ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ζʹ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο

Κυριακή 30 Οκτωβρίου 2016

Ζʹ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο




Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Ζʹ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ' αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

αʹ. Εἶδες ἅπαντα εἰς ἔλεγχον γινόμενα Ἰουδαϊκόν; Ἕως μὲν γὰρ αὐτὸν οὐκ ἐθεώρουν, οὐδὲ ὑπὸ τῆς βασκανίας ἡλίσκοντο, μετὰ ἀληθείας τὰς μαρτυρίας διηγόρευον· ἐπειδὴ δὲ εἶδον τὴν ἀπὸ τῶν  θαυμάτων  ἐγγινομένην  δόξαν, ὑπὸ τοῦ φθόνου  κατασχεθέντες  λοιπὸν  προὔδωκαν  τὴν  ἀλήθειαν.  Ἀλλ'  ἡ  ἀλήθεια  διὰ πάντων ᾔρετο, καὶ ὑπὸ τῶν ἐχθρῶν μειζόνως συνεκροτεῖτο. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς θαυμαστὰ καὶ παράδοξα οἰκονομεῖται πράγματα. Ὁμοῦ τε γὰρ καὶ μανθάνουσί τι πλέον παρ' ἀλλήλων, καὶ διδάσκουσιν ἀλλήλους, οἵ τε βάρβαροι καὶ οἱ Ἰουδαῖοι. Οἱ μὲν γὰρ Ἰουδαῖοι παρὰ τῶν  μάγων  ἤκουον, ὅτι καὶ ἀστὴρ αὐτὸν ἐπὶ τῆς Περσῶν ἐκήρυξε χώρας· οἱ δὲ μάγοι παρὰ τῶν Ἰουδαίων ἐμάνθανον, ὅτι τοῦτον, ὃν ὁ ἀστὴρ ἐκήρυξε, καὶ προφῆται πρὸ πολλῶν ἄνωθεν διηγόρευον χρόνων· καὶ τῆς ἐρωτήσεως ἡ ὑπόθεσις διδασκαλίας σαφεστέρας τε καὶ ἀκριβεστέρας ἑκατέροις ἀπόδειξις γέγονε·


καὶ οἱ τῆς ἀληθείας ἐχθροὶ τὰ ὑπὲρ τῆς ἀληθείας καὶ ἄκοντες ἀναγκάζονται ἀναγινώσκειν γράμματα, καὶ τὴν προφητείαν ἑρμηνεύειν, εἰ καὶ μὴ πᾶσαν. Εἰπόντες γὰρ τὴν Βηθλεὲμ, καὶ ὅτι ἐξ αὐτῆς ἐξελεύσεται ὁ ποιμαίνων  τὸν Ἰσραὴλ, λοιπὸν οὐκέτι  προσέθηκαν τὸ ἑξῆς, κολακεύοντες  τὸν  βασιλέα. Τί δὲ τοῦτο  ἦν; Ὅτι Αἱ ἔξοδοι αὐτοῦ  ἀπ' ἀρχῆς  ἐξ ἡμερῶν  αἰῶνος.  Καὶ τίνος  ἕνεκεν,  φησὶν,  εἰ ἐκεῖθεν ἔμελλε  παραγίνεσθαι,  ἐν  Ναζαρὲτ μετὰ  τὸν  τόκον  διῆγε,  καὶ  συνεσκίαζε  τὴν προφητείαν; Καὶ μὴν οὐ συνεσκίασεν, ἀλλὰ καὶ μᾶλλον ἐξεκάλυψε. Τὸ γὰρ, ἐκεῖ τῆς μητρὸς  οἰκούσης  διαπαντὸς,  ἐνταῦθα  γεννηθῆναι   δείκνυσιν  ἐξ  οἰκονομίας  τὸ πρᾶγμα  γινόμενον.  ∆ιά  τοι  τοῦτο  οὐδὲ  εὐθέως  τεχθεὶς  ἐξῆλθεν  ἐκεῖθεν,  ἀλλ' ἐποίησεν ἡμέρας τεσσαράκοντα, τοῖς βουλομένοις περιεργάζεσθαι διδοὺς μετὰ ἀκριβείας  ἐξετάζειν  ἅπαντα.  Καὶ γὰρ πολλὰ  ἦν  τὰ κινοῦντα  πρὸς τὴν  τοιαύτην ζήτησιν, εἴ γε προσέχειν ἐβούλοντο. Καὶ γὰρ ἐλθόντων  τῶν  μάγων,  ἀνεπτερώθη πᾶσα ἡ πόλις, καὶ μετὰ τῆς πόλεως ὁ βασιλεὺς, καὶ ὁ προφήτης εἰς μέσον παρήγετο, καὶ δικαστήριον μέγιστον συνεκροτεῖτο, καὶ ἕτερα δὲ πλείονα γέγονεν αὐτόθι, ἅπερ ὁ  Λουκᾶς μετὰ  ἀκριβείας  διηγεῖται  ἅπαντα·  οἷον  τὰ  κατὰ  τὴν  Ἄνναν,  καὶ  τὸν Συμεὼν, καὶ τὸν Ζαχαρίαν, καὶ τοὺς ἀγγέλους, καὶ τοὺς ποιμένας, ἅπερ ἅπαντα τοῖς προσέχουσιν  ἱκανὰ  ἦν  παρασχεῖν  ἀφορμὰς  τὸ  γεγενημένον  εὑρεῖν.  Εἰ γὰρ  ἀπὸ Περσίδος ἐλθόντες  οἱ  μάγοι  οὐκ  ἠγνόησαν  τὸν  τόπον,  πολλῷ  μᾶλλον  οἱ  ἐκεῖ διατρίβοντες ταῦτα μαθεῖν ἠδύναντο. Ἔδειξε μὲν οὖν ἐξ ἀρχῆς ἑαυτὸν διὰ πολλῶν θαυμάτων· ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἰδεῖν, κρύψας τὸν μεταξὺ χρόνον ἑαυτὸν, πάλιν ἐξ ἑτέρας ἀπεκάλυψε λαμπροτέρας ἀρχῆς. Οὐδὲ γὰρ οἱ μάγοι λοιπὸν, οὐδὲ ὁ ἀστὴρ, ἀλλ' ὁ Πατὴρ ἄνωθεν ἐκήρυττεν ἐπὶ τῶν Ἰορδανείων ῥείθρων· καὶ τὸ Πνεῦμα δὲ ἐπεφοίτα,  τὴν  φωνὴν  ἐκείνην  ἕλκον  ἐπὶ τὴν  κεφαλὴν  τοῦ βαπτιζομένου· καὶ Ἰωάννης μετὰ παῤῥησίας ἁπάσης πανταχοῦ τῆς Ἰουδαίας ἐβόα, τὴν οἰκουμένην, τὴν ἀοίκητον τῆς τοιαύτης διδασκαλίας πληρῶν· καὶ ἡ τῶν θαυμάτων δὲ μαρτυρία, καὶ γῆ, καὶ θάλαττα, καὶ ἡ κτίσις ἅπασα λαμπρὰν ὑπὲρ αὐτοῦ ἠφίει φωνήν. Παρὰ δὲ τὸν καιρὸν τῶν ὠδίνων τοσαῦτα ἐγίνετο, ὅσα εἰκὸς ἠρέμα δεῖξαι τὸν παραγεγονότα. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἴσμεν πότε ἐτέχθη, οὐδὲ ἐν ποίῳ χωρίῳ, τά τε κατὰ τοὺς μάγους πάντα ᾠκονομήθη, καὶ τὰ ἄλλα ἅπερ εἰρήκαμεν· ὥστε οὐδεμίαν αἰτίαν  ἂν  ἔχοιεν  εἰπεῖν,  μὴ  ζητήσαντες  τὸ  γεγενημένον. 


βʹ. Σκόπει δὲ  καὶ  τῆς προφητείας τὴν ἀκρίβειαν. Οὐ γὰρ εἶπεν, ὅτι ἐν Βηθλεὲμ μενεῖ, ἀλλ', ἐξελεύσεται. Ὥστε καὶ τοῦτο προφητείας ἦν, τὸ γεννηθῆναι  ἐκεῖ μόνον. Τινὲς δὲ αὐτῶν ἀναισχυντοῦντές  φασι, περὶ  τοῦ  Ζοροβάβελ ταῦτα  εἰρῆσθαι· καὶ  πῶς  ἂν  ἔχοιεν λόγον; Οὐ γὰρ δὴ, αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Πῶς δὲ τὸ ἐν ἀρχῇ λεχθὲν, ὅτι Ἐκ σοῦ ἐξελεύσεται, ἁρμόσειεν ἂν ἐκείνῳ; Οὐ γὰρ ἐν τῇ Ἰουδαίᾳ, ἀλλ' ἐν τῇ Βαβυλῶνι ἐτέχθη· ὅθεν καὶ Ζοροβάβελ ἐκλήθη, διὰ τὸ ἐκεῖ σπαρῆναι. Καὶ ὅσοι τὴν Σύρων ἴσασι γλῶτταν,  ἴσασι τὸ λεγόμενον.  Μετὰ δὲ τῶν  εἰρημένων,  καὶ ὁ μετὰ ταῦτα  χρόνος  ἅπας  ἱκανὸς  συστῆσαι  τὴν  μαρτυρίαν.  Τί  γάρ  φησιν;  Οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· καὶ τὴν αἰτίαν  προστίθησι τῆς περιφανείας, λέγων, ὅτι, ἐκ σοῦ ἐξελεύσεται. Οὐδεὶς δὲ ἕτερος λαμπρὸν καὶ περιφανὲς ἐκεῖνο τὸ χωρίον  ἐποίησεν, ἀλλ' ἢ μόνος  αὐτός. Μετὰ γοῦν  τὸν  τόκον  ἐκεῖνον,  ἀπὸ τῶν περάτων  τῆς  οἰκουμένης  ἔρχονται  ὀψόμενοι  τὴν  φάτνην  καὶ  τῆς  καλύβης  τὸν τόπον· ὅπερ ἄνωθεν  ὁ προφήτης  προανεφώνησε, λέγων· Οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· τουτέστιν, ἐν τοῖς φυλάρχοις. Τοῦτο δὲ εἰπὼν καὶ τὴν Ἱερουσαλὴμ περιέλαβεν. Ἀλλ' οὐδὲ οὕτω προσεῖχον, καίτοι τῆς ὠφελείας εἰς αὐτοὺς διαβαινούσης.  Καὶ γὰρ διὰ  τοῦτο  οὐδαμοῦ περὶ τῆς  ἀξίας  αὐτοῦ  διαλέγονται  οἱ προφῆται ἐν ἀρχῇ τοσοῦτον, ὅσον περὶ τῆς εὐεργεσίας τῆς παρ' αὐτοῦ γενομένης εἰς αὐτούς. Καὶ γὰρ ἡνίκα ἔτικτεν ἡ παρθένος· Καλέσεις, φησὶ, τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· καὶ ἐπάγει λέγων· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ οἱ μάγοι δὲ οὐκ ἔλεγον,  ποῦ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' Ὁ τεχθεὶς  βασιλεὺς τῶν Ἰουδαίων. Καὶ ἐνταῦθα πάλιν  οὐκ εἶπεν, ὅτι ἐκ σοῦ ἐξελεύσεται ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλ' Ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Ἔδει γὰρ καὶ συγκαταβατικώτερον διαλέγεσθαι ἐν προοιμίοις, ἵνα μὴ σκανδαλίζωνται, καὶ τὰ περὶ τῆς σωτηρίας αὐτῶν κηρύττειν, ἵνα τούτῳ μᾶλλον ἐνάγωνται.  Ὅσαι γοῦν πρῶται φέρονται  μαρτυρίαι, καὶ ὧν εὐθέως παρὰ τὴν γέννησιν  καιρὸς ἦν, οὐδὲν μέγα,  οὐδὲ  ὑψηλὸν  περὶ  αὐτοῦ  λέγουσιν,  οὐδὲ  οἷον  αἱ  μετὰ  τὴν  τῶν  σημείων ἐπίδειξιν· ἐκεῖναι γὰρ τρανότερον περὶ τῆς αὐτοῦ ἀξίας διαλέγονται. Ὅτε γοῦν μετὰ πολλὰ θαύματα παιδία ὕμνους εἰς αὐτὸν ᾖδον, ἄκουσον τί φησιν ὁ Προφήτης· Ἐκ στόματος νηπίων  καὶ θηλαζόντων  κατηρτίσω αἶνον· καὶ πάλιν· Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν  δακτύλων  σου· ὅπερ δημιουργὸν  αὐτὸν  δείκνυσι τοῦ παντὸς ὄντα.  Καὶ ἡ  μετὰ  τὴν  ἀνάληψιν  δὲ  παραχθεῖσα  μαρτυρία  τὸ  πρὸς  τὸν  Πατέρα ὁμότιμον δηλοῖ· Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Καὶ ὁ Ἡσαΐας δέ φησιν, ὅτι· Ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Πῶς δέ φησι  τὴν  Βηθλεὲμ ἐν  τοῖς  ἡγεμόσιν  Ἰούδα  οὐκ  εἶναι  ἐλαχίστην;  οὐδὲ  γὰρ  ἐν Παλαιστίνῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ περίβλεπτος γέγονεν  ἡ κώμη. Ἀλλὰ τέως πρὸς Ἰουδαίους ὁ λόγος· διὸ καὶ ἐπήγαγε· Ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· καίτοιγε τὴν οἰκουμένην ἐποίμανεν· ἀλλ', ὅπερ ἔφην, οὐ βούλεται σκανδαλίσαι τέως τὸν περὶ τῶν ἐθνῶν  ἐκκαλύπτων  λόγον. Καὶ πῶς οὐκ ἐποίμανε, φησὶ, τὸν  λαὸν  τὸν  Ἰουδαϊκόν;  Μάλιστα μὲν  καὶ αὐτὸ  γέγονε·  τὸν  γὰρ Ἰσραὴλ ἐνταῦθα   εἰπὼν,   τοὺς  αὐτῷ   πεπιστευκότας   ἐξ  Ἰουδαίων   ᾐνίξατο.   Καὶ  τοῦτο ἑρμηνεύων ὁ Παῦλος ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ' ὅσοι διὰ πίστεως καὶ ἐπαγγελίας  ἐγεννήθησαν. Εἰ δὲ μὴ πάντας ἐποίμανε, τοῦτο αὐτῶν ἔγκλημα καὶ κατηγορία. ∆έον γὰρ αὐτοὺς προσκυνῆσαι μετὰ τῶν μάγων, καὶ δοξάσαι τὸν Θεὸν, ὅτι ἐπέστη καιρὸς τοιοῦτος, πάντα λύων αὐτῶν τὰ ἁμαρτήματα· καὶ γὰρ οὐδὲν περὶ δικαστηρίων ἤκουσαν, οὐδὲ εὐθυνῶν, ἀλλὰ περὶ ἡμέρου καὶ πράου ποιμένος· οἱ δὲ τοὐναντίον ποιοῦσι, καὶ ταράττονται, καὶ θορυβοῦσι, καὶ μυρίας μετὰ ταῦτα κατασκευάζουσιν ἐπιβουλάς. Τότε Ἡρώδης καλέσας λάθρα τοὺς μάγους, ἠκρίβωσε παρ' αὐτῶν  τὸν χρόνον τοῦ φαινομένου  ἀστέρος· ἐπιχειρῶν  ἀνελεῖν  τὸ τεχθὲν,  ὅπερ ἐσχάτης ἀνοίας ἦν, οὐχὶ μανίας μόνον. Καὶ γὰρ τὰ εἰρημένα καὶ τὰ γεγενημένα ἱκανὰ ἦν ἀποστῆσαι αὐτὸν πάσης τῆς τοιαύτης ἐπιχειρήσεως. Οὐδὲ γὰρ κατὰ ἄνθρωπον ἦν τὰ συμβάντα. Τὸ γὰρ ἀστέρα καλέσαι τοὺς μάγους ἄνωθεν, καὶ τὸ βαρβάρους ἄνδρας τοσαύτην ἀποδημίαν στείλασθαι, ὥστε προσκυνῆσαι τὸν ἐν σπαργάνοις καὶ φάτνῃ κείμενον, καὶ τὸ προφήτας δὲ ἄνωθεν ταῦτα πάντα προαναφωνεῖν,  καὶ τὰ ἄλλα πάντα, μείζονα ἢ κατὰ ἄνθρωπον ἦν· ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων κατεῖχε.


 γʹ. Τοιοῦτον γὰρ ἡ πονηρία· ἑαυτῇ περιπίπτει, καὶ ἀνηνύτοις ἀεὶ πράγμασιν ἐπιχειρεῖ. Σκόπει δὲ τὴν  ἄνοιαν. Εἰ μὲν ἐπίστευε τῇ προφητείᾳ, καὶ ἀκίνητον  αὐτὴν εἶναι ἐνόμιζεν, εὔδηλον ὅτι ἀδυνάτοις ἐπεχείρει πράγμασιν· εἰ δὲ  ἠπίστει  πάλιν,  καὶ  οὐ  προσεδόκα ἐκβήσεσθαι τὰ  λεγόμενα,  δεδοικέναι  καὶ φοβεῖσθαι οὐκ ἐχρῆν, οὐδὲ διὰ τοῦτο ἐπιβουλεύειν·  ὥστε ἑκατέρωθεν  περιττὸς ὁ δόλος ἦν. Καὶ τοῦτο δὲ ἀνοίας ἐσχάτης, τὸ νομίσαι τοὺς μάγους αὐτὸν προτιμήσειν τοῦ τεχθέντος, ὑπὲρ οὗ τοσαύτην ἦλθον ἀποδημίαν. Εἰ γὰρ πρὶν ἰδεῖν οὕτως ἦσαν ἐκκεκαυμένοι τῷ πόθῳ, μετὰ τὸ θεάσασθαι καὶ πιστωθῆναι  παρὰ τῆς προφητείας, πῶς ἤλπιζεν αὐτοὺς πεῖσαι προδοῦναι τὸ παιδίον αὐτῷ; Ἀλλ' ὅμως καὶ τοσούτων ὄντων   τῶν   ἀπαγόντων   αὐτὸν,   ἐπεχείρει,   Καὶ  καλέσας  λάθρα   τοὺς   μάγους, ἐπυνθάνετο παρ' αὐτῶν. Καὶ γὰρ ἐνόμιζεν Ἰουδαίους κήδεσθαι τοῦ παιδίου· καὶ οὐκ ἂν προσεδόκησεν εἰς τοῦτο μανίας  ἐξολισθαίνειν  αὐτοὺς, ὡς τὸν  προστάτην καὶ Σωτῆρα, καὶ ἐπ' ἐλευθερίᾳ  τοῦ ἔθνους  παραγενόμενον  βούλεσθαι ἐκδιδόναι  τοῖς ἐχθροῖς. ∆ιὰ τοῦτο καὶ λάθρα καλεῖ, καὶ ζητεῖ τὸν χρόνον, οὐ τοῦ παιδίου, ἀλλὰ τοῦ ἀστέρος, ἐκ πολλῆς τῆς περιουσίας τιθεὶς τὸ θήραμα. Καὶ γὰρ πρὸ πολλοῦ χρόνου δοκεῖ  μοι  ὁ  ἀστὴρ φανῆναι.  Ἐπειδὴ  γὰρ  πολὺν  κατὰ  τὴν  ὁδοιπορίαν  ἔμελλον ἀναλίσκειν οἱ μάγοι χρόνον, ἵνα εὐθέως ἐπιστῶσι τῷ τεχθέντι· ἔδει γὰρ ἐν αὐτοῖς προσκυνηθῆναι τοῖς σπαργάνοις αὐτὸν, ὥστε τὸ θαυμαστὸν καὶ παράδοξον φανῆναι τοῦ πράγματος, πρὸ πολλοῦ τοῦ χρόνου δείκνυσιν  ἑαυτὸν ὁ ἀστήρ. Εἰ γὰρ ἡνίκα ἐτέχθη ἐν Παλαιστίνῃ, τότε αὐτοῖς ὤφθη ἐν τῇ ἀνατολῇ, πολὺν κατὰ τὴν ὁδοιπορίαν διατρίβοντες χρόνον, οὐκ ἂν ἐν σπαργάνοις εἶδον αὐτὸν παραγενόμενοι. Εἰ δὲ ἀπὸ διετοῦς  ἀναιρεῖ  καὶ  κατωτέρω,  μὴ θαυμάσωμεν· ὁ γὰρ θυμὸς  καὶ  τὸ  δέος  ὑπὲρ πλείονος   ἀσφαλείας  καὶ  πλείονα   προσετίθει  χρόνον,  ὥστε  μηδένα  διαφυγεῖν. Καλέσας οὖν αὐτοὺς, φησί· Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Εἶδες τὴν ἄνοιαν; Εἰ μὲν γὰρ ἐξ ἀληθείας ταῦτα λέγεις, τίνος ἕνεκεν λάθρα ἐρωτᾷς; εἰ δὲ ἐπιβουλεῦσαι βουλόμενος, πῶς οὐ συνεῖδες, ὡς ἐκ τοῦ λάθρα ἐρωτᾶσθαι δυνήσονται συνιδεῖν οἱ μάγοι τὸν δόλον; Ἀλλ', ὅπερ ἔφην, ψυχὴ ὑπὸ πονηρίας ἁλοῦσα, πάντων ἀνοητοτέρα γίνεται.  Καὶ οὐκ  εἶπεν,  ἀπελθόντες  μάθετε  περὶ  τοῦ  βασιλέως,  ἀλλὰ  Περὶ τοῦ παιδίου· οὐδὲ γὰρ τὸ ὄνομα τῆς ἀρχῆς καλέσαι ἠνέσχετο. Ἀλλ'  οἱ μάγοι τούτων οὐδὲν συνιδόντες ὑπὸ πολλῆς εὐλαβείας· οὐ γὰρ ἂν προσεδόκησαν, ὅτι εἰς τοσοῦτον πονηρίας ἐξῆλθεν ἂν ἐκεῖνος, καὶ οὕτω θαυμαστῇ οἰκονομίᾳ ἐπιβουλεῦσαι ἐπεχείρησεν· Ἀπέρχονται τούτων οὐδὲν ὑφορώμενοι, ἀλλ' ἐκ τῶν καθ' ἑαυτοὺς καὶ τὰ τῶν  ἄλλων  στοχαζόμενοι ἅπαντα. Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς. ∆ιὰ γὰρ τοῦτο καὶ ἐκρύβη, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα, εἰς ἀνάγκην ἐμπέσωσιν  ἐρωτῆσαι τοὺς Ἰουδαίους, καὶ πᾶσι κατάδηλον τὸ πρᾶγμα  γένηται. Ἐπειδὴ γὰρ ἠρώτησαν καὶ διδασκάλους ἔσχον τοὺς ἐχθροὺς, φαίνεται πάλιν αὐτοῖς. Καὶ σκόπει ἀκολουθίαν ἀρίστην γινομένην. Ἀπὸ μὲν γὰρ τοῦ ἀστέρος δέχεται αὐτοὺς  ὁ  τῶν  Ἰουδαίων  δῆμος  καὶ  ὁ  βασιλεὺς,  καὶ  τὸν  προφήτην  εἰσάγουσι διδάσκοντα τὸ φαινόμενον. Ἀπὸ δὲ τοῦ προφήτου πάλιν ἄγγελος αὐτοὺς παραλαβὼν πάντα ἐδίδαξε· τέως δὲ ἀπὸ Ἱεροσολύμων εἰς Βηθλεὲμ διὰ τοῦ ἀστέρος βαδίζουσιν· ὁ γὰρ ἀστὴρ πάλιν κἀκεῖθεν συνώδευσεν· ἵνα μάθῃς κἀντεῦθεν, ὅτι οὐ τῶν πολλῶν εἷς ἦν οὗτος· οὐδὲ γὰρ ἔχει ταύτην τὴν φύσιν ἀστὴρ οὐδὲ εἷς. Καὶ οὐχ ἁπλῶς ἐβάδιζεν, ἀλλὰ προῆγεν αὐτοὺς ἕλκων καὶ χειραγωγῶν  ἐν ἡμέρᾳ μέσῃ.


δʹ. Καὶ τί τοῦ ἀστέρος τούτου ἔδει, φησὶ, λοιπὸν τοῦ χωρίου γνωρισθέντος; Ἵνα καὶ τὸ παιδίον ὀφθῇ. Οὐδὲ γὰρ ἦν τι τὸ δηλοῦν αὐτό· ἐπειδὴ οὐδὲ ἡ οἰκία περιφανὴς ἦν, οὔτε ἡ μήτηρ λαμπρὰ καὶ ἐπίσημος. Ἔδει τοίνυν τοῦ ἀστέρος τοῦ ἐπιστήσοντος αὐτοὺς τῷ τόπῳ. ∆ιὸ καὶ ἀπὸ Ἱεροσολύμων ἐξελθοῦσι φαίνεται,  καὶ οὐ πρότερον ἵσταται, ἕως τὴν φάτνην κατέλαβε. Καὶ θαῦμα συνήπτετο θαύματι· καὶ γὰρ ἀμφότερα παράδοξα ἦν, καὶ τὸ τοὺς μάγους προσκυνεῖν, καὶ τὸ τὸν ἀστέρα προάγειν, καὶ ἱκανὰ καὶ τοὺς σφόδρα λιθίνους  ἐπισπάσασθαι. Εἰ μὲν γὰρ εἶπον οἱ μάγοι, ὅτι προφητῶν  ἤκουσαν ταῦτα λεγόντων,  ἢ ὅτι ἄγγελοι κατ' ἰδίαν αὐτοῖς διελέχθησαν, κἂν ἠπιστήθησαν· νῦν δὲ τῆς ὄψεως τοῦ ἀστέρος ἄνωθεν φαινομένης, καὶ οἱ σφόδρα ἀναισχυντοῦντες ἐπεστομίζοντο. Εἶτα ἐπειδὴ ἐπέστη τῷ παιδίῳ, ἔστη πάλιν  ὁ ἀστήρ· ὅπερ καὶ αὐτὸ μείζονος δυνάμεως ἣ κατὰ ἀστέρα ἦν, τὸ νῦν μὲν κρύπτεσθαι, νῦν δὲ φαίνεσθαι, καὶ φανέντα ἵστασθαι. Ἐντεῦθεν κἀκεῖνοι προσθήκην πίστεως ἐλάμβανον. ∆ιὰ τοῦτο καὶ ἐχάρησαν, ὅτι τὸ ζητούμενον εὗρον, ὅτι ἄγγελοι ἀληθείας γεγόνασιν, ὅτι οὐκ εἰκῆ τοσαύτην ἦλθον  ὁδόν· οὕτω πολύν  τινα  πόθον  περὶ τὸν  Χριστὸν εἶχον.  Καὶ γὰρ ἐλθὼν κατ' αὐτῆς ἔστη τῆς κεφαλῆς, δεικνὺς ὅτι θεῖόν ἐστι τὸ γέννημα· καὶ σταθεὶς, ἐπὶ  τὴν  προσκύνησιν  ἄγει,  οὐχ  ἁπλῶς  βαρβάρους, ἀλλὰ  τοὺς  σοφωτέρους  παρ' ἐκείνοις. Ὁρᾷς ὅτι εἰκότως ἀστὴρ ἐφάνη; Καὶ γὰρ μετὰ τὴν προφητείαν, καὶ μετὰ τὴν τῶν ἀρχιερέων καὶ γραμματέων ἐξήγησιν, ἔτι τούτῳ προσεῖχον. Αἰσχυνέσθω Μαρκίων, αἰσχυνέσθω Παῦλος ὁ Σαμοσατεὺς, μὴ βουληθέντες  ἰδεῖν ἅπερ οἱ μάγοι εἶδον,  οἱ  τῆς  Ἐκκλησίας πρόγονοι·  οὐδὲ  γὰρ  αἰσχύνομαι  οὕτως  αὐτοὺς  καλῶν. Αἰσχυνέσθω Μαρκίων, ὁρῶν Θεὸν ἐν σαρκὶ προσκυνούμενον. Αἰσχυνέσθω Παῦλος. ὁρῶν  οὐχ  ὡς  ἄνθρωπον  προσκυνούμενον  ἁπλῶς.  Ἀλλ'  ὅτι  μὲν  ἐν  σαρκὶ,  τὰ σπάργανα δείκνυσι  καὶ ἡ φάτνη·  ὅτι  δὲ οὐχ  ὡς  ψιλὸν  ἄνθρωπον  προσεκύνουν, δηλοῦσιν ἐν ἀώρῳ τῆς ἡλικίας τοιαῦτα δῶρα προσάγοντες, ἃ Θεῷ προσάγειν εἰκὸς ἦν. Αἰσχυνέσθωσαν μετ' αὐτῶν  καὶ Ἰουδαῖοι, βαρβάρους καὶ μάγους ὁρῶντες αὐτοὺς φθάνοντας, καὶ οὐδὲ μετ' ἐκείνους ἐλθεῖν ἀνεχόμενοι. Καὶ γὰρ τύπος ἦν τῶν μελλόντων  τὰ τότε γινόμενα καὶ ἐξ αὐτῶν τῶν προοιμίων ἐδηλοῦτο, ὅτι φθάσει τὸν δῆμον τὸν ἐκείνων τὰ ἔθνη. Καὶ πῶς, φησὶν, οὐκ ἐξ ἀρχῆς, ἀλλὰ μετὰ ταῦτα ἔλεγε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη; Ὅτι τοῦ μέλλοντος, ὅπερ ἔφην, γίνεσθαι τύπος  ἦν  τὸ  συμβαῖνον,  καὶ  προαναφώνησίς   τις.  Τὸ  μὲν  γὰρ  ἀκόλουθον  ἦν, Ἰουδαίους   προσελθεῖν   πρώτους·   ἐπειδὴ   δὲ   ἑκόντες   προὔδωκαν   τὴν   οἰκείαν εὐεργεσίαν,  ἀντιστρόφως   τὰ  πράγματα  γέγονεν.   Ἐπεὶ  οὐδὲ  ἐνταῦθα  πρὸ  τῶν Ἰουδαίων ἔδει τοὺς μάγους ἐλθεῖν· οὐδὲ τοὺς ἐκ τοσούτου διαστήματος προλαβεῖν τοὺς παρ' αὐτὴν τὴν πόλιν  καθημένους· οὐδὲ τοὺς οὐδὲν ἀκηκοότας φθάσαι τοὺς προφητείαις   συντραφέντας   τοσαύταις.  Ἐπειδὴ  δὲ   μεθ'  ὑπερβολῆς   τὰ   οἰκεῖα ἠγνόησαν καλὰ, οἱ ἀπὸ Περσίδος τοὺς ἐν Ἱεροσολύμοις προλαμβάνουσιν· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν· Ὑμῖν ἀναγκαῖον ἦν πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Κυρίου· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Εἰ γὰρ καὶ μὴ πρὸ τούτου ἐπείθοντο, παρὰ γοῦν τῶν  μάγων  ἀκούσαντας ἔδει δραμεῖν· ἀλλ' οὐκ ἠθέλησαν·  διὰ  τοῦτο,  καθευδόντων  ἐκείνων,  οὗτοι  προτρέχουσιν. 


εʹ. Ἀκολουθήσωμεν  τοίνυν   καὶ  ἡμεῖς  τοῖς  μάγοις,  καὶ  τῆς  βαρβάρου  συνηθείας ἀπαλλαγῶμεν,  καὶ  πολὺ  τὸ  διάστημα ποιήσωμεν,  ἵνα  ἴδωμεν  τὸν  Χριστόν· ἐπεὶ κἀκεῖνοι εἰ μὴ μακρὰν τῆς αὐτῶν ἐγένοντο χώρας, οὐκ ἂν αὐτὸν εἶδον. Ἀποστῶμεν τῶν γηΐνων  πραγμάτων. Καὶ γὰρ οἱ μάγοι, ἕως μὲν ἦσαν ἐν τῇ Περσίδι, τὸν ἀστέρα ἑώρων· ἐπειδὴ δὲ ἀπέστησαν τῆς Περσίδος, τὸν ἥλιον τῆς δικαιοσύνης ἐθεάσαντο· μᾶλλον   δὲ  οὐδὲ  τὸν  ἀστέρα  ἂν  εἶδον,  εἰ  μὴ  προθύμως  ἐκεῖθεν   ἀνέστησαν. Ἀναστῶμεν  οὖν  καὶ  ἡμεῖς·  κἂν  πάντες  ταράττωνται,  ἡμεῖς  ἐπὶ  τὴν  οἰκίαν  τοῦ παιδίου  τρέχωμεν·  κἂν  βασιλεῖς,  κἂν  δῆμοι,  κἂν  τύραννοι   τὴν  ὁδὸν  ταύτην ἐκκόπτωσι, μὴ καταλύωμεν  τὸν πόθον. Οὕτω γὰρ πάντα τὰ ἐπικείμενα διακρουσόμεθα δεινά. Ἐπεὶ καὶ οὗτοι, εἰ μὴ τὸ παιδίον εἶδον, οὐκ ἂν τὸν κίνδυνον ἐξέφυγον τὸν παρὰ τοῦ βασιλέως. Πρὶν ἢ τὸ παιδίον ἰδεῖν, φόβοι καὶ κίνδυνοι  καὶ ταραχαὶ πάντοθεν ἐπέκειντο· μετὰ δὲ τὴν προσκύνησιν, γαλήνη καὶ ἀσφάλεια· καὶ οὐκέτι ἀστὴρ, ἀλλ' ἄγγελος αὐτοὺς δέχεται, ἱερέας ἀπὸ τῆς προσκυνήσεως γενομένους·  καὶ γὰρ καὶ δῶρα προσέφερον. Ἀφεὶς τοίνυν  καὶ σὺ τὸν  Ἰουδαϊκὸν λαὸν, τὴν ταραττομένην  πόλιν, τὸν φονῶντα  τύραννον, τὴν βιωτικὴν  φαντασίαν, σπεῦσον ἐπὶ τὴν Βηθλεὲμ, ὅπου ὁ οἶκος τοῦ ἄρτου τοῦ πνευματικοῦ. Κἂν γὰρ ποιμὴν ᾖς, καὶ ἐνταῦθα  ἔλθῃς, ὄψει τὸ παιδίον  ἐν καταλύματι.  Κἂν βασιλεὺς ᾖς, καὶ μὴ παραγένῃ, οὐδέν σοι τῆς πορφυρίδος ὄφελος· κἂν μάγος ᾖς, οὐδέν σε κωλύσει τοῦτο, μόνον ἂν ἐπὶ τῷ τιμῆσαι ἔλθῃς καὶ προσκυνῆσαι, καὶ μὴ καταπατῆσαι τὸν Υἱὸν τοῦ Θεοῦ· ἂν μετὰ τρόμου καὶ χαρᾶς τοῦτο ποιῇς· ἔστι γὰρ ταῦτα ὁμοῦ συνελθεῖν ἀμφότερα.  Ἀλλ'  ὅρα  μὴ  κατὰ  τὸν   Ἡρώδην   γένῃ,   καὶ  εἴπῃς·  Ὅπως  ἐλθὼν προσκυνήσω αὐτὸν, καὶ ἐλθὼν ἀνελεῖν βουληθῇς. Τούτῳ γὰρ ἐοίκασιν οἱ τῶν μυστηρίων ἀναξίως μετέχοντες. Ἔνοχος γὰρ ὁ τοιοῦτος ἔσεται, φησὶ, τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου Καὶ γὰρ ἔχουσιν ἐν ἑαυτοῖς τὸν τύραννον ἀλγοῦντα τῇ βασιλείᾳ τοῦ Χριστοῦ, τὸν ἐκείνου τοῦ Ἡρώδου παρανομώτερον, μαμωνᾶν. Οὗτος γὰρ βούλεται κρατεῖν, καὶ πέμπει τοὺς οἰκείους τοὺς ἑαυτοῦ, προσκυνήσοντας μὲν σχήματι, σφάττοντας δὲ ἐν τῷ προσκυνεῖν. Φοβηθῶμεν τοίνυν  μή ποτε σχῆμα μὲν ἱκετῶν  καὶ προσκυνητῶν  ἔχωμεν,  ἐν  δὲ τῷ  ἔργῳ  τὰ ἐναντία  ἐπιδειξώμεθα.  Καὶ πάντα ἀπὸ τῶν χειρῶν ῥίψωμεν, προσκυνεῖν μέλλοντες. Κἂν χρυσὸν ἔχωμεν, αὐτῷ προσενέγκωμεν,  καὶ μὴ κατορύξωμεν.  Εἰ γὰρ οἱ βάρβαροι τότε ἐκεῖνοι  εἰς τιμὴν προσήνεγκαν, τίς  ἔσῃ μηδὲ τῷ  χρείαν  ἔχοντι  διδούς; εἰ ἐκεῖνοι  τοσαύτην ἦλθον ὁδὸν, ἵνα τεχθέντα ἴδωσι, ποίαν ἕξεις ἀπολογίαν σὺ, μηδὲ στενωπὸν ἕνα ἀπιὼν, ἵνα ἀῤῥωστοῦντα  ἐπισκέψῃ  καὶ  δεδεμένον;  Καίτοιγε κάμνοντας  καὶ  δεδεμένους,  καὶ τοὺς ἐχθροὺς ἐλεοῦμεν· σὺ δὲ οὐδὲ τὸν εὐεργέτην τὸν σὸν καὶ ∆εσπότην. Κἀκεῖνοι μὲν χρυσίον προσήνεγκαν· σὺ δὲ ἄρτον μόλις δίδως. Ἐκεῖνοι εἶδον τὸν ἀστέρα, καὶ ἐχάρησαν· σὺ δὲ αὐτὸν ὁρῶν τὸν Χριστὸν ξένον ὄντα καὶ γυμνὸν οὐκ ἐπικάμπτῃ. Τίς γὰρ ὑμῶν διὰ τὸν Χριστὸν τοσαύτην ἀποδημίαν ἀπεδήμησε τῶν μυρία εὐεργετηθέντων,  ὅσην  ἐκεῖνοι  οἱ  βάρβαροι, μᾶλλον  δὲ  οἱ  φιλοσόφων φιλοσοφώτεροι; Καὶ τί λέγω τοσαύτην ὁδόν; Πολλαὶ γὰρ τῶν γυναικῶν  οὕτως ἡμῖν μαλακίζονται, ὡς μηδὲ ἄμφοδον ἓν ὑπερβῆναι, καὶ ἰδεῖν αὐτὸν ἐπὶ τῆς φάτνης τῆς πνευματικῆς, εἰ μὴ ἡμιόνων ἐπιλάβοιντο. Ἕτεροι δὲ ἐπειδὴ βαδίζειν ἔχουσιν, οἱ μὲν βιωτικῶν  πραγμάτων ὄχλον, οἱ δὲ θέατρα τῆς ἐνταῦθα ἀφίξεως προτιθέασι. Καὶ οἱ μὲν βάρβαροι πρὶν ἰδεῖν αὐτὸν τοσαύτην ἤνυσαν ὁδὸν δι' αὐτόν· σὺ δὲ οὐδὲ μετὰ τὸ ἰδεῖν ἐκείνους ζηλοῖς, ἀλλὰ ἀφεὶς αὐτὸν μετὰ τὸ ἰδεῖν, τρέχεις ἵνα τὸν μῖμον ἴδῃς (τῶν γὰρ αὐτῶν ἅπτομαι πάλιν ὧν καὶ πρώην)· καὶ κείμενον τὸν Χριστὸν ὁρῶν ἐπὶ φάτνης,  καταλιμπάνεις,  ἵνα  γυναῖκας  ἐπὶ  σκηνῆς  ἴδῃς.  Πόσων οὐκ  ἄξια  ταῦτα σκηπτῶν;   ʹ. Εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασίλεια εἰσαγαγεῖν ἐπηγγέλλετο, καὶ δείξειν τὸν βασιλέα καθήμενον, ἆρα ἂν εἴλου τὸ θέατρον ἀντὶ τούτων ἰδεῖν; Καίτοιγε οὐδὲν οὐδὲ  ἐκεῖθεν  κερδᾶναι  ἦν.  Ἐνταῦθα  δὲ  πηγὴ  πυρὸς  πνευματικὴ   ἀπὸ  ταύτης ἀναβλύζει  τῆς τραπέζης· καὶ σὺ ταύτην  ἀφεὶς, κατατρέχεις  εἰς τὸ θέατρον, ἰδεῖν νηχομένας γυναῖκας καὶ φύσιν παραδειγματιζομένην, καταλιπὼν τὸν Χριστὸν παρὰ τὴν πηγὴν  καθήμενον; Καὶ γὰρ καὶ νῦν παρὰ τὴν πηγὴν  κάθηται, οὐ Σαμαρείτιδι διαλεγόμενος, ἀλλ'  ὁλοκλήρῳ πόλει· τάχα δὲ καὶ νῦν Σαμαρείτιδι μόνῃ. Οὐδεὶς γὰρ αὐτῷ πάρεστιν οὐδὲ νῦν· ἀλλ' οἱ μὲν τοῖς σώμασι μόνοις, οἱ δὲ οὐδὲ αὐτοῖς. Ἀλλ' ὅμως αὐτὸς οὐκ ἀναχωρεῖ, ἀλλὰ μένει, καὶ παρ' ἡμῶν αἰτεῖ πιεῖν, οὐχ ὕδωρ, ἀλλ' ἁγιωσύνην· τὰ γὰρ ἅγια τοῖς ἁγίοις δίδωσιν. Οὐδὲ γὰρ ὕδωρ ἀπὸ ταύτης ἡμῖν παρέχει τῆς πηγῆς, ἀλλ' αἷμα ζῶν· καὶ μὴν θανάτου  ἐστὶ σύμβολον, ἀλλὰ  ζωῆς γέγονεν αἴτιον. Σὺ δὲ ἀφεὶς τὴν πηγὴν  τοῦ αἵματος, τὸ ποτήριον τὸ φρικῶδες, εἰς πηγὴν ἀπέρχῃ διαβολικὴν, ὥστε νηχομένην  πόρνην ἰδεῖν, καὶ ναυάγιον ὑπομεῖναι ψυχῆς. Τὸ γὰρ ὕδωρ ἐκεῖνο πέλαγος ἀσελγείας ἐστὶν, οὐ σώματα ποιοῦν ὑποβρύχια, ἀλλὰ ψυχῶν ναυάγια ἐργαζόμενον. Ἀλλ' ἡ μὲν νήχεται γυμνουμένη τὸ σῶμα, σὺ δὲ ὁρῶν καταποντίζῃ  πρὸς τὸν τῆς ἀσελγείας βυθόν. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου σαγήνη· οὐκ εἰς αὐτὸ κατιόντας τὸ ὕδωρ, ἀλλ' ἄνωθεν καθημένους τῶν ἐκεῖ καλινδουμένων μᾶλλον ὑποβρυχίους ποιεῖ, καὶ χαλεπώτερον  ἀποπνίγει  τοῦ Φαραὼ, τοῦ μετὰ τῶν ἵππων καὶ τῶν ἁρμάτων καταποντισθέντος τότε. Καὶ εἴγε ἦν ψυχὰς ἰδεῖν, πολλᾶς ἂν ὑμῖν ἔδειξα ἐπιπλεούσας τοῖς ὕδασι τούτοις, ὥσπερ τῶν Αἰγυπτίων τότε τὰ σώματα. Ἀλλὰ  τὸ  χαλεπώτερον  ἐκεῖνό  ἐστιν, ὅτι  καὶ  τέρψιν  τὴν  τοιαύτην  πανωλεθρίαν καλοῦσι, καὶ τὸ πέλαγος τῆς ἀπωλείας ἡδονῆς εὔριπον ὀνομάζουσι. Καίτοιγε εὐκολώτερον   ἄν   τις   τὸ  Αἰγαῖον  καὶ  Τυῤῥηνικὸν   παραδράμοι  πέλαγος   μετὰ ἀσφαλείας, ἢ τὴν θεωρίαν ταύτην. Πρῶτον μὲν γὰρ δι' ὅλης νυκτὸς προλαμβάνει τῇ προσδοκίᾳ τὰς ψυχὰς ὁ διάβολος εἶτα δείξας τὸ προσδοκηθὲν, ἔδησεν εὐθέως καὶ αἰχμαλώτους ἐποίησε. Μὴ γὰρ ἐπειδὴ μὴ ἐμίγης τῇ πόρνῃ, καθαρὸς εἶναι νομίσῃς τῆς ἁμαρτίας· τῇ γὰρ προθυμίᾳ τὸ πᾶν ἀπήρτισας. Εἰ μὲν γὰρ ὑπὸ ἐπιθυμίας  κατέχῃ, μείζονα τὴν φλόγα ἀνῆψας· εἰ δὲ οὐδὲν πάσχεις πρὸς τὰ ὁρώμενα, μείζονος κατηγορίας εἶ ἄξιος, ἑτέροις σκάνδαλον γινόμενος τῇ τῶν θεαμάτων τούτων προτροπῇ, καὶ τὴν  σεαυτοῦ καταισχύνων  ὄψιν,  καὶ μετὰ τῆς ὄψεως  τὴν  ψυχήν. Ἀλλὰ γὰρ ἵνα μὴ μόνον ἐπιτιμῶμεν, φέρε καὶ τρόπον ἐπινοήσωμεν διορθώσεως. Τίς οὖν ὁ τρόπος ἔσται; Ταῖς γυναιξὶν  ὑμᾶς παραδοῦναι βούλομαι ταῖς ὑμετέραις, ἵνα αὗται ὑμᾶς παιδεύσωσιν. Ἔδει γὰρ, κατὰ τὸν τοῦ Παύλου νόμον, ὑμᾶς εἶναι τοὺς διδασκάλους· ἐπειδὴ δὲ ἡ τάξις ἀντεστράφη διὰ τῆς ἁμαρτίας, καὶ ἄνω μὲν τὸ σῶμα, κάτω δὲ ἡ κεφαλὴ γέγονε, κἂν ταύτην ἑλώμεθα τὴν ὁδόν. Εἰ δὲ αἰσχύνῃ διδάσκαλον ἔχων γυναῖκα, φύγε τὴν ἁμαρτίαν, καὶ δυνήσῃ ταχέως ἐπὶ τὸν θρόνον ἀναβῆναι τὸν παρὰ τοῦ Θεοῦ σοι δοθέντα. Ὡς ἕως ἂν πλημμελῇς, οὐχὶ πρὸς γυναῖκα μόνον, ἀλλὰ καὶ  πρὸς ἄλογά  σε εὐτελέστερα πέμπει  ἡ Γραφή· καὶ  οὐκ αἰσχύνεται  τὸν  λόγῳ τετιμημένον  τῷ μύρμηκι πέμπουσα μαθητήν. Οὐ γὰρ τῆς Γραφῆς τοῦτο κατηγορία, ἀλλὰ  τῶν  οὕτω  τὴν  ἑαυτῶν  εὐγένειαν  προδιδόντων.  Τοῦτο δὴ  καὶ  ἡμεῖς  ποιήσομεν· καὶ νῦν μέν σε τῇ γυναικὶ παραδώσομεν· ἂν δὲ ταύτης καταφρονήσῃς, καὶ εἰς τὸ τῶν ἀλόγων διδασκαλεῖον ἀποστελοῦμεν, καὶ δείξομεν πόσοι μὲν ὄρνιθες, πόσοι δὲ ἰχθύες, πόσα δὲ τετράποδα καὶ ἑρπετὰ σοῦ σεμνότερα καὶ σωφρονέστερα φαίνεται.  Εἰ δὲ αἰσχύνῃ  τὴν  σύγκρισιν καὶ  ἐρυθριᾷς, ἀνάβηθι  πρὸς τὴν  οἰκείαν εὐγένειαν, καὶ τὸ τῆς γεέννης πέλαγος καὶ τὸν τοῦ πυρὸς ποταμὸν φύγε, τὴν ἐν τῷ θεάτρῳ κολυμβήθραν. Αὕτη γὰρ ἡ κολυμβήθρα ἐκεῖνο τὸ πέλαγος προξενεῖ, καὶ τὴν ἄβυσσον ἐκείνην  ἀνάπτει  τῆς  φλογός. 


ζʹ.  Εἰ γὰρ  Ὁ ἐμβλέπων  γυναῖκα  πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν· ὁ καὶ γυμνὴν  ἀναγκαζόμενος  ἰδεῖν, πῶς οὐ μυριάκις αἰχμάλωτος  γίνεται;  Οὐχ οὕτως  ὁ ἐπὶ  τοῦ Νῶε κατακλυσμὸς  τὸ τῶν  ἀνθρώπων ἀπώλεσε γένος, ὡς αὗται αἱ νηχόμεναι ἅπαντας ἐκεῖ μετὰ πολλῆς ἀποπνίγουσι τῆς αἰσχύνης. Ἐκεῖνος μὲν γὰρ ὁ ὑετὸς, εἰ καὶ θάνατον εἰργάσατο σώματος, ἀλλὰ τὴν τῆς ψυχῆς κακίαν ἀνέκοψεν· οὗτος δὲ τοὐναντίον  ποιεῖ, τῶν σωμάτων μενόντων,  τὴν ψυχὴν  ἀπόλλυσιν. Ὑμεῖς δὲ ὅταν μὲν προεδρίας ᾖ λόγος, ἀξιοῦτε τῆς οἰκουμένης προκαθῆσθαι πάσης, ἐπειδὴ πρώτη  ἡ πόλις  ἡμῶν  τὸ τῶν  Χριστιανῶν ἀνεδήσατο ὄνομα· ἐν δὲ τῷ τῆς σωφροσύνης ἀγῶνι, καὶ τῶν  ἀγροικοτέρων  πόλεων  ἔλαττον φέροντες οὐκ αἰσχύνεσθε; Ναὶ, φησί· καὶ τί κελεύεις ποιεῖν; Τὰ ὄρη καταλαμβάνειν καὶ μοναχοὺς γίνεσθαι; ∆ιὰ γὰρ τοῦτο στένω, ὅτι μόνοις ἐκείνοις ἡγεῖσθε ἁρμόζειν κοσμιότητα καὶ σωφροσύνην· καίτοιγε ὁ Χριστὸς κοινοὺς τοὺς νόμους ἔθηκε. Καὶ γὰρ ὅταν λέγῃ, Ἐάν τις ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, οὐ τῷ μονάζοντι λέγει, ἀλλὰ καὶ τῷ γυναῖκα  ἔχοντι· καὶ γὰρ τὸ ὄρος ἐκεῖνο τότε πάντων  τῶν  τοιούτων πεπληρωμένον  ἦν·  Ἐννόησον  τοίνυν  ἐκεῖνο  τὸ  θέατρον,  καὶ  μίσησον τοῦτο  τὸ διαβολικὸν, καὶ μὴ καταγνῷς  τοῦ λόγου βαρύτητα. Οὐδὲ γὰρ κωλύω γαμεῖν, οὐδὲ ἐμποδίζω  τέρπεσθαι· ἀλλὰ  μετὰ σωφροσύνης τοῦτο  βούλομαι  γίνεσθαι,  οὐ μετὰ αἰσχύνης καὶ κατηγορίας καὶ μυρίων ἐγκλημάτων.  Οὐ νομοθετῶ τὰ ὄρη καταλαμβάνειν  καὶ  τὰς  ἐρημίας, ἀλλὰ  χρηστὸν  εἶναι  καὶ  ἐπιεικῆ  καὶ  σώφρονα, μέσην οἰκοῦντα  τὴν  πόλιν.  Καὶ γὰρ πάντα  ἡμῖν  τὰ τῶν  νόμων  κοινὰ  πρὸς τοὺς μοναχούς ἐστι, πλὴν τοῦ γάμου· μᾶλλον δὲ καὶ ἐν τούτῳ κελεύει ὁ Παῦλος ἐν  ἅπασιν ἐξισοῦσθαι αὐτοῖς, λέγων· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. Ὥστε, φησὶν, οὐ κελεύω τὰς κορυφὰς τῶν ὀρέων  καταλαμβάνειν·  ἐβουλόμην  μὲν  γὰρ,  διὰ  τὸ  τὰς  πόλεις  μιμεῖσθαι  τὰ  ἐν Σοδόμοις γινόμενα·  πλὴν  οὐκ ἀναγκάζω  τοῦτο. Μένε οἰκίαν ἔχων  καὶ παιδία καὶ γυναῖκα· ἀλλὰ μὴ ὕβριζε τὴν γυναῖκα, μηδὲ παραδειγμάτιζε τὰ παιδία, μηδὲ εἴσαγε εἰς τὴν οἰκίαν τὴν ἀπὸ τῶν θεάτρων λύμην. Οὐκ ἀκούεις Παύλου λέγοντος; Ὁ ἀνὴρ οὐκ ἐξουσιάζει τοῦ ἰδίου σώματος, ἀλλ' ἡ γυνή· καὶ κοινοὺς ἀμφοτέροις τιθέντος νόμους; Σὺ δὲ, ἂν μὲν εἰς ἐκκλησίαν συνεχῶς ἐμβάλλῃ ἡ γυνὴ, βαρὺς κατήγορος γίνῃ· αὐτὸς δὲ εἰς θέατρα διημερεύων, οὐχ ἡγῇ κατηγορίας ἄξιος εἶναι· ἀλλὰ περὶ μὲν τὴν  τῆς γυναικὸς  σωφροσύνην οὕτως  εἶ ἀκριβὴς, ὡς καὶ περιττὸς  εἶναι  καὶ ἄμετρος, καὶ  μηδὲ  τὰς  ἀναγκαίας  ἐξόδους συγχωρεῖν·  σαυτῷ δὲ νομίζεις  πάντα ἐξεῖναι. Ἀλλ' οὐκ ἐπιτρέπει σοι Παῦλος, ὁ καὶ τῇ γυναικὶ τὴν αὐτὴν ἐξουσίαν διδοὺς, καὶ γάρ· Τῇ γυναικὶ,  φησὶν, ὁ ἀνὴρ τὴν ὀφειλομένην  τιμὴν  ἀποδιδότω. Ποία οὖν αὕτη ἡ τιμὴ, ὅταν ἐν τοῖς καιρίοις αὐτὴν ὑβρίζῃς, καὶ τὸ σῶμα αὐτῆς ταῖς πόρναις παρέχῃς; τὸ γὰρ σὸν ἐκείνης σῶμά ἐστιν· ὅταν θορύβους καὶ πολέμους εἰσάγῃς εἰς τὴν οἰκίαν; ὅταν τοιαῦτα ποιῇς ἐν ἀγορᾷ, ἃ διηγούμενος ἐν οἰκίᾳ καταισχύνεις μὲν τὴν ἀκούουσαν γυναῖκα, αἰσχύνεις δὲ τὴν παροῦσαν θυγατέρα, καὶ πρό γε ἐκείνων σαυτόν; Ἀνάγκη  γὰρ  ἢ  σιγᾷν,  ἢ  τοιαῦτα  ἀσχημονεῖν,  ἐφ'  οἷς  καὶ  τοὺς  οἰκέτας μαστίζεσθαι δίκαιον. Τίνα οὖν ἕξεις ἀπολογίαν, εἰπέ μοι, ἃ μηδὲ εἰπεῖν καλὸν, ταῦτα βλέπων  μετὰ πολλῆς  τῆς  σπουδῆς; ἃ μηδὲ διηγήσασθαι ἀνεκτὸν,  ταῦτα  πάντων προτιθείς; Τέως μὲν οὖν, ὥστε μὴ γενέσθαι φορτικώτερος, ἐνταῦθα καταλύσω τὸν λόγον.  Ἐὰν δὲ τοῖς αὐτοῖς  ἐπιμείνητε,  ὀξύτερον τὸ σιδήριον ποιήσας, βαθυτέραν δώσω τὴν τομήν· καὶ οὐ παύσομαι, ἕως ἂν διασκεδάσας τοῦ διαβόλου τὸ θέατρον, καθαρὸν  ποιήσω  τῆς  Ἐκκλησίας  τὸν  σύλλογον.  Οὕτω  γὰρ  καὶ  τῆς  παρούσης αἰσχύνης ἀπαλλαγησόμεθα, καὶ τὴν μέλλουσαν καρπωσόμεθα ζωὴν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |