ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΕʹ Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τού τους,ἐξεπλήσσοντο οἱ ὄχλοι

Κυριακή 30 Οκτωβρίου 2016

ΚΕʹ Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τού τους,ἐξεπλήσσοντο οἱ ὄχλοι



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΚΕʹ Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τού τους,ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

αʹ. Καὶ μὴν ἀκόλουθον ἦν ἀλγεῖν αὐτοὺς πρὸς τὸ φορτικὸν τῶν εἰρημένων, καὶ  ναρκᾷν  πρὸς  τὸ  ὕψος  τῶν  ἐπιτεταγμένων·   νῦν  δὲ  τοσαύτη  ἡ  ἰσχὺς  τοῦ διδάσκοντος ἦν, ὡς πολλοὺς αὐτῶν καὶ ἑλεῖν, καὶ εἰς θαῦμα μέγιστον ἐμβαλεῖν, καὶ πεῖσαι  διὰ  τὴν  ἡδονὴν  τῶν  εἰρημένων,  μηδὲ  παυομένου  τοῦ  λέγειν  ἀποστῆναι λοιπόν.  Οὐδὲ γὰρ ἐπειδὴ ἐκ τοῦ ὄρους κατέβη, ἀπέστησαν οἱ ἀκροαταὶ, ἀλλὰ καὶ οὕτω  τὸ  θέατρον  ἅπαν  ἠκολούθησε·  τοσοῦτον  ἐνέθηκεν  αὐτοῖς  τῶν  εἰρημένων ἔρωτα. Ἐξεπλήσσοντο δὲ αὐτοῦ μάλιστα τὴν ἐξουσίαν. Οὐ γὰρ εἰς ἕτερον ἀναφέρων, ὡς ὁ προφήτης καὶ Μωϋσῆς, ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ πανταχοῦ  ἑαυτὸν ἐνδεικνύμενος  εἶναι τὸν τὸ κῦρος ἔχοντα. Καὶ γὰρ νομοθετῶν συνεχῶς προσετίθει·


Ἐγὼ δὲ λέγω  ὑμῖν.  Καὶ τῆς  ἡμέρας ἀναμιμνήσκων  ἐκείνης,  ἑαυτὸν  ἐδείκνυ  τὸν δικάζοντα εἶναι, καὶ διὰ τῶν  κολάσεων, καὶ διὰ τῶν  τιμῶν.  Καίτοι καὶ ἐντεῦθεν θορυβηθῆναι  εἰκὸς ἦν. Εἰ γὰρ διὰ τῶν  ἔργων ὁρῶντες ἐπιδεικνύμενον  αὐτὸν τὴν ἐξουσίαν ἐλίθαζον οἱ γραμματεῖς καὶ ἤλαυνον· ὅπου ῥήματα ἦν μόνον τοῦτο ἐμφαίνοντα, πῶς οὐκ εἰκὸς ἦν αὐτοὺς σκανδαλίζεσθαι, καὶ μάλιστα ὁπότε ἐν προοιμίοις ταῦτα ἐλέγετο, καὶ πρὶν ἢ πεῖραν αὐτὸν δεδωκέναι τῆς ἑαυτοῦ δυνάμεως; Ἀλλ' ὅμως οὐδὲν τούτων ἔπασχον· ὅταν γὰρ ψυχὴ καὶ διάνοια εὐγνώμων ᾖ, ῥᾳδίως πείθεται  τοῖς  τῆς  ἀληθείας  λόγοις.  ∆ιὰ δὴ τοῦτο  ἐκεῖνοι  μὲν,  καὶ τῶν  σημείων ἀνακηρυττόντων  αὐτοῦ τὴν δύναμιν, ἐσκανδαλίζοντο· οὗτοι δὲ λόγων ψιλῶν ἀκούοντες, ἐπείθοντο καὶ ἠκολούθουν. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν, ὅτι Ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· οὐχὶ τῶν ἀρχόντων  τινὲς, οὐδὲ τῶν γραμματέων, ἀλλ' ὅσοι κακίας ἦσαν ἀπηλλαγμένοι,  καὶ γνώμην  εἶχον ἀδέκαστον.∆ιὰ παντὸς δὲ τοῦ Εὐαγγελίου τούτους ὁρᾷς αὐτῷ προσηλωμένους. Καὶ γὰρ ἡνίκα ἔλεγε,   μετὰ   σιγῆς   ἤκουον,   οὐδὲν   παρεμβάλλοντες,   οὐδὲ   διακόπτοντες   τὴν ἀκολουθίαν,  οὐδὲ  ἀποπειρώμενοι  καὶ  λαβὴν  ἐπιθυμοῦντες   εὑρεῖν,  καθάπερ  οἱ Φαρισαῖοι· καὶ μετὰ τὴν  δημηγορίαν  ἠκολούθουν  πάλιν  θαυμάζοντες.  Σὺ δέ μοι σκόπει τοῦ ∆εσπότου τὴν σύνεσιν, πῶς ποικίλλει τὴν ὠφέλειαν  τῶν παρόντων, ἀπὸ θαυμάτων εἰς λόγους ἐμβαίνων, καὶ πάλιν  ἀπὸ τῆς τῶν λόγων διδασκαλίας εἰς θαύματα μεταβαίνων. Καὶ γὰρ πρὶν ἢ ἀναβῆναι εἰς τὸ ὄρος, πολλοὺς ἐθεράπευσε, προοδοποιῶν   τοῖς   λεγομένοις·   καὶ   μετὰ   τὸ   τὴν   μακρὰν   ταύτην   ἀπαρτίσαι δημηγορίαν, πάλιν  ἐπὶ θαύματα ἔρχεται, βεβαιῶν ἐκ τῶν γινομένων  τὰ εἰρημένα. Ἐπειδὴ γὰρ ὡς ἐξουσίαν ἔχων ἐδίδασκεν, ἵνα μὴ νομισθῇ κόμπος εἶναι καὶ αὐθαδιασμὸς οὗτος τῆς διδασκαλίας ὁ τρόπος, καὶ ἐν τοῖς ἔργοις τὸ αὐτὸ τοῦτο ποιεῖ, ὡς ἐξουσίαν ἔχων θεραπεύειν, ἵνα μηκέτι θορυβῶνται ὁρῶντες αὐτὸν οὕτω διδάσκοντα, ὁπότε  καὶ  τὰ  θαύματα  οὕτως  ἐποίει.  Καταβάντι γὰρ αὐτῷ  ἀπὸ τοῦ ὄρους, προσῆλθε λεπρὸς λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Πολλὴ ἡ σύνεσις καὶ ἡ πίστις τοῦ προσελθόντος. Οὐ γὰρ διέκοψε τὴν διδασκαλίαν, οὐδὲ ἔτεμε τὸ   θέατρον,   ἀλλ'   ἀνέμεινε   τὸν   προσήκοντα   καιρὸν,   καὶ   καταβάντι   αὐτῷ προσέρχεται. Καὶ οὐχ  ἁπλῶς,  ἀλλὰ  μετὰ  πολλῆς  τῆς  θερμότητος,  καὶ  πρὸ  τῶν γονάτων  αὐτὸν  παρακαλεῖ, ὡς ἕτερός φησιν εὐαγγελιστὴς, καὶ μετὰ γνησίας τῆς πίστεως, καὶ τῆς προσηκούσης περὶ αὐτοῦ δόξης. Οὐδὲ γὰρ εἶπεν, Ἐὰν ἀξιώσῃς τὸν Θεόν· οὐδὲ, Ἐὰν εὔξῃ· ἀλλ',  Ἐὰν θέλῃς, δύνασαί μεκαθαρίσαι. Οὐδὲ εἶπε· Κύριε, καθάρισον· ἀλλ' αὐτῷ τὸ πᾶν ἐπιτρέπει, καὶ Κύριον ποιεῖ τῆς διορθώσεως, καὶ τὴν ἐξουσίαν αὐτῷ μαρτυρεῖ ἅπασαν. Τί οὖν, φησὶν, εἰ ἐσφαλμένη ἡ δόξα τοῦ λεπροῦ ἦν; Καταλῦσαι αὐτὴν  ἐχρῆν, καὶ ἐπιτιμῆσαι, καὶ διορθῶσαι. Ἆρ' οὖν τοῦτο ἐποίησεν; Οὐδαμῶς, ἀλλὰ καὶ τοὐναντίον  ἅπαν, καὶ συνίστησι καὶ βεβαιοῖ τὸ εἰρημένον. ∆ιά τοι τοῦτο οὐδὲ εἶπε, Καθάρθητι· ἀλλὰ, Θέλω, καθαρίσθητι· ἵνα μηκέτι τῆς ὑπονοίας τῆς ἐκείνου, ἀλλὰ τῆς γνώμης τῆς αὐτοῦ τὸ δόγμα γένηται. Ἀλλ' οὐχ οἱ ἀπόστολοι οὕτως· ἀλλὰ πῶς; Ἐπειδὴ ὁ δῆμος ἐξεπλήττετο ἅπας, ἔλεγον· Τί προσέχετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει  ἢ ἐξουσίᾳ πεποιηκόσι τοῦ περιπατεῖν  αὐτόν; Ὁ δὲ ∆εσπότης, καίτοι πολλὰ  μέτρια  φθεγξάμενος  πολλάκις,  καὶ  καταδεέστερα  τῆς  αὐτοῦ  δόξης, ὥστε πῆξαι τὸ δόγμα ἐνταῦθα τῶν ἐκπληττομένων  αὐτὸν ἐπὶ τῇ ἐξουσίᾳ τί φησι; Θέλω, καθαρίσθητι.  Καίτοι τοσαῦτα  καὶ  τηλικαῦτα  ποιήσας  σημεῖα, οὐδαμοῦ  φαίνεται τοῦτο εἰρηκὼς τὸ ῥῆμα. Ἐνταῦθα μέντοι ὥστε κυρῶσαι τὴν ὑπόνοιαν καὶ τοῦ δήμου παντὸς καὶ τοῦ λεπροῦ τὴν περὶ τῆς ἐξουσίας, διὰ τοῦτο προσέθηκε, Θέλω. Καὶ οὐκ εἶπε μὲν τοῦτο,  οὐκ ἐποίησε δέ· ἀλλὰ καὶ τὸ ἔργον εὐθέως ἠκολούθησεν. Εἰ δὲ μὴ καλῶς ἔλεγεν, ἀλλὰ βλασφημία ἦν τὸ εἰρημένον, ἔδει διακοπῆναι τὸ ἔργον. Νυνὶ δὲ καὶ εἶξεν ἡ φύσις ἐπιταττομένη, καὶ μετὰ τοῦ προσήκοντος τάχους, καὶ μείζονος ἣ ὁ εὐαγγελιστὴς εἶπε. Καὶ γὰρ τὸ, εὐθέως, πολὺ βραδύτερόν ἐστι τοῦ τάχους τοῦ κατὰ τὸ ἔργον γεγενημένου. Οὐχ ἁπλῶς δὲ εἶπε, Θέλω, καθαρίσθητι· ἀλλὰ καὶ τὴν χεῖρα ἐκτείνας ἥψατο· ὃ δὴ μάλιστα ἄξιον ζητήσεως. Τίνος γὰρ ἕνεκεν θελήματι καθαίρων αὐτὸν καὶ λόγῳ, τὴν τῆς χειρὸς προσέθηκεν ἁφήν; Ἐμοὶ δοκεῖ δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα  δείξῃ καὶ ἐντεῦθεν,  ὅτι  οὐχ  ὑπόκειται  τῷ  νόμῳ,  ἀλλ' ἐπίκειται·  καὶ ὅτι  τῷ καθαρῷ  λοιπὸν  οὐδὲν  ἀκάθαρτον.  ∆ιὰ δὴ  τοῦτο  Ἑλισσαῖος μὲν  οὐδὲ  ἑώρα  τὸν Νεεμὰν, ἀλλὰ καὶ σκανδαλισθέντα  ἰδὼν, ἐπειδὴ μὴ ἐξῆλθε καὶ ἥψατο, τηρῶν τοῦ νόμου τὴν ἀκρίβειαν, οἴκοι μένει, καὶ πέμπει πρὸς τὸν Ἰορδάνην αὐτὸν λουσόμενον. Ὁ δὲ ∆εσπότης, δεικνὺς ὅτι οὐχ ὡς δοῦλος, ἀλλ' ὡς κύριος θεραπεύει, καὶ ἅπτεται. Οὐ γὰρ ἡ χεὶρ ἀπὸ τῆς λέπρας ἐγένετο ἀκάθαρτος, ἀλλὰ τὸ σῶμα τὸ λεπρὸν ἀπὸ τῆς χειρὸς τῆς ἁγίας καθίστατο καθαρόν. Οὐ γὰρ δὴ μόνον σώματα παρεγένετο θεραπεύσων, ἀλλὰ καὶ ψυχὴν εἰς φιλοσοφίαν  ἐνάξων. Ὥσπερ οὖν χερσὶν ἀνίπτοις ἐσθίειν οὐκέτι λοιπὸν ἐκώλυσε, τὸν ἄριστον ἐκεῖνον εἰσάγων νόμον, τὸν περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας· οὕτω δὴ καὶ ἐνταῦθα λοιπὸν παιδεύων, ὅτι τῆς ψυχῆς ἐπιμελεῖσθαι  χρὴ, καὶ τῶν  ἔξωθεν ἀπαλλαγέντας  καθαρμῶν  ἐκείνην  ἀποσμήχειν, καὶ τὴν αὐτῆς λέπραν δεδοικέναι μόνην, ὅπερ ἐστὶν ἁμαρτία (τὸ γὰρ λεπρὸν εἶναι οὐδὲν κώλυμα εἰς ἀρετήν)· πρῶτος αὐτὸς ἅπτεται τοῦ λεπροῦ, καὶ οὐδεὶς ἐγκαλεῖ. Οὐδὲ γὰρ ἦν διεφθαρμένον τὸ δικαστήριον, οὐδὲ ὑπὸ φθόνου κατεχόμενοι οἱ θεαταί.∆ιὰ τοῦτο οὐ μόνον οὐκ ἐπέσκηψαν, ἀλλὰ καὶ ἐξεπλάγησαν τὸ θαῦμα, καὶ παρεχώρησαν, ἀπό τε τῶν εἰρημένων, ἀπό τε τῶν γινομένων  τὴν ἀμήχανον αὐτοῦ δύναμιν προσκυνήσαντες. Θεραπεύσας τοίνυν αὐτοῦ τὸ σῶμα, κελεύει μηδενὶ εἰπεῖν, ἀλλὰ δεῖξαι ἑαυτὸν τῷ ἱερεῖ, καὶ προσενεγκεῖν τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. Τινὲς μὲν οὖν φασιν, ὅτι διὰ τοῦτο ἐκέλευσε μηδενὶ εἰπεῖν, ἵνα μὴ κακουργήσωσι   περὶ   τὴν   διάκρισιν   τοῦ   καθαρμοῦ,   σφόδρα   ἀνοήτως   τοῦτο ὑποπτεύοντες. Οὐ γὰρ οὕτως ἐκάθηρεν, ὡς καὶ ἀμφισβητήσιμον εἶναι τὸν καθαρμόν· ἀλλὰ  μηδενὶ  εἰπεῖν  κελεύει,  διδάσκων  τὸ ἀκόμπαστον  καὶ ἀφιλότιμον.  Καίτοιγε ᾔδει, ὅτι οὐ πεισθήσεται ἐκεῖνος,  ἀλλ' ἀνακηρύξει τὸν  εὐεργέτην· ἀλλ' ὅμως τὸ αὐτοῦ ποιεῖ. Πῶς οὖν ἀλλαχοῦ κελεύει εἰπεῖν; φησίν. Οὐχὶ ἑαυτῷ περιπίπτων, οὐδὲ ἐναντιούμενος,  ἀλλὰ  παιδεύων  εὐγνώμονας  εἶναι.  Οὐδὲ γὰρ  ἐκεῖ  ἀνακηρύττειν ἑαυτὸν ἐκέλευσεν, ἀλλὰ δοῦναι δόξαν τῷ Θεῷ· διὰ μὲν τοῦ λεπροῦ τούτου ἀτύφους ἡμᾶς παρασκευάζων καὶ ἀκενοδόξους, διὰ δὲ ἐκείνου, εὐχαρίστους καὶ εὐγνώμονας εἶναι, καὶ παιδεύων πανταχοῦ τῶν γινομένων τὴν εὐφημίαν ἀναφέρειν τῷ ∆εσπότῃ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ οἱ ἄνθρωποι νοσοῦντες μὲν μέμνηνται  τοῦ Θεοῦ, τῆς δὲ ἀῤῥωστίας ἀπαλλαγέντες  ῥᾳθυμότεροι γίνονται,  κελεύων διηνεκῶς καὶ νοσοῦντας καὶ ὑγιαίνοντας  προσέχειν τῷ ∆εσπότῃ, φησί· ∆ὸς δόξαν τῷ Θεῷ.  Τίνος δὲ ἕνεκεν  καὶ δεῖξαι ἑαυτὸν ἐκέλευσε τῷ ἱερεῖ, καὶ δῶρον προσενεγκεῖν; Πάλιν τὸν νόμον ἐνταῦθα ἀναπληρῶν.  Οὐδὲ γὰρ πανταχοῦ  αὐτὸν παρέλυεν, οὐδὲ πανταχοῦ ἐφύλαττεν·  ἀλλὰ ποτὲ μὲν τοῦτο ἐποίει, ποτὲ δὲ ἐκεῖνο· τούτῳ μὲν τῇ μελλούσῃ φιλοσοφίᾳ προοδοποιῶν, ἐκείνῳ δὲ τὴν ἀναίσχυντον  τῶν Ἰουδαίων τέως κατέχων γλῶτταν,   καὶ  συγκαταβαίνων   αὐτῶν   τῇ  ἀσθενείᾳ.  Καὶ  τί  θαυμάζεις,  εἴγε  ἐν προοιμίοις αὐτὸς τοῦτο ἐποίησεν, ὅπου γε καὶ οἱ ἀπόστολοι μετὰ τὸ κελευσθῆναι εἰς τὰ ἔθνη ἀπελθεῖν, καὶ τὰς θύρας ἀνοιγῆναι  τῆς κατὰ τὴν οἰκουμένην διδασκαλίας, καὶ τὸν νόμον ἐγκλεισθῆναι, καὶ ἀνανεωθῆναι  τὰ πράγματα, καὶ τὰ παλαιὰ ἀναπαύσασθαι ἅπαντα, φαίνονται  ποτὲ μὲν τηροῦντες  τὸν νόμον, ποτὲ δὲ αὐτὸν παρατρέχοντες; Καὶ τί τοῦτο, φησὶ, πρὸς τὴν τοῦ νόμου συντελεῖ φυλακὴν, τὸ εἰπεῖν ∆εῖξον  σεαυτὸν  τῷ  ἱερεῖ; Οὐ τὸ τυχόν.  Καὶ γὰρ νόμος  ἦν  παλαιὸς,  τὸν  λεπρὸν καθαρθέντα μὴ ἑαυτῷ τὴν δοκιμασίαν ἐπιτρέπειν τοῦ καθαρισμοῦ, ἀλλὰ φαίνεσθαι τῷ  ἱερεῖ, καὶ τοῖς  ὀφθαλμοῖς  τοῖς  ἐκείνου  παρέχειν  τὴν  ἀπόδειξιν,  καὶ ἀπὸ τῆς ψήφου ταύτης ἐγκρίνεσθαι τοῖς καθαροῖς. Εἰ γὰρ μὴ εἶπεν ὁ ἱερεὺς, ὅτι κεκάθαρται ὁ λεπρὸς, ἔτι μετὰ τῶν  ἀκαθάρτων  ἔμενεν  ἔξω τῆς παρεμβολῆς. ∆ιό φησι, ∆εῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς. Οὐκ εἶπεν, Ὃ προστάσσω ἐγώ· ἀλλὰ τέως παραπέμπει τῷ νόμῳ, πανταχόθεν  ἀποῤῥάπτων αὐτῶν τὰ στόματα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι τῶν ἱερέων τὴν δόξαν ἥρπασε, τὸ μὲν ἔργον αὐτὸς ἐπλήρωσε, τὴν δὲ δοκιμασίαν ἐκείνοις ἐπέτρεψε, καὶ κριτὰς αὐτοὺς ἐκάθισε τῶν  οἰκείων  θαυμάτων.  Τοσοῦτον γὰρ ἀπέχω  μάχεσθαι, φησὶν, ἢ Μωϋσῇ, ἢ τοῖς ἱερεῦσιν, ὅτι καὶ τοὺς παρ' ἐμοῦ εὐεργετηθέντας εἰς τὸ πείθεσθαι ἐκείνοις ἐνάγω. Τί δέ  ἐστιν,  εἰς  μαρτύριον  αὐτοῖς;  Εἰς ἔλεγχον,  εἰς  ἀπόδειξιν,  εἰς  κατηγορίαν,  ἐὰν ἀγνωμονῶσιν. Ἐπειδὴ γὰρ ἔλεγον, Ὡς πλάνον καὶ ἀπατεῶνα διώκομεν, ὡς ἀντίθεον καὶ  παράνομον·  σύ  μοι  μαρτυρήσεις,  φησὶ,  κατ'  ἐκεῖνον   τὸν  καιρὸν,  ὅτι  οὐ παράνομος ἐγώ. Καὶ γὰρ θεραπεύσας σε παραπέμπω τῷ νόμῳ καὶ τῇ τῶν  ἱερέων δοκιμασίᾳ· ὅπερ τιμῶντος  ἦν τὸν νόμον, καὶ θαυμάζοντος  τὸν  Μωϋσέα, καὶ οὐκ ἐναντιουμένου  τοῖς παλαιοῖς δόγμασιν. Εἰ δὲ μηδὲν ἔμελλον κερδαίνειν, κἀντεῦθεν μάλιστα τὴν πρὸς τὸν νόμον αὐτοῦ καταμαθεῖν ἔστι τιμὴν, ὅτι καὶ προειδὼς οὐδὲν καρπωσομένους,  τὰ  αὐτοῦ  πάντα  ἐπλήρου.  Καὶ γὰρ  προῄδει  τοῦτο  αὐτὸ,  καὶ προεῖπεν. Οὐδὲ γὰρ εἶπεν,  εἰς διόρθωσιν  αὐτῶν,  οὐδὲ, εἰς διδασκαλίαν· ἀλλ',  εἰς μαρτύριον αὐτοῖς, τουτέστιν, εἰς κατηγορίαν, καὶ εἰς ἔλεγχον, καὶ εἰς μαρτυρίαν, ὅτι τὰ  παρ'  ἐμοῦ  πάντα  γέγονε·  καὶ  προειδὼς  ἀδιορθώτους  μένοντας,  οὐδὲ  οὕτως ἐνέλιπον  ἅπερ ποιῆσαι ἐχρῆν· ἐκεῖνοι δὲ τὴν οἰκείαν ἔμενον διατηροῦντες κακίαν. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ φησι· Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος· τοῖς ἔθνεσι, τοῖς οὐχ ὑπακούουσι, τοῖς  οὐ  πειθομένοις.  Ἵνα  γὰρ  μή  τις  λέγῃ,  Καὶ τίνος  ἕνεκεν  πᾶσι κηρύττεις, εἰ μὴ πάντες μέλλουσι πείθεσθαι; ἵνα τὰ ἐμαυτοῦ πάντα φανῶ πεποιηκὼς, καὶ μηδεὶς ἔχῃ μετὰ ταῦτα ἐγκαλεῖν, ὡς οὐκ ἀκηκοώς. Καταμαρτυρήσει γὰρ αὐτῶν αὐτὴ ἡ κήρυξις, καὶ οὐκ ἂν ἔχοιεν μετὰ ταῦτα εἰπεῖν, ὅτι Οὐκ ἠκούσαμεν· πρὸς  γὰρ  τὰ  πέρατα  τῆς  οἰκουμένης  ὁ  λόγος  ἐξέβη  τῆς  εὐσεβείας. Ταῦτα  οὖν ἐννοοῦντες  καὶ ἡμεῖς, τὰ παρ' ἑαυτῶν ἅπαντα πληρῶμεν εἰς τοὺς πλησίον, καὶ τῷ Θεῷ διαπαντὸς  εὐχαριστῶμεν.  Καὶ γὰρ ἄτοπον,  ἔργῳ τῆς εὐεργεσίας αὐτοῦ καθ' ἑκάστην ἀπολαύοντας τὴν ἡμέραν, μηδὲ λόγῳ χάριν ὁμολογεῖν, καὶ ταῦτα τῆς ὁμολογίας   πάλιν   ἡμῖν  τὴν  ὠφέλειαν   φερούσης.  Οὐδὲ  γὰρ  αὐτὸς  δεῖται  τῶν ἡμετέρων  τινὸς, ἀλλ' ἡμεῖς δεόμεθα τῶν  ἐκείνου ἁπάντων.  Καὶ γὰρ ἡ εὐχαριστία ἐκείνῳ  μὲν οὐδὲν προστίθησιν, ἡμᾶς δὲ οἰκειοτέρους αὐτῷ  κατασκευάζει. Εἰ γὰρ ἀνθρώπων  εἰς μνήμην  λαβόντες  εὐεργεσίας, θερμαινόμεθα  μειζόνως  τῷ φίλτρῳ· πολλῷ  μᾶλλον  τοῦ ∆εσπότου μεμνημένοι  διηνεκῶς  τῶν  κατορθωμάτων  τῶν  εἰς ἡμᾶς, σπουδαιότεροι πρὸς τὰς ἐντολὰς τὰς ἐκείνου ἐσόμεθα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Εὐχάριστοι γίνεσθε. Φυλακὴ γὰρ εὐεργεσίας ἀρίστη ἡ τῆς εὐεργεσίας μνήμη, καὶ  διηνεκὴς  εὐχαριστία.  ∆ιὰ  δὴ  τοῦτο  καὶ  τὰ  φρικώδη  μυστήρια,  καὶ  πολλῆς γέμοντα τῆς σωτηρίας, τὰ καθ' ἑκάστην τελούμενα σύναξιν, Εὐχαριστία καλεῖται, ὅτι πολλῶν ἐστιν εὐεργετημάτων ἀνάμνησις, καὶ τὸ κεφάλαιον τῆς τοῦ Θεοῦ προνοίας ἐνδείκνυται,  καὶ διὰ πάντων  παρασκευάζει εὐχαριστεῖν. Εἰ γὰρ τὸ γεννηθῆναι  ἐκ παρθένου  θαῦμα μέγα, καὶ ἐκπληττόμενος  ὁ εὐαγγελιστὴς  ἔλεγε, Τοῦτο δὲ ὅλον γέγονε· τὸ καὶ σφαγῆναι ποῦ θήσομεν; εἰπέ μοι. Εἰ γὰρ τὸ γεννηθῆναι  τοῦτο ὅλον καλεῖται,  τὸ  σταυρωθῆναι,  καὶ  τὸ  αἷμα  ἐκχεῖν,  καὶ  τὸ  ἑαυτὸν  δοῦναι  ἡμῖν  εἰς ἑστίασιν καὶ εὐωχίαν πνευματικὴν, τί ἂν κληθείη; Εὐχαριστῶμεν τοίνυν αὐτῷ διηνεκῶς, καὶ ῥημάτων καὶ ἔργων τῶν ἡμετέρων προηγείσθω τοῦτο. Εὐχαριστῶμεν δὲ μὴ ὑπὲρ τῶν οἰκείων μόνων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων  ἀγαθῶν· οὕτω γὰρ καὶ   τὴν   βασκανίαν   ἀνελεῖν    δυνησόμεθα,   καὶ   τὴν   ἀγάπην   ἐπισφίγξαι   καὶ γνησιωτέραν  ποιῆσαι. Οὐδὲ γὰρ δυνήσῃ βασκῆναι λοιπὸν ἐκείνοις, ὑπὲρ ὧν εὐχαριστεῖς  τῷ  ∆εσπότῃ. ∆ιὸ  δὴ  καὶ  ὁ  ἱερεὺς  ὑπὲρ  τῆς  οἰκουμένης,  ὑπὲρ  τῶν προτέρων, ὑπὲρ τῶν νῦν, ὑπὲρ τῶν γενηθέντων  ἔμπροσθεν, ὑπὲρ τῶν μετὰ ταῦτα ἐσομένων εἰς ἡμᾶς εὐχαριστεῖν κελεύει, τῆς θυσίας προκειμένης ἐκείνης. Τοῦτο γὰρ ἡμᾶς καὶ τῆς γῆς ἀπαλλάττει,  καὶ πρὸς τὸν οὐρανὸν μετατίθησι, καὶ ἀγγέλους  ἐξ ἀνθρώπων ποιεῖ. Καὶ γὰρ καὶ ἐκεῖνοι, χορὸν στησάμενοι, ὑπὲρ τῶν εἰς ἡμᾶς ἀγαθῶν εὐχαριστοῦσι τῷ  Θεῷ, λέγοντες·  ∆όξα ἐν  ὑψίστοις  Θεῷ, καὶ  ἐπὶ  γῆς  εἰρήνη,  ἐν ἀνθρώποις εὐδοκία. Καὶ τί πρὸς ἡμᾶς τοὺς οὐκ ἐπὶ γῆς, οὐδὲ ἀνθρώπους; Μάλιστα μὲν οὖν πρὸς ἡμᾶς· οὕτω γὰρ ἐπαιδεύθημεν  τοὺς συνδούλους φιλεῖν,  ὡς καὶ τὰ ἐκείνων ἀγαθὰ ἡμέτερα εἶναι νομίζειν.


 δʹ. ∆ιὸ καὶ Παῦλος πανταχοῦ τῶν Ἐπιστολῶν ὑπὲρ τῶν  τῆς οἰκουμένης  εὐχαριστεῖ κατορθωμάτων.  Καὶ ἡμεῖς τοίνυν  ὑπὲρ τῶν οἰκείων  καὶ ὑπὲρ τῶν  ἀλλοτρίων,  καὶ ὑπὲρ μικρῶν  καὶ ὑπὲρ μεγάλων  διηνεκῶς εὐχαριστῶμεν. Κἂν γὰρ μικρὸν ᾗ τὸ δοθὲν, μέγα γίνεται τῷ παρὰ τοῦ Θεοῦ δεδόσθαι· μᾶλλον δὲ οὐδὲν μικρὸν τῶν παρ' ἐκείνου, οὐ τῷ παρ' ἐκείνου μόνον παρέχεσθαι, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει. Καὶ ἵνα τὰ ἄλλα πάντα παρῶ, ἃ τὴν ἄμμον νικᾷ τῷ πλήθει· τί ἴσον τῆς ὑπὲρ ἡμῶν γενομένης οἰκονομίας; Ὃ γὰρ ἦν αὐτῷ τιμιώτερον ἁπάντων, ὁ μονογενὴς Παῖς, τοῦτον ἔδωκεν ὑπὲρ ἡμῶν τῶν ἐχθρῶν· καὶ οὐκ ἔδωκε μόνον, ἀλλὰ καὶ μετὰ τὸ δοῦναι τράπεζαν ἡμῖν αὐτὸν παρέθηκε, πάντα αὐτὸς τὰ ὑπὲρ ἡμῶν ποιῶν, καὶ τὸ δοῦναι, καὶ τὸ εὐχαρίστους ὑπὲρ τούτων ποιῆσαι. Ἐπειδὴ γὰρ ὡς  τὰ πολλὰ  ἀχάριστός ἐστιν ὁ ἄνθρωπος,  πανταχοῦ  αὐτὸς  ἀναδέχεται  καὶ κατασκευάζει τὰ ὑπὲρ ἡμῶν. Καὶ ὅπερ ἐπὶ τῶν Ἰουδαίων ἐποίησεν, ἀπὸ τόπων καὶ χρόνων καὶ ἑορτῶν ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο, ἀπὸ τοῦ τρόπου τῆς  θυσίας εἰς διηνεκῆ  τῆς  ὑπὲρ τούτων  εὐεργεσίας μνήμην ἡμᾶς ἐμβάλλων. Οὕτως οὐδεὶς ἐσπούδακε δοκίμους γενέσθαι καὶ μεγάλους καὶ διὰ πάντων εὐγνώμονας, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. ∆ιὰ τοῦτο καὶ ἄκοντας ἡμᾶς εὐεργετεῖ πολλάκις, καὶ ἀγνοοῦντας τὰ πλείονα. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, οὐκ ἐπὶ τῶν τυχόντων  τινὸς, ἀλλ' ἐπὶ τοῦ μακαρίου Παύλου δείκνυμί σοι τοῦτο συμβάν. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος πολλὰ κινδυνεύων  καὶ θλιβόμενος, πολλάκις παρεκάλει τὸν Θεὸν, ἀποστῆναι αὐτοῦ τοὺς πειρασμούς· ἀλλ' ὅμως οὐ τῇ αἰτήσει αὐτοῦ, ἀλλὰ τῇ λυσιτελείᾳ προσεῖχεν ὁ Θεός· καὶ τοῦτο δεικνὺς ἔλεγεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε πρὶν εἰπεῖν αὐτῷ τὴν αἰτίαν, ἄκοντα εὐεργετεῖ καὶ οὐκ εἰδότα. Τί οὖν μέγα αἰτεῖ, ἀντὶ τῆς τοσαύτης κηδεμονίας εὐχαρίστους κελεύων  εἶναι; Πειθώμεθα τοίνυν,  καὶ πανταχοῦ  τοῦτο διατηρῶμεν. Καὶ γὰρ τοὺς Ἰουδαίους οὐδὲν οὕτως ἀπώλεσεν, ὡς τὸ ἀχαρίστους εἶναι, καὶ τὰς πολλὰς καὶ ἐπαλλήλους ἐκείνας πληγὰς οὐδὲν ἕτερον ἢ τοῦτο ἐπήγαγε· μᾶλλον δὲ καὶ πρὸ τῶν πληγῶν  τὴν ψυχὴν αὐτῶν τοῦτο ἀπώλεσε καὶ διέφθειρεν. Ἀχαρίστου γὰρ ἐλπὶς ὡς πάχνη χειμέριος, φησίν· οὕτω ναρκᾷν καὶ νεκροῦσθαι τὴν ψυχὴν ποιεῖ, ὥσπερ ἐκείνη τὰ σώματα. Τοῦτο δὲ γίνεται  ἐξ ἀπονοίας, καὶ τοῦ νομίζειν  ἑαυτὸν ἄξιον εἶναί τινος. Ὁ δὲ συντετριμμένος, οὐχ ὑπὲρ ἀγαθῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐναντίων  δοκούντων  εἶναι, εὐχαριστίας εἴσεται τῷ Θεῷ, καὶ ὅσα ἂν πάθῃ, οὐδὲν ἡγήσεται ἀνάξιον  πεπονθέναι.  Καὶ ἡμεῖς τοίνυν,  ὅσῳ ἂν πρὸς ἀρετὴν  ἐπιδῶμεν, τοσούτῳ μᾶλλον ἑαυτοὺς συντρίψωμεν· ἐπεὶ καὶ τοῦτο μάλιστα ἀρετή. Ὥσπερ γὰρ ὅσῳπερ ἂν ὀξύτερον ἴδωμεν, τοσούτῳ μᾶλλον μανθάνομεν  ὅσον διεστήκαμεν τοῦ οὐρανοῦ·  οὕτως  ὅσῳ ἂν  ἐπιδῶμεν  πρὸς  ἀρετὴν,  τοσούτῳ  μᾶλλον  παιδευόμεθα εἰδέναι  τοῦ Θεοῦ τὸ μέσον τὸ πρὸς ἡμᾶς. Οὐ μικρὸν δὲ τοῦτο μέρος φιλοσοφίας, δυνηθῆναι  συνιδεῖν  τὴν  ἀξίαν τὴν ἡμετέραν. Οὗτος γὰρ μάλιστά ἐστιν ὁ ἑαυτὸν εἰδὼς, ὁ μηδὲν εἶναι ἑαυτὸν νομίζων. ∆ιὰ δὴ τοῦτο καὶ ὁ ∆αυῒδ καὶ ὁ Ἀβραὰμ, ὅτε πρὸς τὴν ἄκραν ἀνέβησαν τῆς ἀρετῆς κορυφὴν, τότε μάλιστα τοῦτο κατώρθωσαν· καὶ ὁ μὲν γῆν  καὶ σποδὸν, ὁ δὲ σκώληκα ἑαυτὸν  ἐκάλει· καὶ πάντες  δὲ οἱ ἅγιοι ὁμοίως τούτοις ἑαυτοὺς ταλανίζουσιν· ὡς ὅ γε πρὸς ἀλαζονείαν αἰρόμενος, ἐκεῖνός ἐστιν ὁ μάλιστα πάντων  ἑαυτὸν ἀγνοῶν. ∆ιὸ καὶ κατὰ τὴν κοινὴν συνήθειαν ἔθος ἡμῖν λέγειν περὶ τῶν ὑπερηφάνων· Οὐκ οἶδεν ἑαυτὸν, ἀγνοεῖ ἑαυτόν. Ὁ δὲ ἑαυτὸν ἀγνοῶν, τίνα γνώσεται; Ὥσπερ γὰρ ὁ ἑαυτὸν εἰδὼς, ἅπαντα εἴσεται· οὕτως ὁ τοῦτο μὴ εἰδὼς, οὐδὲ τὰ ἄλλα εἴσεται. Τοιοῦτος ἦν ἐκεῖνος ὁ λέγων· Ἐπάνω τῶν οὐρανῶν θήσω τὸν  θρόνον  μου. Ἐπειδὴ γὰρ ἠγνόησεν  ἑαυτὸν, καὶ τὰ ἄλλα   πάντα ἠγνόησεν. Ἀλλ' οὐχ ὁ Παῦλος· ἀλλ' ἔκτρωμα ἑαυτὸν καὶ τῶν ἁγίων ἔσχατον ἐκάλει, καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον ἑαυτὸν εἶναι ἐνόμιζε τῶν ἀποστόλων, μετὰ τοσαῦτα καὶ τηλικαῦτα κατορθώματα. Τοῦτον τοίνυν ζηλώσωμεν καὶ μιμησώμεθα. Μιμησόμεθα δὲ, ἂν τῆς γῆς καὶ τῶν ἐν τῇ γῇ ἀπαλλαγῶμεν  πραγμάτων. Οὐδὲν γὰρ οὕτως ἀγνοεῖν ἑαυτὸν ποιεῖ, ὡς τὸ τοῖς βιωτικοῖς προσηλῶσθαι· οὐδὲν οὕτω πάλιν τοῖς  βιωτικοῖς   προσηλῶσθαι  πράγμασι  παρασκευάζει,  ὡς  τὸ  ἀγνοεῖν   ἑαυτόν· ἀλλήλων γὰρ ταῦτα ἐξήρτηται. Ὥσπερ γὰρ ὁ τῆς δόξης ἐρῶν τῆς ἔξωθεν, καὶ μεγάλα τὰ  παρόντα  ἡγούμενος,  κἂν  μυρία  φιλονεικῇ,   οὐ  συγχωρεῖται   ἑαυτὸν κατιδεῖν· οὕτως ὁ τούτων ὑπερορῶν ῥᾳδίως ἑαυτὸν εἴσεται· ἑαυτὸν δὲ μαθὼν ὁδῷ καὶ  ἐπὶ  τὰ  ἄλλα  πάντα  βαδιεῖται  μέρη τῆς  ἀρετῆς. Ἵν' οὖν  τὴν  καλὴν  ταύτην μάθωμεν  ἐπιστήμην, ἀπαλλαγέντες  τῶν  ἐπικήρων  ἁπάντων  τῶν  πολλὴν  ἐν ἡμῖν ποιούντων  τὴν φλόγα,  καὶ μαθόντες  ἑαυτῶν  τὴν εὐτέλειαν,  πᾶσαν ἐπιδειξώμεθα ταπεινοφροσύνην καὶ φιλοσοφίαν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, σὺν τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |