ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Θʹ. Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν·

Κυριακή 30 Οκτωβρίου 2016

Θʹ. Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν·



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


Θʹ. Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μά γων, ἐθυμώθη λίαν· καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατ ωτέρω, κατὰτὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.

αʹ. Καὶ μὴν οὐκ ἐχρῆν θυμωθῆναι,  ἀλλὰ  φοβηθῆναι  καὶ συσταλῆναι, καὶ ἰδεῖν   ὅτι  ἀνηνύτοις   ἐπιχειρεῖ   πράγμασιν.  Ἀλλ'  οὐ  καταστέλλεται.  Ὅταν  γὰρ ἀγνώμων   ᾖ  ψυχὴ  καὶ  ἀνίατος,  οὐδενὶ  εἴκει  τῶν  παρὰ  τοῦ  Θεοῦ  δεδομένων φαρμάκων. Ὅρα γοῦν καὶ τοῦτον τοῖς προτέροις ἐπαγωνιζόμενον, καὶ φόνῳ φόνους συνάπτοντα,  καὶ  κατὰ  κρημνοῦ  πανταχοῦ   φερόμενον.   Ὥσπερ  γὰρ  ὑπό  τινος δαίμονος  τῆς  ὀργῆς  ταύτης  καὶ  τῆς  βασκανίας  ἐκβακχευθεὶς,  οὐδενὸς  ποιεῖται λόγον,  ἀλλὰ καὶ κατὰ τῆς φύσεως αὐτῆς μαίνεται,  καὶ τὴν ὀργὴν τὴν κατὰ τῶν ἐμπαιξάντων  μάγων, κατὰ τῶν οὐδὲν ἠδικηκότων  παίδων ἀφίησι, συγγενὲς δρᾶμα τῶν  ἐν Αἰγύπτῳ γενομένων  τότε ἐν Παλαιστίνῃ τολμῶν. 


Ἀποστείλας γὰρ, φησὶν, ἀνεῖλε  πάντας  τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς  ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Ἐνταῦθά μοι μετὰ  ἀκριβείας  προσέχετε. Καὶ γὰρ πολλοὶ  πολλὰ   φλυαροῦσιν  ὑπὲρ τῶν παίδων  τούτων, ἀδικίαν ἐγκαλοῦντες  τοῖς γεγενημένοις· καὶ οἱ μὲν ἐπιεικέστερον ὑπὲρ αὐτῶν διαποροῦσιν, οἱ δὲ θρασύτερον καὶ μανικώτερον. Ἵν' οὖν τοὺς μὲν τῆς μανίας, τοὺς δὲ τῆς ἀπορίας ἀπαλλάξωμεν, ἀνάσχεσθε μικρὸν διαλεγομένων  ἡμῶν περὶ τῆς ὑποθέσεως ταύτης. Εἰ γὰρ δὴ τοῦτο ἐγκαλοῦσιν, ὅτι περιώφθη  τὰ παιδία ἀναιρούμενα, ἐγκαλέσουσι καὶ τῇ τῶν στρατιωτῶν σφαγῇ τῶν τὸν Πέτρον φυλαττόντων.  Ὥσπερ γὰρ ἐνταῦθα  τοῦ παιδίου  φυγόντος,  ἕτερα παιδία ἀντὶ  τοῦ ζητουμένου κατασφάττεται· οὕτω δὴ καὶ τότε τὸν Πέτρον τοῦ δεσμωτηρίου καὶ τῶν ἁλύσεων ἀπαλλάξαντος τοῦ ἀγγέλου, ὁμώνυμός τις τοῦ τυράννου τούτου καὶ ὁμότροπος ζητήσας καὶ οὐχ εὑρὼν, τοὺς τηροῦντας  αὐτὸν στρατιώτας ἀπέκτεινεν ἀντ'  ἐκείνου.  Καὶ  τί  τοῦτο;  φησί·  τοῦτο  γὰρ  οὐ  λύσις,  ἀλλὰ  προσθήκη  τοῦ ζητουμένου. Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο εἰς μέσον πάντα φέρω τὰ τοιαῦτα, ἵνα πᾶσι μίαν ἐπαγάγω τὴν λύσιν. Τίς οὖν ἐστι τούτων ἡ λύσις; καὶ τίνα ἂν ἔχοιμεν λόγον εὐπρόσωπον εἰπεῖν; Ὅτι οὐχ ὁ Χριστὸς τῆς σφαγῆς αὐτοῖς αἴτιος γέγονεν,  ἀλλ'  ἡ ὠμότης τοῦ βασιλέως· ὥσπερ οὖν οὐδὲ ἐκείνοις ὁ Πέτρος, ἀλλ' ἡ ἄνοια τοῦ Ἡρώδου. Εἰ μὲν γὰρ τοῖχον διορυγέντα εἶδεν, ἢ θύρας ἀνατραπείσας, εἶχεν ἴσως ῥαθυμίαν ἐγκαλέσαι τοῖς φυλάττουσι  τὸν Ἀπόστολον στρατιώταις· νυνὶ  δὲ πάντων  ἐπὶ σχήματος μενόντων, καὶ τῶν θυρῶν ἀποκεκλεισμένων, καὶ τῶν ἁλύσεων ταῖς χέρσι τῶν  φυλαττόντων συμβεβλημένων  (καὶ γὰρ ἦσαν αὐτῷ  συνδεδεμένοι), ἠδύνατο συλλογίσασθαι ἐκ τούτων, εἴγε ὀρθῶς ἐδίκαζε τοῖς γινομένοις, ὅτι οὐκ ἀνθρωπίνης δυνάμεως ἦν, οὐδὲ κακουργίας τὸ γινόμενον, ἀλλὰ θείας τινὸς καὶ παραδοξοποιοῦ δυνάμεως, καὶ προσκυνῆσαι τὸν ποιήσαντα ταῦτα, ἀλλ' οὐ πολεμῆσαι τοῖς φυλάττουσιν. Οὕτω γὰρ ὁ Θεὸς ἐποίησεν ἅπερ ἐποίησεν ἅπαντα, ὡς μὴ μόνον τοὺς φύλακας  μὴ προδοῦναι, ἀλλὰ καὶ τὸν βασιλέα δι' αὐτῶν  χειραγωγῆσαι  πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ ἀγνώμων  ἐκεῖνος ἐφάνη, τί πρὸς τὸν σοφὸν τῶν ψυχῶν ἰατρὸν καὶ πάντα ἐπ' εὐεργεσίᾳ πραγματευόμενον  ἡ τοῦ κάμνοντος ἀταξία; Ὃ δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Τίνος γὰρ ἕνεκεν ἐθυμώθης, ὦ Ἡρώδη, παρὰ τῶν μάγων ἐμπαιχθείς; Οὐκ ἔγνως  ὅτι  θεῖος  ὁ  τόκος  ἦν;  οὐ  σὺ τοὺς  ἀρχιερεῖς  ἐκάλεσας; οὐ  σὺ τοὺς γραμματέας συνήγαγες; οὐχὶ κληθέντες ἐκεῖνοι καὶ τὸν Προφήτην μεθ' ἑαυτῶν εἰς τὸ σὸν εἰσήγαγον δικαστήριον ταῦτα ἄνωθεν προαναφωνοῦντα; οὐκ εἶδες τὰ παλαιὰ τοῖς  νέοις  συμφωνοῦντα;  οὐκ ἤκουσας ὅτι  καὶ ἀστὴρ τούτοις  διηκονήσατο; οὐκ ᾐδέσθης τῶν  βαρβάρων τὴν σπουδήν; οὐκ ἐθαύμασας αὐτῶν  τὴν παῤῥησίαν; οὐκ ἔφριξας  τοῦ Προφήτου τὴν  ἀλήθειαν;  οὐκ ἐνενόησας ἀπὸ τῶν  προτέρων  καὶ τὰ ἔσχατα; Τίνος ἕνεκεν οὐκ ἐλογίσω κατὰ σεαυτὸν ἐκ τούτων  ἁπάντων,  ὅτι οὐ τῆς ἀπάτης τῶν  μάγων  ἦν τὸ γινόμενον,  ἀλλὰ  θείας δυνάμεως  πάντα  πρὸς τὸ δέον οἰκονομούσης; Εἰ δὲ καὶ ἠπατήθης  παρὰ τῶν  μάγων,  τί πρὸς τὰ παιδία τὰ οὐδὲν ἠδικηκότα· 



βʹ.  Ναὶ,  φησίν·  ἀλλὰ   τὸν   μὲν  Ἡρώδην   καλῶς   ἀπεστέρησας  τῆς ἀπολογίας, καὶ μιαιφόνον ἔδειξας· οὐδέπω δὲ τὸν περὶ τῆς ἀδικίας τῶν γεγενημένων ἔλυσας λόγον. Εἰ γὰρ καὶ ἐκεῖνος ἀδίκως ἔπραττε, τίνος ἕνεκεν ὁ Θεὸς συνεχώρησε; Τί οὖν  ἂν  εἴποιμεν  πρὸς τοῦτο; Ὅπερ ἀεὶ  καὶ  ἐν  Ἐκκλησίᾳ, καὶ  ἐν  ἀγορᾷ, καὶ πανταχοῦ λέγων οὐ παύομαι· ὃ καὶ ὑμᾶς βούλομαι μετὰ ἀκριβείας διατηρεῖν· κανὼν γάρ τις ἐστὶ πρὸς ἅπασαν ἡμῖν τοιαύτην ἁρμόττων ἀπορίαν. Τίς οὖν ἐστιν ὁ κανὼν, καὶ τίς ὁ λόγος; Ὅτι οἱ μὲν ἀδικοῦντες πολλοὶ, ὁ δὲ ἀδικούμενος οὐδὲ εἷς. Καὶ ἵνα μὴ ἐπὶ πλεῖον  ὑμᾶς τὸ αἴνιγμα  ταράττῃ, καὶ τὴν λύσιν ἐπάγω ταχέως. Ὅπερ γὰρ ἂν πάθωμεν ἀδίκως παρ' ὁτουοῦν, ἢ εἰς ἁμαρτημάτων διάλυσιν ὁ Θεὸς ἡμῖν λογίζεται τὴν  ἀδικίαν  ἐκείνην,  ἢ  εἰς  μισθῶν  ἀντίδοσιν.  Καὶ ἵνα  σαφέστερον  γένηται  τὸ λεγόμενον, ἐπὶ ὑποδείγματος τὸν λόγον ἀγάγωμεν. Θῶμεν γὰρ εἶναί τινα οἰκέτην πολλὰ ὀφείλοντα τῷ δεσπότῃ χρήματα· εἶτα παρὰ ἀδίκων ἀνδρῶν ἐπηρεασθῆναι τὸν οἰκέτην τοῦτον, καὶ ἀφαιρεθῆναί τινα τῶν αὐτοῦ. Ἂν τοίνυν ὁ δεσπότης ὁ κωλῦσαι δυνάμενος τὸν ἅρπαγα καὶ πλεονέκτην,  ἐκεῖνα μὲν μὴ ἀποκαταστήσῃ τὰ χρήματα, εἰς δὲ τὰ ὀφειλόμενα  αὐτῷ παρὰ τοῦ δούλου λογίσηται τὰ ἀφαιρεθέντα,  ἆρα μὴ ἠδίκηται ὁ οἰκέτης; Οὐδαμῶς. Τί δὲ, ἂν καὶ πλείονα ἀποδῷ; ἆρα οὐχὶ καὶ μειζόνως ἐκέρδανε;  Παντί  που  δῆλον.  Τοῦτο  τοίνυν  καὶ  ἐφ'  ὧν   ἡμεῖς  πάσχομεν, λογισώμεθα. Ὅτι γὰρ ὑπὲρ ὧν ἂν πάθωμεν  κακῶς, ἢ ἁμαρτήματα διαλυόμεθα, ἢ λαμπροτέρους   λαμβάνομεν   στεφάνους,   ἂν   μὴ   ἁμαρτήματα   τοσαῦτα  ἔχωμεν, ἄκουσον τοῦ Παύλου λέγοντος πρὸς τὸν πεπορνευκότα· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ τί τοῦτο; φησί. Περὶ γὰρ τῶν  ἀδικουμένων  παρ' ἑτέρων  ὁ λόγος  ἦν, οὐ περὶ τῶν  παρὰ τῶν  διδασκάλων διορθουμένων.  Μάλιστα μὲν οὐδὲν τὸ μέσον· τὸ γὰρ ζητούμενον ἦν, εἰ τὸ παθεῖν κακῶς  οὐκ  ἔστιν  ἐπήρεια  τῷ  παθόντι.  Ἀλλ'  ἵνα  καὶ  πρὸς  τὸ  ἐγγύτερον  τοῦ ζητουμένου  ἀγάγω  τὸν  λόγον,  ἀναμνήσθητι  τοῦ ∆αυΐδ, ὃς τὸν  Σεμεῒ τότε  ὁρῶν ἐπικείμενον καὶ ἐναλλόμενον  αὐτοῦ τῇ συμφορᾷ, καὶ μυρίοις αὐτὸν ὀνείδεσι πλύνοντα, βουλομένων ἀνελεῖν τῶν στρατηγῶν, διεκώλυε λέγων· Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης ἐν τῇ ἡμέρᾳ ταύτῃ. Καὶ ἐν τοῖς Ψαλμοῖς δὲ ᾄδων ἔλεγεν· Ἴδε τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ὁ Λάζαρος δὲ διὰ τοῦτο ἀπέλαυσεν ἀνέσεως, ἐπειδὴ μυρία κατὰ τὸν  βίον  τοῦτον  ἔπαθε κακά. Οὐκ ἄρα ἠδίκηνται  οἱ ἀδικηθέντες,  ἐὰν  γενναίως ἐνέγκωσιν ἅπερ πάσχουσιν ἅπαντα, ἀλλὰ καὶ μειζόνως κερδαίνουσιν, ἄν τε παρὰ τοῦ Θεοῦ πλήττωνται,  ἄν τε παρὰ τοῦ διαβόλου μαστίζωνται. Καὶ ποίαν εἶχον ἁμαρτίαν τὰ παιδία, φησὶν, ἵνα ταύτην διαλύσωνται; περὶ μὲν γὰρ τῶν ἐν ἡλικίᾳ γενομένων καὶ πολλὰ πεπλημμεληκότων εἰκότως ἄν τις ταῦτα εἴποι· οἱ δὲ ἄωρον οὕτως ὑπομείναντες  τελευτὴν,  ποῖα ἁμαρτήματα, δι' ὧν  κακῶς  ἔπαθον,  ἀπέθεντο;  Οὐκ ἤκουσάς μου λέγοντος, ὅτι κἂν ἁμαρτήματα μὴ ᾖ, μισθῶν ἀντίδοσις ἐκεῖ γίνεται τοῖς πάσχουσιν ἐνταῦθα κακῶς; Τί τοίνυν  ἐβλάβη τὰ παιδία ἀναιρεθέντα  ἐπὶ ὑποθέσει τοιαύτῃ,  καὶ  πρὸς  τὸν  ἀκύμαντον  ταχέως  ἀπενεχθέντα  λιμένα;  Ὅτι  πολλὰ  καὶ μεγάλα πολλάκις  ἔμελλον, φησὶ, ζήσαντες κατορθοῦν. Ἀλλὰ διὰ τοῦτο οὐ μικρὸν αὐτοῖς  προαποτίθεται  τὸν  μισθὸν, τὸ ἐπὶ  ὑποθέσει τοιαύτῃ  καταλῦσαι  τὸν  βίον. Ἄλλως δὲ οὐδ' ἂν εἴασεν, εἰ μεγάλοι τινὲς ἔμελλον ἔσεσθαι οἱ παῖδες, προαναρπασθῆναι.   Εἰ  γὰρ   τοὺς   ἐν   πονηρίᾳ   μέλλοντας   ζῇν   διηνεκῶς,   μετὰ μακροθυμίας φέρει τοσαύτης, πολλῷ μᾶλλον τούτους οὐκ ἂν εἴασεν οὕτως ἀπενεχθῆναι,  εἰ προῄδει μεγάλα τινὰ  ἀνύσοντας.


γʹ. Καὶ οὗτοι μὲν οἱ παρ' ἡμῶν λόγοι· οὐ μὴν ἅπαντες οὗτοι, ἀλλ' εἰσὶ καὶ τούτων ἀποῤῥητότεροι ἕτεροι, οὓς μετὰ ἀκριβείας οἶδεν ὁ ταῦτα οἰκονομῶν αὐτός. Παραχωρήσαντες τοίνυν αὐτῷ τῆς ἀκριβεστέρας ἐν τούτῳ καταλήψεως, τῶν ἑξῆς ἡμεῖς ἐχώμεθα, καὶ ἐν ταῖς ἑτέρων συμφοραῖς παιδευώμεθα πάντα φέρειν γενναίως.  Καὶ γὰρ οὐ μικρὰ τότε κατέλαβε τὴν Βηθλεὲμ τραγῳδία, τῶν παίδων ἁρπαζομένων ἀπὸ τῆς θηλῆς τῶν μητέρων, καὶ ἐπὶ τὴν ἄδικον ταύτην ἀγομένων σφαγήν. Εἰ δὲ ἔτι μικροψυχεῖς, καὶ ἐλάττων εἶ τῆς ἐπὶ τούτοις φιλοσοφίας, μάθε τοῦ ταῦτα τολμήσαντος τὸ τέλος, καὶ μικρὸν ἀνάπνευσον. Ταχίστη γὰρ αὐτὸν  ὑπὲρ τούτων  κατέλαβε δίκη, καὶ τοῦ μιάσματος τούτου   τὴν   προσήκουσαν  ἐδίδου   τιμωρίαν,   θανάτῳ   χαλεπῷ   καὶ   τοῦ   νῦν τολμηθέντος ἐλεεινοτέρῳ  καταλύων τὸν βίον, καὶ ἕτερα μυρία πάσχων κακὰ, ὅπερ εἴσεσθε τὴν Ἰωσήπου περὶ τούτων  ἱστορίαν ἐπελθόντες·  ἢν, ἵνα μὴ μακρὸν ποιῶμεν   τὸν   λόγον   καὶ   τὴν   συνέχειαν   διακόπτωμεν,   οὐκ   ἀναγκαῖον   εἶναι ἐνομίσαμεν  τοῖς  παροῦσιν ἐνθεῖναι.  Τότε ἐπληρώθη  τὸ  ῥηθὲν  διὰ  Ἱερεμίου  τοῦ προφήτου λέγοντος· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, Ῥαχὴλ κλαίουσα τὰτέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Ἐπειδὴ γὰρ φρίκης ἐνέπλησε τὸν ἀκροατὴν ταῦτα διηγησάμενος, τὴν σφαγὴν τὴν βιαίαν, τὴν ἄδικον, τὴν ὠμοτάτην, τὴν παράνομον,  παραμυθεῖται  πάλιν  αὐτὸν,  λέγων,  ὅτι  οὐκ ἀδυνατοῦντος  τοῦ Θεοῦ κωλῦσαι ταῦτα ἐγίνετο, οὐδὲ ἀγνοοῦντος, ἀλλὰ καὶ προειδότος καὶ προανακηρύττοντος διὰ τοῦ Προφήτου. Μὴ τοίνυν θορυβηθῇς, μηδὲ καταπέσῃς, εἰς τὴν ἀπόῤῥητον αὐτοῦ πρόνοιαν ἀφορῶν, ἣν καὶ δι' ὧν ἐνεργεῖ, καὶ δι' ὧν συγχωρεῖ, μάλιστά ἐστιν ἰδεῖν· ὅπερ οὖν καὶ ἀλλαχοῦ  τοῖς μαθηταῖς διαλεγόμενος  ᾐνίξατο. Ἐπειδὴ γὰρ τὰ δικαστήρια, καὶ τὰς ἀπαγωγὰς, καὶ τοὺς τῆς οἰκουμένης πολέμους, καὶ τὴν  ἄσπονδον μάχην  αὐτοῖς  προανεκήρυττεν,  ἀνέχων  αὐτῶν  τὴν  ψυχὴν  καὶ παραμυθούμενός φησιν· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται  ἐπὶ  τὴν  γῆν  ἄνευ  τοῦ  Πατρὸς ὑμῶν  τοῦ  ἐν  οὐρανοῖς.  Ταῦτα δὲ ἔλεγε, δεικνὺς  ὅτι  οὐδὲν  ἀγνοοῦντος  αὐτοῦ  γίνεται,  ἀλλ' εἰδότος  μὲν  ἅπαντα,  οὐ μὴν πάντα ἐνεργοῦντος Μὴ τοίνυν, φησὶ, ταράττεσθε, μηδὲ θορυβεῖσθε. Ὁ γὰρ εἰδὼς ἃ πάσχετε, καὶ κωλῦσαι δυνάμενος,  εὔδηλον  ὅτι προνοῶν  ὑμῶν  καὶ κηδόμενος  οὐ κωλύει·  ὅπερ  καὶ  ἐπὶ  τῶν  πειρασμῶν  τῶν  ἡμετέρων  ἐννοεῖν   δεῖ·  καὶ  ἱκανὴν ἐντεῦθεν  ληψόμεθα  τὴν  παράκλησιν.  Καὶ τί,  φησὶ,  κοινὸν  τῇ  Ῥαχὴλ  πρὸς  τὴν Βηθλεέμ; ἴσως εἴποι τις ἄν· Ῥαχὴλ γὰρ, φησὶ, κλαίουσα τὰ τέκνα αὐτῆς· Τί δὲ τῇ Ῥαμᾶ πρὸς τὴν Ῥαχήλ; Ἡ Ῥαχὴλ μήτἦν τοῦ Βενιαμὶν, καὶ τελευτήσασαν αὐτὴν εἰς τὸν ἱππόδρομον ἔθαψαν τὸν πλησίον ὄντα τοῦ χωρίου τούτου. Ἐπεὶ οὖν καὶ ὁ τάφος πλησίον, καὶ ὁ κλῆρος τοῦ παιδίου ταύτης ἦν τοῦ Βενιαμίν (ἡ γὰρ Ῥαμᾶ τῆς Βενιαμίτιδος ἦν φυλῆς)· ἀπό τε τοῦ φυλάρχου, ἀπό τε τοῦ τόπου τῆς ταφῆς εἰκότως αὐτῆς τὰ παιδία τὰ σφαγιασθέντα καλεῖ. Εἶτα δεικνὺς  ὅτι ἀνίατον  ἦν τὸ συμβὰν ἕλκος καὶ ὠμὸν, φησίν· Οὐκ ἤθελε παρακληθῆναι,  ὅτι οὐκ εἰσί. Πάλιν κἀντεῦθεν παιδευόμεθα τοῦτο, ὅπερ ἔμπροσθεν ἔλεγον, τὸ μηδέποτε θορυβεῖσθαι, ὅταν τῇ τοῦ Θεοῦ ὑποσχέσει  τὰ  γινόμενα  ἐναντία  ᾗ.  Ἰδοὺ  γοῦν  παραγενομένου  αὐτοῦ  ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, μᾶλλον δὲ ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, οἷα γέγονε τὰ προοίμια. Ἐν φυγῇ μὲν ἡ μήτηρ, συμφοραῖς δὲ ἀνηκέστοις ἡ πατρὶς περιπίπτει, καὶ τολμᾶται φόνος  πάντων  φόνων  ὁ πικρότατος, καὶ θρῆνος καὶ ὀδυρμὸς πολὺς καὶ οἰμωγαὶ πανταχοῦ. Ἀλλὰ μὴ ταραχθῇς· εἴωθε γὰρ ἀεὶ διὰ τῶν ἐναντίων  τὰς οἰκονομίας τὰς ἑαυτοῦ  πληροῦν,   μεγίστην   ἐντεῦθεν   τῆς  αὐτοῦ  δυνάμεως   παρεχόμενος   ἡμῖν ἀπόδειξιν. Οὕτω καὶ τοὺς μαθητὰς ἐνῆγε τοὺς ἑαυτοῦ, καὶ κατορθοῦν πάντα παρεσκεύαζε, διὰ τῶν ἐναντίων τὰ ἐναντία οἰκονομῶν, ἵνα μεῖζον τὸ θαῦμα γένηται. Μαστιζόμενοι γοῦν κἀκεῖνοι, καὶ  ἐλαυνόμενοι, καὶ μυρία πάσχοντες δεινὰ, οὕτω  τῶν  μαστιζόντων   καὶ  ἐλαυνόντων   περιεγένοντο.  Τελευτήσαντος  δὲ  τοῦ Ἡρώδου, ἰδοὺ  ἄγγελος  Κυρίου κατ' ὄναρ φαίνεται  τῷ  Ἰωσὴφ,  λέγων·  Ἐγερθεὶς παράλαβε τὸ παιδίον  καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ. Οὐκέτι φησὶ, Φεῦγε, ἀλλὰ, Πορεύου

. δʹ. Εἶδες πάλιν μετὰ τὸν πειρασμὸν ἄνεσιν; εἶτα μετὰ τὴν ἄνεσιν κίνδυνον  πάλιν; Τῆς μὲν γὰρ ὑπερορίας ἀφείθη, καὶ πρὸς τὴν οἰκείαν ἐπανῆλθε  χώραν, καὶ τὸν φονέα  τῶν  παίδων  σφαγιασθέντα εἶδεν· ἐπιβὰς δὲ τῆς οἰκείας, πάλιν  λείψανα τῶν προτέρων εὑρίσκει κινδύνων,  τὸν υἱὸν τοῦ τυράννου ζῶντα  καὶ  βασιλεύοντα.  Καὶ πῶς  Ἀρχέλαος  ἐβασίλευσε  τῆς  Ἰουδαίας,  Ποντίου Πιλάτου  ἡγεμονεύοντος;  Πρόσφατος ἦν  ἡ  τελευτὴ  γεγενημένη,  καὶ  οὐδέπω  εἰς πολλὰ ἦν διαιρεθεῖσα ἡ βασιλεία· ἀλλ' ὡς ἄρτι καταλύσαντος ἐκείνου, τέως ὁ υἱὸς τὴν ἀρχὴν κατεῖχεν ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ· καὶ γὰρ καὶ τῷ ἀδελφῷ αὐτοῦ τοῦτο ὄνομα ἦν· διὸ προσέθηκεν ὁ Εὐαγγελιστὴς, Ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ. Ἀλλ' εἰ τὴν Ἰουδαίανἐδεδοίκει,  φησὶ, καταλαβεῖν  διὰ τὸν Ἀρχέλαον, ἔδει καὶ τὴν Γαλιλαίαν διὰ τὸν Ἡρώδην φοβηθῆναι. Ἀλλ' εἰ τὸ χωρίον ἤμειψε, τὸ πρᾶγμα συνεσκιάζετο λοιπόν· ἡ γὰρ ὁρμὴ πᾶσα κατὰ τῆς Βηθλεὲμ ἦν καὶ τῶν ὁρίων αὐτῆς. Τῆς τοίνυν  σφαγῆς γενομένης,  ᾤετο λοιπὸν  ὁ παῖς Ἀρχέλαος τέλος ἐσχηκέναι τὸ πᾶν, καὶ ἐν τοῖς πολλοῖς καὶ τὸν ζητούμενον ἀνῃρῆσθαι. Ἄλλως δὲ καὶ τὸν πατέρα οὕτω καταλύσαντα τὸν βίον ἰδὼν, εὐλαβέστερος πρὸς τὸ περαιτέρω προελθεῖν ἐγένετο,  καὶ  ἐπαγωνίσασθαι  τῇ  παρανομίᾳ.  Ἔρχεται  τοίνυν  ὁ  Ἰωσὴφ  εἰς  τὴν Ναζαρὲτ, ὁμοῦ τε τὸν  κίνδυνον  φεύγων,  ὁμοῦ τε ἐμφιλοχωρῶν  τῇ πατρίδι. Ἵνα μᾶλλον θαῤῥῇ, καὶ χρηματισμὸν δέχεται παρὰ τοῦ ἀγγέλου περὶ τούτου. Καὶ μὴν ὁ Λουκᾶς οὔ φησι κατὰ χρηματισμὸν αὐτὸν ἐληλυθέναι  ἐκεῖ, ἀλλ' ὅτι τὸν καθαρμὸν πληρώσαντες πάντα, ὑπέστρεψαν εἰς Ναζαρέτ. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι τὸν χρόνον τὸν πρὸ τῆς καθόδου τῆς εἰς Αἴγυπτον ἱστορῶν ὁ Λουκᾶς ταῦτα λέγει. Οὐδὲ γὰρ ἂν πρὸ τοῦ καθαρμοῦ κατήγαγεν αὐτοὺς ἐκεῖσε, ὥστε μηδὲν γενέσθαι παράνομον, ἀλλ' ἔμεινε καθαρθῆναι καὶ ἐλθεῖν εἰς Ναζαρὲτ, καὶ τότε καταβῆναι εἰς Αἴγυπτον. Εἶτα μετὰ τὸ ἀνελθεῖν  κελεύει αὐτοῖς εἰς τὴν Ναζαρὲτ ἐλθεῖν. Πρὸ δὲ τούτου οὐκ ἦσαν χρηματισθέντες ἐκεῖσε ἐλθεῖν, ἀλλ' ἐμφιλοχωροῦντες  τῇ πατρίδι αὐτομάτως τοῦτο ἐποίουν. Ἐπειδὴ γὰρ δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν  ἀπογραφὴν  ἀνέβησαν, καὶ οὐδὲ στῆναί που εἶχον, πληρώσαντες δι' ὅπερ ἀνῆλθον,  κατέβησαν εἰς Ναζαρέτ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ ἄγγελος αὐτοὺς λοιπὸν ἀναπαύων ἀποδίδωσι τῇ οἰκίᾳ· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ αὐτὸ μετὰ προφητείας· Ἵνα πληρωθῇ γὰρ, φησὶ, τὸ ῥηθὲν ὑπὸ τῶν Προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται. Καὶ ποῖος προφήτης τοῦτο εἶπε; Μὴ περιεργάζου, μηδὲ πολυπραγμόνει. Πολλὰ γὰρ τῶν προφητικῶν ἠφάνισται βιβλίων· καὶ ταῦτα ἐκ τῆς ἱστορίας τῶν Παραλειπομένων ἴδοι τις ἄν. Ῥᾴθυμοι γὰρ ὄντες, καὶ εἰς ἀσέβειαν συνεχῶς ἐμπίπτοντες, τὰ μὲν ἠφίεσαν ἀπόλλυσθαι, τὰ δὲ αὐτοὶ κατέκαιον  καὶ κατέκοπτον.  Καὶ τὸ μὲν Ἱερεμίας διηγεῖται,  τὸ δὲ ὁ τὴν  τετάρτην συντιθεὶς  τῶν  Βασιλειῶν,  λέγων  μετὰ  πολὺν  χρόνον  μόλις  τὸ  ∆ευτερονόμιον εὑρῆσθαι κατορωρυγμένον που καὶ ἠφανισμένον. Εἰ δὲ οὐκ ὄντος βαρβάρου οὕτω τὰ βιβλία  προὔδωκαν,  πολλῷ   μᾶλλον   τῶν   βαρβάρων  ἐπελθόντων.   Ἐπεὶ  ὅτι  γε προεῖπον οἱ Προφῆται, καὶ οἱ ἀπόστολοι πολλαχοῦ Ναζωραῖον καλοῦσι. Τοῦτο οὖν συνεσκίαζε τὴν προφητείαν, φησὶ, τὴν περὶ τῆς Βηθλεέμ; Οὐδαμῶς· ἀλλ' αὐτὸ μὲν οὖν  τοῦτο  μάλιστα  ἐκίνει,   καὶ  πρὸς  τὴν  ἔρευναν   διήγειρε   τῶν   περὶ  αὐτοῦ λεγομένων.  Οὕτω γοῦν καὶ ὁ Ναθαναὴλ πρὸς τὴν ζήτησιν ἔρχεται τὴν περὶ αὐτοῦ λέγων· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ γὰρ ἦν εὐτελὲς τὸ χωρίον· μᾶλλον δὲ οὐ τὸ χωρίον μόνον, ἀλλὰ καὶ ἅπαν τὸ μέρος τῆς Γαλιλαίας. ∆ιὰ τοῦτο ἔλεγον οἱ Φαρισαῖοι· Ἐρώτησον, καὶ ἴδε, ὅτι Προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Ἀλλ' ὅμως αὐτὸς οὐδὲ ἐκεῖθεν ἐπαισχύνεται καλεῖσθαι, δεικνὺς ὅτι οὐδενὸς δεῖται τῶν ἀνθρωπίνων·  καὶ  τοὺς  μαθητὰς  δὲ  ἐκ  τῆς  Γαλιλαίας  ἐκλέγεται·  πανταχοῦ  τὰς σκήψεις περικόπτων τῶν ῥᾳθυμεῖν βουλομένων, καὶ δεικνὺς ὅτι οὐδενὸς ἡμῖν τῶν ἔξωθεν δεῖ, ἐὰν ἀρετὴν ἀσκήσωμεν. ∆ιὰ τοῦτο οὐδὲ οἰκίαν ἐκλέγεται· Ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν  κλίνῃ· καὶ Ἡρώδου ἐπιβουλεύοντος φεύγει,  καὶ ἐν φάτνῃ  τεχθεὶς  ἀνακλίνεται,  καὶ ἐν καταλύματι  μένει, καὶ μητέρα εὐτελῆ λαμβάνει· διδάσκων ἡμᾶς μηδὲν τῶν τοιούτων  αἰσχρὸν εἶναι νομίζειν, καὶ τὸν  ἀνθρώπινον   καταπατῶν  ἐκ  προοιμίων  τῦφον,  καὶ  μόνης  εἶναι  τῆς  ἀρετῆς κελεύων.


 εʹ. Τί γὰρ ἐπὶ πατρίδι μέγα φρονεῖς, ὅταν πάσης τῆς οἰκουμένης ξένον εἶναί σε κελεύω; φησίν· ὅταν ἐξῇ σοι γενέσθαι τοιοῦτον, ὡς τὸν κόσμον ἅπαντα μὴ εἶναί σου ἄξιον; Οὕτω γὰρ ταῦτα εὐκαταφρόνητα, ὡς μηδὲ παρὰ τοῖς φιλοσοφοῦσι τῶν Ἑλλήνων ἀξιοῦσθαι λόγου τινὸς, ἀλλὰ τὰ ἐκτὸς καλεῖσθαι, καὶ τὴν ἐσχάτην χώραν κατέχειν. Καίτοιγε ὁ Παῦλος καταδέχεται, φησὶν, οὕτω λέγων· Κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ, διὰ τοὺς πατέρας. Ἀλλ' εἰπὲ, πότε, καὶ περὶ τίνων, καὶ πρὸς τίνας διαλεγόμενος.  Πρὸς γὰρ  τοὺς  ἐξ ἐθνῶν  μέγα  φυσῶντας  ἐπὶ  τῇ  πίστει, καὶ  τῶν Ἰουδαίων κατεξανισταμένους, καὶ ταύτῃ μειζόνως αὐτοὺς ἀποῤῥηγνύντας· καταστέλλων μὲν ἐκείνων τὸ φύσημα, τούτους δὲ ἐφελκόμενος, καὶ πρὸς τὸν αὐτὸν διεγείρων ζῆλον. Ἐπεὶ ὅταν περὶ τῶν γενναίων  ἐκείνων καὶ μεγάλων ἀνδρῶν λέγῃ ἄκουσον πῶς φησιν· Οἱ δὲ ταῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον,  ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ ἑτέρας κρείττονος  ὀρέγονται. Καὶ πάλιν· Κατὰ πίστιν ἀπέθανον  οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας,  ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Καὶ Ἰωάννης δὲ τοῖς πρὸς αὐτὸν ἐρχομένοις ἔλεγε· Μὴ δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Καὶ ὁ Παῦλος πάλιν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδὲ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ. Τί γὰρ οἱ τοῦ Σαμουὴλ ἀπώναντο  παῖδες, εἰπέ μοι, τῆς εὐγενείας τοῦ πατρὸς, μὴ γενόμενοι τῆς ἀρετῆς τοῦ πατρὸς κληρονόμοι; τί δὲ οἱ τοῦ Μωϋσέως ἐκέρδαναν, μὴ ζηλώσαντες  αὐτοῦ τὴν  ἀκρίβειαν; Οὐκοῦν οὐδὲ διεδέξαντο τὴν ἀρχήν· ἀλλ' αὐτοὶ μὲν αὐτὸν ἐπεγράφοντο πατέρα, ἡ δὲ δημαγωγία πρὸς ἕτερον μετέβαινε, τὸν κατ' ἀρετὴν αὐτοῦ γενόμενον υἱόν. Τί δὲ ὁ Τιμόθεος ἐβλάβη, πατρὸς Ἕλληνος ὤν; τί δ' αὖ πάλιν ὁ τοῦ Νῶε υἱὸς ἐκέρδανεν ἐκ τῆς  τοῦ πατρὸς ἀρετῆς, δοῦλος  ἀντ'  ἐλευθέρου  γενόμενος;  Εἶδες πῶς  οὐκ ἀρκεῖ πατρὸς εὐγένεια τοῖς γεννωμένοις  εἰς προστασίαν; Ἡ γὰρ κακία τῆς προαιρέσεως τοὺς τῆς φύσεως ἐνίκησε νόμους, καὶ οὐ μόνον αὐτὸν τῆς εὐγενείας τῆς πρὸς τὸν γεγεννηκότα,  ἀλλὰ καὶ τῆς ἐλευθερίας ἐξέβαλε. Τί δὲ καὶ Ἡσαῦ, οὐχὶ υἱὸς ἦν τοῦ Ἰσαὰκ, καὶ τὸν γεννήσαντα εἶχε προϊστάμενον αὐτοῦ; Καὶ γὰρ καὶ ὁ πατὴρ ἐσπούδαζε καὶ ἐπεθύμει μετασχεῖν αὐτὸν τῶν εὐλογιῶν, καὶ αὐτὸς ὑπὲρ τούτου τὰ κελευσθέντα πάντα ἐποίει. Ἀλλ' ὅμως ἐπειδὴ σκαιὸς ἦν, οὐδὲν αὐτὸν τούτων ὤνησεν· ἀλλὰ καὶ τῇ φύσει πρῶτος ὢν, καὶ τὸν πατέρα μεθ' ἑαυτοῦ πάντα ὑπὲρ τούτου πράττοντα ἔχων, ἐπειδὴ τὸν Θεὸν οὐκ εἶχε μεθ' ἑαυτοῦ, πάντων ἐξέπεσε. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Υἱοὶ  τοῦ  Θεοῦ  γεγόνασιν   οἱ  Ἰουδαῖοι,  καὶ  οὐδὲν  ἀπὸ  τῆς  εὐγενείας   ταύτης ἐκέρδαναν. Εἰ δὲ υἱὸς τοῦ Θεοῦ τις γενόμενος, ἂν μὴ τῆς εὐγενείας ταύτης ἀρετὴν ἐπιδείξηται ἀξίαν, καὶ κολάζεται μειζόνως, τί μοι προγόνων καὶ πάππων εὐγένειαν προφέρεις εἰς μέσον; Οὐδὲ γὰρ ἐν τῇ Παλαιᾷ μόνον, ἀλλὰ καὶ ἐν τῇ Καινῇ τοῦτο κεκρατηκὸς εὕροι τις ἄν· Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα  Θεοῦ γενέσθαι.  Ἀλλ'  ὅμως  τῶν  τέκνων   τούτων  πολλοὺς  ἔφησε  μηδὲν ὠφελεῖσθαι παρὰ τοῦ πατρὸς ὁ Παῦλος· Ἐὰν γὰρ περιτέμνησθε, φησὶ, Χριστὸς ὑμᾶς οὐδὲν  ὠφελήσει.  Εἰ  δὲ  Χριστὸς οὐδὲν  ὠφελεῖ   τοὺς  μὴ  βουλομένους  ἑαυτοῖς προσέχειν,  πῶς  ἄνθρωπος  προστήσεται; Μὴ τοίνυν  μήτε  ἐπ'  εὐγενείᾳ,  μήτε  ἐπὶ πλούτῳ μέγα φρονῶμεν, ἀλλὰ καὶ καταφρονῶμεν  τῶν οὕτω διακειμένων· μήτε ἐπὶ πενίᾳ καταπίπτωμεν·  ἀλλ' ἐκεῖνον  ζητῶμεν  τὸν πλοῦτον,  τὸν ἐν ἔργοις ἀγαθοῖς· ἐκείνην φεύγωμεν τὴν πενίαν, τὴν ἐν κακίᾳ καθιστῶσαν ἡμᾶς, δι' ἣν καὶ ὁ πλούσιος ἐκεῖνος  πένης  ἦν· διόπερ οὐδὲ σταγόνος ἐγένετο  κύριος, καὶ ταῦτα  πολλὴν  θεὶς ἱκετηρίαν.  Καίτοι τίς  ἂν  οὕτω  γένοιτο  πένης  παρ'  ἡμῖν  [ὡς  καὶ  ὕδατος  πρὸς ἀπόλαυσιν  ἀπορεῖν];  Οὐκ ἔστιν  οὐδείς.  Καὶ γὰρ καὶ  οἱ ἐσχάτῳ  λιμῷ  τηκόμενοι,σταγόνος ἀπολαῦσαι δύνανται· καὶ οὐδὲ σταγόνος μόνης, ἀλλὰ καὶ πολλῷ πλείονος παραμυθίας. Ἀλλ' οὐχ ὁ πλούσιος ἐκεῖνος, ἀλλὰ καὶ μέχρι τούτου πένης ἦν· καὶ τὸ δὴ χαλεπώτερον,  ὅτι οὐδὲ παραμυθήσασθαί ποθεν τὴν πενίαν  ἠδύνατο. Τί τοίνυν περὶ τὰ χρήματα κεχήναμεν, ὅταν εἰς τὸν οὐρανὸν ἡμᾶς μὴ εἰσάγῃ; Εἰπὲ γάρ μοι· εἰ βασιλεύς τις τῶν ἐπὶ γῆς εἶπεν, ὅτι τὸν πλουτοῦντα ἀμήχανον ἐν βασιλείοις λάμψαι, ἢ τιμῆς ἀπολαῦσαί τινος, ἆρα οὐκ ἂν ἅπαντες ἀτιμάσαντες ἐῤῥίψατε τὰ χρήματα; Εἶτα, ἂν μὲν τῆς ἐν τοῖς κάτω βασιλείοις τιμῆς ἡμᾶς ἐκβάλλῃ, εὐκαταφρόνητα ἔσται· τοῦ δὲ τῶν  οὐρανῶν  Βασιλέως καθ' ἑκάστην ἡμέραν βοῶντος  καὶ λέγοντος,  ὅτι δύσκολον μετ' αὐτῶν ἐπιβῆναι τῶν προθύρων ἐκείνων τῶν ἱερῶν, οὐ προησόμεθα πάντα, καὶ ἀποστησόμεθα τῶν ὄντων, ἵνα μετὰ παῤῥησίας εἰς τὴν βασιλείαν εἰσέλθωμεν;   ʹ. Καὶ ποίας ἄξιοι συγγνώμης ἐσμὲν, τὰ ἀποτειχίζοντα τὴν ἐκεῖσε ὁδὸν μετὰ πολλῆς περιβαλλόμενοι  σπουδῆς, καὶ οὐ μόνον ἐν κιβωτίοις, ἀλλὰ καὶ ἐν γῇ κατακρύπτοντες, παρὸν τῇ τῶν οὐρανῶν αὐτὰ παραδοῦναι φυλακῇ; Ὡς νῦν γε τὸ αὐτὸ ποιεῖς, οἷον ἂν εἴ τις γεωργὸς σῖτον λαβὼν ὥστε σπεῖραι λιπαρὰν ἄρουραν, ἀφεὶς  τὴν  ἄρουραν,  εἰς  λάκκον  τὸν  σῖτον  πάντα  κατορύξῃ,  ἵνα  μήτε  αὐτὸς ἀπολαύσῃ, καὶ ὁ σῖτος διαφθαρεὶς ἀπόληται. Ἀλλὰ τίς ὁ πολὺς λόγος αὐτῶν, ὅταν ταῦτα ἐγκαλῶμεν  ἡμεῖς; Οὐ μικράν τίνα  παραμυθίαν, φησὶ, φέρει τὸ εἰδέναι, ὅτι μετὰ ἀσφαλείας ἡμῖν ἀπόκειται ἔνδον ἅπαντα. Τὸ μὴ εἰδέναι μὲν οὖν, ὅτι ἀπόκειται, παραμυθία. Εἰ γὰρ καὶ μὴ λιμὸν δέδοικας, ἀλλ' ἕτερα χαλεπώτερα διὰ τὴν ἀποθήκην ταύτην  δεδοικέναι  ἀνάγκη,  θανάτους,  πολέμους,  ἐπιβουλάς.  Εἰ δὲ  λιμός  ποτε καταλάβοι, πάλιν ὁ δῆμος ὑπὸ τῆς γαστρὸς καταναγκαζόμενος, τὴν δεξιὰν ὁπλίζει κατὰ τῆς σῆς οἰκίας. Μᾶλλον δὲ ὅταν ταῦτα ποιῇς, σὺ καὶ τὸν λιμὸν εἰσάγεις εἰς τὰς πόλεις. καὶ τοῦ λιμοῦ χαλεπώτερον  τουτὶ τὸ βάραθρον τῇ σῇ κατασκευάζεις οἰκίᾳ. Λιμοῦ μὲν γὰρ ἀνάγκῃ οὐκ οἶδά τινας τετελευτηκότας  ταχέως· καὶ γὰρ ἔστι πολλὰ πολλαχόθεν ἐπινοῆσαι πρὸς τὴν τοῦ κακοῦ τούτου παραμυθίαν· διὰ δὲ χρήματα καὶ πλοῦτον  καὶ τὰς τοιαύτας πραγματείας, πολλοὺς ἀνῃρημένους δείκνυμι, τοὺς μὲν λάθρα, τοὺς δὲ δημοσίᾳ. Καὶ πολλῶν μὲν τοιούτων παραδειγμάτων γέμουσιν αἱ ὁδοὶ, πολλῶν δὲ τὰ δικαστήρια καὶ αἱ ἀγοραί. Καὶ τί λέγω τὰς ὁδοὺς καὶ τὰ δικαστήρια καὶ τὰς ἀγοράς; Καὶ γὰρ τὴν θάλατταν αὐτὴν ὄψει τῶν αἱμάτων ἐμπεπλησμένην. Οὐ γὰρ δὴ  γῆς  ἐκράτησεν  ἡ  τυραννὶς   αὕτη,  ἀλλὰ  καὶ  εἰς  τὸ  πέλαγος  μετὰ  πολλῆς εἰσεκώμασε τῆς παροινίας. Καὶ ὁ μὲν πλεῖ διὰ χρυσὸν, ὁ δὲ σφάττεται δι' αὐτὸ τοῦτο πάλιν· καὶ ἡ αὐτὴ τυραννὶς τὸν μὲν ἔμπορον ἐποίησε, τὸν δὲ ἀνδροφόνον. Τί τοίνυν ἀπιστότερον γένοιτ' ἂν τοῦ μαμωνᾶ, ὅταν δι' αὐτὸν  ἀποδημῇ καὶ κινδυνεύῃ  καὶ σφάττηται; Ἀλλὰ Τίς ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ἔδει γὰρ εἰδότας τὴν ὠμὴν τυραννίδα, φεύγειν τὴν δουλείαν, καὶ καταλῦσαι τὸν χαλεπὸν ἔρωτα. Καὶ πῶς, φησὶ,  τοῦτο  δυνατόν;  Ἂν  ἕτερον  εἰσαγάγῃς  ἔρωτα,  τὸν  τῶν  οὐρανῶν.  Ὁ  γὰρ ἐπιθυμῶν  βασιλείας, καταγελάσεται πλεονεξίας· ὁ γενόμενος τοῦ Χριστοῦ δοῦλος, οὐκ ἔστι δοῦλος τοῦ μαμωνᾶ, ἀλλὰ καὶ δεσπότης· τὸν μὲν γὰρ φεύγοντα  διώκειν εἴωθε,   τὸν   δὲ   διώκοντα   φεύγειν.   Οὐχ  οὕτω   τὸν   διώκοντα   τιμᾷ,   ὡς   τὸν καταφρονοῦντα  αὐτοῦ· οὐδενὸς οὕτω καταγελᾷ, ὡς τῶν ἐπιθυμούντων  αὐτοῦ· οὐ καταγελᾷ δὲ μόνον ἀλλὰ καὶ μυρίοις αὐτοὺς περιβάλλει  δεσμοῖς.  Λύσωμεν οὖν ὀψέ ποτε τὰς χαλεπὰς ταύτας σειράς. Τί καταδουλοῖς  τὴν λογικὴν  ψυχὴν  τῇ ἀλόγῳ ὕλῃ, τῇ μητρὶ τῶν μυρίων κακῶν; Ἀλλ' ὢ τοῦ γέλωτος! ἡμεῖς μὲν γὰρ αὐτῷ πολεμοῦμεν λόγοις, αὐτὸς δὲ ἡμῖν πολεμεῖ διὰ τῶν ἔργων, καὶ ἄγει πανταχοῦ  καὶ περιφέρει, καθάπερ ἀργυρωνήτους καὶ μαστιγίας ἀτιμάζων· οὗ τί γένοιτ' ἂν αἰσχρότερόν τε καὶ ἀτιμότερον; Εἰ γὰρ ὑλῶν ἀναισθήτων οὐ περιγινόμεθα, πῶς τῶν ἀσωμάτων περιεσόμεθα δυνάμεων; εἰ γῆς εὐτελοῦς οὐ καταφρονοῦμεν,  καὶ λίθων ἀπεῤῥιμμένων,  πῶς  τὰς  ἀρχὰς  καὶ  τὰς  ἐξουσίας ὑποτάξομεν;  πῶς  σωφροσύνην ἀσκήσομεν; Εἰ γὰρ  ἄργυρος  καταλάμπων   ἡμᾶς  ἐκπλήττει,  πότε  κάλλος  ὄψεως δυνησόμεθα παραδραμεῖν; Καὶ γὰρ οὕτω τινὲς  ἐκδεδομένοι  πρὸς ταύτην  εἰσὶ τὴν τυραννίδα, ὡς καὶ πρὸς αὐτὴν πάσχειν τι τοῦ χρυσίου τὴν ὄψιν, καὶ χαριεντιζόμενοι λέγειν,  ὅτι καὶ ὀφθαλμοὺς  ὠφελεῖ  νόμισμα χρυσοῦν φαινόμενον.  Ἀλλὰ μὴ παῖζε τοιαῦτα, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἀδικεῖ ὀφθαλμοὺς, καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς ψυχῆς, ὡς ἡ τούτων ἐπιθυμία. Οὗτος γοῦν ὁ χαλεπὸς ἔρως τῶν παρθένων ἐκείνων  τὰς λαμπάδας ἔσβεσε, καὶ τοῦ νυμφῶνος  ἐξέβαλεν. Αὕτη ἡ ὄψις, ἡ τοὺς ὀφθαλμοὺς  ὠφελοῦσα, καθὼς ἔφης, τὸν ἄθλιον  Ἰούδαν οὐκ ἀφῆκεν  ἀκοῦσαι τῆς δεσποτικῆς φωνῆς, ἀλλὰ καὶ εἰς βρόχον ἤγαγε, καὶ μέσον λακίσαι ἐποίησε, καὶ μετ' ἐκεῖνα πάντα εἰς γέενναν παρέπεμψε. Τί τοίνυν ταύτης παρανομώτερον γένοιτ' ἄν; τί δὲ φρικωδέστερον; οὐ τῆς ὕλης τῶν χρημάτων λέγω, ἀλλὰ τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου καὶ μανικῆς. Καὶ γὰρ αἱμάτων ἀνθρωπίνων  στάζει, καὶ φόνον βλέπει, καὶ  θηρίου  παντός  ἐστι  χαλεπωτέρα,  κατασπαράττουσα τοὺς  ἐμπεσόντας,  καὶ  ὃ πολλῷ χεῖρόν ἐστιν, οὐδὲ τῶν σπαραγμῶν ἀφίησιν αἰσθάνεσθαι τούτων. ∆έον γὰρ οὕτω τοὺς τὰ τοιαῦτα πάσχοντας, καὶ πρὸς τοὺς παριόντας χεῖρα ἐκτείνειν, καὶ εἰς συμμαχίαν καλεῖν, οἱ δὲ καὶ χάριν ἔχουσι τούτων τῶν ἑλκηθμῶν· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, φύγωμεν τὴν ἀνίατον νόσον, θεραπεύσωμεν αὐτῆς τὰ δήγματα, καὶ μακρὰν ἀποστῶμεν τῆς τοιαύτης λύμης· ἵνα καὶ ἐνταῦθα ἀσφαλῆ καὶ ἀτάραχον ζήσωμεν βίον, καὶ τῶν μελλόντων  ἐπιτύχωμεν θησαυρῶν· [ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν] χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |