεῦσαι δέῃ, κἂν ὁτιοῦν παθεῖν. Πῶς δὲ γίνεταί τις δόκιμος; Ἐργάτης ὢν ἀνεπαίσχυντος. Ὁ ἐργάτης οὐδὲν αἰσχύνεται πράττειν· οὕτως οὐδὲ ὁ τοῦ Εὐαγγελίου ἐργάτης· πάντα γὰρ ὑφίστασθαι δεῖ. Ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
Καλῶς τοῦτο εἶπε· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· πολλὰ ἔχει τὰ ἐπιφυόμενα. Καὶ οὐκ εἶπεν, Ἀπευθύνοντα, ἀλλ', Ὀρθοτομοῦντα· τουτέστι, Τέμνε τὰ νόθα, καὶ τὰ τοιαῦτα μετὰ πολλῆς τῆς σφοδρότητος ἐφίστασο καὶ ἔκκοπτε· καθάπερ ἐπὶ ἱμάντος τῇ μαχαίρᾳ τοῦ πνεύματος πάντοθεν τὸ περιττὸν καὶ ἀλλότριον τοῦ κηρύγματος ἔκτεμνε. Τὰς δὲ βεβήλους καινοφωνίας περιίστασο. Οὐδὲ γὰρ μέχρι τούτου στήσονται. Ὅταν γάρ τι καινὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτομίας τίκτει· καὶ ἄπειρος ἡ πλάνη τοῦ ἐξελθόντος τὸν λιμένα τὸν εὔδιον, καὶ οὐδαμοῦ στήσεται. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, φησὶ, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα, νομὴν ἕξει. Ἀκάθεκτον κακὸν, οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμενον, ἀλλὰ τὸ πᾶν λυμαίνεται. ∆είκνυσιν ὅτι νόσος ἐστὶν ἡ καινοφωνία, μᾶλλον δὲ νόσου χαλεπωτέρα. Ἐνταῦθα τὸ ἀδιόρθωτον αὐτῶν δηλοῖ, καὶ ὅτι οὐχ ἁπλῶς, ἀλλ' ἑκόντες ἀπεπλανήθησαν· ὅθεν καὶ μάλιστα οὗτοί εἰσιν ἀδιόρθωτοι. Ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος, φησὶν, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Καλῶς εἶπεν, Ἐπὶ πλεῖον προκόψουσι· δοκεῖ μὲν γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται. Εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἐκείνης ἀπεστερήμεθα, ἀλλὰ ὅτι καὶ τὰ τῆς κρίσεως ἀνῄρηται, εἰ ἤδη γέγονε, καὶ τὰ τῆς ἀντιδόσεως· εἰ γὰρ ἤδη γέγονεν ἡ ἀνάστασις, γέγονε καὶ ἡ ἀνταπόδοσις. Οὐκ οὖν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν· οὐ κολάζονται δὲ οἱ πονηροὶ, καλῶς γε, οἱ ἐν τρυφῇ ὄντες πολλῇ. Βέλτιον ἦν εἰπεῖν, ὅτι οὐκ ἔστιν ἀνάστασις, ἢ ὅτι ἤδη γέγονε. Καὶ ἀνατρέπουσι, φησὶ, τήν τινων πίστιν. Οὐ πάντων, ἀλλά τινων. Εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ μὴ ἀνέστη, οὐδὲ ἐγεννήθη, οὐδὲ εἰς οὐρανοὺς ἀνῆλθεν. Ὁρᾷς πῶς δοκεῖ μὲν τῷ τῆς ἀναστάσεως ἐναντιοῦσθαι λόγῳ, πολλὰ δὲ συνεφέλκεται δεινά. Τί οὖν, φησίν; οὐδὲν δεῖ ποιεῖν ὑπὲρ τῶν ἀνατρεπομένων; Ὁ μέντοι, φησὶ, στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. γʹ. ∆είκνυσιν ὅτι καὶ πρὶν ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἂν ἀνετράπησαν ἀπὸ τῆς πρώτης προσβολῆς, ὥσπερ οὖν ὁ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν. Οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ θαυμάζονται. Καὶ στερεὸς, φησὶ, καὶ θεμέλιος. Οὕτως ἔχεσθαι δεῖ τῆς πίστεως. Ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. Τί ἐστι τοῦτο; Ἀπὸ τοῦ
∆ευτερονομίου αὐτὸ ἔλαβε. Τουτέστιν, αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι. Πόθεν δὲ δῆλαί εἰσιν; Ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ, καὶ μὴ συμπαραπόλλυσθαι, ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας. Καὶ ἀποστήτω, φησὶν, ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Ταῦτα τὰ γνωρίσματα τοῦ θεμελίου· καθάπερ θεμέλιος στερεὸς δείκνυται. Ὡς ἄν τις ἐπὶ λίθον ἐπιγράψειεν, ἵνα ᾖ τὰ γράμματα σημαίνοντα· τὰ δὲ γράμματα ταῦτα δι' ἔργων δείκνυται.
Ἔχων, φησὶ, τὴν σφραγῖδα ταύτην ἐμπεπηγμένην. Πᾶς ὁ ὀνομάζων, φησὶ, τὸ ὄνομα Κυρίου ἀποστήτω ἀπὸ ἀδικίας. Ὥστε ὅταν ᾖ τις ἄδικος, οὐκ ἔστι τοῦ θεμελίου. Ὥστε καὶ τοῦτο σφραγῖδος, τὸ μὴ πράττειν ἄδικα. Μὴ τοίνυν τὸ σήμαντρον τὸ βασιλικὸν καὶ τὸ γνώρισμα ἀποθώμεθα, ἵνα μὴ ἀσφράγιστοι ὦμεν, ἵνα μὴ σαθροὶ, ἵνα θεμέλιοι ὦμεν, καὶ θεμέλιοι στερεοὶ, ἵνα μὴ περιφερώμεθα· τοῦτο δείκνυσι τοὺς τοῦ Θεοῦ, τοὺς ἀφισταμένους ἀπὸ ἀδικίας. Πῶς γάρ τις τοῦ Θεοῦ δύναται εἶναι δικαίου ὄντος, ὁ ἄδικα ποιῶν, ὁ μαχόμενος αὐτῷ διὰ τῶν ἔργων, καὶ ὑβρίζων αὐτὸν διὰ τῶν πράξεων;
Πάλιν ἡμεῖς τῆς ἀδικίας κατηγοροῦμεν, καὶ πάλιν πολλοὺς ἔχομεν τοὺς ἀπεχθανομένους. Ὥσπερ γὰρ τύραννός τις τὰς ἁπάντων κατέλαβε ψυχὰς τοῦτο τὸ πάθος· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀνάγκῃ οὐδὲ βίᾳ, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ, καὶ χάριν ἴσασι τῆς δουλείας ταύτης. Τοῦτο γὰρ ὄντως τὸ δεινόν· ὡς εἴ γε βίᾳ κατείχοντο καὶ μὴ ἀγάπῃ, ταχέως ἂν ἀπέστησαν. Καὶ πόθεν ἡδὺ τὸ πρᾶγμα εἶναι δοκεῖ, σφόδρα πικρὸν ὄν; πόθεν δὲ πικρὸν ἡ δικαιοσύνη, σφόδρα ἡδὺ ὄν· Παρὰ τὰ αἰ σθητήρια τὰ ἡμέτερα. Οὕτω γοῦν καὶ μέλι πικρὸν ἐνόμισάν τινες, καὶ ἄλλο τι τῶν βλαβερῶν μετὰ ἡδονῆς προσήκαντο. Τὸ δὲ αἴτιον οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ παρὰ τὴν τῶν κακουμένων διαστροφήν. Νόει τὸ κριτήριον τῆς ἡμετέρας ψυχῆς. Ἐπεὶ καὶ ζυγὸς ἐὰν ἔχῃ παρασαλευομένην τὴν πλάστιγγα, οὐ κρίνει δικαίως τὰ σταθμητὰ περιφερόμενος. Καὶ ψυχὴ ἐὰν μὴ ἔχῃ τὴν πλάστιγγα τῶν οἰκείων λογισμῶν πεπηγυῖαν καὶ προσηλωμένην ἀσφαλῶς τῷ νόμῳ τοῦ Θεοῦ, οὐ δυνήσεται κρῖναι καλῶς τὰ πράγματα, ἀλλὰ περιφέρεται καὶ καθέλκεται. Ἐπεὶ εἴ τις ἀκριβῶς ἐξετάσειε, πολλὴν ὄψεται τῆς ἀδικίας τὴν πικρίαν, οὐ τοῖς πάσχουσιν, ἀλλὰ τοῖς ποιοῦσι, καὶ τούτοις μᾶλλον ἢ ἐκείνοις. Καὶ μήπω περὶ τῶν μελλόντων, ἀλλὰ τέως περὶ τῶν ἐνταῦθα διαλεχθῶμεν, οὐχὶ μάχας ἔχει καὶ δικαστήρια, καὶ κατάγνωσιν καὶ φθόνον καὶ κακηγορίαν; τί τούτων πικρότερον; οὐχὶ ἀπεχθείας; οὐχὶ πολέμους; οὐχὶ κατηγορίας; Οὐ τὸ συνειδὸς μαστίζον ἡμᾶς συνεχῶς καὶ δάκνον; Ἐβουλόμην, εἴ γε δυνατὸν ἦν, ἐξελκύσαι τοῦ σώματος τὴν ψυχὴν τοῦ ἀδίκου, καὶ εἶδες ἂν αὐτὴν ὠχρὰν, τρέμουσαν, αἰσχυνομένην, ἀγωνιῶσαν, καταδικάζουσαν ἑαυτήν. Κἂν γὰρ εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπέσωμεν, τὸ κριτήριον τοῦ νοῦ οὐ διαφθείρεται, ἀλλ' ἕστηκεν ἀδέκαστον· καὶ οὐδεὶς καλὸν εἶναι λέγων τὴν ἀδικίαν μετέρχεται, ἀλλὰ προφάσεις πλάττει, καὶ πάντα ποιεῖ, ὥστε κἂν διὰ ῥημάτων ἀποδύσασθαι τὸ ἔγκλημα· ἀλλ' οὐχὶ καὶ ἀπὸ τοῦ συνειδότος δυνήσεται. Ἐνταῦθα μὲν γὰρ καὶ κομψεία λόγων, καὶ ἀρχόντων διαφθορὰ, καὶ πλήθη κολάκων δυνήσεται συσκιάσαι τὸ δίκαιον· ἔνδον δὲ ἐν τῷ συνειδότι οὐδὲν τούτων γίνεται, οὐ πάρεισι κόλακες, οὐ πάρεστι χρήματα τὸν κριτὴν διαφθείροντα· φυσικῶς γὰρ ἡμῖν ἔγκειται τὸ κριτήριον παρὰ τοῦ Θεοῦ· τὸ δὲ παρὰ τοῦ Θεοῦ οὐδὲν ἂν πάθοι τοιοῦτο.
δʹ. Ἀλλὰ καὶ ὕπνοι ἀηδεῖς καὶ φαντασίαι καὶ συνεχῶς εἰς μνήμην ἐρχόμενον τὸ κακὸν λυμαίνεται τὴν ἀνάπαυσιν ἡμῶν. Οἷον, οἰκίαν τις ἀφείλετο ἀδίκως τινός· οὐχ ὁ ἀποστερούμενος στένει μόνον, ἀλλὰ καὶ ὁ ἀποστερήσας, ἐὰν μὲν ᾖ περὶ τῆς κρίσεως πεπεισμένος· εἴ γέ τις πέπεισται, καὶ σφοδρῶς στένει καὶ ὀδύρεται· ἐὰν δὲ μὴ πιστεύῃ τοῖς μέλλουσι, καὶ οὕτως ἐρυθριᾷ αἰσχυνόμενος· μᾶλλον δὲ οὐκ ἔστιν ἄνθρωπος, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος, κἂν αἱρετικὸς, ὃς περὶ κρίσεως οὐ δέδοικε· κἂν μὴ περὶ τῶν μελλόντων φιλοσοφῇ, ἀλλὰ τὰ ἐνταῦθα δέδοικε καὶ τρέμει, μὴ εἰς χρήματα ἀπολάβῃ μειζόνως, μὴ εἰς τέκνα, μὴ εἰς οἰκείους, μὴ εἰς ψυχήν· καὶ γὰρ πολλὰ τοιαῦτα ποιεῖ ὁ Θεός. Ἐπειδὴ γὰρ οὐκ ἰσχύει ὁ τῆς ἀναστάσεως λόγος σωφρονίσαι πάντας, καὶ ἐνταῦθα τῆς αὐτοῦ δικαιοκρισίας πολλὰ ἡμῖν τεκμήρια παρέχεται καὶ εἰς μέσον φέρει· ὁ δεῖνα πλεονεκτήσας οὐκ ἔσχε παῖδας, ὁ δεῖνα ἐν τῷ πολέμῳ ἔπεσεν, ἄλλος τὸ σῶμα ἐπηρώθη,
ἕτερος παῖδα ἀπέβαλε. Ταῦτα ἐννοεῖ, ταῦτα φαντάζεται, διηνεκεῖ φόβῳ συζῇ.Οὐκ ἴστε ὅσα πάσχουσιν οἱ ἀδικοῦντες; ἢ οὐχὶ πικρὰ ταῦτα; Εἰ δὲ καὶ μηδὲν εἴη τοιοῦτον, οὐχὶ πάντες αὐτοῦ καταγινώσκουσιν; οὐχὶ πάντες μισοῦσιν; οὐχὶ πάντες ἀποστρέφονται; οὐχὶ πάντες τῶν θηρίων ἀλογώτερον εἶναί φασι, καὶ αὐτοὶ οἱ ἀδικοῦντες; Εἰ γὰρ ἑαυτοὺς καταδικάζουσι, πολλῷ μᾶλλον ἕτερον, τὸν ἅρπαγα, τὸν πλεονέκτην, τὸν λυμεῶνα ὀνομάζοντες. Τί οὖν ἔχει ἡδύ; Οὐδὲν ἕτερον, ἢ τὸ πλείονα προσκεῖσθαι φροντίδα ὑπὲρ τῆς φυλακῆς τῆς ἐκείνων, τὸ μᾶλλον φροντίζειν καὶ μεριμνᾷν. Ὅσῳ γὰρ ἄν τις πλείονα περιβάληται χρήματα, τοσούτῳ μᾶλλον ἰσχυροτέραν αὑτῷ τὴν ἀγρυπνίαν ἐργάζεται. Τί δὲ αἱ κατάραι αἱ τῶν ἀδικουμένων, αἱ ἐντυχίαι; τί δὲ, ἂν καὶ νόσος προσπέσῃ; οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν νόσῳ γενόμενον, κἂν ἁπάντων ἀθεώτερος ᾖ, μὴ ἐκεῖνα μεριμνᾷν μηδὲ φροντίζειν, ὅτε οὐδὲν δύναται ἐργάσασθαι. Ἕως μὲν γὰρ ἐνταῦθα ὦμεν, ἡ ψυχὴ ἡδυπαθοῦσα οὐκ ἀνέχεται τῶν λυπηρῶν· ἐπειδὰν δὲ ἀποπηδᾷν μέλλῃ τοῦ σώματος, τότε αὐτὴν μείζων φόβος συνέχει, ἅτε εἰς αὐτὰ τοῦ δικαστηρίου τὰ πρόθυρα ἥκουσαν. Ἐπεὶ καὶ οἱ λῃσταὶ ἐν μὲν τῷ δεσμωτηρίῳ ζῶντες, ἀδεῶς ζῶσιν· ὅταν δὲ παρὰ τὸ παραπέτασμα ἀγαγών τις στήσῃ αὐτοὺς, διαλύονται τῷ φόβῳ. Ὅταν γὰρ ὁ τοῦ θανάτου φόβος ἐπιστῇ, καθάπερ πῦρ πάντα ἐκεῖνα ἐκκόψας, φιλοσοφεῖν αὐτὴν ἀναγκάζει, καὶ τὰ ἐκεῖ μεριμνᾷν· οὐκέτι χρημάτων ἐπιθυμία κατέχει, οὐκέτι πλεονεξίας ἔρως, οὐκέτι σωμάτων.
Ὥσπερ οὖν νέφη ταῦτα παρελθόντα ἀφίησι τὸ κριτήριον εἶναι καθαρὸν καὶ τῆς λύπης ἐπεισελθούσης καὶ μαλαττούσης τὸ σκληρόν. Οὐδὲν γὰρ οὕτως ὡς σπατάλη πρὸς φιλοσοφίαν ἐναντίον, ὥσπερ οὖν καὶ τὸ ἐναντίον θλῖψις πρὸς φιλοσοφίαν ἐπιτήδειον. Ἐννόει μοι τίς ἔσται ὁ πλεονέκτης τότε· Ὥρα γὰρ, φησὶ, κακώσεως, ἐπιλησμονὴν ποιεῖ πολλῆς τρυφῆς. Τίς ἔσται τοὺς ἡρπασμένους ἐννοῶν, τοὺς ἠδικημένους, τοὺς πλεονεκτηθέντας; τίς ἔσται ὁρῶν τῆς πλεονεξίας ἑτέρους ἀπολαύοντας, ἑαυτὸν δὲ μέλλοντα τὴν δίκην τίνειν; Οὐ γὰρ ἔνι, οὐκ ἔνι ἐμπεσόντα μὴ καὶ ταῦτα, ὑποπτεῦσαι· πολλάκις αὐτὴ ἡ ψυχὴ στρέφεται κάτωθεν, ἀγωνιῶσα, τρέμουσα. Πόση τοῦτο πικρία; εἰπέ μοι. Ταῦτα γὰρ καθ' ἑκάστην νόσον ἀνάγκη γίνεσθαι. Εἰ δὲ καὶ κολαζομένους ἴδοι, εἰ δὲ καὶ ἀποθνήσκοντας, τί οὐ πείσεται; Καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ, οὐδὲ εἰπεῖν ἔνι, ὅση ἡ κόλασις, ὅσαι αἱ τιμωρίαι, ὅσαι αἱ βάσανοι, ὅσα τὰ στρεβλωτήρια. Ταῦτα λέγομεν ἡμεῖς· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Συνεχῶς περὶ αὐτῶν λέγομεν, οὐ βουλόμενοι λέγειν συνεχῶς, ἀλλὰ ἀναγκαζόμενοι. Ἐβουλόμεθα μὲν γὰρ μηδὲ τὴν ἀρχὴν ἡμῖν ἀνάγκην γίνεσθαι τῶν τοιούτων λόγων· εἰ δὲ μὴ, κἂν ἐξ ὀλίγης ἰατρείας ἀπαλλαγέντας τοῦ νοσήματος, ἐπὶ τὴν ὑγίειαν ὑμᾶς ἐπαναγαγεῖν· μενόντων δὲ ὑμῶν ἐν τῇ ἀῤῥωστίᾳ, ἐκλύτου καὶ βαναύσου ψυχῆς ἂν εἴη ἀποστῆναι τῆς μεθοδείας τῆς ἰατρικῆς, καὶ ἀπηνείας καὶ ὠμότητος. Εἰ γὰρ τοὺς τὰ σώματα ἀπαγορεύσαντας ἰατροὺς παρακαλοῦμεν, λέγοντες, Μὴ ἀμελήσῃς, ἀλλ' ὅλως μέχρις ἐσχάτης ἀναπνοῆς τὰ παρὰ σεαυτοῦ προσφέρων μὴ ἀνήσῃς· οὐ πολλῷ μᾶλλον ἡμεῖς ἑαυτοὺς παραινέσομεν; Ἴσως γὰρ μετὰ τὸ ἐλθεῖν εἰς αὐτὰς τοῦ ᾅδου τὰς πύλας, καὶ τῆς κακίας αὐτῆς τὰ πρόθυρα, ἀνανῆψαι δυνήσεται καὶ ἀνακτήσασθαι καὶ ῥωσθῆναι, καὶ ἐπιλαβέσθαι τῆς αἰωνίου ζωῆς.
Πόσοι ἀπὸ μὲν δεκάτης ἀκροάσεως οὐδὲ αἴσθησιν ἔλαβον, ὕστερον δὲ ἀπὸ μιᾶς μόνης ἐπεστράφησαν; μᾶλλον δὲ οὐκ ἀπὸ μιᾶς· εἰ γὰρ καὶ ἀναισθήτως εἶχον ἐν ταῖς δέκα, ἀλλ' ὅμως ἐκέρδαναν, καὶ ὕστερον τὸν καρπὸν ἀθρόον ἔδειξαν. Ὥσπερ γὰρ ἐπὶ δένδρου, τὸ δέκα λαβὸν τομὰς, καὶ μὴ καταπεσὸν ὑπὸ τῶν δέκα, ὕστερον δὲ μιᾶς ἐπαχθείσης πᾶν κατηνέχθη· οὐ τῆς μιᾶς δὲ γέγονε τομῆς, ἀλλὰ τῶν δέκα ἐστὶ τὸ τῆς
ὑστέρας κατόρθωμα· καὶ ὁ μὲν πρὸς τὴν ῥίζαν ἰδὼν οἶδε τοῦτο, ὁ δὲ ἄνωθεν ἀπὸ τοῦ στελέχους καταμανθάνων οὐδὲν τοιοῦτο δύναται συνιδεῖν· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ ἰατρῶν δὲ πολλάκις πολλὰ προσενεγκάντων φάρμακα, οὐδεμία γέγονεν ὠφέλεια, ὕστερον δέ τις προσελθὼν, τὸ πᾶν κατώρθωσεν· οὐκ ἐκείνου δέ ἐστι μόνου τὸ ἔργον, ἀλλὰ καὶ ἐκείνων τῶν ἤδη κατεργασαμένων τὸ πάθος. Ὥστε κἂν μὴ νῦν δῶμεν τῆς ἀκροάσεως τοὺς καρποὺς, ὕστερον δώσομεν· ὅτι γὰρ δώσομεν, σφόδρα πέπεισμαι. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοσαύτην φιληκοΐαν, καὶ τοσοῦτον πόθον διαπεσεῖν· μὴ γένοιτο· ἀλλὰ πάντες ἄξιοι τῶν τοῦ Χριστοῦ παραινέσεων γενόμενοι, τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν.
.ΟΜΙΛΙΑ ΣΤʹ.Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυ σᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστρά κινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ ∆εσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
αʹ. Πολλοὺς τῶν ἀνθρώπων θορυβεῖ ἔτι καὶ νῦν, τί δήποτε μένουσιν οἱ κακοὶ, καὶ οὐκ ἀπόλλυνται Εἰσὶ μὲν οὖν τούτου καὶ ἕτεραι πολλαὶ αἰτίαι, οἷον, ἵνα μεταβάλωνται, ἵνα διὰ τῆς κολάσεως ὑπόδειγμα γένωνται τοῖς πολλοῖς· ἐνταῦθα δὲ ὁ Παῦλος πρᾶγμά φησιν ἐοικός. Ἐν μεγάλῃ γὰρ οἰκίᾳ, φησὶν, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ, καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ εἰκὸς εἶναι πολλὴν διαφορὰν σκευῶν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ οἰκουμένῃ πάσῃ· οὐ περὶ τῆς Ἐκκλησίας λέγων, ἀλλὰ περὶ τοῦ κόσμου παντός. Μὴ γάρ μοι τὴν Ἐκκλησίαν ὑπολάβῃς· ἐνταῦθα γὰρ οὐδὲν βούλεται εἶναι σκεῦος ξύλινον οὐδὲ ὀστράκινον, ἀλλὰ πάντα χρυσᾶ καὶ ἀργυρᾶ, ἔνθα σῶμα Χριστοῦ, ἔνθα Παρθένος ἁγνὴ μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μή σε ταραττέτω, ὅτι εἰσὶν ἄνθρωποι πονηροὶ καὶ μιαροί· καὶ γὰρ ἐν μεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα.
Τί οὖν; Ἀλλ' οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς, ἀλλὰ τὰ μὲν εἰς τιμήν ἐστι, τὰ δὲ εἰς ἀτιμίαν. Ναὶ, φησὶν, ἀλλ' ἐνταῦθα μὲν χρῆσίν τινα πληροῖ, ἐπὶ δὲ τοῦ κόσμου οὐδαμῶς. Εἰ καὶ μὴ πρὸς τοιαύτην ἐνέργειαν, ἀλλὰ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον, ὁ κενόδοξος πολλὰ οἰκοδομεῖ, ὁ πλεονέκτης, ὁ ἔμπορος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστιν ἔργα τινὰ ἐν τῷ κόσμῳ αὐτοῖς ἁρμόζοντα. Τὸ δὲ χρυσοῦν σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπεζαν στρέφεται τὴν βασιλικήν. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀναγκαῖον πρᾶγμα ἡ πονηρία· πῶς γάρ; ἀλλ' ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον. Εἰ γὰρ πάντες ἦσαν χρυσοῖ καὶ ἀργυροῖ, οὐκ ἂν ἐδέησεν ἐκείνων· οἷον, εἰ πάντες ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδομημάτων· εἰ πάντες τρυφῆς ἦσαν ἀπηλλαγμένοι, οὐκ ἔδει ἐδεσμάτων· εἰ τῆς χρείας ἐπεμέλοντο πάντες, οὐκ ἔδει λαμπρᾶς οἰκοδομῆς. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον. Ὁρᾷς ὅτι οὐ φύσεως οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; Ἐκεῖ μὲν γὰρ τὸ ὀστράκινον οὐκ ἂν γένηται χρυσοῦν, οὐδὲ τοῦτο εἰς τὴν ἐκείνου καταπεσεῖν εὐτέλειαν δυνήσεται· ἐνταῦθα δὲ πολλὴ ἡ μεταβολὴ καὶ ἡ μετάστασις.Σκεῦος ὀστράκινον ἦν ὁ Παῦλος, ἀλλ' ἐγένετο χρυσοῦν· σκεῦος χρυσοῦν ἦν ὁ Ἰούδας, ἀλλ' ἐγένετο ὀστράκινον. Ἄρα ἀπὸ ἀκαθαρσίας τὰ ὀστράκινα· ὁ πόρνος, ὁ πλεονέκτης, ὀστράκινος γίνεται. Πῶς οὖν ἀλλαχοῦ φησιν, Ἔχοντες τὸν θησαυρὸν
τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν; ὥστε τιμᾷ, καὶ οὐ διαβάλλει τὸ σκεῦος τὸ ὀστράκινον, θησαυροῦ δεκτικὸν αὐτὸ προσειπών. Ἐκεῖ τὴν φύσιν αὐτὴν δηλοῖ, οὐ τὸ εἶδος τῆς ὕλης. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Σκεῦος ὀστράκινον ἡμῶν τὸ σῶμα. Ὥσπερ γὰρ τὸ ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτημένος· οὕτω καὶ τὸ σῶμα τὸ ἡμέτερον, οὐδὲν ἄλλο ἐστὶν, ἢ πηλὸς τῇ θερμότητι τῆς ψυχῆς στερεούμενος. Ὅτι γὰρ ὀστράκινόν ἐστι, δῆλον· πολλάκις γὰρ, ὡς ἐκεῖνο τὸ σκεῦος πεσὸν κατεάγη καὶ συνετρίβη, οὕτω καὶ τὸ σῶμα θανάτῳ καταπεσὸν διαλύεται. Τί γὰρ ὀστράκων διενήνοχε τὰ ὀστᾶ, οὕτως ὄντα κραταιὰ, οὕτως ὄντα ξηρά; τί δὲ πηλοῦ αἱ σάρκες; οὐχ ὁμοίως ἀπὸ ὕδατός εἰσι καὶ αὗται; Ἀλλ', ὅπερ ἔφην, πῶς ἐκεῖ οὐ διαβάλλει τὸ πρᾶγμα; Ἐκεῖ περὶ φύσεως διαλέγεται, ἐνταῦθα περὶ προαιρέσεως. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, φησίν. Οὐκ εἶπε, Καθάρῃ, ἀλλ', Ἐκκαθάρῃ, τουτέστι, παντελῶς καθάρῃ. Ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ ∆εσπότῃ. Ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ. Εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Κἂν μὴ πράττῃ, ἀλλ' ὅμως ἐπιτήδειόν ἐστι, δεκτικόν. ∆εῖ οὖν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον· δεῖ ἡτοιμάσθαι, κἂν πρὸς παρθενίαν, κἂν πρὸς ταῦτα πάντα. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε. Νεωτερικαὶ οὐχ αὗταί εἰσιν αἱ τῆς πορνείας μόνον, ἀλλὰ πᾶσα ἐπιθυμία ἄτοπος νεωτερική. Ἀκουέτωσαν οἱ γεγηρακότες, ὅτι οὐ δεῖ τὰ τῶν νεωτέρων ποιεῖν. Κἂν ὑβριστὴς ᾖ τις, κἂν δυναστείας ἐρᾷ, κἂν χρημάτων, κἂν σωμάτων, κἂν ὁτουοῦν δήποτε, νεωτερικὴ ἡ ἐπιθυμία, ἀνόητος· οὔπω τῆς καρδίας βεβηκυίας, οὐδὲ τῶν φρενῶν ἐν βάθει τεθεισῶν, ἀλλ' ᾐωρημένων ἀνάγκη ταῦτα πάντα γίνεσθαι.
Ἵνα οὖν μηδεὶς τούτοις ἁλῷ, τί παραινεῖ; Φαντασίας νεωτερικὰς φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ πάντων τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. ∆ικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, πίστιν, ἀγάπην, πραότητα. Τί ἐστι, Μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας; Ὡσεὶ ἔλεγεν, Ἐκείνοις θάῤῥει μόνοις, μὴ τοῖς ἁπλῶς ἐπικαλουμένοις, ἀλλὰ τοῖς ἀνυπούλως, τοῖς ἀνυποκρίτως, τοῖς οὐδὲν ἔχουσι δολερὸν, τοῖς μετ' εἰρήνης προσιοῦσι, τοῖς ἀμάχοις· μετ' ἐκείνων ἀναμίγνυσο, μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾶον εἶναι, ἀλλ' εἰρηνεύειν μόνον τὸ ἐξ αὐτοῦ. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας.
βʹ. Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτάς· εἶχε γάρ· εἰ δὲ καὶ μὴ εἶχεν, εἶπεν ἂν πρὸς αὐτὸν, ὅτι Σπούδασον εἶναι ἐπιτήδειος πρὸς ἀνατροπὴν τῶν τοιούτων· ὥσπερ ὅταν λέγῃ, Πρόσεχε τῇ ἀναγνώσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου· ἀλλ' οἶδεν ἄχρηστον ὂν καὶ τὸ καθεῖναι ὅλως εἰς ἀγῶνας τοιούτους, καὶ ὅτι οὐδὲν τέλος ἔσται, ἀλλ' ἢ μάχη καὶ ἀπέχθεια, ὕβρεις καὶ λοιδορίαι. Ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ. Ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ τῶν Γραφῶν, αἱ περὶ τῶν ἄλλων. ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι. Οὐκοῦν οὐ δεῖ μάχεσθαι οὐδὲ ἐν ζητήσει· πόῤῥω γὰρ μάχης εἶναι δεῖ τὸν τοῦ Θεοῦ δοῦλον. Εἰρήνης γάρ ἐστι Θεὸς ὁ Θεός· ὁ δὲ τοῦ Θεοῦ τῆς εἰρήνης δοῦλος, πῶς ἂν μαχέσοιτο; Ἀλλ' ἤπιον εἶναι πρὸς πάντας. ∆οῦλον γὰρ Κυρίου οὐ δεῖ μάχεσθαι, φησὶν, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας. Πῶς οὖν λέγει, Ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς; καὶ ἐνταῦθα πάλιν, Μηδείς σου τῆς νεότητος καταφρονείτω; καὶ πάλιν, Ἔλεγχε αὐτοὺς ἀποτόμως; Ὅτι καὶ τοῦτο πραότητός ἐστιν. Ὁ γὰρ σφοδρὸς ἔλεγχος, ὅταν μετ' ἐπιεικείας γένηται, οὗτός ἐστιν ὁ μάλιστα δακεῖν δυνάμενος. Ἔνεστι γὰρ, ἔνεστι μετὰ πραότητος καθάψασθαι μᾶλλον, ἢ μετὰ θρασύτητος ἐντρέψαι. ∆ιδακτικόν· τουτέστι, πρὸς πάντας τοὺς βουλομένους διδαχθῆναι. Αἱρετικὸν γὰρ, φησὶν, ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν
νουθεσίαν παραιτοῦ. Ἀνεξίκακον. Καλῶς τοῦτο προσέθηκε· μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ τὸν διδάσκαλον· ἐπεὶ πάντα μάτην γίνεται. Εἰ γὰρ οἱ ἁλιεῖς πολλάκις δι' ὅλης ἡμέρας βάλλοντες τὰ δίκτυα, καὶ οὐκ ἐπιτυγχάνοντες οὐκ ἀπαγορεύουσι, πολλῷ μᾶλλον ἡμεῖς. Ὅρα γὰρ τί γίνεται· Συμβαίνει πολλάκις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας εἰς τὸ βάθος τῆς ψυχῆς τὸ τοῦ λόγου ἄροτρον κατελθὸν ἐκκόψαι τὸ ἐνοχλοῦν αὐτῇ πάθος.
Ὁ γὰρ μυριάκις ἀκούσας, πείσεταί τι· οὐ γὰρ ἔστιν ἄνθρωπον ἀκούοντα συνεχῶς, μηδὲν παθεῖν. Ἔστιν οὖν ὅτε μέλλων πείθεσθαι, ἡμῶν ἀπαγορευσάντων, τὸ πᾶν ἀπώλεσε. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις γεωργίας ἄπειρος τὴν ἄμπελον· φυτευθεῖσαν σκάπτοι μὲν ἐνιαυτῷ τῷ πρώτῳ, ἐν δὲ τῷ δευτέρῳ ζητῶν λήψεσθαι καρπὸν, καὶ πάλιν ἐν τῷ τρίτῳ, καὶ μὴ λαμβάνων, εἶτα τῶν τριῶν ἐτῶν παρελθόντων ἀπογνοὺς, τότε λοιπὸν αὐτὴν καταλείποι ἐν τῷ τετάρτῳ, ὅτε τῶν πόνων ἐκείνων ἔμελλε κομίζεσθαι τὴν ἀντίδοσιν. Εἰπὼν δὲ, Ἀνεξίκακον, οὐκ ἀρκεῖται, ἀλλ' ἐπάγει λέγων· Ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν ἐν πραότητι· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖν, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· κἂν γὰρ μέλλῃ προσέχειν, ἀπορηθεῖσα οὐδὲν εἴσεται. ∆εῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μαθεῖν, πρὸ τῶν ἄλλων πάντων ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· τούτου δὲ μὴ προκατασκευασθέντος, οὐκ ἔνι γενέσθαι τι τῶν δεόντων οὐδὲ τῶν χρησίμων· ἡδέως δὲ οὐκ ἄν τις σχοίη πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα. Πῶς οὖν αἱρετικὸν, φησὶν, ἄνθρωπον μετὰ μίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ; Τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδεν ἀνίατα νοσοῦντα. Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἔσται τις διόρθωσις· τὸ δὲ, ἴσως, ἐπὶ τῶν ἀδήλων ἐστίν. Ὥστε ἐκείνων μόνον ἀφίστασθαι χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, καὶ ὑπὲρ ὧν πεπείσμεθα, ὅτι οὐδ' ἂν ὁτιοῦν γένηται, μεταστήσονται. Ἐν πραότητι, φησίν. Ὁρᾷς ὅτι τοὺς βουλομένους μαθεῖν οὕτω χρὴ προσίεσθαι, καὶ μηδέποτε πρὸ τῆς ἀποδείξεως ἀφίστασθαι τῶν διαλέξεων; Ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Καλῶς εἶπεν, Ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται. Ὅρα πῶς διδάσκει μετριοφρονεῖν. Οὐκ εἶπε, Μή ποτε δυνηθῇς, ἀλλὰ, Μή ποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι. Κἂν γένηταί τι, τοῦ Κυρίου τὸ πᾶν γίνεται· σὺ φυτεύεις, σὺ ποτίζεις, ἐκεῖνος σπείρει καὶ ποιεῖ καρποφορεῖν. Μή ποτε τοίνυν διακεώμεθα, ὡς αὐτοί τινα πείθοντες, κἂν πείσωμεν. Καὶ ζωγρηθέντες, φησὶν, ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ γὰρ θέλημα αὐτοῦ ἐστιν ὀρθῶς βιοῦν. Εἰσὶ δέ τινες ἐν τῇ παγίδι τοῦ διαβόλου καὶ βίου ἕνεκεν· οὐ τοίνυν οὐδὲ πρὸς τούτους περικακεῖν χρή. Μή ποτε ἀνανήψωσι, φησὶν, ἐζωγρημένοι εἰς τὸ ἐκείνου θέλημα. Τὸ δὲ, Μή ποτε, πολλῆς μακροθυμίας ἐστὶ δεικτικόν· τὸ γὰρ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική.
γʹ. Ὥσπερ γὰρ ὁ στρουθὸς, κἂν μὴ ἐξ ὅλου τοῦ μέρους κατέχηται, ἀλλ' ἐξ ἑνὸς, τοῦ ποδὸς λέγω, ὑπὸ τὴν ἐξουσίαν ἐστὶ τοῦ τὴν παγίδα θέντος· οὕτω καὶ ἡμεῖς, κἂν μὴ ἐξ ὅλου κατεχώμεθα, καὶ ἐκ πίστεως καὶ ἐκ βίου, ἀλλ' ἐκ τοῦ βίου μόνον, ὑπὸ τὴν ἐξουσίαν ἐσμὲν τοῦ διαβόλου. Οὐ γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, φησὶν, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ὁρᾷς ὅτι κέρδος οὐδὲν ἐκ τῆς πίστεως, ὅταν ἡμᾶς ἀγνοῇ ὁ
∆εσπότης; Καὶ ταῖς παρθένοις τὸ αὐτό φησιν· Οὐκ οἶδα ὑμᾶς. Τί οὖν τὸ κέρδος τῆς παρθενίας καὶ τῶν πολλῶν ἱδρώτων, ὅταν ἀγνοῇ αὐτὰς ὁ ∆εσπότης; Καὶ πολλαχοῦ εὑρίσκομεν ὑπὲρ μὲν πίστεως οὐδὲν ἐγκαλουμένους, ἀπὸ δὲ βίου πονηροῦ κολαζομένους, μόνον· ὥσπερ ἀλλαχοῦ ὑπὲρ βίου μὲν οὐδὲν ἐγκαλουμένους, διὰ δὲ δόγμα διεστραμμένον ἀπολλυμένους· ταῦτα γὰρ ἀλλήλων ἔχεται. Ὁρᾷς ὅτι, ὅταν μὴ ποιῶμεν τὸ θέλημα τοῦ Θεοῦ, ὑπὸ τὴν παγίδα τοῦ διαβόλου ἐσμέν; Οὐκ ἀπὸ βίου δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ ἑνὸς ἐλαττώματος πολλάκις εἰσερχόμεθα εἰς τὴν γέενναν, ὅταν μὴ τὰ ἄλλα ἀντίῤῥοπα ᾖ ἀγαθά. Ἐπεὶ καὶ αἱ παρθένοι οὐ πορνείαν ἐνεκλήθησαν, οὐ μοιχείαν, οὐ φθόνον, οὐ βασκανίαν, οὐ μέθην, οὐ κακοπιστίαν, ἀλλ' ἔλλειψιν ἐλαίου· τουτέστιν, οὐκ ἐποίουν ἐλεημοσύνην· τὸ γὰρ ἔλαιον τοῦτό ἐστι. Καὶ ἐκεῖνοι οἱ κατακριθέντες, Ἀπέλθετε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, οὐδὲν πάλιν τούτων ἐνεκαλοῦντο, ἀλλὰ καὶ αὐτοὶ, ὅτι οὐκ ἔθρεψαν τὸν Χριστόν. Ὁρᾷς ὅτι ἀρκεῖ ἐλεημοσύνη ἐλλειφθεῖσα εἰσαγαγεῖν εἰς τὸ τῆς γεέννης πῦρ; Ποῦ γὰρ ἔσται χρήσιμος, εἰπέ μοι, ὁ ἐλεημοσύνην μὴ ποιῶν; Νηστεύεις καθ' ἑκάστην ἡμέραν; ἀλλὰ καὶ αἱ παρθένοι τότε ἐκεῖναι, ἀλλ' οὐδὲν ἀπώναντο. Εὔχῃ; καὶ τί τοῦτο; Ἐλεημοσύνης χωρὶς ἄκαρπος ἡ εὐχή· πάντα ἀκάθαρτα ταύτης χωρὶς, πάντα ἀνόνητα· τὸ πλέον τῆς ἀρετῆς μέρος ἐκκόπτεται. Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ, φησὶ, τὸν Θεὸν οὐκ οἶδε. Σὺ δὲ πῶς ἀγαπᾷς, μηδὲ τῶν μικρῶν τούτων καὶ εὐτελῶν αὐτῷ μεταδοῦναι βουλόμενος; Εἰπὲ δή μοι, σωφρονεῖς; τίνος ἕνεκεν; οὐχὶ δεδοικὼς τὴν κόλασιν; Οὐδαμῶς, ἀλλὰ φύσει τὸ πρᾶγμα μετέρχῃ· ἐπεὶ, εἰ σωφρονεῖς δεδοικὼς τὴν κόλασιν, καὶ τοσαύτην ὑπομένεις βίαν καὶ τοσαύτην τυραννίδα, πολλῷ μᾶλλον ἐλεημοσύνας ποιεῖν ἔδει. Οὐ γάρ ἐστιν ἴσον ἐπιθυμίας κρατῆσαι χρημάτων, καὶ σωμάτων, ἀλλὰ μείζων ὁ πόνος ἐνταῦθα. Τί δήποτε; Ὅτι ἡ μὲν ἡδονὴ φυσικὴ, καὶ ἐνέσπαρται καὶ ἐμπεφύτευται ἡμῶν τῷ σώματι, τὰ δὲ τῶν χρημάτων οὐκέτι.
Τοῦτό ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ Θεῷ, τῷ ἐλεεῖν καὶ οἰκτείρειν· ὅταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀπεστερήμεθα. Οὐκ εἶπεν, Ἐὰν νηστεύητε, ὅμοιοί ἐστε τῷ Πατρὶ ὑμῶν· οὐκ εἶπεν, Ἐὰν παρθενεύσητε, οὐδὲ εἶπεν, Ἐὰν εὔχησθε, ὅμοιοί ἐστε τῷ Πατρὶ ὑμῶν· οὐδὲν γὰρ τούτων περὶ Θεὸν, οὐδὲ ἐργάζεταί τι τούτων ὁ Θεός· ἀλλὰ τί; Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο Θεοῦ ἔργον. Ἐὰν οὖν τοῦτο μὴ ἔχῃς, τί ἔχεις; Ἔλεον θέλω, φησὶ, καὶ οὐ θυσίαν. Ἐποίησεν οὐρανὸν ὁ Θεὸς, ἐποίησε γῆν, θάλασσαν· μεγάλα ταῦτα, καὶ τῆς αὐτοῦ σοφίας ἄξια· ἀλλ' οὐδενὶ τούτων ἐφειλκύσατο τὴν ἀνθρωπίνην φύσιν, ὡς τῷ ἐλέῳ καὶ τῇ φιλανθρωπίᾳ· τοῦτο μὲν γὰρ σοφίας ἔργον καὶ δυνάμεως καὶ ἀγαθότητος· πολλῷ δὲ μᾶλλον, ὅτι δοῦλος ἐγένετο. Οὐκ ἐπὶ τούτῳ μᾶλλον αὐτὸν θαυμάζομεν; οὐκ ἐπὶ τούτῳ μᾶλλον αὐτὸν ἐκπληττόμεθα; Οὐδὲν οὕτως ἐπισπᾶται τὸν Θεὸν, ὡς ἔλεος. Καὶ πολλὰ περὶ τούτων ἅπαντες διαλέγονται ἄνω καὶ κάτω οἱ προφῆται. Ἔλεον δὲ λέγω οὐ τὸν μετὰ πλεονεξίας· οὐ γάρ ἐστι τοῦτο ἔλεος. Οὐδὲ γὰρ ἀκάνθης ῥίζα ἔλαιον τίκτει ποτὲ, ἀλλ' ἐλαίας· ὥσπερ οὖν οὐδὲ πλεονεξίας ῥίζα ἔλεον τίκτει, οὐδὲ ἀδικίας, οὐδὲ ἁρπαγῆς. Μὴ διαβάλῃς τὴν ἐλεημοσύνην, μὴ ποίει αὐτὴν κατηγορεῖσθαι ὑπὸ πάντων. Εἰ γὰρ διὰ τοῦτο ἁρπάζεις, ἵνα ἐλεήσῃς, οὐδὲν τῆς ἐλεημοσύνης ταύτης χεῖρον. Ὅταν γὰρ ἐξ ἁρπαγῆς τίκτηται, οὐκ ἔστι τοῦτο ἐλεημοσύνη· ἀπήνειά τίς ἐστι καὶ ὠμότης, ὕβρις τοῦτο εἰς τὸν Θεόν. Εἰ ὁ τὰ ἐλάττονα τῶν αὐτοῦ προσενεγκὼν οὕτω προσέκρουσεν ὁ Κάϊν, ὁ τὰ ἀλλότρια προσφέρων πῶς οὐ προσκρούσει; Προσφορὰ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ θυσία, κάθαρσις, οὐκ ἀκαθαρσία. Καὶ ῥυπαραῖς μὲν χερσὶν οὐ τολμᾷς εὔξασθαι, ῥύπον δὲ καὶ ἀκαθαρσίαν προσφέρων ἐξ ἁρπαγῆς οὐδὲν ἡγῇ ποιεῖν δεινόν; Τὰς χεῖρας οὐκ ἀφιεὶς ῥύπου καὶ ἀκαθαρσίας πληροῦσθαι, ἀλλὰ καθαρὰς εἶναι ποιήσας, οὕτω προσφέρεις· καίτοι οὗτος ὁ ῥύπος οὐδὲν ἔγκλημα φέρει, ἐκεῖνος δὲ κατηγορίας ἄξιος καὶ διαβολῆς.
δʹ. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως καθαραῖς προσφέρωμεν καὶ εὐχώμεθα χερσὶν, ἀλλ' ὅπως καὶ τὰ προσφερόμενα ᾖ καθαρά. Ἐπεὶ τοῦτο γέλως ἐστίν· ὥσπερ ἂν εἴ τις τὸν πίνακα περιπλύνας δώρων ἀκαθάρτων τοῦτον ἐμπλήσειεν, οὐχὶ χλευασία τοῦτό ἐστι καὶ γέλως; Ἔστωσαν αἱ χεῖρες καθαραί· ἔσονται δὲ, ἂν μὴ ὕδατι αὐτὰς ἀπονίπτωμεν μόνον, ἀλλὰ καὶ δικαιοσύνῃ πρότερον· τοῦτο χειρῶν καθάρσιον. Ἂν δὲ γέμωμεν ἀδικίας, κἂν μυριάκις αὐτὰς περιπλύνῃς, κέρδος οὐδέν. Λούσασθε, φησὶ, καθαροὶ γένεσθε. Τί οὖν; ἆρα προσθεὶς εἶπε, Πορεύεσθε ἐπὶ τὰς πηγὰς, πορεύεσθε ἐπὶ τὰ βαλανεῖα καὶ τὰς λίμνας καὶ τοὺς ποταμούς; Οὐδὲν τούτων· ἀλλὰ τί; Ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν· τουτέστι, Καθαροὶ γένεσθε. Τοῦτο ἀπηλλάχθαι ποιεῖ μολυσμοῦ, αὕτη ἐστὶν ἡ ὄντως καθαρότης. Ἐκείνη μὲν γὰρ οὐδὲν μέγα ὤνησεν, αὕτη δὲ παῤῥησίαν ἡμῖν χαρίζεται τὴν πρὸς τὸν Θεόν· κἀκείνην καὶ μοιχοὺς καὶ κλέπτας καὶ ἀνδροφόνους ἔχειν δυνατὸν, καὶ βλᾶκας καὶ ἐκλύτους ἄνδρας καὶ πόρνους καὶ ἡταιρηκότας, καὶ μάλιστα τούτους. Οὗτοι γάρ εἰσιν οἱ τῆς τοῦ σώματος καθαρότητος ἐπιμελόμενοι μάλιστα πάντων, μύρων ὄζοντες συνεχῶς, ἀποσμύχοντες τὸ σῆμα· σῆμα γάρ ἐστιν αὐτοῖς τὸ σῶμα, τῆς ψυχῆς ἔνδον οὔσης νεκρᾶς. Ὥστε ταύτης μὲν τῆς καθαρότητος κἀκείνοις μετιέναι δυνατὸν, τῆς δὲ ἔνδον οὐκέτι. Οὐδὲν μέγα, ἐὰν τὸ σῶμα ἀποπλύ
νῃς· Ἰουδαϊκός ἐστιν οὗτος ὁ καθαρμὸς, ἀνόνητος καὶ ἀνωφελὴς, τοῦ ἔνδον οὐκ ὄντος. Ἔστω τις σηπεδόνα ἔχων ἢ νομὴν τραυμάτων, περιπλυνέτω τὸ σῶμα· τί τὸ κέρδος; τί τὸ πέρας; Εἰ δὲ τὴν ἐν σώματι σηπεδόνα οὐδὲν ὠφελῆσαι δυνήσεταί τις ἀπὸ τῆς ἐπιφανείας τῆς ἔξωθεν περικλυζομένης καὶ ἀφανιζομένης· ὅταν ἐν ψυχῇ ἡ σηπεδὼν ᾖ, τί ἀπὸ τῆς τοῦ σώματος καθαρότητος ὀνήσομεν; Οὐδέν. Εὐχῶν ἡμῖν δεῖ καθαρῶν· εὐχαὶ δὲ οὐκ ἂν γένοιντο καθαραὶ, τῆς τικτούσης αὐτὰς ψυχῆς οὔσης μιαρᾶς. Οὐδὲν γὰρ οὕτω ποιεῖ ψυχὴν μιαρὰν, ὡς πλεονεξία καὶ ἁρπαγή. Ἀλλ' εἰσί τινες οἳ κατὰ τὴν ἑσπέραν, μυρία διὰ τῆς ἡμέρας ἐργαζόμενοι κακὰ, λουόμενοι εἰσίασιν εἰς τὴν ἐκκλησίαν μετὰ πολλῆς τῆς παῤῥησίας τὰς χεῖρας ἀνατείνοντες, ὡς τὸ πᾶν διὰ τῆς τῶν ὑδάτων κολυμβήθρας ἀποθέμενοι. Εἰ τοῦτο ἦν, μέγα τὸ κέρδος ἦν τὸ καθ' ἑκάστην ἡμέραν λούεσθαι· εἰ τοῦτο ἦν, οὐκ ἂν οὐδὲ αὐτὸς ἐπαυσάμην τὰ βαλανεῖα διενοχλῶν, εἰ καθαροὺς ἐποίει καὶ ἁμαρτημάτων ἀπήλλαττε. Γέλως ταῦτα καὶ λῆρος, παίγνια καὶ παίδων ἀθύρματα. Οὐκ ἀποστρέφεται σώματος ῥύπον ὁ Θεὸς, ἀλλ' ἀκαθαρσίαν ψυχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· ἆρα τῷ σώματι; οὐδαμῶς, ἀλλ', Οἱ τῇ καρδίᾳ καθαροί· ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὁ δὲ Προφήτης τί φησι· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· καὶ πάλιν, Ἀπόπλυναι ἀπὸ κακίας τὴν καρδίαν σου. Μέγα ἀγαθὸν ἐν συνηθείᾳ ἀγαθῶν εἶναι. Ὅρα πῶς ἐστι μικρὰ ταῦτα καὶ ἀνόνητα. Καὶ ἐπειδὰν προληφθῇ ἐν συνηθείᾳ ἡ ψυχὴ, οὐκ ἀφίσταται, οὐδὲ ἀνέχεται μὴ πρότερον αὐτὰ πληρώσασα προσελθεῖν τῇ εὐχῇ. Οἷόν τι λέγω· Ἐν συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς τοῦ νίπτεσθαι καὶ εὔχεσθαι, καὶ οὐκ ἔνι μὴ νιψάμενον τοῦτο ποιῆσαι, ἀλλ' ἡδέως οὐκ εὐχόμεθα, εἰ ἀνίπτοις χερσὶ τοῦτο ποιοῦμεν, ὡς προσκρούειν μέλλοντες Θεῷ, καὶ ὑπὸ συνειδὸς πονηρὸν ὄντες. Εἰ τὸ μικρὸν τοῦτο τοσαύτην ἔχει τὴν τυραννίδα, καὶ πάντως ἐκπληροῦται καθ' ἑκάστην ἡμέραν· εἰ ἐν ἐλεημοσύνης συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς, καὶ τοῦτο πληροῦν ἀεὶ ὡρίσαμεν, μηδέποτε εἰσιέναι κεναῖς ταῖς χερσὶν εἰς οἶκον εὐκτήριον, κατώρθωτο ἂν τὸ πρᾶγμα. Μεγάλη γὰρ καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς τῆς συνηθείας ἡ τυραννίς· οὐ δεησόμεθα πόνου λοιπὸν, αὐτῆς ἑλκούσης ἡμᾶς. Ἐν συνηθείᾳ πολλοὶ κατέστησαν τοῦ σφραγίζειν ἑαυτοὺς συνεχῶς, καὶ οὐκέτι δέονται τοῦ ὑπομιμνήσκοντος, ἀλλὰ καὶ τοῦ νοῦ πολλάκις ἀλλαχοῦ ῥεμβομένου, καθάπερ ὑπό τινος ἐμψύχου διδασκάλου τῆς συνηθείας, ἡ χεὶρ αὐτόματος ἕλκεται πρὸς τὸ σημεῖον ἐργάσασθαι. Ἐν συνηθείᾳ κατέστησαν ἑαυτούς τινες, ὥστε μὴ ὀμνύειν, καὶ οὔτε ἑκόντες οὔτε ἄκοντες τοῦτο πείσονται.
Καταστήσωμεν καὶ ἡμεῖς ἑαυτοὺς ἐν ταύτῃ τῇ συνηθείᾳ τῇ τῆς ἐλεημοσύνης. Πόσων ἡμῖν ἔδει καμάτων, ὥστε εὑρεθῆναι τὸ φάρμακον τοῦτο; Εἰπὲ γάρ μοι, εἰ μὴ ἦν ἡ τῆς ἐλεημοσύνης παραμυθία, εἶτα μυρία ἡμαρτηκότες ὑπευθύνους ἑαυτοὺς κατεσκευάζομεν τῇ τιμωρίᾳ, ἆρα οὐκ ἂν ἀπωδυρόμεθα πολλά; ἆρα οὐκ ἂν εἴπαμεν, Εἴθε ἦν διὰ χρημάτων ἀπολούσασθαι τὰ ἁμαρτήματα, καὶ πάντα ἂν ἐκενώσαμεν· εἴθε ἦν διὰ χρημάτων ἐκβαλεῖν τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ οὐκ ἂν ἐφεισάμεθα τῶν ὄντων; Εἰ γὰρ ἐν νόσῳ τοῦτο ποιοῦμεν, καὶ ἐν θανάτῳ λέγομεν, ὅτι Εἰ ἦν θάνατον πρίασθαι, πάντα ἂν ἔδωκεν ὁ δεῖνα τὰ ὑπάρχοντα, πολλῷ μᾶλλον ἐνταῦθα. Καίτοι ὅρα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, ὅση τίς ἐστιν· οὐκ ἔδωκέ σοι θάνατον ἀγοράζειν τὸν πρόσκαιρον, ἀλλὰ θάνατον τὸν αἰώνιον. Μὴ τὴν μικρὰν ἀγοράσῃς, φησὶ, ζωὴν ταύτην, ἀλλὰ ζωὴν ἐκείνην τὴν αἰώνιον· ἐκείνην σοι πωλῶ, οὐ ταύτην· οὐκ ἐμπαίζω σοι. Κἂν λάβῃς ταύτην, οὐδὲν ἔλαβες· ἐγὼ οἶδα ὅτι ἐκείνη μεγάλη ἐστίν. Ἀλλ' οὐχ οὕτως οἱ κάπηλοι, καὶ οἱ τὰ βιωτικὰ ἐμπορευόμενοι ποιοῦσιν· ἐκείνοις ἂν ἐξῆν ἐμπαῖξαι οἷς βούλονται, καὶ τὸ μικρὸν διδόασιν ἀντὶ τοῦ μεγάλου. Αὐτὸς δὲ οὐχ οὕτως, ἀλλ' ἀντὶ τῶν μικρῶν τὰ πολλῷ μείζονα δίδωσιν. Εἰπέ μοι, εἰ πρὸς ἔμπορόν τινα ἀπελθὼν, δύο λίθων κειμένων, τοῦ μὲν εὐτελοῦς, τοῦ δὲ βαρυτίμου καὶ ἱκανὸν ἐργαζομένου πλοῦτον, καταθεὶς ἐκείνου τοῦ μικροῦ τὸ τίμημα, τὸν μέγαν ἔλαβες, ἆρα ἂν ἐνεκάλεσας ἐκείνῳ; Οὐδαμῶς, ἀλλὰ μᾶλλον [ἂν] ἐθαύμασας. Οὕτω καὶ νῦν κεῖνται δύο ζωαὶ, ἡ πρόσκαιρος καὶ ἡ αἰωνία· πωλεῖ δὲ ταύτης ὁ Θεός· ἀλλὰ ταύτην ἡμῖν πωλεῖ, οὐκ ἐκείνην· τί ἀσχάλλομεν κατὰ τοὺς ἀνοήτους τῶν παίδων, ὅτι τὸ τίμιον λαμβάνομεν; Ἔστιν οὖν ἀγοράσαι ζωὴν χρημάτων, φησί; Ναὶ, ὅταν τὰ ἑαυτῶν, καὶ μὴ τὰ ἀλλότρια καταβάλλωμεν, ὅταν μὴ ἐπίθεσιν ποιῶμεν. Ἀλλ' ἐμὰ λοιπόν ἐστι, φησίν. Οὐκ ἔστι σὰ μετὰ τὴν ἁρπαγὴν, ἀλλ' ἐκείνου ἐστίν· ἀλλότριά ἐστι, κἂν μυριάκις αὐτῶν κύριος ᾖς. Οὐδὲ γὰρ, εἰ παρακαταθήκην λάβοις τὸν καιρὸν, καθ' ὃν ὁ παρακαταθέμενος ἀποδημεῖ, σὰ ταῦτά ἐστι, καίτοι γε παρὰ σοὶ κεῖται. Εἰ τοίνυν, ἅπερ ἑκόντων καὶ χάριν εἰδότων τῶν παρακαταθεμένων ἐλάβομεν, οὐκ ἔστιν ἡμέτερα, οὐδὲ ἐκεῖνον τὸν καιρὸν καθ' ὃν ἔχομεν, πολλῷ μᾶλλον ταῦτα, ἅπερ ἀκόντων καὶ μὴ βουλομένων ἁρπάζομεν. Ἐκεῖνός ἐστιν αὐτῶν κύριος, κἂν μυριάκις αὐτὰ ἔχῃς. Ἡμετέρα ὄντως ἐστὶν ἡ ἀρετή· τὰ δὲ χρήματα οὐδὲ τὰ ἡμέτερα, μήτι γε τὰ ἀλλότρια, ἀλλὰ νῦν μὲν ἡμῶν, αὔριον δὲ οὐχ ἡμῶν. Τὰ δὲ τῆς ἀρετῆς ἡμέτερα· οὐ γὰρ ζημιοῦται αὕτη, καθάπερ ἐκεῖνα, ἀλλὰ πᾶσι παροῦσά ἐστιν ὁλόκληρος. Ταύτην οὖν κτησώμεθα, καὶ χρημάτων καταφρονῶμεν, ἵνα δυνηθῶμεν τῶν ὄντως ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου