ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΑʹ. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἔνα μισήσει

Κυριακή 30 Οκτωβρίου 2016

ΚΑʹ. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἔνα μισήσει



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΚΑʹ. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἔνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει.

αʹ. Ὁρᾷς πῶς κατὰ μικρὸν τῶν ὄντων ἀφίστησι, καὶ  διὰ πλειόνων τὸν περὶ  τῆς  ἀκτημοσύνης  εἰσάγει  λόγον,   καὶ  τὴν   τῆς  φιλαργυρίας   καταβάλλει τυραννίδα; Οὐδὲ γὰρ ἠρκέσθη τοῖς ἔμπροσθεν, καίτοι πολλοῖς καὶ μεγάλοις οὖσιν· ἀλλὰ  καὶ  ἕτερα  προστίθησι πλείονα  καὶ  φοβερώτερα.  Τί γὰρ  τῶν  νῦν εἰρημένων φοβερώτερον, εἴγε μέλλοιμεν τῆς τοῦ Χριστοῦ δουλείας ἐκπίπτειν διὰ τὰ χρήματα· τί δὲ ποθεινότερον,  εἴγε μέλλοιμεν  αὐτῶν ὑπεριδόντες ἀκριβῆ τὴν πρὸς αὐτὸν εὔνοιαν ἔχειν καὶ τὴν ἀγάπην; Ὅπερ γὰρ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι δι' ἑκατέρων  ὠθεῖ  τὸν  ἀκροατὴν  εἰς  τὴν  ὑπακοὴν  τῶν  λεγομένων,   καὶ  διὰ  τῶν ὠφελίμων,   καὶ  διὰ  τῶν  βλαβερῶν·  καθάπερ  ἰατρὸς  ἄριστος,  καὶ  τὴν  ἐκ  τῆς ἀπροσεξίας νόσον, καὶ τὴν ἀπὸ τῆς ὑπακοῆς ὑγείαν ἐνδεικνύμενος. 


Ὅρα γοῦν οἷον πάλιν  δείκνυσι τὸ κέρδος τοῦτο, καὶ πῶς κατασκευάζει τὸ συμφέρον ἀπὸ τῆς τῶν ἐναντίων  ἀπαλλαγῆς.  Οὐ γὰρ τοῦτο  μόνον  ὑμᾶς βλάπτει,  φησὶν, ὁ πλοῦτος,  ὅτι λῃστὰς ὁπλίζει καθ' ὑμῶν, οὐδ' ὅτι τὸν νοῦν σκοτοῖ μετ' ἐπιτάσεως ἁπάσης· ἀλλ' ὅτι καὶ τῆς δουλείας ὑμᾶς ἐκβάλλει  τοῦ Θεοῦ, αἰχμαλώτους  τῶν  ἀψύχων  χρημάτων ποιῶν, καὶ ἑκατέρωθεν βλάπτων, καὶ τῷ δούλους ποιεῖν ὧν κρατεῖν ἔδει, καὶ τῷ τῆς δουλείας ἐκβάλλειν τοῦ Θεοῦ, ᾧ μάλιστα πάντων δουλεύειν ἀναγκαῖον ὑμῖν. Ὥσπερ γὰρ ἐκεῖ διπλῆν ἔδειξε τὴν βλάβην, τῷ καὶ ἐνταῦθα τιθέναι, ὅπου σὴς ἀφανίζει, καὶ ἐκεῖ μὴ τιθέναι, ἔνθα ἀνάλωτος ἡ φυλακή· οὕτω καὶ ἐνταῦθα διπλῆν δείκνυσι τὴν ζημίαν, καὶ δι' ὧν ἀφέλκει τοῦ Θεοῦ, καὶ δι' ὧν ὑποτάττει τῷ μαμωνᾷ. Ἀλλ' οὐκ εὐθέως αὐτὸ τίθησιν, ἀλλ' ἀπὸ κοινῶν αὐτὸ πρῶτον κατασκευάζει λογισμῶν, οὕτω λέγων· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· δύο τοὺς τὰ ἐναντία  ἐπιτάττοντας λέγων  ἐνταῦθα. Ἐπεὶ εἰ μὴ τοῦτο εἴη, οὐδὲ δύο ἂν εἶεν. Καὶ γὰρ Τοῦ πλήθους τῶν πιστευσάντων  ἦν  ἡ  καρδία  καὶ  ἡ  ψυχὴ  μία·  καίτοι  εἰς  πολλὰ  σώματα  ἦσαν διῃρημένοι, ἀλλ' ὅμως ἡ ὁμόνοια τοὺς πολλοὺς ἓν ἐποίησεν. Εἶτα ἐπιτείνων  αὐτὰ, φησίν· οὐ μόνον οὐ δουλεύσει, ἀλλὰ καὶ μισήσει καὶ ἀποστραφήσεται. Ἢ γὰρ τὸν ἔνα  μισήσει, φησὶ, καὶ  τὸν  ἕτερον  ἀγαπήσει· ἢ  ἑνὸς  ἀνθέξεται,  καὶ  τοῦ  ἑτέρου καταφρονήσει. Καὶ δοκεῖ μὲν δεύτερον εἰρῆσθαι τὸ αὐτό· οὐ μὴν ἁπλῶς οὕτως αὐτὸ συνέθηκεν, ἀλλ' ἵνα δείξῃ ῥᾳδίαν οὖσαν τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Ἵνα γὰρ μὴ λέγῃς· ἐδουλώθην  ἅπαξ, ἐτυραννήθην  ὑπὸ τῶν χρημάτων· δείκνυσιν ὅτι δυνατὸν μεταθέσθαι, καὶ ὥσπερ ἐκεῖθεν  ἐπὶ  τοῦτο, οὕτω  καὶ ἐντεῦθεν  ἐπ' ἐκεῖνο  ἐλθεῖν. Εἰπὼν τοίνυν  ἀορίστως, ἵνα πείσῃ τὸν ἀκροατὴν ἀδέκαστον κριτὴν γενέσθαι τῶν λεγομένων,  καὶ ἀπ' αὐτῆς τῶν πραγμάτων τῆς φύσεως τὴν ψῆφον ἐξενεγκεῖν, ὅτε ἔλαβεν αὐτὸν συμφωνοῦντα, τότε καὶ ἑαυτὸν ἀποκαλύπτει. Ἐπήγαγε γοῦν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Φρίξωμεν ἐννοήσαντες τί παρεσκευάσαμεν τὸν Χριστὸν εἰπεῖν, καὶ μετὰ Θεοῦ θεῖναι τὸν χρυσόν. Εἰ δὲ τοῦτο φρικτὸν, τὸ διὰ τῶν ἔργων γίνεσθαι, καὶ προτιμᾶσθαι τοῦ φόβου τοῦ Θεοῦ τὴν τοῦ χρυσοῦ τυραννίδα, πολλῷ φρικωδέστερον. Τί οὖν; ἐπὶ τῶν παλαιῶν  οὐκ ἦν τοῦτο δυνατόν; Οὐδαμῶς. Πῶς οὖν ὁ Ἀβραὰμ, φησὶ, πῶς ὁ Ἰὼβ εὐδοκίμησε; Μή μοι τοὺς πλουτοῦντας  εἴπῃς, ἀλλὰ  τοὺς  δουλεύοντας.  Ἐπεὶ  καὶ  ὁ  Ἰὼβ  πλούσιος  ἦν·  ἀλλ'  οὐκ  ἐδούλευε  τῷ μαμωνᾷ,  ἀλλ' εἶχεν  αὐτὸν  καὶ ἐκράτει, καὶ δεσπότης, οὐ δοῦλος ἦν. Ὥσπερ οὖν ἀλλοτρίων  οἰκονόμος  ὢν  χρημάτων,  οὕτω  πάντα  ἐκεῖνα  ἐκέκτητο, οὐ μόνον  τὰ ἑτέρων οὐχ ἁρπάζων, ἀλλὰ καὶ τὰ ἴδια προϊέμενος τοῖς δεομένοις. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ παροῦσιν ἔχαιρεν· ὃ καὶ ἐδήλου λέγων· Εἰ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου· διὰ τοῦτο οὐδὲ ἤλγησεν  ἀπελθόντος. Ἀλλ' οὐχὶ νῦν τοιοῦτοι οἱ πλουτοῦντές  εἰσιν, ἀλλὰ  καὶ παντὸς  ἀνδραπόδου χεῖρον  διακείμενοι,  καθάπερ τυράννῳ   τινὶ   χαλεπῷ   φόρους   ἄγοντες.   Ὥσπερ  γὰρ   ἀκρόπολίν   τινα   αὐτῶν καταλαβὼν  τὴν  διάνοιαν  ὁ τῶν  χρημάτων  ἔρως, τὰ πάσης παρανομίας  γέμοντα ἐπιτάγματα  ἐκεῖθεν  αὐτοῖς  καθ' ἑκάστην  πέμπει  τὴν  ἡμέραν,  καὶ  ὁ παρακούων οὐδείς. Μὴ τοίνυν  περιττὰ φιλοσόφει. Καὶ γὰρ ἀπεφήνατο  ἅπαξ ὁ Θεὸς, καὶ εἶπεν ἀδύνατον  εἶναι ταύτην κἀκείνην  συμβῆναι τὴν δουλείαν. Μὴ τοίνυν  σὺ λέγε, ὅτι δυνατόν.  Ὅταν  γὰρ  ὁ  μὲν  ἁρπάζειν  κελεύῃ,  ὁ  δὲ  τὰ  ὄντα  ἀποδύεσθαι· ὁ  μὲν σωφρονεῖν, ὁ δὲ πορνεύειν· ὁ μὲν μεθύειν καὶ τρυφᾷν, ὁ δὲ γαστρὸς κατέχειν· καὶ ὁ μὲν  ὑπερορᾷν  τῶν  ὄντων,  ὁ  δὲ  προσηλῶσθαι  τοῖς  παροῦσιν·  ὁ  μὲν  θαυμάζειν μάρμαρα καὶ τοίχους καὶ ὀρόφους, ὁ δὲ ταῦτα ἀτιμάζειν, τιμᾷν δὲ φιλοσοφίαν, πῶς δυνατὸν ταῦτα συμβῆναι;


βʹ. Κύριον δὲ ἐνταῦθα τὸν μαμωνᾶν ἐκάλεσεν, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τῶν ὑποκλινομένων  αὐτῷ ταλαιπωρίαν. Οὕτω καὶ τὴν κοιλίαν  Θεὸν καλεῖ,  οὐκ  ἀπὸ  τοῦ  τῆς  δεσποίνης  ἀξιώματος,  ἀλλ' ἀπὸ  τῆς  τῶν δουλευόντων  ἀθλιότητος·  ὃ πάσης κολάσεως χεῖρόν  ἐστι, καὶ πρὸ τῆς κολάσεως ἱκανὸν τιμωρήσασθαι τὸν ἁλόντα. Ποίων γὰρ καταδίκων οὐκ ἂν εἶεν ἀθλιώτεροι οἱ τὸν Θεὸν δεσπότην ἔχοντες, καὶ ἀπὸ τῆς ἡμέρου βασιλείας ἐκείνης ἐπὶ τὴν χαλεπὴν αὐτομολοῦντες τυραννίδα, καὶ ταῦτα τοσαύτης ἀπὸ τοῦ πράγματος βλάβης καὶ ἐνταῦθα  γινομένης;  Καὶ γὰρ  ζημία  ἄφατος  ἀπὸ  τοῦ  πράγματος,  καὶ  δίκαι,  καὶ ἐπήρειαι, καὶ ἀγῶνες, καὶ πόνοι, καὶ ψυχῆς πήρωσις· καὶ τὸ πάντων  χαλεπώτερον, ὅτι τῶν  ἀγαθῶν  ἐκπίπτει  τῶν  ἀνωτάτω,  ὅπερ ἐστὶν ἡ τοῦ Θεοῦ δουλεία. ∆ιδάξας τοίνυν διὰ πάντων τὸ συμφέρον τῆς τῶν χρημάτων ὑπεροψίας, καὶ πρὸς αὐτὴν τῶν χρημάτων  τὴν  φυλακὴν,  καὶ  πρὸς  τὴν  τῆς  ψυχῆς  ἡδονὴν,  καὶ  πρὸς  τὴν  τῆς φιλοσοφίας κτῆσιν, καὶ πρὸς τὴν τῆς εὐσεβείας ἀσφάλειαν, κατασκευάζει λοιπὸν ὅτι καὶ δυνατὴ  αὕτη ἡ παραίνεσις. Τοῦτο γὰρ μάλιστα νομοθεσίας ἀρίστης, τὸ μὴ τὰ συμφέροντα μόνον ἐπιτάττειν, ἀλλὰ καὶ δυνατὰ αὐτὰ ποιεῖν. ∆ιὰ τοῦτο καὶ ἐπάγει, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε. Ἵνα γὰρ μὴ λέγωσι· Τί οὖν; ἂν πάντα ῥίψωμεν, πῶς δυνησόμεθα ζῆσαι; πρὸς ταύτην λοιπὸν ἵσταται τὴν ἀντίθεσιν σφόδρα εὐκαίρως. Ὥσπερ γὰρ εἰ παρὰ τὴν ἀρχὴν εἶπε, Μὴ μεριμνήσητε, ἐδόκει βαρὺς εἶναι ὁ λόγος· οὕτως ἐπειδὴ ἔδειξε τὴν λύμην τὴν ἐγγινομένην ἀπὸ τῆς φιλαργυρίας, εὐπαράδεκτον λοιπὸν ποιεῖ τὴν παραίνεσιν. ∆ιόπερ οὐδὲ νῦν ἁπλῶς εἶπε, Μὴ μεριμνήσητε, ἀλλὰ τὴν αἰτίαν προσθεὶς, οὕτω τοῦτο ἐπέταξε. Μετὰ γὰρ τὸ εἰπεῖν, Οὐ δύνασθε   Θεῷ  δουλεύειν   καὶ   μαμωνᾷ,   ἐπήγαγε·   ∆ιὰ  τοῦτο   λέγω   ὑμῖν,   Μὴ μεριμνήσητε. Τοῦτο, ποῖον; Τὸ τῆς ζημίας ἄφατον. Οὐδὲ γὰρ ἐν χρήμασι μόνον ὑμῖν ἡ  βλάβη,  ἀλλὰ  καὶ  ἐν  τοῖς  καιριωτάτοις  ἡ  πληγὴ,  καὶ  τῇ  τῆς  σωτηρίας  ὑμῶν ἀνατροπῇ. Τοῦ γὰρ ποιήσαντος ὑμᾶς καὶ κηδομένου καὶ φιλοῦντος  ἐκβάλλει Θεοῦ.∆ιὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνήσητε. Ἐπειδὴ γὰρ τὴν βλάβην ἔδειξεν ἄφατον, καὶ ἐπιτείνει  λοιπὸν τὸ ἐπίταγμα. Οὐδὲ γὰρ τὰ ὄντα κελεύει ῥίπτειν μόνον, ἀλλὰ μηδὲ ὑπὲρ τῆς ἀναγκαίας  μεριμνᾶν  τροφῆς, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε. Οὐκ ἐπειδὴ ἡ ψυχὴ τροφῆς δεῖται· ἀσώματος γάρ· ἀλλὰ κατὰ τὴν κοινὴν ἐφθέγξατο  συνήθειαν.  Εἰ  γὰρ καὶ μὴ δεῖται  τροφῆς,  ἀλλὰ  ἄλλως  οὐκ ἂν ἀνάσχοιτο μένειν  ἐν τῷ σώματι, ἀλλ' ἢ τρεφομένου αὐτοῦ. Καὶ τοῦτο εἰπὼν, οὐχ ἁπλῶς αὐτὸ τίθησιν, ἀλλὰ καὶ ἐνταῦθα λογισμοὺς ἀνακινεῖ· τοὺς μὲν ἐκ τῶν ὑπηργμένων   ἡμῖν   ἤδη,   τοὺς   δὲ   ἐξ   ἑτέρων   παραδειγμάτων.   Ἀπὸ  μὲν   τῶν ὑπηργμένων,  οὕτω λέγων· Οὐχὶ πλέον ἐστὶν ἡ ψυχὴ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ὁ τοίνυν τὸ μεῖζον δοὺς, πῶς τὸ ἔλαττον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα διαπλάσας, πῶς τὴν τροφὴν οὐ παρέξει; ∆ιόπερ οὐδὲ ἁπλῶς εἶπε, Μὴ μεριμνήσητε τί φάγητε καὶ τί ἐνδύσησθε, ἀλλὰ, Τῷ σώματι, καὶ, Τῇ ψυχῇ· ἐπειδὴ ἀπ' αὐτῶν ἔμελλε τὰς ἀποδείξεις ποιεῖσθαι, κατὰ σύγκρισιν τὸν λόγον προάγων. Ἀλλὰ τὴν μὲν ψυχὴν ἅπαξ ἔδωκε, καὶ μένει τοιαύτη· τὸ δὲ σῶμα καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Ἅπερ οὖν ἀμφότερα ἐνδεικνύμενος, καὶ τῆς μὲν τὸ ἀθάνατον, τούτου δὲ τὸ ἐπίκηρον, ἐπήγαγε λέγων· Τίς δύναται ἐξ ὑμῶν προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ τὴν ψυχὴν σιγήσας, ἅτε οὐ λαμβάνουσιν ἐπίδοσιν, περὶ τοῦ σώματος διελέχθη μόνον· ἀπὸ τούτου κἀκεῖνο δηλῶν, ὅτι οὐχ ἡ τροφὴ αὐτὸ αὔξει, ἀλλ' ἡ τοῦ Θεοῦ πρόνοια. Ὃ καὶ δι' ἄλλων δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὥστε οὔτε ὁ φυτεύων, οὔτε ὁ ποτίζων  ἐστί τι,  ἀλλ' ὁ αὐξάνων  Θεός. Ἀπὸ μὲν  οὖν  τῶν  ὑπηργμένων  οὕτω προέτρεψεν· ἀπὸ δὲ ἑτέρων παραδειγμάτων, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, λέγων. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι ὠφελοῦμεν μεριμνῶντες, καὶ ἀπὸ τοῦ μείζονος καὶ ἀπὸ τοῦ ἐλάττονος αὐτοὺς ἀποτρέπει τοῦ μείζονος μὲν, τῆς ψυχῆς, καὶ τοῦ σώματος· τοῦ ἐλάττονος δὲ, τῶν πετεινῶν. Εἰ γὰρ τῶν σφόδρα καταδεεστέρων τοσοῦτος λόγος αὐτῷ, πῶς ὑμῖν οὐ δώσει; φησίν. Καὶ πρὸς μὲν τούτους οὕτως· ὄχλος γὰρ ἦν τέως δημώδης·  τῷ  διαβόλῳ  δὲ  οὐχ  οὕτως,  ἀλλὰ  πῶς;  Οὐκ ἐπ'  ἄρτῳ  μόνῳ  ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἐνταῦθα δὲ τῶν ὀρνίθων μέμνηται, καὶ σφόδρα ἐντρεπτικῶς· ὅπερ μεγίστην εἰς παραινέσεως λόγον ἔχει τὴν  ἰσχύν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον ἀνοίας  ἦλθόν  τινες  τῶν  ἀσεβῶν, ὡς καὶ ἐπιλαβέσθαι  τοῦ  παραδείγματος.  Οὐ γὰρ  ἔδει,  φησὶ,  προαίρεσιν  ἀλείφοντα,  ἀπὸ φυσικῶν  πλεονεκτημάτων   εἰς  τοῦτο  ἐνάγειν·  ἐκείνοις  γὰρ  τοῦτο  κατὰ  φύσιν πρόσεστι, φησί.


γʹ. Τί οὖν πρὸς τοῦτο ἂν εἴποιμεν; Ὅτι εἰ καὶ κατὰ φύσιν ἐκείνοις πρόσεστιν, ἀλλὰ δυνατὸν καὶ ἡμῖν ἐκ προαιρέσεως γενέσθαι τοῦτο. Οὐδὲ γὰρ εἶπεν, ἐμβλέψατε ὅτι πέταται τὰ πετεινὰ, ὅπερ ἀδύνατον ἦν ἀνθρώπῳ· ἀλλ' ὅτι τρέφεται χωρὶς μερίμνης, ὅπερ καὶ ἡμῖν, ἐὰν ἐθέλωμεν,  εὔκολον κατορθωθῆναι.  Καὶ τοῦτο ἔδειξαν οἱ διὰ τῶν ἔργων αὐτὸ ἀνύσαντες. ∆ιὸ δὴ ἄξιον μάλιστα θαυμάσαι τὴν τοῦ νομοθέτου σύνεσιν, ὅτι ἐξ ἀνθρώπων ἔχων τὸ ὑπόδειγμα παρασχεῖν, καὶ δυνάμενος εἰπεῖν  τὸν Ἠλίαν, καὶ τὸν Μωϋσέα, καὶ τὸν Ἰωάννην,  καὶ ἑτέρους τοιούτους μὴ μεριμνήσαντας, ἵνα αὐτῶν καθάψηται, τῶν ἀλόγων ἐμνημόνευσεν. Εἰ μὲν γὰρ εἶπε τοὺς δικαίους ἐκείνους, εἶχον οὗτοι λέγειν,  ὅτι οὐδέπω κατ'  ἐκείνους  γεγόναμεν. Νυνὶ δὲ σιγήσας αὐτοὺς, καὶ τὰ πετεινὰ  τοῦ οὐρανοῦ παραγαγὼν,  πᾶσαν αὐτῶν ἐξέκοψε πρόφασιν, καὶ ἐνταῦθα παλαιὸν μιμούμενος νόμον. Καὶ γὰρ καὶ ἡ Παλαιὰ ∆ιαθήκη καὶ πρὸς τὴν μέλισσαν πέμπει, καὶ πρὸς τὸν μύρμηκα, καὶ πρὸς τὴν τρυγόνα, καὶ πρὸς τὴν χελιδόνα. Οὐ μικρὸν δὲ καὶ τοῦτο τιμῆς δεῖγμα, ὅταν ἅπερ ἐκεῖνα ἀπὸ φύσεως ἔχει, ταῦτα δυνώμεθα ἡμεῖς κατορθοῦν τῇ προαιρέσει. Εἰ τοίνυν τῶν  δι' ἡμᾶς τοσαύτην ποιεῖται  πρόνοιαν,  πολλῷ  μᾶλλον  ἡμῶν· εἰ τῶν  δούλων, πολλῷ μᾶλλον τοῦ δεσπότου. ∆ιὰ τοῦτο ἔλεγεν. Ἐμβλέψατε εἰς τὰ πετεινά· καὶ οὐκ εἶπεν,   ὅτι   οὐ   καπηλεύουσιν,   οὐδὲ   ἐμπορεύονται·   ταῦτα   γὰρ   τῶν   σφόδρα ἀπειρημένων  ἦν· ἀλλὰ τί; Οὐ σπείρουσιν, οὐδὲ θερίζουσι. Τί οὖν; οὐ δεῖ σπείρειν; φησίν. Οὐκ εἶπεν, ὅτι σπείρειν οὐ δεῖ, ἀλλ' ὅτι μεριμνᾷν οὐ δεῖ· οὐδ' ὅτι ἐργάζεσθαι οὐ χρὴ, ἀλλ' ὅτι μικρόψυχον εἶναι καὶ κατατείνειν  ἑαυτὸν ταῖς φροντίσιν  οὐ χρή. Ἐπεὶ καὶ τρέφεσθαι ἐκέλευσεν, ἀλλὰ μὴ μεριμνῶντας.  Τοῦτον καὶ ὁ ∆αυῒδ ἄνωθεν προκαταβάλλεται τὸν λόγον, αἰνιγματωδῶς  οὕτω λέγων· Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας· καὶ πάλιν, Τῷ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Τίνες οὖν οὐκ ἐμερίμνησαν; φησίν. Οὐκ ἤκουσας ὅσους παρήγαγον  τῶν  δικαίων;  Οὐχ ὁρᾷς μετ' ἐκείνων  τὸν Ἰακὼβ ἀπὸ τῆς πατρῴας οἰκίας γυμνὸν  ἁπάντων  ἀναχωροῦντα;  οὐκ ἀκούεις αὐτοῦ εὐχομένου  καὶ λέγοντος·  Ἐὰν δῴη μοι Κύριος ἄρτον φαγεῖν,  καὶ ἱμάτιον   περιβαλέσθαι;  ὅπερ  οὐχὶ  μεριμνῶντος,   ἀλλὰ  παρὰ  τοῦ  Θεοῦ  τὸ  πᾶν ζητοῦντος  ἦν.  Τοῦτο καὶ  οἱ  ἀπόστολοι  κατώρθωσαν,  ἅπαντα  ῥίψαντες,  καὶ  μὴ μεριμνήσαντες· καὶ οἱ πεντακισχίλιοι,  καὶ οἱ τρισχίλιοι. Εἰ δὲ οὐκ ἀνέχῃ, τοσούτων ἀκούων ῥημάτων, ἀπολῦσαι σαυτὸν τῶν χαλεπῶν τούτων δεσμῶν, τὸ ἀνόνητον τοῦ πράγματος ἐννοήσας, κατάλυσον τὴν φροντίδα. Τίς γὰρ ἐξ ὑμῶν, φησὶ, μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἶδες πῶς ἀπὸ τοῦ φανεροῦ καὶ τὸ ἀφανὲς  κατάδηλον  ἐποίησεν; Ὥσπερ γὰρ τῷ  σώματι, φησὶν, οὐδὲ μικρὸν προυθεῖναι δυνήσῃ μεριμνῶν· οὕτως οὐδὲ τροφὴν συναγαγεῖν, εἰ καὶ οὕτω νομίζεις. Ἀπὸ τούτου δῆλον, ὅτι οὐχὶ ἡ ἡμετέρα σπουδὴ, ἀλλ' ἡ τοῦ Θεοῦ πρόνοια, καὶ ἐν οἷς δοκοῦμεν ἐνεργεῖν, τὸ πᾶν ἀνύει· ὡς ἂν ἐκεῖνος ἡμᾶς ἐγκαταλίπῃ, οὐ φροντὶς, οὐ μέριμνα, οὐ πόνος, οὐκ ἄλλο τι τῶν  τοιούτων  οὐδὲν φανεῖταί  ποτε, ἀλλὰ πάντα οἰχήσεται.


 δʹ. Μὴ τοίνυν νομίζωμεν ἀδύνατα εἶναι τὰ ἐπιτάγματα· πολλοὶ γάρ εἰσιν οἱ κατορθοῦντες  αὐτὰ καὶ νῦν.  Εἰ δὲ ἀγνοεῖς,  θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ Ἠλίας ἐνόμιζεν εἶναι μόνος, ἀλλ' ἤκουσεν, ὅτι Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας. Ὅθεν  δῆλον  ὅτι  καὶ  νῦν  πολλοὶ  τὸν  ἀποστολικόν  εἰσιν  ἐπιδεικνύμενοι   βίον, καθάπερ καὶ οἱ τρισχίλιοι τότε, καὶ οἱ πεντακισχίλιοι.  Εἰ δὲ οὐ πιστεύομεν, οὐ παρὰ τὸ μὴ εἶναι τοὺς κατορθοῦντας, ἀλλὰ παρὰ τὸ πολὺ τοῦ πράγματος ἀπέχειν. Ὥσπερ οὖν ὁ μεθύων  οὐκ ἂν εὐκόλως  πιστεύσειεν, ὅτι ἐστὶν ἄνθρωπός  τις οὐδὲ ὕδατος ἀπογευόμενος· καίτοιγε  καὶ τοῦτο πολλοὶ  κατώρθωσαν  ἐφ' ἡμῶν  μοναχοί· καὶ ὁ μυρίαις γυναιξὶ μιγνύμενος, ὅτι εὔκολον παρθενεύειν· οὐδὲ ὁ τὰ ἀλλότρια ἁρπάζων, ὅτι καὶ τὰ αὐτοῦ τις ῥᾳδίως προήσεται· οὕτως οὐδὲ οἱ καθ' ἑκάστην ἡμέραν μυρίαις φροντίσιν ἑαυτοὺς κατατήκοντες οὐκ εὐκόλως ἂν τοῦτο παραδέξοιντο. Ὅτι μὲν οὖν πολλοὶ οἱ τοῦτο κατορθωκότες εἰσὶν, ἀπ' αὐτῶν δυνατὸν ἡμῖν δεῖξαι τῶν ταῦτα φιλοσοφούντων  καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς. Ἀλλ' ὑμῖν τέως ἀρκεῖ τὸ μὴ πλεονεκτεῖν μαθεῖν, καὶ ὅτι καλὸν ἡ ἐλεημοσύνη, καὶ τὸ εἰδέναι ὅτι χρὴ τῶν ὄντων μεταδιδόναι.  Ταῦτα γὰρ ἂν κατορθώσῃς, ἀγαπητὲ, ταχέως  καὶ ἐπ' ἐκεῖνα βαδιεῖς. Τέως τοίνυν τὴν πολυτέλειαν ἀποθώμεθα τὴν περιττὴν, καὶ ἀνασχώμεθα τῆς συμμετρίας, καὶ μάθωμεν ἀπὸ δικαίων πόνων κτᾶσθαι ἅπαντα ἅπερ μέλλομεν ἔχειν· ἐπεὶ καὶ ὁ μακάριος Ἰωάννης, ὅτε διελέγετο τοῖς περὶ τὴν τελωνείαν ἐσχολακόσι καὶ τοῖς στρατευομένοις, ἀρκεῖσθαι τοῖς ὀψωνίοις  προσέταττεν. Ἐβούλετο μὲν γὰρ καὶ ἐφ' ἑτέραν μείζονα αὐτοὺς ἀγαγεῖν φιλοσοφίαν· ἐπειδὴ δὲ οὐδέπω πρὸς ταῦτα ἦσαν ἐπιτήδειοι, τὰ ἐλάττονα λέγει, ὡς εἰ τὰ ὑψηλότερα τούτων εἶπεν, οὔτ' ἂν ἐκείνοις προσέσχον, καὶ τούτων ἐξέπεσον ἄν. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς ἐν τοῖς καταδεεστέροις ὑμᾶς γυμνάζομεν. Καὶ γὰρ τέως ἴσμεν, ὅτι μεῖζον ὑμῶν τῆς ἀκτημοσύνης τὸ φορτίον, καὶ ὅσον ἀφέστηκεν ὁ οὐρανὸς τῆς γῆς, τοσοῦτον ὑμῶν ἡ φιλοσοφία ἐκείνη. Οὐκοῦν κἂν  τῶν  ἐσχάτων  ἐπιλαβώμεθα  ἐπιταγμάτων·  οὐδὲ  γὰρ  αὕτη  μικρὰ παραμυθία. Καίτοιγε παρ' Ἕλλησί τινες  καὶ  τοῦτο  κατώρθωσαν,  εἰ  καὶ  μὴ μετὰ  τῆς προσηκούσης γνώμης, καὶ τὰ ὄντα ἅπαντα ἀπεδύσαντο. Ἀλλ' ὅμως ἡμεῖς ἀρκούμεθα ἐφ' ὑμῶν τῷ τὴν ἐλεημοσύνη δαψιλῆ παρέχεσθαι παρ' ὑμῶν· ταχέως γὰρ καὶ ἐπ' ἐκεῖνα ἥξομεν, ἂν οὕτω προβαίνωμεν. Εἰ δὲ μηδὲ τοῦτο ποιοῦμεν, τίνος ἂν εἴημεν συγγνώμης  ἄξιοι,  οἱ  τοὺς  ἐν  τῇ  παλαιᾷ  ὑπερβῆναι  κελευόμενοι,  καὶ  τῶν  παρ' Ἕλλησι φιλοσόφων  ἐλάττους  φαινόμενοι;  Τί ἂν εἴποιμεν  ὅταν  ὀφείλοντες  εἶναι ἄγγελοι  καὶ υἱοὶ Θεοῦ, μηδὲ τὸ ἄνθρωποι  εἶναι διατηρῶμεν; Τὸ γὰρ ἁρπάζειν καὶ πλεονεκτεῖν   οὐ  τῆς  ἀνθρώπων   ἡμερότητος,  ἀλλὰ  τῆς  τῶν  θηρίων  ὠμότητος· μᾶλλον δὲ καὶ ἐκείνων  χείρους οἱ τοῖς ἀλλοτρίοις ἐπιτιθέμενοι.  Τοῖς μὲν γὰρ ἀπὸ φύσεως τοῦτο πρόσεστιν· ἡμεῖς δὲ οἱ λόγῳ τιμηθέντες,  καὶ πρὸς τὴν παρὰ φύσιν καταπίπτοντες  δυσγένειαν, τίνος  ἀπολαυσόμεθα συγγνώμης; Ἐννοήσαντες τοίνυν τὰ μέτρα τῆς προκειμένης ἡμῖν φιλοσοφίας, κἂν εἰς τὰ μέσα φθάσωμεν, ἵνα καὶ τῆς μελλούσης ἀπαλλαγῶμεν  κολάσεως, καὶ ὁδῷ προβαίνοντες ἐπ' αὐτὴν ἔλθωμεν τὴν κορυφὴν τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |