ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ιʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ

Κυριακή 30 Οκτωβρίου 2016

Ιʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ




Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

Ιʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰου δαίας, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

αʹ. Ποίαις ἡμέραις ἐκείναις; Οὐδὲ γὰρ τότε, ἡνίκα παῖς ἦν, καὶ εἰς Ναζαρὲτ ἦλθεν,  ἀλλὰ  μετὰ  τριάκοντα  ἔτη  παραγίνεται  ὁ Ἰωάννης,  καθὼς  καὶ  ὁ Λουκᾶς μαρτυρεῖ. Πῶς οὖν  φησιν,  Ἐν ταῖς  ἡμέραις ἐκείναις; Ἔθος ἀεὶ τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ  τρόπῳ· οὐχ  ὅταν  τὰ ἐν  τῷ  ἑξῆς χρόνῳ  συμβαίνοντα   λέγῃ μόνον, ἀλλ' ὅταν καὶ τὰ πολλοῖς ὕστερον ἔτεσιν ἐκβησόμενα. Οὕτω γοῦν καὶ ἡνίκα ἐπὶ τοῦ ὄρους τῶν  Ἐλαιῶν αὐτῷ καθημένῳ  προσῆλθον οἱ μαθηταὶ, καὶ περὶ τῆς παρουσίας αὐτοῦ μαθεῖν ἐζήτουν, καὶ τῆς τῶν Ἱεροσολύμων ἁλώσεως· καίτοιγε ἴστε ὅσον τὸ μέσον ἑκατέρων τῶν καιρῶν. Εἰπὼν γὰρ τὴν κατασκαφὴν τῆς μητροπόλεως, καὶ τὸν  περὶ τούτων  ἀπαρτίσας λόγον,  καὶ μέλλων  εἰς τὸν  περὶ τῆς  συντελείας ἐκβαίνειν, ἐπήγαγε, Τότε καὶ ταῦτα ἔσται· οὐ  συνάγων τοὺς χρόνους τῷ, Τότε, εἰπεῖν, ἀλλ'  ἐκεῖνον  μόνον δηλῶν  τὸν καιρὸν, ἐν ᾧ ταῦτα συμβήσεσθαι ἔμελλεν. Ὅπερ καὶ νῦν ποιεῖ λέγων· Ἐν ταῖς ἡμέραις ἐκείναις.


 Οὐ γὰρ τὰς ἑξῆς δηλῶν τοῦτο τέθεικεν, ἀλλ' ἐκείνας, ἐν αἷς ταῦτα συμβαίνειν ἔμελλεν. ἃ διηγήσασθαι παρεσκευάζετο. Καὶ τίνος ἕνεκεν μετὰ τριάκοντα ἔτη, φησὶν, ἐπὶ τὸ βάπτισμα ἦλθεν ὁ Ἰησοῦς; Λύειν τὸν νόμον ἔμελλε μετὰ τὸ βάπτισμα τοῦτο λοιπόν· διὰ τοῦτο μέχρι ταύτης  τῆς  ἡλικίας  τῆς  πάντα  δεχομένης  τὰ  ἁμαρτήματα,  μένει  αὐτὸν  πληρῶν ἅπαντα, ἵνα μηδεὶς λέγῃ, ὅτι διὰ τὸ μὴ δύνασθαι αὐτὸν πληρῶσαι ἔλυσεν. Οὐδὲ γὰρ ἀεὶ πάντα ἡμῖν ἐπιτίθεται τὰ πάθη· ἀλλ' ἐν μὲν τῇ πρώτῃ ἡλικίᾳ πολὺ τὸ ἀνόητον καὶ μικρόψυχον, ἐν δὲ τῇ μετ' ἐκείνην σφοδροτέρα ἡ ἡδονὴ, καὶ μετὰ ταύτην πάλιν ἡ τῶν  χρημάτων  ἐπιθυμία. ∆ιὰ τοῦτο πᾶσαν τὴν ἡλικίαν  ἀναμείνας,  καὶ διὰ πάσης πληρώσας αὐτὸν, οὕτως ἐπὶ τὸ βάπτισμα ἔρχεται, ὕστερον αὐτὸ ἐπιτιθεὶς  τῇ τῶν ἄλλων  ἐντολῶν  ἐκπληρώσει.  Ὅτι γὰρ τοῦτο  ἔσχατον  ἦν  αὐτῷ  κατόρθωμα  τῶν νομίμων,   ἄκουσον  τί   φησιν·  Οὕτω  γὰρ  πρέπον   ἡμῖν   ἐστι  πληρῶσαι  πᾶσαν δικαιοσύνην.  Ὃ δὲ λέγει,  τοιοῦτόν  ἐστι· πάντα  ἠνύσαμεν  τὰ νομικὰ,  οὐδὲ μίαν παρέβημεν ἐντολήν. Ἐπεὶ οὖν τοῦτο περιλείπεται μόνον, δεῖ καὶ τοῦτο προσθεῖναι, καὶ  οὕτω  πᾶσαν  πληρώσομεν  τὴν  δικαιοσύνην.  ∆ικαιοσύνην  γὰρ  ἐνταῦθα  τὴν ἐκπλήρωσιν καλεῖ τῶν ἐντολῶν  ἁπασῶν. Ἀλλ' ὅτι μὲν ὁ Χριστὸς διὰ τοῦτο ἐπὶ τὸ βάπτισμα ἦλθε,  δῆλον  ἐκ τούτου.  Τίνος δὲ ἕνεκεν  τὸ βάπτισμα αὐτῷ  ἐπενοήθη τοῦτο; Ὅτι μὲν γὰρ οὐκ οἴκοθεν ὁ Ζαχαρίου παῖς, ἀλλὰ τοῦ Θεοῦ κινήσαντος αὐτὸν, ἐπὶ τοῦτο ἦλθε, καὶ ὁ Λουκᾶς αὐτὸ δηλοῖ λέγων, Ῥῆμα Κυρίου ἐγένετο ἐπ' αὐτὸν, τουτέστι, πρόσταγμα. Καὶ αὐτὸς  δέ φησιν· Ὁ ἀποστείλας  με βαπτίζειν  ἐν  ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων  ἐν Πνεύματι ἁγίῳ. Τίνος οὖν ἕνεκεν  ἐπέμφθη βαπτίζειν; Πάλιν καὶ τοῦτο ὁ Βαπτιστὴς δῆλον ἡμῖν ποιεῖ, λέγων, ὅτι Ἐγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ἵνα φανῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐν ὕδατι βαπτίζων. Καὶ εἰ αὕτη μόνη ἡ αἰτία, πῶς φησιν ὁ Λουκᾶς, ὅτι Ἦλθεν εἰς τὴν περίχωρον  τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας  εἰς ἄφεσιν  ἁμαρτιῶν; Καίτοιγε οὐκ εἶχεν  ἄφεσιν, ἀλλὰ  τοῦτο  τὸ δῶρον  τοῦ  μετὰ ταῦτα  δοθέντος  βαπτίσματος  ἦν· ἐν  τούτῳ  γὰρ συνετάφημεν,  καὶ  ὁ παλαιὸς  ἡμῶν  ἄνθρωπος  τότε  συνεσταυρώθη, καὶ  πρὸ τοῦ σταυροῦ οὐδαμοῦ φαίνεται  ἄφεσις  οὖσα· πανταχοῦ  γὰρ  τῷ  αἵματι  αὐτοῦ  τοῦτο λογίζεται. Καὶ ὁ Παῦλος δέ φησιν· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, οὐ διὰ τοῦ βαπτίσματος Ἰωάννου, ἀλλ' Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Καὶ ἀλλαχοῦ δέ φησιν· Ἰωάννης μὲν ἐκήρυξε βάπτισμα μετανοίας· καὶ οὐ λέγει, Ἀφέσεως· Ἵνα πιστεύσωσιν εἰς τὸν ἐρχόμενον μετ' αὐτόν. Οὔπω γὰρ τῆς θυσίας προσενηνεγμένης, οὐδὲ τοῦ πνεύματος καταβάντος, οὐδὲ τῆς ἁμαρτίας λυθείσης, οὐδὲ τῆς ἔχθρας ἀνῃρημένης, οὐδὲ τῆς κατάρας ἀφανισθείσης, πῶς ἔμελλεν ἄφεσις γίνεσθαι;


βʹ. Τί οὖν ἐστι τὸ, Εἰς ἄφεσιν ἁμαρτιῶν; Ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι, καὶ τῶν  οἰκείων  οὐδέποτε ᾐσθάνοντο ἁμαρτημάτων, ἀλλὰ τοῖς ἐσχάτοις  ὄντες  ὑπεύθυνοι   κακοῖς,  ἐδικαίουν   ἑαυτοὺς  πανταχοῦ·  ὅπερ  αὐτοὺς μάλιστα ἀπώλεσε, καὶ τῆς πίστεως ἀπήγαγε.  Τοῦτο γοῦν  καὶ ὁ Παῦλος ἐγκαλῶν αὐτοῖς ἔλεγεν, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Καὶ πάλιν· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη,  τὰ  μὴ  διώκοντα  δικαιοσύνην,   κατέλαβε  δικαιοσύνην·  Ἰσραὴλ  δὲ διώκων  νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. ∆ιατί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων. Ἐπεὶ οὖν τοῦτο ἦν τὸ αἴτιον τῶν κακῶν, παραγίνεται ὁ Ἰωάννης,   οὐδὲν   ἕτερον   ποιῶν,   ἢ   εἰς   ἔννοιαν   αὐτοὺς   ἄγων   τῶν   οἰκείων ἁμαρτημάτων.  Τοῦτο γοῦν  καὶ τὸ σχῆμα αὐτοῦ ἐδήλου, μετανοίας  καὶ ἐξομολογήσεως ὄν. Τοῦτο καὶ τὸ κήρυγμα ἐδείκνυ· οὐδὲν γὰρ ἄλλο ἔλεγεν, ἀλλ' ὅτι, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ἐπεὶ οὖν τὸ μὴ καταγινώσκειν τῶν οἰκείων ἁμαρτημάτων, ὡς καὶ Παῦλος ἐδήλωσεν, ἀποσκιρτᾷν αὐτοὺς ἐποίει τοῦ Χριστοῦ· τὸ δὲ εἰς ἔννοιαν ἔρχεσθαι, εἰς ἐπιθυμίαν καθίστη τοῦ τὸν λυτρωτὴν ἐπιζητεῖν καὶ τῆς ἀφέσεως  ἐπιθυμεῖν·   τοῦτο  ἦλθε  κατασκευάζων  Ἰωάννης,   καὶ  πείθων   αὐτοὺς μετανοεῖν· οὐχ ἵνα κολασθῶσιν, ἀλλ' ἵνα τῇ μετανοίᾳ γενόμενοι ταπεινότεροι, καὶ καταγνόντες  ἑαυτῶν,  εἰς  τὸ λαβεῖν  τὴν  ἄφεσιν  δράμωσιν. Ὅρα γοῦν  πῶς  αὐτὸ τέθεικεν ἀκριβῶς. Εἰπὼν γὰρ ὅτι, Ἦλθε κηρύσσων βάπτισμα μετανοίας ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, ἐπήγαγεν, Εἰς ἄφεσιν· ὡσανεὶ ἔλεγε· διὰ τοῦτο αὐτοὺς ἔπειθεν ὁμολογεῖν  καὶ  μετανοεῖν  ἐπὶ  τοῖς  ἁμαρτήμασιν, οὐχ  ἵνα  κολασθῶσιν,  ἀλλ'  ἵνα εὐκολώτερον τὴν μετὰ ταῦτα ἄφεσιν δέξωνται. Εἰ μὴ γὰρ κατέγνωσαν ἑαυτῶν, οὐκ ἂν οὐδὲ τὴν  χάριν  ᾔτησαν· μὴ ζητοῦντες  δὲ, οὐκ ἂν τῆς ἀφέσεως ἔτυχον.  Ὥστε τούτῳ ἐκεῖνο προωδοποίει τὸ βάπτισμα· διὸ καὶ ἔλεγεν, Ἵνα πιστεύσωσιν εἰς τὸν ἐρχόμενον  μετ' αὐτὸν,  μετὰ τῆς  εἰρημένης  καὶ ταύτην  ἑτέραν  αἰτίαν  τιθεὶς  τοῦ βαπτίσματος. Οὐδὲ γὰρ ἴσον ἦν περιϊέναι τὰς οἰκίας, καὶ περιάγειν τὸν Χριστὸν τῆς χειρὸς λαβόμενον, καὶ λέγειν, Εἰς τοῦτον πιστεύσατε· καὶ πάντων  παραγινομένων καὶ ὁρώντων  τὴν μακαρίαν ἐκείνην ἐνεχθῆναι  φωνὴν,  καὶ τὰ ἄλλα ἐπιτελεσθῆναι ἅπαντα. ∆ιὰ τοῦτο ἔρχεται ἐπὶ τὸ βάπτισμα. Καὶ γὰρ καὶ ἡ τοῦ βαπτίζοντος ὑπόληψις, καὶ ἡ τοῦ πράγματος  ὑπόθεσις, πᾶσαν τὴν  πόλιν  εἷλκε, καὶ πρὸς τὸν  Ἰορδάνην ἐκάλει,   καὶ   θέατρον   ἐγένετο   μέγα.   ∆ιὰ  τοῦτο   αὐτοὺς   καὶ   παραγενομένους καταστέλλει, καὶ πείθει μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, δεικνὺς τῶν ἐσχάτων ὄντας ὑπευθύνους κακῶν, εἰ μὴ μετανοήσαιεν, καὶ τοὺς προγόνους ἀφέντες, καὶ τὸ ἐπ' ἐκείνοις ἀγάλλεσθαι, δέξαιντο τὸν παραγινόμενον. Καὶ γὰρ συνεσκίαστο τὰ κατὰ σὸν  Χριστὸν  τέως,  καὶ  ἐδόκει  τεθνάναι   παρὰ  πολλοῖς   διὰ  τὴν  εἰς  Βηθλεὲμ γεγενημένην  σφαγήν. Εἰ γὰρ καὶ δώδεκα ἐτῶν γενόμενος ἐξέφηνεν  ἑαυτὸν, ἀλλὰ ταχέως  καὶ  συνεσκίασε πάλιν·  διὰ  δὴ  τοῦτο  λαμπρῶν  ἔδει  τῶν  προοιμίων  καὶ ὑψηλοτέρας ἀρχῆς. ∆ιὸ καὶ πρῶτον τότε ἃ μηδέποτε ἤκουσαν Ἰουδαῖοι, μήτε παρὰ προφητῶν,  μήτε παρ' ἄλλων  τινῶν,  ἀνακηρύττει  λαμπρᾷ τῇ φωνῇ, τῶν οὐρανῶν καὶ τῆς ἐκεῖ βασιλείας μεμνημένος, οὐδὲν περὶ τῆς γῆς λέγων λοιπόν. Βασιλείαν δὲ ἐνταῦθα τὴν παρουσίαν αὐτοῦ τὴν προτέραν καὶ τὴν ἐσχάτην φησί. Καὶ τί τοῦτο πρὸς Ἰουδαίους; φησίν· οὐδὲ γὰρ ἴσασι τί λέγεις. ∆ιὰ γὰρ τοῦτο οὕτω λέγω, φησὶν, ἵνα ὑπὸ τῆς ἀσαφείας τῶν  λεγομένων  διεγειρόμενοι, ἔλθωσιν  εἰς τὸ ζητῆσαι τὸν κηρυττόμενον. Οὕτω γοῦν αὐτοὺς ἐπῆρε ταῖς χρησταῖς ἐλπίσι παραγενομένους, ὡς καὶ τελώνας καὶ στρατιώτας πολλοὺς ἐρωτᾷν, τί δεῖ πράττειν, καὶ πῶς τὸν ἑαυτῶν βίον   οἰκονομεῖν·   ὅπερ   ἦν   σημεῖον   τοῦ   τῶν   βιωτικῶν   λοιπὸν   ἀπηλλάχθαι πραγμάτων, καὶ πρὸς ἕτερα μείζονα ὁρᾷν, καὶ τὰ μέλλοντα  ὀνειροπολεῖν. Καὶ γὰρ ἅπαντα αὐτοὺς καὶ τὰ ὁρώμενα καὶ τὰ λεγόμενα εἰς ὑψηλὸν ἦγε φρόνημα.


γʹ. Ἐννόησον γοῦν ἡλίκον ἦν ἰδεῖν ἄνθρωπον  μετὰ τριάκοντα ἔτη καταβαίνοντα  ἀπὸ τῆς ἐρήμου, ἀρχιερέως υἱὸν γενόμενον,  μηδὲν δεηθέντα τῶν ἀνθρωπίνων πώποτε, καὶ πάντοθεν ὄντα αἰδέσιμον, καὶ τὸν Ἡσαΐαν ἔχοντα μεθ' ἑαυτοῦ. Παρῆν γὰρ καὶ οὗτος αὐτὸν  ἀνακηρύττων  καὶ λέγων·  Οὗτός ἐστιν ὃν παρέσεσθαι ἔφην βοῶντα, καὶ κατὰ τὴν ἔρημον λαμπρᾷ τῇ φωνῇ  κηρύττοντα ἅπαντα. Τοσαύτη γὰρ σπουδὴ τοῖς Προφήταις περὶ τούτων ἐγένετο τῶν πραγμάτων, ὡς μὴ τὸν ∆εσπότην τὸν ἑαυτῶν μόνον, ἀλλὰ καὶ τὸν μέλλοντα αὐτῷ διακονεῖσθαι ἐκ πολλοῦ προανακηρύττειν τοῦ χρόνου· καὶ μὴ μόνον αὐτὸν λέγειν, ἀλλὰ καὶ τὸν τόπον, ἐν ᾧ διατρίβειν ἔμελλε, καὶ τὸν τοῦ κηρύγματος τρόπον, ὃν διδάξαι παραγενόμενος εἶχε, καὶ τὸ ἀπ' αὐτοῦ συμβαῖνον κατόρθωμα. Ὅρα γοῦν πῶς ἐπ' αὐτῶν  ἔρχονται  τῶν νοημάτων, εἰ καὶ μὴ ἐπ' αὐτῶν τῶν ῥημάτων, ὅ τε Προφήτης καὶ ὁ Βαπτιστής. Ὁ μὲν γὰρ Προφήτης φησὶν, ὅτι παρέσται λέγων·  Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ παραγενόμενος ἔλεγε· Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ὅπερ ἴσον ἐστὶ τῷ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Ὁρᾷς ὅτι καὶ δι' ὧν ὁ Προφήτης εἶπε, καὶ δι' ὧν αὐτὸς ἐκήρυττεν, ἓν τοῦτο δηλοῦται μόνον, ὅτι προοδοποιῶν παρεγένετο καὶ προετοιμάζων, οὐ τὴν δωρεὰν χαριζόμενος, ὅπερ ἦν ἡ ἄφεσις, ἀλλὰ προπαρασκευάζων τὰς ψυχὰς τῶν μελλόντων  δέχεσθαι τὸν τῶν ὅλων Θεόν; Ὁ δὲ Λουκᾶς καὶ πλέον τί φησιν· οὐ γὰρ τὸ προοίμιον εἰπὼν ἀπηλλάγη, ἀλλὰ καὶ πᾶσαν τίθησι τὴν προφητείαν. Πᾶσα γὰρ φάραγξ, φησὶ, πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ. Εἶδες πῶς προλαβὼν ὁ Προφήτης πάντα εἶπε, καὶ τὴν τοῦ δήμου συνδρομὴν, καὶ τὴν τῶν πραγμάτων ἐπὶ τὸ βέλτιον   μεταβολὴν,  καὶ  τὴν  τοῦ  κηρύγματος  εὐκολίαν,  καὶ  τὴν  αἰτίαν   τῶν γινομένων  ἁπάντων, εἰ καὶ τροπικώτερον ταῦτα τέθεικε; Καὶ γὰρ ἦν προφητεία τὸ λεγόμενον. Ὅταν γὰρ εἴπῃ, Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσονται αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ τοὺς ταπεινοὺς ὑψουμένους δείκνυσι, καὶ τοὺς ἀπονενοημένους ταπεινουμένους, καὶ τὴν τοῦ νόμου δυσκολίαν εἰς εὐκολίαν  πίστεως μεταβαλλομένην.  Οὐκέτι γὰρ ἱδρῶτες καὶ πόνοι, φησὶν, ἀλλὰ χάρις καὶ συγχώρησις ἁμαρτημάτων, πολλὴν παρέχουσα τῆς σωτηρίας τὴν  εὐκολίαν.  Εἶτα τὸ  τούτων  αἴτιον  τίθησι  λέγων,  ὅτι  Ὄψεται  πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ· οὐκέτι Ἰουδαῖοι καὶ προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα γῆ καὶ θάλαττα, καὶ ὅλη τῶν ἀνθρώπων ἡ φύσις. ∆ιὰ γὰρ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον  βίον ᾐνίξατο, τελώνας, καὶ πόρνας, καὶ λῃστὰς, καὶ μάγους, οἵτινες ὄντες  διεστραμμένοι πρότερον, τὴν  ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν καὶ αὐτὸς ἔλεγεν, ὅτι Τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ὅτι ἐπίστευσαν. Καὶ δι' ἑτέρων  δὲ ἐδήλωσε ῥημάτων  ὁ Προφήτης πάλιν  τὸ αὐτὸ τοῦτο, οὕτω λέγων· Τότε λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται. Ὥσπερ γὰρ ἐνταῦθα διὰ τῶν  βουνῶν  καὶ φαράγγων  τὸ ἀνώμαλον  ἦθος εἰς μίαν φιλοσοφίας  ἰσότητα κιρνᾶσθαι ἔφησεν· οὕτω καὶ ἐκεῖ τοῖς τῶν ἀλόγων ἤθεσι τοὺς διαφόρους τῶν ἀνθρώπων  ἐμφαίνων  τρόπους, πάλιν εἰς μίαν αὐτοὺς εὐσεβείας  συμφωνίαν συνάπτεσθαι ἔλεγε· καὶ ἐκεῖ πάλιν  τὴν  αἰτίαν  τιθείς.  Αὕτη δέ ἐστιν· Ἔσται γὰρ, φησὶν,  ὁ  ἀνιστάμενος  ἄρχειν  ἐθνῶν,  ἐπ'  αὐτῷ  ἔθνη  ἐλπιοῦσιν.  Ὅπερ οὖν  καὶ ἐνταῦθα ἔλεγεν, ὅτι Ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ· πανταχοῦ δηλῶν ὅτι πρὸς τὰ πέρατα τῆς οἰκουμένης χυθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληρότητος γνώμης εἰς ἡμερότητα πολλὴν καὶ ἁπαλότητα  μεταβάλλουσα τῶν  ἀνθρώπων  τὸ γένος. Αὐτὸς δὲ ὁ Ἰωάννης  εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Εἶδες πῶς τὰ μὲν οἱ Προφῆται προεῖπον, τὰ δὲ τοῖς Εὐαγγελισταῖς κατέλιπον; ∆ιόπερ καὶ ὁ Ματθαῖος καὶ τὰς προφητείας τίθησι, καὶ τὰ παρ' ἑαυτοῦ προστίθησιν· οὐδὲ τοῦτο πάρεργον ἡγούμενος εἶναι, τὸ περὶ τῆς στολῆς εἰπεῖν τοῦ δικαίου.


 δʹ. Καὶ γὰρ ἦν θαυμαστὸν καὶ παράδοξον ἐν ἀνθρωπίνῳ σώματι τοσαύτην καρτερίαν ἰδεῖν· ὃ δὴ καὶ τοὺς Ἰουδαίους μᾶλλον ἐφείλκετο,  τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέποντας, καὶ πρὸς τὴν τοῦ μακαρίου μνήμην ἐκείνου παραπεμπομένους ἐκ τῶν ὁρωμένων τότε· μᾶλλον δὲ καὶ πρὸς πλείονα ἔκπληξιν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν πόλεσι καὶ ἐν οἰκίαις ἐτρέφετο, οὗτος δὲ δι' ὅλου τὴν ἔρημον ᾤκησεν ἐκ σπαργάνων αὐτῶν. Ἔδει γὰρ τὸν πρόδρομον τοῦ μέλλοντος τὰ παλαιὰ λύειν ἅπαντα· οἷον, τὸν πόνον, τὴν κατάραν, τὴν λύπην,  τὸν ἱδρῶτα· ἔχειν  τινὰ  καὶ αὐτὸν  σύμβολα τῆς τοιαύτης  δωρεᾶς, καὶ ἀνωτέρω  γενέσθαι  λοιπὸν  τῆς  καταδίκης  ἐκείνης.  Οὔτε γοῦν  γῆν  ἤροσεν, οὔτε αὔλακα ἔτεμεν, οὐχ ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἔφαγεν, ἀλλ' ἦν ἐσχεδιασμένη αὐτῷ ἡ τράπεζα, καὶ εὐκολωτέρα τῆς τραπέζης ἡ περιβολὴ, καὶ ἀπραγμονεστέρα τῆς περιβολῆς ἡ οἴκησις. Οὔτε γὰρ στέγης, οὔτε κλίνης, οὐ τραπέζης, οὔτε ἄλλου τινὸς τούτων ἐδεήθη, ἀλλ' ἀγγελικόν τινα βίον ἐν τῇ σαρκὶ ταύτῃ ἐπεδείκνυτο. ∆ιὰ τοῦτο καὶ τρίχινον  ἱμάτιον  αὐτῷ ἦν, ἵνα διὰ τοῦ σχήματος παιδεύσῃ τῶν  ἀνθρωπίνων ἀφίστασθαι,  καὶ  μηδὲν  κοινὸν   ἔχειν   πρὸς  τὴν   γῆν,  ἀλλ'  ἐπὶ  τὴν   προτέραν ἐπανατρέχειν  εὐγένειαν, ἐν ᾗ ἦν πρὶν ἢ δεηθῆναι ἱματίων  καὶ περιβολῆς ὁ Ἀδάμ. Οὕτω καὶ βασιλείας καὶ μετανοίας εἶχε σύμβολα τὸ σχῆμα ἐκεῖνο. Καὶ μή μοι λέγε· Πόθεν αὐτῷ τρίχινον  ἱμάτιον καὶ ζώνη, τὴν ἔρημον οἰκοῦντι; Εἰ γὰρ τοῦτο μέλλοις διαπορεῖν, καὶ ἕτερα πλείονα  ζητήσεις· πῶς ἐν τοῖς χειμῶσι, πῶς ἐν τοῖς καύμασι διέτριβεν  ἐπὶ  τῆς  ἐρημίας,  καὶ  ταῦτα  ἐν  ἁπαλῷ  σώματι  καὶ  ἀώρῳ  ἡλικίᾳ;  πῶς ἤρκεσεν ἡ τῆς παιδικῆς σαρκὸς φύσις ἀνωμαλίᾳ ἀέρων τοσαύτῃ, καὶ τραπέζῃ οὕτως ἐξηλλαγμένῃ,  καὶ τῇ ἄλλῃ τῇ ἀπὸ τῆς ἐρημίας ταλαιπωρίᾳ; Ποῦ νῦν εἰσιν οἱ τῶν Ἑλλήνων φιλόσοφοι, οἳ εἰκῆ καὶ μάτην τὴν κυνικὴν ἀναισχυντίαν ἐζήλωσαν (τί γὰρ ὄφελος  τοῦ  κατακλείεσθαι  ἐν  πίθῳ,  καὶ  τοιαῦτα  ἀσελγαίνειν  ὕστερον;) οἳ  καὶ δακτυλίους, καὶ φιάλας, καὶ θεράποντας, καὶ θεραπαινίδας, καὶ πολλὴν ἄλλην περιεβάλλοντο φαντασίαν, εἰς ἑκατέραν ἀμετρίαν ἐκπίπτοντες; Ἀλλ' οὐχ οὗτος τοιοῦτος· ἀλλ' ὥσπερ τὸν οὐρανὸν τὴν ἔρημον ᾤκησε, πᾶσαν ἀκριβῆ φιλοσοφίαν ἐπιδεικνύμενος·  κἀκεῖθεν  ὡς ἄγγελός  τις ἐξ οὐρανῶν  εἰς τὰς πόλεις  κατέβαινεν, ἀθλητὴς εὐσεβείας ὢν, καὶ τῆς οἰκουμένης στεφανίτης, καὶ φιλόσοφος τῆς τῶν οὐρανῶν ἀξίας φιλοσοφίας. Καὶ ταῦτα ἦν, οὔπω τῆς ἁμαρτίας λυθείσης, οὔπω τοῦ νόμου παυσαμένου, οὔπω  τοῦ θανάτου  δεθέντος,  οὔπω  τῶν  χαλκῶν  πυλῶν κατακλασθεισῶν, ἀλλ' ἔτι τῆς παλαιᾶς κρατούσης πολιτείας. Τοιοῦτόν ἐστι γενναία ψυχὴ  καὶ διεγηγερμένη·  καὶ γὰρ πανταχοῦ  προπηδᾷ, καὶ τὰ κείμενα  ὑπερβαίνει σκάμματα· καθάπερ  καὶ  ὁ Παῦλος ἐπὶ  τῆς  καινῆς  ἐποίει  πολιτείας.  Ἀλλὰ  τίνος ἕνεκεν, φησὶ, καὶ ζώνῃ μετὰ τοῦ ἱματίου ἐχρήσατο; Ἔθος τοῦτο τοῖς παλαιοῖς ἦν, πρὶν εἰς τὸ μαλακὸν τοῦτο καὶ διαῤῥέον ἐξελθεῖν σχῆμα. Οὕτω γοῦν καὶ ὁ Πέτρος φαίνεται ἐζωσμένος, καὶ ὁ Παῦλος· Τὸν γὰρ ἄνδρα, φησὶν, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ ὁ Ἠλίας δὲ οὕτως ἦν ἐσταλμένος, καὶ τῶν  Ἁγίων  ἕκαστος, διὰ τὸ εἶναι  ἐν ἔργῳ διηνεκῶς,  ἤτοι ὁδοιπορίαις, ἤτοι περὶ ἕτερόν τι τῶν  ἀναγκαίων  πονουμένους  καὶ σπουδάζοντας· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ καλλωπισμὸν ἅπαντα καταπατεῖν, καὶ σκληραγωγίαν ἅπασαν μελετᾷν· ὅπερ οὖν καὶ αὐτὸ μέγιστον ἀρετῆς ἐγκώμιον  εἶναί  φησιν  ὁ Χριστὸς, οὕτω  λέγων·  Τί ἐξήλθετε  ἰδεῖν;  ἄνθρωπον  ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.


εʹ. Εἰ δὲ ἐκεῖνος ὁ καθαρὸς οὕτω καὶ τοῦ οὐρανοῦ λαμπρότερος ὢν, καὶ ὑπὲρ Προφήτας πάντας,  καὶ οὗ μείζων  οὐδεὶς  ἐγένετο,  καὶ παῤῥησίαν ἔχων τοσαύτην, οὕτως  ἑαυτὸν  ἐσκληραγώγει,  τὴν  μὲν  διαῤῥέουσαν τρυφὴν  ἀτιμάζων μετὰ πολλῆς  τῆς περιουσίας, ἐπὶ δὲ τὸν σκληρὸν τοῦτον  ἑαυτὸν ἄγων  βίον, τίνα ἕξομεν ἀπολογίαν οἱ μετὰ τοσαύτην εὐεργεσίαν καὶ τὰ μυρία φορτία τῶν ἁμαρτημάτων  μηδὲ τὸ πολλοστὸν  μέρος τῆς  ἐξομολογήσεως  ἐπιδεικνύμενοι  τῆς ἐκείνου, ἀλλὰ μεθύοντες καὶ γαστριζόμενοι καὶ μύρων ὄζοντες, καὶ τῶν ἐν τῇ σκηνῇ πορνευομένων γυναικῶν οὐδὲν ἄμεινον διακείμενοι, καὶ πανταχόθεν ἑαυτοὺς καταμαλακίζοντες, καὶ εὐχειρώτους τῷ διαβόλῳ ποιοῦντες. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία, καὶ Ἱεροσόλυμα, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ὁρᾷς πόσον ἴσχυσεν ἡ  παρουσία τοῦ  Προφήτου; πῶς  πάντα  τὸν  δῆμον  ἀνεπτέρωσε;  πῶς  αὐτοὺς  εἰς ἔννοιαν  ἤγαγε  τῶν  οἰκείων  ἁμαρτημάτων; Καὶ γὰρ ἦν θαύματος  ἄξιον, ἰδεῖν  ἐν ἀνθρωπίνῳ  σχήματι τοιαῦτα  ἐπιδεικνύμενον  αὐτὸν,  καὶ τοσαύτῃ κεχρημένον  τῇ παῤῥησίᾳ, καὶ πάντων ὡς παίδων κατεξανιστάμενον, καὶ πολλὴν ἀπὸ τοῦ προσώπου τὴν χάριν ἔχοντα ἀπολάμπουσαν. Συνετέλει δὲ εἰς ἔκπληξιν καὶ τὸ διὰ πολλοῦ τοῦ χρόνου προφήτην  φανῆναι·  καὶ γὰρ ἐπέλιπεν  αὐτοὺς τὸ χάρισμα, καὶ διὰ μακροῦ πρὸς αὐτοὺς  ἐπανῆλθε  τοῦ  χρόνου.  Καὶ ὁ τοῦ  κηρύγματος  δὲ τρόπος ξένος  καὶ παρηλλαγμένος.  Οὐδὲν γὰρ τῶν  συνήθων  ἤκουον, οἷον, πολέμους καὶ μάχας καὶ νίκας τὰς κάτω, καὶ λιμοὺς καὶ λοιμοὺς, καὶ Βαβυλωνίους καὶ Πέρσας, καὶ πόλεως ἅλωσιν, καὶ τὰ ἄλλα τὰ συνήθη· ἀλλ' οὐρανοὺς καὶ τὴν ἐκεῖ βασιλείαν, καὶ τὴν ἐν τῇ γεέννῃ  κόλασιν. ∆ιά τοι τοῦτο καὶ τῶν  κατὰ τὴν ἔρημον ἀποστατῶν  σφαγέντων ἁπάντων  οὐ πρὸ πολλοῦ  τοῦ χρόνου, τῶν  μετὰ Ἰούδα καὶ Θευδᾶ, οὐκ ἐγένοντο ὀκνηρότεροι πρὸς τὴν ἔξοδον τὴν ἐκεῖσε. Οὐδὲ γὰρ ἐπὶ τοῖς αὐτοῖς αὐτοὺς ἐκάλει· οἷον, ἐπὶ τυραννίδι  καὶ ἀποστασίᾳ καὶ νεωτεροποιίᾳ·  ἀλλ'  ὥστε πρὸς τὴν ἄνω χειραγωγῆσαι βασιλείαν. ∆ιόπερ οὐδὲ κατεῖχεν ἐν τῇ ἐρήμῳ μεθ' ἑαυτοῦ περιφέρων, ἀλλὰ βαπτίζων, καὶ τοὺς περὶ φιλοσοφίας παιδεύων λόγους, ἀπέλυε· διὰ πάντων αὐτοὺς διδάσκων, τῶν μὲν ἐν τῇ γῇ πάντων ὑπερορᾷν, πρὸς δὲ τὰ μέλλοντα αἴρεσθαι, καὶ καθ' ἑκάστην ἐπείγεσθαι τὴν ἡμέραν. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν, καὶ τὰς τρυφὰς καὶ τὴν μέθην ἀφέντες, ἐπὶ τὸν κατεσταλμένον μεταθώμεθα βίον. Καὶ γὰρ ἐξομολογήσεως ὁ καιρὸς καὶ τοῖς ἀμυήτοις καὶ τοῖς βαπτισθεῖσι· τοῖς μὲν, ἵνα μετανοήσαντες  τῶν  ἱερῶν  τύχωσι μυστηρίων· τοῖς δὲ, ἵνα ἀπονιψάμενοι  τὴν μετὰ τὸ βάπτισμα κηλῖδα, καθαρῷ συνειδότι τῇ τραπέζῃ προσέλθωσιν. Ἀποστῶμεν τοίνυν τοῦ ὑγροῦ τούτου καὶ διαλελυμένου βίου. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁμοῦ καὶ ἐξομολογεῖσθαι   καὶ   τρυφᾷν.   Καὶ  ταῦτα   διδασκέτω   ὑμᾶς  Ἰωάννης,   ἀπὸ  τοῦ ἐνδύματος,   ἀπὸ  τῆς   τροφῆς,   ἀπὸ  τῆς   οἰκίας.   Τί  οὖν;  οὕτω   κελεύεις   ἡμᾶς κατεστάλθαι; φησίν. Οὐ κελεύω, ἀλλὰ συμβουλεύω καὶ παραινῶ. Εἰ δὲ μὴ δυνατὸν ὑμῖν  τοῦτο, κἂν ἐν ταῖς πόλεσιν ὄντες  ἐπιδειξώμεθα  τὴν μετάνοιαν· καὶ γὰρ ἐπὶ θύραις τὸ δικαστήριον. Εἰ δὲ καὶ μακροτέρω ἦν, οὐδὲ οὕτω θαῤῥεῖν ἔδει· τὸ γὰρ ἑκάστου πέρας τῆς ζωῆς, τῆς συντελείας ἐπέχει δύναμιν τῷ καλουμένῳ. Ὅτι δὲ καὶ ἐπὶ θύραις, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε· καὶ πάλιν· Ἥξει γὰρ ὁ ἐρχόμενος, καὶ οὐ χρονιεῖ. Καὶ γὰρ τὰ σημεῖα λοιπὸν ἀπήρτισται τὰ καλοῦντα τὴν ἡμέραν ἐκείνην. Κηρυχθήσεται γὰρ, φησὶ, τοῦτο τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος.   ʹ. Προσέχετε μετὰ ἀκριβείας τῷ λεγομένῳ.  Οὐκ εἶπεν, Ὅταν πιστευθῇ παρὰ πάντων ἀνθρώπων· ἀλλ', Ὅταν κηρυχθῇ παρὰ πᾶσι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν, Εἰς μαρτύριον τοῖς ἔθνεσι, δεικνὺς, ὅτι οὐκ ἀναμένει πάντας πιστεῦσαι, καὶ τότε παραγενέσθαι. Τὸ γὰρ, Εἰς μαρτύριον, τοῦτό  ἐστιν, εἰς κατηγορίαν,  εἰς ἔλεγχον,  εἰς κατάκρισιν τῶν  μὴ πιστευσάντων. Ἀλλ' ἡμεῖς ταῦτα ἀκούοντες καὶ ὁρῶντες, καθεύδομεν καὶ ὀνείρατα βλέπομεν, καθάπερ ἐν βαθυτάτῃ νυκτὶ κεκαρωμένοι. Οὐδὲν γὰρ ὀνειράτων ἄμεινον τὰ παρόντα πράγματα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρά. ∆ιὸ δὴ παρακαλῶ λοιπὸν ἀφυπνισθῆναι,  καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἀπιδεῖν. Οὐδεὶς γὰρ καθεύδων ἥλιον ἰδεῖν δύναται, οὐδὲ εὐφρᾶναι τὰς ὄψεις τῷ κάλλει τῆς ἀκτῖνος· ἀλλ' ἅπερ ἂν ἴδῃ, πάντα ὡς ἐν ὀνείρῳ βλέπει. ∆ιὰ τοῦτο πολλῆς ἡμῖν δεῖ τῆς ἐξομολογήσεως καὶ πολλῶν  τῶν  δακρύων,  καὶ  ὅτι  ἀναλγήτως   διακείμεθα  πλημμελοῦντες,  καὶ  ὅτι μεγάλα τὰ ἁμαρτήματα καὶ συγγνώμης μείζονα. Καὶ ὅτι οὐ ψεύδομαι, μάρτυρες οἱ πλείους τῶν ἀκουόντων. Ἀλλ' ὅμως εἰ καὶ συγγνώμης μείζονα, μετανοήσωμεν, καὶ στεφάνων  ἀπολαυσόμεθα. Μετάνοιαν  δὲ  λέγω,  οὐ τὸ  τῶν  προτέρων  ἀποστῆναι κακῶν μόνον, ἀλλὰ καὶ τὸ μείζονα ἐπιδείξασθαι καλά. Ποιήσατε γὰρ, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας. Πῶς δὲ ποιήσομεν; Ἂν τὰ ἐναντία πράττωμεν· οἷόν τι λέγω· ἥρπασας τὰ ἀλλότρια; ∆ὸς καὶ τὰ σὰ λοιπόν.  Πολὺν ἐπόρνευσας χρόνον; Ἀπόσχου καὶ τῆς γυναικὸς τῆς σῆς ὡρισμένας ἡμέρας· ἐγκράτειαν ἄσκησον. Ὕβρισας καὶ ἐτύπτησας παριόντας; Εὐλόγει λοιπὸν τοὺς ὑβρίζοντας, καὶ εὐεργέτει τοὺς πλήττοντας.  Οὐ γὰρ ἀρκεῖ εἰς ὑγείαν  ἡμῖν  τὸ βέλος ἐξελεῖν  μόνον, ἀλλὰ  καὶ τῷ τραύματι  φάρμακα  ἐπιθεῖναι.  Ἐτρύφησας καὶ ἐμεθύσθης τὸν  ἔμπροσθεν χρόνον; Νήστευε καὶ ὑδροποσίᾳ πρόσεχε, ἵνα τὴν ἐκεῖθεν ἐγγενομένην  λύμην ἀνέλῃς. Εἶδες ἀκολάστοις ὀφθαλμοῖς κάλλος ἀλλότριον; Μηδὲ ὅλως ἴδῃς γυναῖκα λοιπὸν, ἵν' ἐπὶ πλείονι καταστῇς ἀσφαλείᾳ. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· καὶ πάλιν·  Παῦσον τὴν  γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη  σου τοῦ μὴ λαλῆσαι δόλον. Ἀλλ' εἰπέ μοι καὶ τὸ ἀγαθόν. Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν· οὐ τὴν πρὸς ἀνθρώπους λέγω μόνον, ἀλλὰ καὶ τὴν πρὸς τὸν Θεόν. Καὶ καλῶς εἶπε, ∆ίωξον· ἀπελήλαται γὰρ καὶ ἐκβέβληται, καὶ τὴν γῆν ἀφεῖσα εἰς τὸν οὐρανὸν ἀπεδήμησεν. Ἀλλὰ   δυνησόμεθα   αὐτὴν   πάλιν   ἐπαναγαγεῖν,   ἐὰν   θέλωμεν,   ἀπόνοιαν   καὶ ἀλαζονείαν  καὶ πάντα τὰ κωλύματα  αὐτῆς ἐκβαλόντες,  τὸν σώφρονα τοῦτον  καὶ λιτὸν  διώκειν  βίον.  Οὐδὲν γὰρ  ὀργῆς  χαλεπώτερον   καὶ  θρασύτητος.  Αὕτη καὶ τετυφωμένους  καὶ  δουλοπρεπεῖς  ἐργάζεται,  δι'  ἐκείνου  μὲν  καταγελάστους,  διὰ τούτου δὲ μισητοὺς ποιοῦσα, καὶ ἐναντίας εἰσάγουσα κακίας, ἀπόνοιάν τε ὁμοῦ καὶ κολακείαν. Ἀλλ' ἐὰν τὴν πλεονεξίαν  τοῦ πάθους περικόψωμεν, καὶ ταπεινοὶ μετὰ ἀκριβείας, καὶ ὑψηλοὶ μετὰ ἀσφαλείας ἐσόμεθα. Καὶ γὰρ καὶ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις  ἀπὸ  πλεονεξίας  αἱ  δυσκρασίαι γίνονται·  καὶ  ὅτε  τοὺς  οἰκείους  ὅρους ἀφέντα  τὰ  στοιχεῖα  εἰς  ἀμετρίαν  ἐξέλθῃ,  τότε  αἱ  μυρίαι  νόσοι  καὶ  οἱ  χαλεποὶ τίκτονται  θάνατοι· ὅπερ καὶ ἐπὶ τῆς ψυχῆς συμβαῖνον ἴδοι τις ἄν.


 ζʹ. Περικόψωμεν τοίνυν τὴν ἀμετρίαν, καὶ τὸ σωτήριον τῆς συμμετρίας πίνοντες φάρμακον, μένωμεν ἐπὶ τῆς εὐκρασίας τῆς προσηκούσης, καὶ ταῖς εὐχαῖς μετὰ ἀκριβείας προσέχωμεν. Κἂν μὴ λάβωμεν,  παραμείνωμεν,  ἵνα  λάβωμεν·  κἂν  λάβωμεν,  ἐπειδὴ  ἐλάβομεν.
Οὐδὲ  γὰρ  αὐτὸς  βούλεται   ἀναβάλλεσθαι   τὴν   δόσιν,  ἀλλὰ   τῇ  μελλήσει   τὴν προσεδρείαν ἡμῖν σοφίζεται. ∆ιὰ τοῦτο καὶ ὑπερτίθεται τὴν αἴτησιν, καὶ πειρασμὸν συγχωρεῖ πολλάκις ἐπελθεῖν, ἵνα συνεχῶς πρὸς αὐτὸν καταφεύγωμεν, καὶ καταφυγόντες  μένωμεν. Οὕτω καὶ πατέρες φιλόστοργοι ποιοῦσι, καὶ μητέρες φιλόπαιδες· ἐπειδὰν ἴδωσι τὰ παιδία τὴν πρὸς αὐτοὺς συνουσίαν ἀφέντα καὶ μετὰ τῶν ὁμηλίκων παίζοντα, πολλὰ τοὺς οἰκέτας ὑποκρίνασθαι  παρασκευάζουσι φοβερὰ,  ὥστε  ὑπὸ  τοῦ  δέους  καταναγκασθῆναι   πρὸς  τὸν   μητρικὸν   κόλπον καταφυγεῖν Οὕτω καὶ ὁ Θεὸς ἀνατείνεται πολλάκις ἀπειλὴν, οὐχ ἵνα ἐπαγάγῃ, ἀλλ' ἵνα πρὸς αὑτὸν ἐφελκύσηται. Ὅταν γοῦν ἐπανέλθωμεν πρὸς αὐτὸν, λύει τὸν φόβον εὐθέως· ὡς εἴγε ὅμοιοι ἦμεν ἐν πειρασμοῖς καὶ ἐν ἀνέσει, οὐδ' ἂν ἐδέησε πειρασμῶν. Καὶ τί λέγω περὶ ἡμῶν; Καὶ γὰρ τοῖς ἁγίοις ἐκείνοις πολὺς ἐντεῦθεν ὁ σωφρονισμὸς ἦν. ∆ιὰ τοῦτο καὶ ὁ Προφήτης λέγει· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Καὶ αὐτὸς δὲ τοῖς  Ἀποστόλοις ἔλεγεν·  Ἐν τῷ  κόσμῳ θλῖψιν  ἕξετε. Καὶ ὁ Παῦλος τοῦτο  αὐτὸ αἰνίττεται, ὅταν λέγῃ· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ.∆ιὸ καὶ δεηθεὶς ἀπαλλαγῆναι  τοῦ πειρασμοῦ, οὐκ ἐπέτυχε, διὰ τὸ πολλὴν ἐξ αὐτοῦ τὴν  ὠφέλειαν  ἐγγίνεσθαι.  Ἐὰν δὲ  καὶ  τοῦ  ∆αυῒδ  τὸν  βίον  ἐπέλθωμεν  ἅπαντα,εὑρήσομεν αὐτὸν ἐν τοῖς κινδύνοις λαμπρότερον ὄντα, καὶ αὐτὸν, καὶ τοὺς ἄλλους ἅπαντας τοὺς κατ' ἐκεῖνον. Καὶ γὰρ ὁ Ἰὼβ τότε μειζόνως ἔλαμψε, καὶ ὁ Ἰωσὴφ δὲ οὕτως ἐπὶ πλέον εὐδοκίμησε, καὶ ὁ Ἰακὼβ δὲ, καὶ ὁ τούτου πατὴρ, καὶ ὁ ἐκείνου, καὶ πάντες ὅσοι πώποτε λαμπροτέρους ἀνεδήσαντο στεφάνους, ἀπὸ θλίψεων  καὶ πειρασμῶν καὶ ἐστεφανώθησαν, καὶ ἀνεκηρύχθησαν. Ἅπερ πάντα συνειδότες, κατὰ τὸν  σοφὸν  λόγον,  Μὴ σπεύσωμεν  ἐν  καιρῷ  ἐπαγωγῆς,  ἀλλ'  ἓν  μόνον  ἑαυτοὺς παιδεύσωμεν, τὸ φέρειν πάντα γενναίως, καὶ μηδὲν πολυπραγμονεῖν, μηδὲ περιεργάζεσθαι τῶν γινομένων.  Τὸ μὲν γὰρ εἰδέναι, πότε δεῖ λυθῆναι τὰς θλίψεις, τοῦ συγχωροῦντος αὐτὰς προσελθεῖν Θεοῦ· τὸ δὲ ἐπενεχθείσας μετὰ πάσης φέρειν εὐχαριστίας, τῆς ἡμῶν εὐγνωμοσύνης λοιπὸν ἔργον ἐστίν· ὅπερ ἐὰν γένηται, πάντα ἕψεται τὰ ἀγαθά. Ἵν' οὖν ταῦτα ἕπηται, καὶ δοκιμώτεροι μὲν ἐνταῦθα, λαμπρότεροι δὲ ἐκεῖσε γενώμεθα, πᾶν ὃ ἐὰν ἐπενεχθῇ δεχώμεθα, χάριν εἰδότες ὑπὲρ πάντων τῷ εἰδότι  μᾶλλον  ἡμῶν  τὸ  συμφέρον,  καὶ  τῶν  γεγεννηκότων   σφοδρότερον  ἡμᾶς φιλοῦντι· καὶ τούτους ἀμφοτέρους τοὺς λογισμοὺς καθ' ἕκαστον τῶν δεινῶν ἑαυτοῖς ἐπᾴδοντες,  καταστέλλωμεν  τὴν ἀθυμίαν, καὶ δοξάζωμεν ἐν πᾶσι τὸν πάντα  ὑπὲρ ἡμῶν ποιοῦντα καὶ πραγματευόμενον Θεόν. Οὕτω γὰρ καὶ τὰς ἐπιβουλὰς διακρουσόμεθα ῥᾳδίως, καὶ τῶν ἀκηράτων ἐπιτευξόμεθα στεφάνων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, σὺν ἁγίῳ  Πνεύματι, νῦν  καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.  Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |