Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57
ΚΖʹ Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτῷ.
αʹ. Ὁ δὲ Μάρκος καὶ, εὐθέως, προσέθηκε, βουλόμενος καὶ τὸν χρόνον δηλῶσαι· οὗτος δὲ μόνον τὸ σημεῖον τέθεικε, τὸν χρόνον οὐκ ἐπισημηνάμενος. Καὶ οἱ μὲν ἄλλοι φασὶν, ὅτι καὶ παρεκάλεσεν αὐτὸν ἡ κατακειμένη· οὗτος δὲ καὶ τοῦτο ἐσίγησε. Τοῦτο δὲ οὐκ ἔστι διαφωνίας, ἀλλὰ τὸ μὲν συντομίας, τὸ δὲ ἀκριβοῦς ἐξηγήσεως. Ἀλλὰ τίνος ἕνεκεν εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ Πέτρου; Ἐμοὶ δοκεῖ, τροφῆς μεταληψόμενος· τοῦτο γοῦν ἐδήλωσεν εἰπών· Ἀνέστη, καὶ διηκόνει αὐτῷ. Παρὰ γὰρ τοῖς μαθηταῖς κατήγετο, ὥσπερ καὶ παρὰ Ματθαίῳ, ὅτε αὐτὸν ἐκάλεσε, τιμῶν αὐτοὺς καὶ προθυμοτέρους ταύτῃ ποιῶν. Σὺ δέ μοι σκόπει καὶ ἐνταῦθα τοῦ Πέτρου τὴν αἰδῶ τὴν πρὸς αὐτόν. Ἔχων γὰρ τὴν πενθερὰν οἴκοι κειμένην καὶ πυρέσσουσαν σφοδρῶς,
οὐχ εἵλκυσεν αὐτὸν εἰς τὴν οἰκίαν, ἀλλ' ἔμεινε καὶ τὴν διδασκαλίαν ἀπαρτισθῆναι, καὶ τοὺς ἄλλους θεραπευθῆναι πάντας, καὶ τότε αὐτὸν εἰσελθόντα παρεκάλεσεν. Οὕτως ἐξ ἀρχῆς ἐπαιδεύετο τὰ τῶν ἄλλων ἑαυτοῦ προτιθέναι. Οὐκοῦν οὐδ' αὐτὸς αὐτὸν εἰσάγει, ἀλλ' αὐτὸς αὐτομάτως ἐπέβη, μετὰ τὸ εἰπεῖν τὸν ἑκατόνταρχον· Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· δεικνὺς ὅσον ἐχαρίζετο τῷ μαθητῇ. Καίτοι ἐννόησον οἷα ἦν τὰ δώματα τῶν ἁλιέων τούτων· ἀλλ' ὅμως οὐκ ἀπηξίου ὑπὸ τὰς καλύβας αὐτῶν εἰσιέναι τὰς εὐτελεῖς, παιδεύων σε διὰ πάντων τὸν ἀνθρώπινον καταπατεῖν τύφον. Καὶ ποτὲ μὲν λόγοις θεραπεύει μόνον, ποτὲ δὲ καὶ τὴν χεῖρα ἐκτείνει, ποτὲ δὲ ἀμφότερα ταῦτα ποιεῖ, εἰς ὄψιν ἄγων τὴν ἰατρείαν. Οὐ γὰρ ἐβούλετο ἀεὶ μεθ' ὑπερβολῆς θαυματουργεῖν. Ἔδει γὰρ τέως λανθάνειν, καὶ μάλιστα ἐπὶ τῶν μαθητῶν· καὶ γὰρ ἐκ πολλῆς ἡδονῆς πάντα ἂν ἐκήρυξαν. Καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ μετὰ τὸ ἐλθεῖν εἰς τὸ ὄρος ἐδέησε τοῦ παραγγεῖλαι αὐτοῖς, ἵνα μηδενὶ εἴπωσιν. Ἁψάμενος τοίνυν τοῦ σώματος, οὐχὶ τὸν πυρετὸν ἔσβεσε μόνον, ἀλλὰ καὶ καθαρὰν τὴν ὑγίειαν ἀπέδωκεν. Ἐπειδὴ γὰρ τὸ νόσημα εὐτελὲς ἦν, τῷ τρόπῳ τῆς ἰατρείας τὴν δύναμιν ἐπεδείκνυτο· ὅπερ οὐκ ἂν εἰργάσατο τέχνη ἰατρική. Ἴστε γὰρ ὅτι καὶ μετὰ τὴν ἀπαλλαγὴν τῶν πυρετῶν πολλοῦ δεῖ χρόνου πάλιν τοῖς κάμνουσιν, ὥστε εἰς τὴν προτέραν ὑγίειαν ἐπανελθεῖν. Ἀλλὰ τότε ὁμοῦ πάντα ἐγένετο. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάττης. Οὐδὲ γὰρ ἐκεῖ τοὺς ἀνέμους ἔπαυσε μόνον καὶ τὸν χειμῶνα, ἀλλὰ καὶ τὸν σάλον εὐθέως ἔστησεν, ὅπερ καὶ τοῦτο ξένον ἦν· εἰ γὰρ καὶ ἡ ζάλη λήξειε, μέχρι πολλοῦ μένει τὰ ὕδατα σαλευόμενα. Ἀλλ' οὐκ ἐπὶ τοῦ Χριστοῦ οὕτως, ἀλλ' ὁμοῦ πάντα ἐλύετο· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς γέγονε. ∆ιὰ τοῦτο καὶ ἐμφαίνων αὐτὸ ὁ εὐαγγελιστὴς ἔλεγεν· Ἀνέστη, καὶ διηκόνει αὐτῷ· ὃ καὶ τῆς τοῦ Χριστοῦ δυνάμεως σημεῖον ἦν, καὶ τῆς διαθέσεως τῆς γυναικὸς, ἢν περὶ τὸν Χριστὸν ἐπεδείκνυτο. Καὶ ἕτερον δέ τι μετὰ τούτων ἐντεῦθεν ἂν κατίδοιμεν, ὅτι καὶ τῇ ἑτέρων πίστει χαρίζεται ὁ Χριστὸς τὴν ἑτέρων διόρθωσιν (καὶ γὰρ καὶ ἐνταῦθα ἕτεροι αὐτὸν παρεκάλεσαν, ὡς καὶ ἐπὶ τοῦ παιδὸς τοῦ ἑκατοντάρχου)· χαρίζεται δὲ, ὅταν μὴ ἀπιστῇ ὁ θεραπεύεσθαι μέλλων, ἀλλ' ἢ διὰ νόσον μὴ δύνηται πρὸς αὐτὸν ἰέναι, ἢ δι' ἄγνοιαν μηδὲν μέγα περὶ αὐτοῦ φαντάζηται, ἢ διὰ ἡλικίαν ἄωρον. Ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλοὺς, καὶ ἐξέβαλε τὰ πνεύματα ἀπ' αὐτῶν λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ὑπὸ τοῦ προφήτου Ἠσαΐου λεχθὲν, ὅτι Τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. Εἶδες τὸ πλῆθος εἰς πίστιν αὐξανόμενον λοιπόν; Οὐδὲ γὰρ τοῦ καιροῦ κατεπείγοντος ἀναχωρεῖν ἠνείχοντο· οὐδὲ γὰρ ἄκαιρον εἶναι ἐνόμιζον ἐν ἑσπέρᾳ προσάγειν τοὺς ἀῤῥώστους αὐτῶν. Σὺ δέ μοι σκόπει, πόσον πλῆθος θεραπευομένων παρατρέχουσιν οἱ εὐαγγελισταὶ, οὐχὶ καθ' ἕνα λέγοντες ἡμῖν καὶ διηγούμενοι, ἀλλ' ἑνὶ ῥήματι πέλαγος ἄφατον θαυμάτων ὑπερβαίνοντες. Εἶτα ἵνα μὴ πάλιν τὸ μέγεθος τοῦ θαύματος εἰς ἀπιστίαν ἐμβάλῃ, εἴγε δῆμον τοσοῦτον καὶ ποικίλα νοσήματα ἐν μιᾷ καιροῦ ῥοπῇ ἔλυσε καὶ διώρθωσεν, ἐπάγει τὸν προφήτην μαρτυροῦντα τοῖς γινομένοις, μεγάλην πανταχοῦ τὴν ἀπὸ τῶν Γραφῶν ἀπόδειξιν ἡμῖν οὖσαν δεικνὺς, καὶ τῶν σημείων αὐτῶν οὐκ ἐλάττονα· καί φησιν, ὅτι καὶ Ἡσαΐας ταῦτα εἶπεν, ὅτι Τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. Οὐκ εἶπεν, Ἔλυσεν, ἀλλ', Ἔλαβε καὶ ἐβάστασεν· ὃ περὶ ἁμαρτιῶν μᾶλλον εἰρῆσθαί μοι δοκεῖ τῷ προφήτῃ συμφώνως Ἰωάννῃ τῷ λέγοντι· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
βʹ. Πῶς οὖν ἐνταῦθα αὐτὸ περὶ νοσημάτων τίθησιν ὁ εὐαγγελιστής; Ἢ κατὰ ἱστορίαν τὴν μαρτυρίαν ἀναγινώσκων, ἢ δηλῶν ὅτι τὰ πλείονα τῶν νοσημάτων ἐξ ἁμαρτημάτων ἐστὶ ψυχικῶν. Εἰ γὰρ τὸ κεφάλαιον, αὐτὸς ὁ θάνατος, ἐξ ἁμαρτίας ἔσχε τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν, πολλῷ μᾶλλον καὶ τῶν νοσημάτων τὰ πολλά· ἐπεὶ καὶ αὐτὸ τὸ παθητοὺς εἶναι ἡμᾶς ἐκεῖθεν γέγονεν. Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Εἶδες πάλιν τὸ ἀκόμπαστον; Οἱ μὲν γὰρ ἄλλοι φασὶν, ὅτι τοῖς δαίμοσιν ἐπετίμα, ἵνα μὴ εἴπωσιν ὅτι αὐτός ἐστιν· οὗτος δέ φησιν, ὅτι τοὺς ὄχλους διωθεῖται. Ἐποίει δὲ τοῦτο, ὁμοῦ τε μετριάζειν ἡμᾶς παιδεύων, ὁμοῦ τε τὸν φθόνον παραμυθούμενος τὸν Ἰουδαϊκὸν, καὶ διδάσκων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν. Οὐ γὰρ δὴ σώματα ἐθεράπευε μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν διώρθου, καὶ φιλοσοφεῖν ἐπαίδευε, δι' ἀμφοτέρων ἑαυτὸν δεικνὺς, καὶ τῷ λύειν τὰ νοσήματα, καὶ τῷ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν. Καὶ γὰρ ἦσαν αὐτῷ προσηλωμένοι, φιλοῦντες αὐτὸν καὶ θαυμάζοντες, καὶ ὁρᾷν εἰς αὐτὸν βουλόμενοι. Τίς γὰρ ἂν ἀπέστη τοιαῦτα θαυματουργοῦντος; τίς οὐκ ἂν καὶ τὸ πρόσωπον ἠθέλησεν ἁπλῶς ἰδεῖν, καὶ τὸ στόμα τὸ τοιαῦτα φθεγγόμενον; Οὐδὲ γὰρ θαυματουργῶν ἦν θαυμαστὸς μόνον, ἀλλὰ καὶ φαινόμενος ἁπλῶς πολλῆς ἔγεμε χάριτος· καὶ τοῦτο ὁ Προφήτης δηλῶν ἔλεγεν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ δὲ ὁ Ἡσαΐας λέγει, Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἢ πρὸς τὴν τῆς θεότητος δόξαν τὴν ἀπόῤῥητον καὶ ἄφραστον τοῦτό φησιν· ἢ τὰ ἐν τῷ πάθει συμβάντα διηγούμενος, καὶ τὴν ἀτιμίαν ἢν ὑπέμεινεν ἐν τῷ καιρῷ τοῦ σταυροῦ, καὶ τὴν εὐτέλειαν ἣν παρὰ πάντα τὸν βίον ἐπεδείξατο διὰ πάντων. Οὐ πρότερον δὲ ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν, ἕως οὗ ἐθεράπευσεν. Ἦ γὰρ ἂν οὐδὲ ἠνέσχοντο. Ὥσπερ οὖν ἐν τῷ ὄρει οὐχὶ δημηγοροῦντι παρέμενον μόνον, ἀλλὰ καὶ σιγῆς οὔσης ἠκολούθουν· οὕτω καὶ ἐνταῦθα οὐχὶ θαυματουργοῦντι προσήδρευον, ἀλλὰ καὶ παυσαμένῳ πάλιν, καὶ ἀπὸ τοῦ προσώπου πολλὴν τὴν ὠφέλειαν δεχόμενοι. Εἰ γὰρ Μωϋσῆς δεδοξασμένον τὸ πρόσωπον εἶχε, καὶ Στέφανος ὡς ἀγγέλου, ἐννόησον τὸν κοινὸν ∆εσπότην οἷον εἰκὸς φαίνεσθαι τότε. Τάχα πολλοὶ νῦν εἰς ἐπιθυμίαν ἐνέπεσον τοῦ τὴν εἰκόνα ἐκείνην ἰδεῖν· ἀλλ' ἂν ἐθέλωμεν, πολλῷ βελτίονα ὀψόμεθα ἐκείνης. Ἂν γὰρ μετὰ παῤῥησίας τὸν παρόντα διανύσωμεν βίον, ἐπὶ τῶν νεφελῶν αὐτὸν δεξόμεθα, ἀπαντήσαντες ἐν ἀθανάτῳ καὶ ἀφθάρτῳ σώματι. Θέα δὲ πῶς αὐτοὺς οὐχ ἁπλῶς ἐλαύνει, ἵνα μὴ πλήξῃ. Οὐ γὰρ εἶπεν, Ἀναχωρήσατε, ἀλλ' εἰς τὸ πέραν ἐκέλευσεν ἀπελθεῖν, προσδοκίαν διδοὺς τοῦ πάντως ἥξειν ἐκεῖ. Καὶ οἱ μὲν ὄχλοι τοσαύτην ἐπεδείξαντο τὴν ἀγάπην, καὶ μετὰ πολλῆς ἠκολούθουν τῆς διαθέσεως· εἷς δέ τις χρημάτων δοῦλος, καὶ πολλὴν ἔχων τὴν ἀπόνοιαν, προσελθών φησι ∆ιδάσκαλε, ἀκολουθήσω σοι, ὅπου δ' ἂν ἀπέρχῃ. Εἶδες πόσος ὁ τύφος; Ἅτε γὰρ οὐκ ἀξιῶν μετὰ τοῦ ὄχλου ἀριθμεῖσθαι, ἀλλ' ἐνδεικνύμενος ὅτι ὑπὲρ τοὺς πολλούς ἐστιν αὐτὸς, οὕτω πρόσεισι. Τοιαῦτα γὰρ τὰ ἤθη τὰ Ἰουδαϊκά· ἀκαίρου παῤῥησίας ἐστὶν ἀνάπλεα. Οὕτω καὶ ἄλλος μετὰ ταῦτα πάντων σιγώντων αὐτὸς ἀναπηδήσας, φησί· Ποία ἐντολὴ πρώτη; Ἀλλ' ὅμως οὐκ ἐπετίμησεν ὁ ∆εσπότης τῇ ἀκαίρῳ παῤῥησίᾳ, παιδεύων ἡμᾶς καὶ τοὺς τοιούτους φέρειν. ∆ιὰ τοῦτο οὐκ ἐλέγχει φανερῶς τοὺς πονηρὰ βουλευομένους· πρὸς δὲ τὴν ὑπόνοιαν αὐτῶν ἀποκρίνεται, αὐτοῖς μόνοις καταλιμπάνων εἰδέναι τὸν ἔλεγχον, καὶ διπλῇ αὐτοὺς ὠφελῶν, τῷ τε δηλῶσαι ὅτι οἶδε τὰ ἐν τῷ συνειδότι, καὶ τῷ μετὰ τὴν ἐπίδειξιν ταύτην χαρίσασθαι τὸ λαθεῖν, καὶ δοῦναι πάλιν, εἰ βούλοιντο, ἑαυτοὺς ἀνακτήσασθαι· ὃ δὴ καὶ ἐπὶ τούτου ποιεῖ. Οὗτος γὰρ ἰδὼν τὰ πολλὰ σημεῖα, καὶ πολλοὺς ἐπισυρομένους, προσεδόκησε χρηματίζεσθαι ἐκ τῶν τοιούτων θαυμάτων· διόπερ καὶ ἀκολουθῆσαι ἔσπευδε. Καὶ πόθεν τοῦτο δῆλον; Ἀπὸ τῆς ἀποκρίσεως, ἧς ὁ Χριστὸς ποιεῖται, οὐ πρὸς τὴν ἐρώτησιν τῶν ῥημάτων, ἀλλὰ πρὸς τὴν γνώμην τῆς διανοίας ἀπαντῶν. Τί γάρ; φησί· χρήματα προσδοκᾷς ἀκολουθῶν ἐμοὶ συλλέγειν; εἶτα οὐχ ὁρᾷς ὅτι οὔτε καταγώγιόν μοί ἐστιν, οὐδὲ τοσοῦτον ὅσον τοῖς ὄρνισιν; Αἱ γὰρ ἀλώπεκες, φησὶ, φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Ταῦτα δὲ οὐκ ἦν ἀποτρεπομένου, ἀλλ' ἐλέγχοντος μὲν τὴν πονηρὰν γνώμην, παρέχοντος δὲ, εἰ βούλοιτο, μετὰ τῆς τοιαύτης προσδοκίας ἀκολουθεῖν. Καὶ ἵνα μάθῃς αὐτοῦ τὴν πονηρίαν, ἀκούσας ταῦτα καὶ ἐλεγχθεὶς οὐκ εἶπεν, Ἕτοιμός εἰμι ἀκολουθῆσαι.
γʹ. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο φαίνεται ποιῶν ὁ Χριστός· φανερῶς μὲν οὐκ ἐλέγχει, ἀπὸ δὲ τῆς ἀποκρίσεως δηλοῖ τὴν γνώμην τῶν προσιόντων. Καὶ γὰρ ἐκείνῳ τῷ λέγοντι, ∆ιδάσκαλε ἀγαθὲ, καὶ προσδοκήσαντι διὰ τῆς κολακείας αὐτὸν ἐπισπάσασθαι, πρὸς τὴν γνώμην ἀπεκρίνατο λέγων· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Καὶ ὅτε ἔλεγον αὐτῷ, Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε, ἐπειδὴ ἀνθρώπινόν τι ἔπασχον, οὐκ ἀκοῦσαί τι τῶν χρησίμων βουλόμενοι, ἀλλ' ἐπιδείξασθαι ὅτι προσήκουσιν αὐτῷ, καὶ ταύτῃ κενοδοξῆσαι, ἄκουσον τί φησιν· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Καὶ αὐτοῖς πάλιν τοῖς ἀδελφοῖς, λέγουσιν αὐτῷ, Φανέρωσον σεαυτὸν τῷ κόσμῳ, καὶ βουλομένοις ἐντεῦθεν κενοδοξεῖν, ἔλεγεν· Ὁ ὑμέτερος καιρὸς, φησὶν, ἀεὶ ἕτοιμος, ὁ δὲ ἐμὸς οὔπω πάρεστι. Καὶ ἀπὸ τῶν ἐναντίων δὲ τοῦτο ποιεῖ, ὡς ἐπὶ τοῦ Ναθαναὴλ, λέγων· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Καὶ πάλιν, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε. Οὐδὲ γὰρ ἐνταῦθα πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην τοῦ πέμψαντος ἀπεκρίνατο. Καὶ τῷ δήμῳ δὲ πάλιν ὁμοίως πρὸς τὸ συνειδὸς διαλέγεται, λέγων· Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὡς περὶ εὐκόλου καὶ εὐριπίστου τινὸς διάκεισθαι τοῦ Ἰωάννου, ταύτην διορθούμενος τὴν ὑποψίαν, φησί· Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἢ ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; δι' ἀμφοτέρων δηλῶν, ὅτι οὔτε οἴκοθέν ἐστιν εὐρίπιστος, οὔτε ἀπὸ τρυφῆς τινος μαλακισθήσεται. Οὕτω τοίνυν καὶ ἐνταῦθα πρὸς τὴν γνώμην τὴν ἀπόκρισιν ποιεῖται. Καὶ ὅρα πῶς καὶ ἐν τούτῳ πολὺ τὸ μέτριον ἐνδείκνυται. Οὐδὲ γὰρ εἶπεν, ὅτι Ἔχω μὲν, καταφρονῶ δέ· ἀλλ' ὅτι Οὐκ ἔχω. Εἶδες ὅση μετὰ τῆς συγκαταβάσεως ἡ ἀκρίβεια; Ὡς ὅταν ἐσθίῃ καὶ πίνῃ, ὅταν φαίνηται ἀπεναντίας τῷ Ἰωάννῃ ποιῶν, καὶ τοῦτο τῆς τῶν Ἰουδαίων ἕνεκα σωτηρίας ποιεῖ, μᾶλλον δὲ τῆς οἰκουμένης ἁπάσης, ὁμοῦ μὲν τῶν αἱρετικῶν ἐμφράττων τὰ στόματα, ὁμοῦ δὲ καὶ τοὺς τότε ἐκ περιουσίας βουλόμενος ἐπισπάσασθαι. Ἕτερος δέ τις, φησὶν, εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου. Εἶδες τὸ διάφορον; πῶς ὁ μὲν ἀναισχύντως φησὶν, Ἀκολουθήσω σοι, ὅπου ἂν ἀπέρχῃ· οὗτος δὲ, καίτοι ὅσιον πρᾶγμα αἰτῶν, φησὶν, Ἐπίτρεψόν μοι; Ἀλλ' οὐκ ἐπέτρεψεν· ἀλλά φησιν· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκροὺς, σὺ δέ μοι ἀκολούθει. Πανταχοῦ γὰρ τῇ γνώμῃ προσεῖχε. Καὶ τίνος ἕνεκεν οὐκ ἐπέτρεψε; φησίν. Ὅτι καὶ οἱ ἐκεῖνο πληρώσοντες ἦσαν, καὶ οὐκ ἔμελλεν ἄταφος μένειν· καὶ τοῦτον τῶν ἀναγκαιοτέρων ἀπάγεσθαι οὐκ ἐχρῆν. Εἰπὼν δὲ, τοὺς ἑαυτῶν νεκροὺς, δείκνυσιν ὅτι οὗτος οὐκ ἔστιν αὐτοῦ νεκρός. Καὶ γὰρ τῶν ἀπίστων, ὡς ἔγωγε οἶμαι, ἦν ὁ τετελευτηκώς. Εἰ δὲ θαυμάζεις τὸν νεανίσκον, ὅτι ὑπὲρ πράγματος οὕτως ἀναγκαίου τὸν Ἰησοῦν ἠρώτησε, καὶ οὐκ αὐτομάτως ἀπῆλθε· πολλῷ μᾶλλον θαύμασον, ὅτι καὶ κωλυθεὶς ἔμεινεν. Ἆρ' οὖν οὐκ ἦν ἀχαριστίας ἐσχάτης, φησὶ, τὸ μὴ παραγενέσθαι θαπτομένου τοῦ πατρός; Εἰ μὲν ἀπὸ ῥᾳθυμίας ἐποίησεν, ἀχαριστίας ἦν· εἰ δὲ, ὥστε μὴ ἐγκόψαι ἔργον ἀναγκαιότερον, τὸ ἀπελθεῖν μάλιστα ἀγνωμοσύνης ἦν τῆς ἐσχάτης. Καὶ γὰρ ὁ Ἰησοῦς ἐκώλυσεν αὐτὸν, οὐχὶ καταφρονεῖν τῆς εἰς τοὺς γεγεννηκότας τιμῆς κελεύων, ἀλλὰ δεικνὺς ὅτι οὐδὲν τῶν οὐρανίων πραγμάτων ἡμῖν ἀναγκαιότερον εἶναι χρὴ, καὶ ὅτι μετὰ σπουδῆς ἁπάσης τούτων ἔχεσθαι δεῖ, καὶ οὐδὲ μικρὸν ἀναβάλλεσθαι, κἂν σφόδρα ἀπαραίτητα καὶ κατεπείγοντα ᾖ τὰ ἐφέλκοντα. Τί γὰρ ἀναγκαιότερον ἂν εἴη τοῦ θάψαι πατέρα; τί δὲ εὐκολώτερον; Οὐδὲ γὰρ χρόνον πολὺν ἀναλῶσαι ἦν. Εἰ δὲ μηδὲ ὅσον εἰς ταφὴν πατρὸς καιρὸν ἀναλῶσαι δεῖ, οὐδὲ τοσοῦτον ἀπολιμπάνεσθαι τῶν πνευματικῶν ἀσφαλές· ἐννόησον τίνος ἂν εἴημεν ἄξιοι οἱ πάντα τὸν χρόνον ἀφιστάμενοι τῶν τῷ Χριστῷ προσηκόντων πραγμάτων, καὶ τὰ σφόδρα εὐτελῆ τῶν ἀναγκαίων προτιθέντες, καὶ μηδενὸς κατεπείγοντος ῥᾳθυμοῦντες. Καὶ ἐντεῦθεν δὲ τῆς διδασκαλίας τὴν φιλοσοφίαν θαυμάζειν χρὴ, ὅτι σφόδρα αὐτὸν προσήλωσε τῷ λόγῳ· καὶ μετὰ τούτου τῶν μυρίων ἀπήλλαξε κακῶν, οἷον θρήνων, καὶ πένθους, καὶ τῶν ἐντεῦθεν ἐκδεχομένων. Μετὰ γὰρ τὸ θάψαι ἀνάγκη λοιπὸν ἦν καὶ διαθήκας περιεργάζεσθαι, καὶ κλήρου διανομὴν, καὶ τὰ ἄλλα ὅσα τούτοις ἕπεται ἅπαντα· καὶ οὕτω κύματα ἐκ κυμάτων αὐτὸν διαδεχόμενα ποῤῥωτάτω τοῦ τῆς ἀληθείας ἀπῆγε λιμένος. ∆ιὰ τοῦτο αὐτὸν ἕλκει, καὶ ἑαυτῷ προσηλοῖ. Εἰ δὲ ἔτι θαυμάζεις καὶ θορυβῇ, ὅτι οὐ συνεχωρήθη παραγενέσθαι τῇ ταφῇ τοῦ πατρὸς, ἐννόησον ὅτι πολλοὶ τοὺς κακῶς ἔχοντας, κἂν πατὴρ, κἂν μήτηρ ᾖ, κἂν παιδίον, κἂν ἄλλος ὁστισοῦν τῶν προσηκόντων ὁ τετελευτηκὼς, οὐκ ἀφιᾶσι μαθεῖν, οὐδὲ ἐπὶ τὸ μνῆμα ἀκολουθῆσαι· καὶ οὐκ ἐγκαλοῦμεν ταύτῃ αὐτοῖς ὠμότητα, οὐδὲ ἀπανθρωπίαν· καὶ μάλα εἰκότως. Τοὐναντίον γὰρ ἂν ὠμότητος ἦν, τὸ οὕτω διακειμένους ἐπὶ τὸ πένθος ἐξαγαγεῖν.
δʹ. Εἰ δὲ τὸ τοὺς προσήκοντας πενθῆσαι καὶ συντριβῆναι τὴν διάνοιαν κακὸν, πολλῷ μᾶλλον τὸ τῶν πνευματικῶν ἀπάγεσθαι λόγων. ∆ιὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν· Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ γὰρ πολλῷ βέλτιον βασιλείαν ἀνακηρύττειν, καὶ ἑτέρους ἀνασπᾷν ἀπὸ θανάτου, ἢ τὸν οὐδὲν ὠφελούμενον νεκρὸν θάπτειν· καὶ μάλιστα ὅταν ὦσιν οἱ ταῦτα πληρώσοντες ἅπαντα. Οὐδὲν οὖν ἕτερον ἐντεῦθεν μανθάνομεν, ἀλλ' ἢ ὅτι οὐδὲ τὸν τυχόντα καιρὸν παραπολλύναι χρὴ, κἂν μυρία τὰ κατεπείγοντα ᾖ, ἀλλὰ πάντων καὶ τῶν ἀναγκαιοτάτων τὰ πνευματικὰ προτιθέναι, καὶ εἰδέναι, τί μὲν ζωὴ, τί δὲ θάνατος. Πολλοὶ γὰρ καὶ τῶν ζῇν δοκούντων νεκρῶν οὐδὲν διαφέρουσιν, ὅταν ἐν κακίᾳ ζῶσι· μᾶλλον δὲ καὶ ἐκείνων οὗτοι χείρους. Ὁ μὲν γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας· οὗτος δὲ δουλεύει τῇ ἁμαρτίᾳ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι Ὑπὸ σκωλήκων οὐ κατεσθίεται, οὐδὲ ἐν λάρνακι κεῖται, οὐδὲ ἀπέκλεισε τοὺς ὀφθαλμοὺς, οὐδὲ κειρίαις δέδεται. Καὶ γὰρ ταῦτα χαλεπώτερα ὑπομένει τοῦ τετελευτηκότος, οὐ σκωλήκων αὐτὸν κατεσθιόντων, ἀλλὰ θηρίων σφοδρότερον τῶν παθῶν τῆς ψυχῆς αὐτὸν σπαραττόντων. Εἰ δὲ ἀνεῴγασιν οἱ ὀφθαλμοὶ, καὶ τοῦτο πολὺ χεῖρον πάλιν τοῦ μεμυκέναι. Οἱ μὲν γὰρ τοῦ νεκροῦ οὐδὲν ὁρῶσι πονηρόν· οὗτος δὲ μυρίας ἑαυτῷ συνάγει νόσους, ἀνεῳγμένων αὐτοῦ τῶν ὀφθαλμῶν. Καὶ ὁ μὲν ἐν λάρνακι κεῖται, πρὸς πάντα ἀκίνητος ὤν· οὗτος δὲ ἐν τῷ τάφῳ τῶν μυρίων κατορώρυκται νοσημάτων. Ἀλλὰ τὸ σῶμα αὐτοῦ σηπόμενον οὐχ ὁρᾷς; Καὶ τί τοῦτο; Πρὸ γὰρ τοῦ σώματος αὐτοῦ ἡ ψυχὴ διέφθαρται καὶ ἀπόλωλε, καὶ πλείονα ὑπομένει τὴν σηπεδόνα. Ὁ μὲν γὰρ δέκα ὄδωδεν ἡμέρας· οὗτος δὲ ἅπαντα τὸν βίον δυσωδίας ἀποπνεῖ, στόμα ἔχων ὀχετῶν ἀκαθαρτότερον. Ὥστε τοσοῦτον αὐτοῦ διενήνοχεν ἐκεῖνος, ὅσον ὁ μὲν τὴν ἀπὸ τῆς φύσεως ὑπομένει μόνον φθορὰν, οὗτος δὲ μετ' ἐκείνης καὶ τὴν ἀπὸ τῆς ἀσωτίας ἐπεισάγει σηπεδόνα, μυρίας καθ' ἑκάστην ἡμέραν ἐπινοῶν ὑποθέσεις διαφθορᾶς. Ἀλλ' ἐφ' ἵππου φέρεται; Καὶ τί τοῦτο; Καὶ γὰρ ἐκεῖνος ἐπὶ κλίνης· καὶ τὸ δὴ χαλεπὸν, λυόμενον μὲν ἐκεῖνον καὶ σηπόμενον οὐδεὶς ὁρᾷ, ἀλλ' ἔχει τὴν λάρνακα παραπέτασμα· οὗτος δὲ ὀδωδὼς πανταχοῦ περίεισι, καθάπερ ἐν τάφῳ τῷ σώματι νενεκρωμένην ψυχὴν περιφέρων. Καὶ εἴγε ἦν ψυχὴν ἀνδρὸς ἰδεῖν τρυφῇ καὶ κακίᾳ συζῶντος, εἶδες ἂν ὅτι πολὺ βέλτιον ἐν τάφῳ κεῖσθαι δεδεμένον, ἢ ταῖς τῶν ἁμαρτιῶν σφίγγεσθαι σειραῖς· καὶ λίθον ἔχειν ἐπικείμενον, ἢ τὸ βαρὺ τῆς ἀναισθησίας πῶμα. ∆ιὸ δὴ μάλιστα τοὺς τούτοις προσήκοντας τοῖς νεκροῖς, ἐπειδὴ οὗτοι ἀναλγήτως διάκεινται, προσιέναι δεῖ περὶ αὐτῶν τῷ Ἰησοῦ, καθάπερ ἡ Μαρία τότε ἐποίησεν ἐπὶ τοῦ Λαζάρου. Κἂν ὀδωδὼς ᾖ, κἂν τεταρταῖος ᾖ, μὴ ἀπογνῷς, ἀλλὰ πρόσελθε, καὶ τὸν λίθον ἄνελε πρῶτον. Καὶ γὰρ τότε ὄψει κείμενον, ὥσπερ ἐν τάφῳ, καὶ ταῖς κειρίαις δεδεμένον. Καὶ εἰ βούλεσθε, τῶν μεγάλων τινὰ καὶ περιφανῶν εἰς μέσον ἀγάγωμεν. Ἀλλὰ μὴ δείσητε· ἀνωνύμως γὰρ ἐρῶ τὸ ὑπόδειγμα· μᾶλλον δὲ, εἰ καὶ τὴν προσηγορίαν ἔλεγον, οὐδὲ οὕτω δεδοικέναι ἐχρῆν. Τίς γάρ ποτε νεκρὸν δέδοικε; Καὶ γὰρ ὅσα ἂν πράξῃ, μένει νεκρὸς ὤν· νεκρὸς δὲ ζῶντα οὐ μικρὸν, οὐ μέγα ἀδικῆσαι δύναται. Ἴδωμεν τοίνυν τὴν κεφαλὴν αὐτῶν δεδεμένην. Καὶ γὰρ ὅταν μεθύωσι διηνεκῶς, καθάπερ οἱ νεκροὶ τοῖς πολλοῖς ἐπιβλήμασιν ἐκείνοις καὶ ταῖς κειρίαις, οὕτω πάντα τὰ αἰσθητήρια ἀποκλείεται καὶ δεσμεῖται. Εἰ δὲ βούλει καὶ τὰς χεῖρας ἰδεῖν, ὄψει καὶ ταύτας τῇ γαστρὶ προσδεδεμένας, καθάπερ τῶν οἰχομένων, καὶ περιεσφιγμένας, οὐ κειρίαις, ἀλλ' ὃ πολλῷ χαλεπώτερόν ἐστι, τοῖς τῆς πλεονεξίας δεσμοῖς. Οὐ γὰρ ἀφίησιν αὐτὰς ἐκταθῆναι πρὸς ἐλεημοσύνην ἐκείνη, οὐδὲ πρὸς ἄλλο τι τῶν τοιούτων κατορθωμάτων, ἀλλὰ τῶν νενεκρωμένων ἀχρηστοτέρας ἐργάζεται. Βούλει καὶ τοὺς πόδας ἰδεῖν συνδεδεμένους; Ὅρα αὐτοὺς πάλιν περιεσφιγμένους φροντίσι, καὶ διὰ τοῦτο οὐδέποτε δυναμένους εἰς οἶκον Θεοῦ δραμεῖν. Εἶδες τὸν νεκρόν; βλέπε καὶ τὸν ἐνταφιαστήν. Τίς οὖν ἐστιν ὁ ἐνταφιαστὴς τούτων; Ὁ διάβολος, ὁ ἀκριβῶς αὐτοὺς περισφίγγων, καὶ οὐκ ἀφιεὶς λοιπὸν τὸν ἄνθρωπον ἄνθρωπον φαίνεσθαι, ἀλλὰ ξύλον ξηρόν. Ὅπου γὰρ οὐκ ὀφθαλμὸς, οὐ χεῖρες, οὐ πόδες, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, πῶς ἂν ὁ τοιοῦτος ἄνθρωπος φανείη; Οὕτω καὶ τὴν ψυχὴν αὐτῶν ἐσπαργανωμένην ἔστιν ἰδεῖν, καὶ εἴδωλον μᾶλλον ἢ ψυχὴν οὖσαν. Ἐπεὶ οὖν ἀναισθήτως αὐτοὶ διάκεινταί πως νεκροὶ γεγενημένοι, προσέλθωμεν ὑπὲρ αὐτῶν τῷ Ἰησοῦ, παρακαλέσωμεν ἀναστῆσαι, ἀνέλωμεν τὸν λίθον, λύσωμεν τὰς κειρίας. Ἂν γὰρ τὸν λίθον ἀνέλῃς, τουτέστι, τὴν ἀναισθησίαν τὴν ἐπὶ τοῖς κακοῖς, ταχέως καὶ ἐξαγαγεῖν αὐτοὺς δυνήσῃ τοῦ μνήματος· ἐξαγαγὼν δὲ, εὐκολώτερον τῶν δεσμῶν ἀπαλλάξεις. Τότε σε εἴσεται ὁ Χριστὸς, ὅταν ἀναστῇς, ὅταν λυθῇς· τότε σε καὶ ἐπὶ τὰ δεῖπνα καλέσει τὰ ἑαυτοῦ. Ὅσοι τοίνυν τοῦ Χριστοῦ φίλοι, ὅσοι μαθηταὶ, ὅσοι τὸν ἀπελθόντα φιλεῖτε, προσέλθετε τῷ Ἰησοῦ καὶ δεήθητε. Εἰ γὰρ καὶ μυρίας γέμει τῆς δυσωδίας, ἀλλ' ὅμως τοὺς προσήκοντας οὐδὲ οὕτως αὐτὸν καταλιμπάνειν χρὴ, ἀλλὰ τοσούτῳ μᾶλλον προσιέναι· ὅπερ οὖν καὶ αἱ ἀδελφαὶ τοῦ Λαζάρου τότε ἐποίησαν· καὶ μὴ πρότερον ἀφίστασθαι παρακαλοῦντας, δεομένους, ἱκετεύοντας, ἕως ἂν αὐτὸν ζῶντα λάβωμεν. Ἂν γὰρ οὕτω τὰ καθ' ἑαυτοὺς καὶ τὰ τῶν πλησίον διοικῶμεν, καὶ τῆς μελλούσης ταχέως ἐπιτευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου