Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57
ΙΓʹ Τότε ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
αʹ. Τότε· πότε; Μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ τὴν φωνὴν ἄνωθεν ἐνεχθεῖσαν καὶ λέγουσαν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο γὰρ αὐτὸν ἀνάγειν ἐνταῦθά φησιν. Ἐπειδὴ γὰρ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττε καὶ ὑπέμενεν, ἀνέχεται καὶ τῆς ἐκεῖσε ἀναγωγῆς, καὶ τῆς πρὸς τὸν διάβολον πάλης· ἵνα ἕκαστος τῶν βαπτιζομένων, εἰ μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνειε πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου, ἀλλὰ μένῃ γενναίως πάντα φέρων, ὡς κατὰ ἀκολουθίαν τούτου συμβαίνοντος. Καὶ γὰρ διὰ τοῦτο ἔλαβες ὅπλα, οὐχ ἵνα ἀργῇς, ἀλλ' ἵνα πολεμῇς. ∆ιὰ τοῦτο οὐδὲ ἐπιόντας κωλύει τοὺς πειρασμοὺς ὁ Θεός· πρῶτον μὲν ἵνα μάθῃς ὅτι πολλῷ γέγονας ἰσχυρότερος· ἔπειτα ἵνα μένῃς μετριάζων, μηδὲ τῷ μεγέθει τῶν δωρεῶν ἐπαρθῇς, τῶν πειρασμῶν συστέλλειν σε δυναμένων· πρὸς τούτοις, ἵνα ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τέως ἀμφιβάλλων περὶ τῆς σῆς ἀποστάσεως, ἀπὸ τῆς βασάνου τῶν πειρασμῶν πληροφορηθῇ, ὅτι τέλεον αὐτὸν ἐγκαταλιπὼν ἀπέστης· τέταρτον,
ἵνα ἰσχυρότερος καὶ σιδήρου παντὸς εὐτονώτερος ταύτῃ κατασκευασθῇς· πέμπτον, ἵνα ἀπόδειξιν λάβῃς σαφῆ τῶν πιστευθέντων σοι θησαυρῶν. Οὐδὲ γὰρ ἂν ἐπῆλθεν ὁ διάβολος, εἰ μή σε ἐν μείζονι γενόμενον εἶδε τιμῇ. Ἐντεῦθεν γοῦν καὶ ἐξ ἀρχῆς ἐπανέστη τῷ Ἀδὰμ, ἐπειδὴ πολλῆς αὐτὸν εἶδεν ἀπολαύσαντα τῆς ἀξίας. ∆ιὰ τοῦτο παρετάξατο πρὸς τὸν Ἰὼβ, ἐπειδὴ στεφανούμενον αὐτὸν καὶ ἀνακηρυττόμενον ἐθεάσατο παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Καὶ πῶς οὖν φησιν· Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν; ∆ιὰ τοῦτο οὐκ ἀνιόντα αὐτὸν ἁπλῶς δείκνυσί σοι τὸν Ἰησοῦν, ἀλλὰ ἀναγόμενον κατὰ τὸν τῆς οἰκονομίας λόγον, αἰνιττόμενος διὰ τούτων, ὅτι οὐκ αὐτοὺς ἐπιπηδᾷν χρὴ, ἀλλ' ἑλκομένους ἑστάναι γενναίως. Καὶ ὅρα ποῦ λαβὼν αὐτὸν τὸ Πνεῦμα ἀνήγαγεν· οὐκ εἰς πόλιν καὶ ἀγορὰν, ἀλλ' εἰς ἔρημον. Ἐπειδὴ γὰρ τὸν διάβολον ἐπισπάσασθαι ἐβούλετο, οὐ διὰ τῆς πείνης μόνον, ἀλλὰ καὶ διὰ τοῦ τόπου δίδωσιν αὐτῷ λαβήν. Τότε γὰρ μάλιστα ἐπιτίθεται ὁ διάβολος, ὅταν ἴδῃ μεμονωμένους καὶ καθ' ἑαυτοὺς ὄντας. Οὕτω καὶ τῇ γυναικὶ παρὰ τὴν ἀρχὴν ἐπέθετο, μόνην αὐτὴν ἀπολαβὼν, καὶ τοῦ ἀνδρὸς χωρὶς οὖσαν εὑρών. Ὅταν μὲν γὰρ μεθ' ἑτέρων ὄντας ἴδῃ καὶ συγκεκροτημένους, οὐχ ὁμοίως θαῤῥεῖ, οὐδὲ ἔπεισι. ∆ιὸ χρὴ μάλιστα καὶ διὰ τοῦτο μετ' ἀλλήλων ἀγελάζεσθαι συνεχῶς, ὥστε μὴ εὐχειρώτους εἶναι τῷ διαβόλῳ. Εὑρὼν τοίνυν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἐρήμῳ ἀβάτῳ (ὅτι γὰρ τοιαύτη ἡ ἔρημος ἦν, ὁ Μάρκος ἐδήλωσεν εἰπὼν, ὅτι Μετὰ τῶν θηρίων ἦν)· ὅρα μεθ' ὅσης προσέρχεται κακουργίας καὶ πονηρίας, καὶ ποῖον παρατηρεῖ καιρόν. Οὐδὲ γὰρ νηστεύοντι, ἀλλὰ πεινῶντι προσέρχεται· ἵνα σὺ μάθῃς, ἡλίκον ἡ νηστεία καλὸν, καὶ πῶς ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου μέγιστον, καὶ ὅτι μετὰ τὸ λουτρὸν οὐ τρυφῇ καὶ μέθῃ καὶ τραπέζῃ πληθούσῃ, ἀλλὰ νηστείᾳ προσέχειν δεῖ. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλ' ἡμᾶς παιδεύων. Ἐπειδὴ γὰρ τὰ ἁμαρτήματα τὰ πρὸ τοῦ λουτροῦ τὸ γαστρὶ δουλεύειν εἰσήγαγεν· ὥσπερ ἂν εἴ τις νοσοῦντα ὑγιῆ ποιήσας, κελεύοι μὴ ποιεῖν ἐκεῖνα, ἐξ ὧν ἡ νόσος γέγονεν· οὕτω δὴ καὶ ἐνταῦθα καὶ αὐτὸς μετὰ τὸ λουτρὸν νηστείαν εἰσήγαγε. Καὶ γὰρ καὶ τὸν Ἀδὰμ ἡ ἀκρασία τῆς γαστρὸς ἐξέβαλε τοῦ παραδείσου, καὶ τὸν κατακλυσμὸν τὸν ἐπὶ τοῦ Νῶε αὕτη πεποίηκε, καὶ τοὺς Σοδόμων κεραυνοὺς αὕτη κατήγαγεν. Εἰ γὰρ καὶ πορνείας ἔγκλημα ἦν, ἀλλ' ὅμως ἑκατέρας τῆς κολάσεως ἡ ῥίζα ἐντεῦθεν ἐφύη· ὅπερ καὶ ὁ Ἰεζεκιὴλ αἰνιττόμενος ἔλεγε· Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν ὑπερηφανίᾳ καὶ ἐν πλησμονῇ ἄρτων, καὶ ἐν εὐθηνίαις ἐσπατάλων. Οὕτω καὶ Ἰουδαῖοι τὰ μέγιστα εἰργάσαντο κακὰ, ἀπὸ τῆς μέθης καὶ τῆς τρυφῆς ἐπὶ τὴν ἀνομίαν ξοκείλαντες.
βʹ. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς νηστεύει τεσσαράκοντα ἡμέρας, ἡμῖν τὰ φάρμακα τῆς σωτηρίας δεικνὺς, καὶ οὐ προέρχεται περαιτέρω, ὥστε μὴ πάλιν τῇ ὑπερβολῇ τοῦ θαύματος ἀπιστηθῆναι τῆς οἰκονομίας τὴν ἀλήθειαν. Νῦν μὲν γὰρ οὐκ ἂν τοῦτο ἐγένετο, ἐπειδὴ καὶ Μωϋσῆς καὶ Ἠλίας προλαβόντες εἰς τοσοῦτον ἴσχυσαν ἐξελθεῖν μῆκος, τῇ τοῦ Θεοῦ κραταιούμενοι δυνάμει. Εἰ δὲ περαιτέρω προέβη, πολλοῖς ἂν καὶ ἐντεῦθεν ἄπιστος ἔδοξεν εἶναι ἡ τῆς σαρκὸς ἀνάληψις. Νηστεύσας τοίνυν τεσσαράκοντα ἡμέρας καὶ νύκτας τοσαύτας, Ὕστερον ἐπείνασε· λαβὴν αὐτῷ παρέχων εἰς τὸ προσελθεῖν, ἵνα συμπλακεὶς δείξῃ πῶς δεῖ περιγίνεσθαι καὶ νικᾷν.
Οὕτω δὴ καὶ ἀθληταὶ ποιοῦσι· τοὺς γὰρ μαθητὰς τοὺς ἑαυτῶν διδάσκοντες εριγίνεσθαι καὶ νικᾷν, ἑκόντες ἐν ταῖς παλαίστραις συμπλέκονται ἑτέροις, ἐν τοῖς τῶν ἀντιπάλων σώμασι παρέχοντες τούτοις θεωρεῖν καὶ παιδεύεσθαι τῆς νίκης τὸν τρόπον. Ὃ δὴ καὶ τότε ἐγένετο. Ἐπειδὴ γὰρ ἐβούλετο αὐτὸν ἐπισπάσασθαι εἰς τοῦτο, καὶ τὸ πεινῇν αὐτῷ κατάδηλον ἐποίησε, καὶ προσελθόντα ἐδέξατο, καὶ δεξάμενος, ἅπαξ καὶ δὶς καὶ τρὶς αὐτὸν κατέῤῥαξε μετ' εὐκολίας τῆς αὐτῷ προσηκούσης. Ἀλλ'ἵνα μὴ παρατρέχοντες τὰς νίκας ταύτας, λυμαινώμεθα ὑμῶν τὴν ὠφέλειαν, ἀπὸ τῆς πρώτης ἀρξάμενοι προσβολῆς ἑκάστην μετὰ ἀκριβείας ἐξετάσωμεν. Ἐπειδὴ γὰρ ἐπείνασε, φησὶ, Προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ἐπειδὴ γὰρ ἤκουσε φωνῆς ἄνωθεν φερομένης καὶ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· ἤκουσε δὲ καὶ Ἰωάννου τοσαῦτα περὶ αὐτοῦ μαρτυροῦντος, εἶτα εἶδε πεινῶντα· ἐν ἀμηχανίᾳ λοιπὸν ἦν, καὶ οὔτε ὅτι
ἄνθρωπος ἦν ψιλὸς πιστεῦσαι ἡδύνατο, διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ' αὖ πάλιν παραδέξασθαι, ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα. Ὅθεν ἐν ἀμηχανίᾳ γενόμενος, ἀμφιβόλους ἀφίησι φωνάς. Καὶ ὥσπερ τῷ Ἀδὰμ προσελθὼν παρὰ τὴν ἀρχὴν, πλάττει τὰ μὴ ὄντα, ἵνα μάθῃ τὰ ὄντα· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ εἰδὼς σαφῶς τὸ ἀπόῤῥητον τῆς οἰκονομίας μυστήριον, καὶ τίς ποτέ ἐστιν ὁ παρὼν,ἕτερα ἐπιχειρεῖ πλέκειν δίκτυα, δι' ὧν ᾤετο εἴσεσθαι τὸ κεκρυμμένον καὶ ἀσαφές. Καὶ τί φησιν; Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Οὐκ εἶπεν, Ἐπειδὴ πεινᾷς, ἀλλ', Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ· νομίζων ὑποκλέπτειν αὐτὸν τοῖς ἐγκωμίοις. ∆ιὸ καὶ τὴν πεῖναν ἐσίγησεν, ἵνα μὴ δόξῃ προφέρειν αὐτῷ τοῦτο καὶ ὀνειδίζειν. Οὐ γὰρ εἰδὼς τῶν οἰκονομουμένων τὸ μέγεθος, αἰσχρὸν αὐτῷ τοῦτο ἐνόμιζεν εἶναι. ∆ιὸ κολακεύων αὐτὸν ὑπούλως, τῆς ἀξίας μέμνηται μόνης. Τί οὖν ὁ Χριστός; Τὸν τῦφον αὐτοῦ καθαιρῶν, καὶ δεικνὺς οὐκ αἰσχύνης ἄξιον ὂν τὸ συμβὰν, οὐδὲ ἀνάξιον τῆς αὐτοῦ σοφίας, ὅπερ κολακεύων αὐτὸν ἐκεῖνος ἀπεσίγησε, τοῦτο εἰς μέσον αὐτὸς προφέρει καὶ τίθησι, λέγων· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος.
Ὅθεν ἄρχεται ἀπὸ τῆς κατὰ τὴν γαστέρα ἀνάγκης. Σὺ δέ μοι σκόπει τοῦ πονηροῦ δαίμονος ἐκείνου τὴν κακουργίαν, καὶ πόθεν ἄρχεται τῶν παλαισμάτων, καὶ πῶς τῆς οἰκείας οὐκ ἐπιλανθάνεται τέχνης. Ἀφ' ὧν γὰρ καὶ τὸν πρῶτον ἐξέβαλεν
ἄνθρωπον, καὶ ἑτέροις περιέβαλε κακοῖς, ἀπὸ τούτων καὶ ἐνταῦθα πλέκει τὸν δόλον, τῆς κατὰ τὴν γαστέρα ἀκρασίας λέγω. Πολλῶν γοῦν καὶ νῦν ἔστιν ἀκοῦσαι ἀνοήτων, λεγόντων τὰ μυρία διὰ τὴν κοιλίαν κακά. Ὁ δὲ Χριστὸς δεικνὺς, ὅτι τὸν ἐνάρετον οὐδὲ αὕτη ἡ τυραννὶς καταναγκάζει τι τῶν μὴ προσηκόντων ποιεῖν, καὶ πεινᾷ, καὶ οὐχ ὑπακούει τῷ ἐπιτάγματι, παιδεύων ἡμᾶς ἐν μηδενὶ πείθεσθαι τῷ διαβόλῳ. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος ἐντεῦθεν καὶ τῷ Θεῷ προσέκρουσε, καὶ νόμον παρέβη, ἐκ περιουσίας σε διδάσκει, κἂν μὴ παράβασις ᾖ τὸ παρ' αὐτοῦ κελευόμενον, μηδὲ οὕτω πείθεσθαι. Καὶ τί λέγω παράβασιν; Κἂν γάρ τι χρήσιμον λέγωσιν οἱ δαίμονες, φησὶ, μηδὲ οὕτω πρόσεχε αὐτοῖς. Οὕτω γοῦν καὶ τοὺς δαίμονας ἐπεστόμισεν ἐκείνους, κηρύττοντας αὐτὸν Υἱὸν Θεοῦ. Καὶ ὁ Παῦλος δὲ πάλιν αὐτὸ τοῦτο βοῶσιν ἐπετίμησε καίτοι τὸ λεγόμενον χρήσιμον ἦν· ἀλλ' ἐκ περιουσίας ἀτιμάζων αὐτοὺς, καὶ ἀποτειχίζων τὴν καθ' ἡμῶν ἐπιβουλὴν, καὶ σωτήρια δόγματα κηρύττοντας ἤλαυνεν, ἐμφράττων αὐτῶν τὰ στόματα, καὶ σιγᾷν κελεύων. Καὶ διὰ τοῦτο οὐδὲ ἐνταῦθα τοῖς λεγομένοις ἐπένευσεν· ἀλλὰ τί φησιν; Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ∆ύναται ὁ Θεὸς καὶ ῥήματι θρέψαι τὸν πεινῶντα, ἀπὸ τῆς Παλαιᾶς φέρων αὐτῷ μαρτυρίαν Γραφῆς, καὶ παιδεύων, κἂν λιμώττωμεν, κἂν ὁτιοῦν πάσχωμεν, μηδέποτε ἀφίστασθαι τοῦ ∆εσπότου.
γʹ. Εἰ δὲ λέγοι τις, ὅτι καὶ μὴν ἐπιδείξασθαι ἐχρῆν, ἐροίμην ἂν αὐτόν· Τίνος ἕνεκεν καὶ διὰ τί; Οὐδὲ γὰρ ἵνα πιστεύσῃ, ταῦτα ἔλεγεν ἐκεῖνος, ἀλλ' ἵνα, ὡς ᾤετο, εἰς ἀπιστίαν ἐλέγξῃ. Ἐπεὶ καὶ τοὺς πρώτους οὕτως ἠπάτησε καὶ ἤλεγξεν, οὐ σφόδρα πιστεύοντας τῷ Θεῷ. Ἐναντία γὰρ ὧν εἶπεν ὁ Θεὸς, ἐκεῖνος ὑποσχόμενος, καὶ κεναῖς αὐτοὺς φυσήσας ἐλπίσι, καὶ εἰς ἀπιστίαν ἐμβαλὼν, οὕτω καὶ ὧν εἶχον ἀγαθῶν ἐξέβαλεν. Ἀλλ' ὁ Χριστὸς δείκνυσιν ἑαυτὸν, μήτε τούτῳ τότε, μήτε ὕστερον τοῖς τὰ αὐτοῦ φρονοῦσιν Ἰουδαίοις σημεῖα αἰτοῦσιν ἐπινεύσας, πανταχοῦ παιδεύων ἡμᾶς, κἂν δυνώμεθά τι ποιεῖν, μηδὲν πράττειν εἰκῆ καὶ μάτην, μηδὲ ἀνάγκης ἐπικειμένης πείθεσθαι τῷ διαβόλῳ. Τί οὖν ὁ μιαρὸς οὗτος; Ἡττηθεὶς καὶ πεῖσαι μὴ δυνηθεὶς τὸ κελευόμενον ποιῆσαι, καὶ ταῦτα πείνης ἐπικειμένης τοσαύτης, ἐφ' ἕτερον πρόεισι, λέγων· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γάρ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε Τί δήποτε καθ' ἑκάστην πεῖραν τοῦτο προστίθησιν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ; Ὅπερ ἐπὶ τῶν προτέρων ἐποίησε, τοῦτο καὶ νῦν ποιεῖ. Ὥσπερ γὰρ τότε διέβαλε τὸν Θεὸν, λέγων, ὅτι Ἧ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί· διὰ τούτων δεῖξαι βουλόμενος, ὅτι ἠπάτηνται καὶ παρελογίσθησαν, καὶ οὐδέν εἰσιν εὐηργετημένοι· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο αἰνίττεται λέγων, ὅτι Εἰκῆ σε ἐκάλεσεν Υἱὸν, καὶ ἠπάτησε τῇ δωρεᾷ· ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, παράσχου ἡμῖν ἀπόδειξιν τοῦ τῆς δυνάμεως εἶναι ἐκείνης. Εἶτα, ἐπειδὴ ἀπὸ Γραφῶν αὐτῷ διελέχθη, καὶ αὐτὸς τοῦ προφήτου παράγει μαρτυρίαν. Πῶς οὖν ὁ Χριστός; Οὐκ ἠγανάκτησεν, οὐ παρωξύνθη, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας πάλιν ἀπὸ τῶν Γραφῶν αὐτῷ διαλέγεται λέγων· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου· παιδεύων ἡμᾶς, ὅτι τοῦ διαβόλου οὐ διὰ σημείων, ἀλλὰ δι' ἀνεξικακίας καὶ μακροθυμίας περιγίνεσθαι χρὴ, καὶ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν καὶ φιλοτιμίαν ἁπλῶς. Σκόπει δὲ αὐτοῦ τὸ ἀνόητον καὶ ἀπὸ τῆς μαρτυρίας αὐτῆς, ἧς παρήγαγεν. Αἱ μὲν γὰρ παρὰ τοῦ Κυρίου παρενεχθεῖσαι μαρτυρίαι σφόδρα ἁρμοδίως ἀμφότεραι
εἴρηνται· οἱ δὲ παρ' ἐκείνου ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ οὐδὲ τοῖς προκειμένοις τὸ προσῆκον ἀντεπήγετο. Οὐ γὰρ δὴ τὸ γεγράφθαι, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, παραινεῖ ῥιπτεῖν ἑαυτὸν καὶ κρημνίζειν· ἄλλως δὲ οὐδὲ περὶ τοῦ
Κυρίου τοῦτο εἰρημένον ἐστίν. Ἀλλὰ τοῦτο μὲν τέως οὐκ ἤλεγξε, καίτοι γε καὶ ὑβριστικῶς αὐτοῦ χρησαμένου τῷ λόγῳ, καὶ σφόδρα ἐναντίως. Οὐδεὶς γὰρ παρὰ Υἱοῦ τοῦ Θεοῦ ταῦτα αἰτεῖ, ἀλλὰ διαβόλου καὶ δαιμόνων τὸ βάλλειν ἑαυτὸν κάτω· τοῦ Θεοῦ δὲ, καὶ τοὺς κειμένους ἀνιστᾷν. Εἰ γὰρ δύναμιν ἐπιδείξασθαι ἔδει, οὐχ ἑαυτὸν ῥιπτοῦντα εἰκῆ καὶ κρημνίζοντα, ἀλλ' ἑτέρους σώζοντα. Τὸ δὲ ἑαυτοὺς ῥιπτεῖν εἰς φάραγγας καὶ κρημνοὺς, τῆς ἐκείνου φάλαγγός ἐστιν. Οὕτω γοῦν ὁ παρ' αὐτοῖς πλάνος ποιεῖ πανταχοῦ. Ἀλλ' ὁ Χριστὸς, καὶ τούτων εἰρημένων, οὐδέπω ἑαυτὸν ἐκκαλύπτει, ἀλλ' ὡς ἄνθρωπος τέως αὐτῷ διαλέγεται. Τὸ γὰρ εἰπεῖν, Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, καὶ τὸ, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, οὐ σφόδρα ἑαυτὸν ἐκκαλύπτοντος ἦν, ἀλλ' ἕνα τῶν πολλῶν δεικνύντος. Μὴ θαυμάσῃς δὲ, εἰ τῷ Χριστῷ διαλεγόμενος περιτρέπεται πολλάκις. Καθάπερ γὰρ οἱ πυκτεύοντες, ὅταν καιρίας δέξωνται πληγὰς, αἵματι περιῤῥεόμενοι πολλῷ καὶ σκοτούμενοι περιφέρονται· οὕτω δὴ καὶ αὐτὸς ἀπὸ τῆς προτέρας καὶ δευτέρας πληγῆς σκοτωθεὶς, ἁπλῶς τὰ ἐπιόντα φθέγγεται· καὶ πρόεισιν ἐπὶ τὴν τρίτην προσβολήν. Καὶ ἀναγαγὼν αὐτὸν εἰς ὄρος ὑψηλὸν, δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας, καί φησι· Πάντα σοι ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐπειδὴ γὰρ λοιπὸν εἰς τὸν Πατέρα ἡμάρτανε, τὰ ἐκείνου πάντα αὐτοῦ λέγων εἶναι, καὶ θεὸν ἐσπούδαζεν ἑαυτὸν ἀποφῆναι, ὡς δημιουργὸν τοῦ παντὸς, τότε ἐπετίμησε καὶ οὐδὲ τότε μετὰ σφοδρότητος, ἀλλ' ἁπλῶς· Ὕπαγε, Σατανᾶ· ὅπερ καὶ πρόσταγμα μᾶλλον ἦν, ἢ ἐπιτίμησις. Ὁμοῦ τε γὰρ εἶπεν αὐτῷ, Ὕπαγε, καὶ δραπετεῦσαι αὐτὸν ἐποίησεν· οὔτε γὰρ ἑτέρους πειρασμοὺς προσήγαγε.
δʹ. Καὶ πῶς ὁ Λουκᾶς φησιν, ὅτι πάντα συνετέλεσε πειρασμόν; Ἐμοὶ δοκεῖ τὰ κεφάλαια τῶν πειρασμῶν εἰπὼν, πάντα εἰρηκέναι, ὡς καὶ τῶν ἄλλων ἐν τούτοις περιειλημμένων. Τὰ γὰρ μυρία συνέχοντα κακὰ, ταῦτά ἐστι· τὸ γαστρὶ δουλεύειν, τὸ πρὸς κενοδοξίαν τι ποιεῖν, τὸ μανίᾳ χρημάτων ὑπεύθυνον εἶναι. Ὅπερ οὖν καὶ ὁ μιαρὸς οὗτος συνιδὼν, τὸ πάντων ἰσχυρότερον ὕστερον τέθεικε, τὴν τοῦ πλείονος ἐπιθυμίαν· ἄνωθεν μὲν καὶ ἐξ ἀρχῆς ὠδίνων ἐλθεῖν ἐπὶ τοῦτο, ἔσχατον δὲ τοῦτο τηρῶν, ὡς τῶν ἄλλων δυνατώτερον ὄν. Καὶ γὰρ οὗτος αὐτοῦ τῆς πάλης ὁ νόμος, τὰ δοκοῦντα μᾶλλον ὑποσκελίζειν, ταῦτα ἔσχατα προσάγειν. Ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε. ∆ιὸ δὴ καὶ ἐνταῦθα ἀπὸ τῶν δοκούντων εἶναι εὐτελεστέρων καὶ ἀσθενεστέρων ἀρξάμενος, ἐπὶ τὸ ἰσχυρότερον πρόεισι. Πῶς οὖν τούτου περιγενέσθαι δεῖ; Οὕτως ὡς ὁ Χριστὸς ἐπαίδευσεν, ἐπὶ τὸν Θεὸν καταφεύγοντας, καὶ μήτε ἐν λιμῷ ταπεινοῦσθαι, πιστεύοντας τῷ δυναμένῳ καὶ διὰ λόγου τρέφειν, μήτε ἐν οἷς ἂν λαμβάνωμεν ἀγαθοῖς πειράζειν τὸν δεδωκότα, ἀλλ' ἀρκεῖσθαι τῇ ἄνωθεν δόξῃ, τῆς ἀνθρωπίνης οὐδένα ποιουμένους λόγον, καὶ πανταχοῦ τῆς χρείας τὸ περιττὸν ἀτιμάζειν. Οὐδὲν γὰρ οὕτως ὑποπίπτειν τῷ διαβόλῳ ποιεῖ, ὡς τὸ τοῦ πλείονος ἐφίεσθαι, καὶ πλεονεξίας ἐρᾷν. Καὶ τοῦτο καὶ ἀπὸ τῶν νῦν γινομένων ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ νῦν εἰσιν οἱ λέγοντες· Ταῦτά σοι πάντα δώσομεν, ἐὰν πεσὼν προσκυνήσῃς· ἄνθρωποι μὲν ὄντες τὴν φύσιν, ὄργανα δὲ ἐκείνου γενόμενοι. Ἐπεὶ καὶ τότε οὐ δι' ἑαυτοῦ μόνον, ἀλλὰ καὶ δι' ἑτέρων αὐτῷ προσῄει. Ὅπερ καὶ ὁ Λουκᾶς δηλῶν ἔλεγεν, ὅτι Ἕως καιροῦ ἀπέστη ἀπ' αὐτοῦ· δηλῶν ὅτι μετὰ ταῦτα διὰ τῶν οἰκείων ὀργάνων αὐτῷ προσῄει. Καὶ ἰδοὺ ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ. Ἡνίκα γὰρ τὰ τῆς προσβολῆς ἐγίνετο, οὐκ εἴασεν αὐτοὺς φαίνεσθαι, ὥστε μὴ ταύτῃ σοβῆσαι τὴν ἄγραν· ἐπειδὴ δὲ αὐτὸν ἐν ἅπασιν ἤλεγξε, καὶ δραπετεῦσαι παρεσκεύασε, τότε φαίνονται ἐκεῖνοι· ἵνα καὶ σὺ μάθῃς, ὅτι καὶ σὲ μετὰ τὰς κατ' ἐκεῖνον νίκας ἄγγελοι δέξονται, κροτοῦντες καὶ δορυφοροῦντες ἐν ἅπασιν. Οὕτω γοῦν καὶ τὸν Λάζαρον μετὰ τὴν κάμινον τῆς πτωχείας καὶ τοῦ λιμοῦ καὶ τῆς στενοχωρίας ἁπάσης, ἄγγελοι λαβόντες ἀπῆλθον. Ὅπερ γὰρ ἔφθην εἰπὼν πολλὰ ὁ Χριστὸς ἐπιδείκνυται νῦν, ὧν καὶ ἡμεῖς ἀπολαύειν μέλλομεν. Ἐπεὶ οὖν ταῦτα πάντα διὰ σὲ γέγονε, ζήλωσον καὶ μίμησαι τὴν νίκην. Κἂν προσέλθῃ σοί τις τῶν τοῦ δαίμονος ἐκείνου θεραπευτῶν, καὶ τὰ ἐκείνου φρονούντων, ὀνειδίζων καὶ λέγων· Εἰ θαυμαστὸς εἶ καὶ μέγας, μετάστησον τὸ ὄρος· μὴ ταραχθῇς, μηδὲ θορυβηθῇς· ἀλλὰ μετὰ ἐπιεικείας ἀπόκριναι, καὶ εἰπὲ ὅπερ τοῦ ∆εσπότου σου ἤκουσας λέγοντος· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Κἂν ἐκεῖνος δόξαν καὶ δυναστείαν προβαλλόμενος, καὶ χρημάτων πλῆθος ἄπειρον, κελεύῃ προσκυνεῖν, στῆθι πάλιν γενναίως. Οὐδὲ γὰρ ἐπὶ τοῦ κοινοῦ
∆εσπότου πάντων ἡμῶν τοῦτο πεποίηκεν ὁ διάβολος μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν ἐφ' ἑκάστου τῶν ἐκείνου δούλων ταύτας προσάγει τὰς μηχανάς· οὐκ ἐν ὄρεσι μόνον καὶ ἐν ἐρημίαις, οὐδὲ δι' ἑαυτοῦ, ἀλλὰ καὶ ἐν πόλεσι, καὶ ἐν ἀγοραῖς, καὶ ἐν δικαστηρίοις, καὶ διὰ τῶν συγγενῶν ἡμῖν ἀνθρώπων. Τί οὖν δεῖ ποιεῖν; Ἀπιστεῖν αὐτῷ καθόλου, καὶ τὰς ἀκοὰς ἀποφράττειν, καὶ κολακεύοντα μισεῖν, καὶ ὅταν μείζονα ἐπαγγέλληται, τότε μειζόνως ἀποστρέφεσθαι. Ἐπεὶ καὶ τὴν Εὔαν, ὅτε μάλιστα ἐπῆρε ταῖς ἐλπίσι, τότε κατέβαλε, καὶ τὰ μέγιστα εἰργάσατο κακά. Καὶ γὰρ ἐχθρός ἐστιν ἄσπονδος, καὶ πόλεμον ἀκήρυκτον ἀνεδέξατο πρὸς ἡμᾶς. Καὶ οὐχ οὕτως ἡμεῖς σπουδάζομεν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ὡς ἐκεῖνος ὑπὲρ τῆς ἀπωλείας τῆς ἡμετέρας. Ἀποστραφῶμεν τοίνυν αὐτὸν, μὴ ῥήμασι μόνον, ἀλλὰ καὶ ἔργοις· μὴ διανοίᾳ, ἀλλὰ καὶ πράξεσι· καὶ μηδὲν ποιῶμεν τῶν ἐκείνῳ δοκούντων· οὕτω γὰρ πάντα ποιήσομεν τὰ τῷ Θεῷ δοκοῦντα. Καὶ γὰρ καὶ ἐπαγγέλλεται πολλὰ, οὐχ ἵνα δῷ, ἀλλ' ἵνα λάβῃ. Ἐπαγγέλλεται ἐξ ἁρπαγῆς, ἵνα ἀφέληται βασιλείαν καὶ δικαιοσύνην· καὶ τίθησιν ὥσπερ τινὰς παγίδας καὶ θήρατρα θησαυροὺς ἐν τῇ γῇ, ἵνα καὶ τούτων καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀποστερήσῃ θησαυρῶν· καὶ βούλεται ἐνταῦθα πλουτεῖν, ἵνα μὴ πλουτήσωμεν ἐκεῖ. Κἂν μὴ δυνηθῇ διὰ πλούτου τῆς ἐκεῖ λήξεως ἡμᾶς ἐκβαλεῖν, ἑτέραν ἔρχεται τὴν διὰ τῆς πενίας ὁδόν· ὅπερ ἐπὶ τοῦ Ἰὼβ πεποίηκεν. Ἐπειδὴ γὰρ εἶδεν, ὅτι οὐδὲν αὐτὸν ὁ πλοῦτος ἠδίκησε, διὰ τῆς πενίας πλέκει τὰ δίκτυα, ἐκεῖθεν αὐτοῦ περιέσεσθαι προσδοκῶν· οὗ τί γένοιτ' ἂν ἀνοητότερον; Ὁ γὰρ πλοῦτον δυνηθεὶς ἐνεγκεῖν σωφρόνως, πολλῷ μᾶλλον πενίαν οἴσει γενναίως· καὶ ὁ παρόντων οὐκ ἐπιθυμῶν χρημάτων, οὐδὲ ἀπόντα ζητήσει· ὥσπερ οὖν οὐδὲ ὁ μακάριος τότε ἐκεῖνος, ἀλλ' ἀπὸ τῆς πενίας λαμπρότερος ἐγίνετο πάλιν. Τὰ μὲν γὰρ χρήματα ἴσχυσεν ἀφελέσθαι ὁ πονηρὸς δαίμων ἐκεῖνος· τὴν δὲ ἀγάπην τὴν πρὸς τὸν Θεὸν οὐ μόνον ἀφελεῖν οὐκ ἠδυνήθη, ἀλλὰ καὶ δυνατωτέραν ἐποίησε, καὶ πάντων αὐτὸν γυμνώσας, πλείοσιν ἐποίησε κομᾷν ἀγαθοῖς· διὸ καὶ ἐν ἀμηχανίᾳ ἦν. Ὅσῳ γὰρ πλείους ἐπήγαγε πληγὰς, τοσούτῳ τότε δυνατώτερον ἑώρα γινόμενον. ∆ιὸ δὴ πάντα ἐπελθὼν καὶ διακωδωνίσας, ἐπειδὴ πλέον οὐδὲν ἤνυσεν, ἐπὶ τὸ παλαιὸν ὅπλον ἔδραμε, τὴν γυναῖκα, καὶ προσωπεῖον ὑποδύεται κηδεμονίας, καὶ τὰς συμφορὰς ἐκτραγῳδεῖ τὰς ἐκείνου σφόδρα ἐλεεινῶς, καὶ προσποιεῖται ὑπὲρ ἀπαλλαγῆς τῶν ἐκείνου κακῶν τὴν ὀλεθρίαν ἐκείνην εἰσάγειν συμβουλήν. Ἀλλ' οὐδὲ οὕτως ἐκράτησε· καὶ γὰρ συνεῖδεν αὐτοῦ τὸ δέλεαρ ὁ θαυμαστὸς ἐκεῖνος ἀνὴρ, καὶ μετὰ πολλῆς τῆς συνέσεως τὴν ἐξ ἐκείνου φθεγγομένην γυναῖκα ἐπεστόμισεν.
εʹ. Ὃ δὴ καὶ ἡμᾶς χρὴ ποιεῖν· κἂν ἀδελφὸν, κἂν φίλον γνήσιον, κἂν γυναῖκα, κἂν ὁντιναοῦν τῶν ἀναγκαιοτάτων ἡμῖν ὑποδὺς, φθέγγηταί τι τῶν οὐ προσηκόντων, μὴ ἀπὸ τοῦ προσώπου τοῦ ταῦτα λέγοντος δέχεσθαι τὴν συμβουλὴν, ἀλλ' ἀπὸ τῆς συμβουλῆς τῆς ὀλεθρίας τὸν ταῦτα λέγοντα ἀποστρέφεσθαι. Καὶ γὰρ καὶ νῦν πολλὰ τοιαῦτα ποιεῖ, καὶ συμπαθείας προβάλλεται προσωπεῖον· καὶ δοκεῖ μὲν εἶναι εὔνους, τὰ δὲ ὀλέθρια καὶ δηλητηρίων χαλεπώτερα ἐνίησι ῥήματα. Τὸ μὲν γὰρ ἐπὶ βλάβῃ κολακεύειν, ἐκείνου· τὸ δὲ ἐπὶ τῷ συμφέροντι παιδεύειν, Θεοῦ. Μὴ δὴ παραλογιζώμεθα, μηδὲ ἐκ παντὸς τρόπου τὸν ἄνετον ἐπιζητῶμεν βίον. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, φησίν. Ὥστε ὅταν εὐημερίας ἀπολαύωμεν ἐν πονηρίᾳ ζῶντες, τότε μάλιστα ἀλγῶμεν. Ἀεὶ μὲν γὰρ ἁμαρτάνοντας δεδοικέναι χρή· μάλιστα δὲ, ὅταν μηδὲν πάσχωμεν δεινόν. Ὅταν μὲν γὰρ κατὰ μέρος ἀπαιτῇ τὰς τιμωρίας ὁ Θεὸς, κούφην ἡμῖν ποιεῖ τὴν ὑπὲρ τούτων ἔκτισιν· ὅταν δὲ ἐφ' ἑκάστου τῶν πλημμελουμένων μακροθυμῇ, εἰς μεγάλην ἡμᾶς τοῖς τοιούτοις ἐπιμένοντας ταμιεύεται δίκην. Εἰ γὰρ τοῖς κατορθοῦσιν ἀναγκαῖον ἡ θλῖψις, πολλῷ μᾶλλον τοῖς ἁμαρτάνουσιν. Ὅρα γοῦν πόσης μακροθυμίας ἀπολαύσας ὁ Φαραὼ, ἐσχάτην ὑπὲρ πάντων ὕστερον ἔδωκε δίκην· πόσα ὁ Ναβουχοδονόσορ πλημμελήσας, πρὸς τῷ τέλει τὸ πᾶν ἐξέτισε· καὶ ὁ πλούσιος, ἐπεὶ μηδὲν ἔπαθεν ἐνταῦθα δεινὸν, δι' αὐτὸ τοῦτο μάλιστα γέγονεν ἄθλιος, ὅτι τρυφήσας ἐν τῷ παρόντι βίῳ, ἀπῆλθεν ἐκεῖ πάντων τούτων δώσων δίκην, ἔνθα οὐδὲ παραμυθίαν ἦν εὑρεῖν τοῦ κακοῦ. Ἀλλ' ὅμως εἰσί τινες οὕτω ψυχροὶ καὶ ἀνόητοι, ὡς τὰ ἐνταῦθα ἐπιζητεῖν ἀεὶ μόνον, καὶ τὰ καταγέλαστα ἐκεῖνα λέγειν ῥήματα· Ἀπολαύσω τῶν παρόντων τέως πάντων, καὶ τότε σκέψομαι περὶ τῶν ἀδήλων· χαρίσομαι τῇ γαστρὶ, δουλεύσω ταῖς ἡδοναῖς, παραχρήσομαι τῷ παρόντι βίῳ· δίδου μοι τὴν σήμερον, καὶ λάμβανε τὴν αὔριον. Ὢ ὑπερβολὴ ἀνοίας! Καὶ τί τράγων καὶ χοίρων οἱ ταῦτα λέγοντες διαφέρουσιν; Εἰ γὰρ τοὺς ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζοντας οὐκ ἀφίησιν ὁ προφήτης ἀνθρώπους νομίζεσθαι, τίς ἡμῖν ἐγκαλέσει τούτους τράγους καὶ χοίρους καὶ ὄνων ἀνοητοτέρους εἶναι νομίζουσιν, οἳ τὰ τῶν ὁρωμένων φανερώτερα ταῦτα ἄδηλα εἶναι νομίζουσιν· Εἰ γὰρ μηδενὶ τῶν ἄλλων πιστεύεις, παράστηθι δαίμοσι μαστιζομένοις, τοῖς ἐπὶ τῇ βλάβῃ τῇ ἡμετέρᾳ ἅπαντα καὶ λέγειν καὶ πράττειν μεμελετηκόσιν. Οὐ γὰρ δὴ πρὸς τοῦτο ἀντερεῖς, ὅτι οὐ πάντα ὥστε αὐξῆσαι τὴν ῥᾳθυμίαν ἡμῶν πράττουσι, καὶ τὸν τῆς γεέννης ἐκλῦσαι φόβον, καὶ ἀπιστηθῆναι τὰ ἐκεῖ δικαστήρια. Ἀλλ' ὅμως οἱ ταῦτα βουλόμενοι, βοῶντες καὶ ὀλολύζοντες πολλάκις τὰς ἐκεῖ βασάνους ἀνακηρύττουσι. Πόθεν οὖν ταῦτα λέγουσι, καὶ ἐναντία ὧν βούλονται φθέγγονται; Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἐκ τοῦ πλείονα ὑπομένειν ἀνάγκην. Οὐ γὰρ ἂν ἠβουλήθησαν ἑκόντες ὁμολογεῖν, οὐδ' ὅτι ὑπὸ νεκρῶν ἀνθρώπων βασανίζονται, οὐδ' ὅτι ὅλως πάσχουσί τι δεινόν. Πρὸς τί οὖν μοι ταῦτα εἴρηται; Ὅτι δαίμονες ὁμολογοῦσι γέενναν, οἱ βουλόμενοι ἀπιστεῖσθαι γέενναν· σὺ δὲ, ὁ τοσαύτης ἀπολαύων τιμῆς, καὶ ἀποῤῥήτων κοινωνήσας μυστηρίων, οὐδὲ ἐκείνους μιμῇ, ἀλλὰ καὶ τούτων ἀγνωμονέστερος γέγονας. Καὶ τίς ἦλθεν ἐκ τῶν ἐν ᾅδου, φησὶ, καὶ ταῦτα ἀπήγγειλεν; Ἀπὸ γὰρ τῶν οὐρανῶν τίς παρεγένετο, καὶ εἶπεν ὅτι Θεός ἐστιν ὁ τὰ πάντα δημιουργήσας; Ὅτι δὲ ψυχὴν ἔχομεν, πόθεν δῆλον; Εἰ γὰρ δὴ τοῖς ὁρωμένοις μέλλεις πιστεύειν, καὶ περὶ Θεοῦ, καὶ περὶ ἀγγέλων, καὶ περὶ νοῦ, καὶ περὶ ψυχῆς ἀμφιβαλεῖς, καὶ οὕτω σοι πάντα οἰχήσεται τὰ τῆς ἀληθείας δόγματα. Καίτοιγε εἰ τοῖς φανεροῖς πιστεύειν βούλει, τοῖς ἀοράτοις μᾶλλον ἢ τοῖς ὁρωμένοις πιστεύειν δεῖ. Εἰ καὶ παράδοξον τὸ εἰρημένον, ἀλλ' ὅμως ἀληθὲς, καὶ παρὰ τοῖς νοῦν ἔχουσι σφόδρα ὡμολογημένον. Οἱ μὲν γὰρ ὀφθαλμοὶ πολλὰ σφάλλονται, οὐκ ἐν τοῖς ἀοράτοις μόνον (ἐκεῖνα γὰρ οὐδὲ ἴσασιν), ἀλλὰ καὶ ἐν αὐτοῖς οἷς δοκοῦσιν ὁρᾷν, καὶ διαστήματος, καὶ ἀέρος, καὶ διανοίας ἀλλαχοῦ τετραμμένης, καὶ θυμοῦ, καὶ φροντίδος, καὶ μυρίων ἑτέρων ἐμποδιζόντων αὐτῶν τὴν ἀκρίβειαν· ὁ δὲ τῆς ψυχῆς λογισμὸς, ἂν τὸ φῶς δέξηται τῶν θείων Γραφῶν, ἀκριβέστερον καὶ ἀνεξαπάτητον τῶν ὄντων ἔσται κριτήριον. Μὴ δὴ μάτην ἑαυτοὺς ἀπατῶμεν, μηδὲ πρὸς τῇ ῥᾳθυμίᾳ τοῦ βίου, τῇ διὰ τῶν τοιούτων τικτομένῃ δογμάτων, καὶ ὑπὲρ αὐτῶν τῶν δογμάτων χαλεπώτερον ἑαυτοῖς ἐπισωρεύωμεν πῦρ. Εἰ γὰρ μὴ ἔστι κρίσις, μηδὲ εὐθύνας δώσομεν τῶν πεπραγμένων, οὐδὲ τιμὰς τῶν πεπονημένων ληψόμεθα. Ἐννόησον οἷ τείνει τὰ τῆς βλασφημίας ὑμῶν, ὅταν λέγητε τὸν δίκαιον Θεὸν καὶ φιλάνθρωπον καὶ ἥμερον τοσούτους πόνους καὶ ἱδρῶτας ὑπερορᾷν. Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Εἰ γὰρ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν τῶν κατὰ τὴν οἰκίαν τὴν σὴν ταῦτα συλλογίζου, καὶ τότε ὄψει τὸ ἄτοπον. Κἂν γὰρ μυριάκις ᾖς αὐτὸς ὠμὸς καὶ ἀπάνθρωπος, καὶ θηρίων αὐτῶν ἀγριώτερος, οὐκ ἂν ἕλοιο τὸν οἰκέτην τὸν εὔνουν γενόμενον τελευτῶν ἀφεῖναι ἄτιμον, ἀλλὰ καὶ ἐλευθερίᾳ ἀμείβῃ, καὶ χρημάτων δωρεᾷ· καὶ ἐπειδὴ αὐτὸς λοιπὸν ἀπιὼν οὐδὲν δύνασαι εἰς αὐτὸν ἐργάσασθαι ἀγαθὸν, τοῖς μέλλουσί σου κληρονομεῖν τῆς οὐσίας ἐπισκήπτεις ὑπὲρ αὐτοῦ, δεόμενος, παρακαλῶν, πάντα ποιῶν, ὥστε μὴ μεῖναι αὐτὸν ἀγέραστον. Εἶτα σὺ μὲν, ὁ πονηρὸς, οὕτω χρηστὸς καὶ φιλάνθρωπος γίνῃ πρὸς τὸν οἰκέτην· ἡ δὲ ἄπειρος ἀγαθότης, ὁ Θεὸς, ἡ ἄφατος φιλανθρωπία, ἡ τοσαύτη χρηστότης, τοὺς οἰκέτας τοὺς ἑαυτοῦ τοὺς περὶ Πέτρον καὶ Παῦλον καὶ Ἰάκωβον καὶ Ἰωάννην, τοὺς καθ' ἑκάστην ἡμέραν δι' αὐτὸν λιμώξαντας, δεσμευθέντας, μαστιχθέντας, καταποντισθέντας, θηρίοις παραδοθέντας, ἀποθνήσκον τας, τοσαῦτα παθόντας ἃ μηδὲ ἀριθμῆσαι ἔνι, ἀστεφανώτους περιόψεται; Καὶ ὁ μὲν ἀγωνοθέτης τὸν Ὀλυμπιονίκην ἀνακηρύττει καὶ στεφανοῖ, καὶ ὁ δεσπότης τὸν οἰκέτην, καὶ ὁ βασιλεὺς τὸν στρατιώτην, καὶ ἕκαστος ἁπλῶς τὸν θεραπεύσαντα αὐτὸν, οἷς δύναται ἀμείβεται καλοῖς· ὁ δὲ Θεὸς μόνος, μετὰ τοὺς τοσούτους ἱδρῶτας καὶ πόνους, οὐ μικρὸν, οὐ μέγα αὐτοῖς ἀγαθὸν ἀποδίδωσιν, ἀλλ' οἱ δίκαιοι καὶ εὐσεβεῖς ἐκεῖνοι, καὶ πᾶσαν ἀρετὴν ἐπελθόντες, ἐν τοῖς αὐτοῖς κείσονται τοῖς μοιχοῖς, καὶ πατραλοίαις, καὶ ἀνδροφόνοις, καὶ τυμβωρύχοις; Καὶ ποῦ ταῦτα ἂν ἔχοι λόγον; Εἰ γὰρ μηδὲν μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν, ἀλλὰ μέχρι τῶν παρόντων τὰ ἡμέτερα, ἐν τοῖς αὐτοῖς ἐκεῖνοι τούτοις· μᾶλλον δὲ οὐδὲ ἐν τοῖς αὐτοῖς. Εἰ γὰρ καὶ μετὰ ταῦτα ἐν τοῖς αὐτοῖς, κατὰ τὸν σὸν λόγον, ἀλλ' ἐνταῦθα ἐν ἀνέσει μὲν οὗτοι, ἐν κολάσει δὲ ἐκεῖνοι τὸν πάντα γεγόνασι χρόνον. Καὶ ποῖος τοῦτο τύραννος, τίς ὠμὸς ἄνθρωπος καὶ ἀπηνὴς οὕτω περὶ τῶν αὐτοῦ ποτε ἐβουλεύσατο θεραπόντων καὶ ὑπηκόων; Εἶδες τῆς ἀτοπίας τὴν ὑπερβολὴν, καὶ ποῦ τελευτᾷ ὁ λόγος οὗτος; Οὐκοῦν εἰ καὶ μηδαμόθεν ἄλλοθεν βούλει, ἀπὸ τούτων τῶν λογισμῶν παιδευθεὶς, ἀπαλλάγηθι τῆς πονηρᾶς ταύτης ὑπονοίας, καὶ φεῦγε κακίαν, καὶ τῶν ὑπὲρ ἀρετῆς ἀντέχου πόνων· καὶ τότε εἴσῃ σαφῶς, ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα ἕστηκε. Κἄν τις ἔρηταί σε, Τίς ἐλθὼν ἐκεῖθεν ἀπήγγειλε τὰ ἐκεῖ; εἰπὲ πρὸς αὐτόν· Ἀνθρώπων μὲν οὐδὲ εἷς· ἦ γὰρ ἂν καὶ ἠπιστήθη πολλάκις, ἅτε κομπάζων καὶ ἐπαίρων τὸ πρᾶγμα· ὁ δὲ τῶν ἀγγέλων ∆εσπότης πάντα μετὰ ἀκριβείας ἐκεῖνα ἀπήγγειλε. Τί τοίνυν ἡμῖν δεῖ ἀνθρώπου, τοῦ μέλλοντος ἡμᾶς εὐθύνας ἀπαιτεῖν καθ' ἑκάστην ἡμέραν βοῶντος, ὅτι καὶ γέενναν ἡτοίμασε, καὶ βασιλείαν παρεσκεύασε, καὶ τούτων ἡμῖν ἀποδείξεις παρασχομένου σαφεῖς; Εἰ γὰρ μὴ ἔμελλε κρίνειν, οὐδ' ἂν ἐνταῦθα δίκην ἀπῄτησε. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο πῶς ἂν ἔχοι λόγον, τὸ τῶν πονηρῶν τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ μὴ προσωπολήπτης ἐστὶν ὁ Θεὸς, ὥσπερ οὖν οὐδέ ἐστι, τί δήποτε τὸν μὲν ἀπῄτησε δίκην, τὸν δὲ ἀφῆκεν ἀτιμώρητον ἀπελθεῖν; Τοῦτο γὰρ τοῦ προτέρου πάλιν ἐστὶν ἀπορώτερον. Ἀλλ' εἰ βούλεσθε μετ' εὐγνωμοσύνης ἀκούειν τῶν λεγομένων, καὶ ταύτην διαλύσομεν τὴν ἀπορίαν. Τίς οὖν ἐστιν ἡ λύσις; Οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων ἐνταῦθα διδόντων λόγον· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα εἶναι τὰ πάντα νομίσῃς· ἀλλὰ καὶ κολάζει, καὶ οὐ κολάζει· δι' ὧν μὲν κολάζει, δεικνὺς ὅτι καὶ ἐκεῖ τοὺς οὐ κολασθέντας ἐνταῦθα ἀπαιτήσει λόγον· δι' ὧν δὲ οὐ κολάζει, παρασκευάζων σε πιστεύειν, ὅτι ἔστι τι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν κριτήριον φοβερόν. Εἰ δὲ καθόλου τῶν προτέρων ἠμέλει, οὐδ' ἂν ἐκόλασέ τινας ἐνταῦθα, οὐδ' ἂν εὐηργέτησε. Νῦν δὲ ὁρᾷς αὐτὸν διὰ σὲ καὶ οὐρανὸν τείνοντα, καὶ ἥλιον ἀνάπτοντα, καὶ γῆν θεμελιοῦντα, καὶ θάλατταν χέοντα, καὶ ἀέρα ἁπλοῦντα, καὶ σελήνῃ τάττοντα δρόμους, καὶ ταῖς ὥραις τοῦ ἔτους ἀκινήτους τιθέντα νόμους, καὶ τὰ ἄλλα δὲ ἅπαντα τῷ νεύματι τῷ ἐκείνου τὸν ἑαυτῶν μετὰ ἀκριβείας ἀνύοντα δρόμον. Καὶ γὰρ ἡ φύσις ἡ ἡμετέρα, καὶ ἡ τῶν ἀλόγων, τῶν ἑρπόντων, τῶν βαδιζόντων, τῶν πετομένων, τῶν νηχομένων, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν ὄρεσι, τῶν ἐν νάπαις, τῶν ἐν οἰκίαις, τῶν ἐν ἀέρι, τῶν ἐν πεδίοις, καὶ φυτὰ, καὶ σπέρματα, καὶ δένδρα, τά τε ἄγρια, τά τε ἥμερα, τά τε ἔγκαρπα καὶ ἄκαρπα, καὶ πάντα ἁπλῶς ὑπὸ τῆς ἀκαμάτου κινούμενα χειρὸς ἐκείνης, τὴν ἡμετέραν οἰκονομεῖ ζωὴν, οὐ πρὸς χρείαν μόνον, ἀλλὰ καὶ πρὸς φιλοτιμίαν τὴν διακονίαν ἡμῖν ἐξ αὐτῶν παρεχόμενα. Τοσαύτην τοίνυν ὁρῶν εὐταξίαν, καίτοιγε οὐδὲ τὸ πολλοστὸν εἴπομεν μέρος, τολμᾷς εἰπεῖν, ὅτι ὁ τοσαῦτα καὶ τηλικαῦτα ἐργασάμενος διὰ σὲ, ἐν τοῖς καιρίοις σε παρόψεται, καὶ μετὰ τῶν ὄνων καὶ τῶν χοίρων ἀφήσει τελευτήσαντα κεῖσθαι, καὶ δώρῳ σε τιμήσας τοσούτῳ, τῷ τῆς εὐσεβείας, ᾧ καὶ τῶν ἀγγέλων ἐποίησεν ἴσον, περιόψεταί σε μετὰ τοὺς μυρίους πόνους καὶ ἱδρῶτας; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Ταῦτα γὰρ, κἂν ἡμεῖς σιγήσωμεν, οἱ λίθοι κεκράξονται· οὕτω σαφῆ καὶ δῆλα, καὶ τῆς ἀκτῖνος αὐτῆς ἐστι φανότερα. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, καὶ πείσαντες τὴν ἑαυτῶν ψυχὴν, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν καὶ βήματι παραστησόμεθα φοβερῷ, καὶ λόγον δώσομεν τῶν πεπραγμένων ἁπάντων, καὶ εὐθύνας ὑφέξομεν, καὶ δίκην ὑποστησόμεθα, ἂν μένωμεν πλημμελοῦντες, καὶ στεφάνων ἀπολαυσόμεθα καὶ ἀγαθῶν ἀποῤῥήτων, ἂν μικρὸν ἑαυτοῖς προσέχειν βουληθῶμεν, τούς τε ἀντιλέγοντας ἐπὶ τούτοις ἐπιστομίζωμεν, καὶ αὐτοὶ τὴν τῆς ἀρετῆς ὁδὸν ἑλώμεθα, ἵνα μετὰ παῤῥησίας τῆς προσηκούσης εἰς ἐκεῖνο τὸ δικαστήριον ἀπελθόντες, ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου