Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57
ΜΓʹ. Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες· «∆ιδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ ἀποκριθεὶς εἶπε· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.»
αʹ. Ἆρά τι γένοιτ' ἂν τούτων ἀνοητότερον, οὐκ ἀσεβέστερον μόνον; οἳ μετὰ τοσαῦτα σημεῖα, ὡς οὐδενὸς γενομένου, λέγουσι· Θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. Τίνος οὖν ἕνεκεν τοῦτο ἔλεγον; Ἵνα ἐπιλάβωνται πάλιν. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ῥημάτων αὐτοὺς ἐπεστόμισε, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ τὴν ἀναίσχυντον ἔφραξε γλῶτταν, ἐπὶ τὰ ἔργα πάλιν ἔρχονται· ὅπερ καὶ θαυμάζων πάλιν ὁ εὐαγγελιστὴς ἔλεγε· Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων, σημεῖον αἰτοῦντες. Τότε, πότε; Ὅτε ὑποκύπτειν ἐχρῆν, ὅτε θαυμάζειν· ὅτε ἐκπλήττεσθαι καὶ παραχωρεῖν, τότε τῆς πονηρίας οὐκ ἀφίστανται. Ὅρα δὲ καὶ τὰ ῥήματα κολακείας γέμοντα καὶ εἰρωνείας.
Προσεδόκων γὰρ αὐτὸν ἐπισπάσασθαι διὰ τούτων. Καὶ νῦν μὲν ὑβρίζουσι, νῦν δὲ κολακεύουσι· νῦν μὲν δαιμονῶντα καλοῦντες, νῦν δὲ διδάσκαλον· ἀμφότερα ἀπὸ πονηρᾶς γνώμης, εἰ καὶ ἐναντία τὰ λεγόμενα. ∆ιὰ τοῦτο αὐτῶν καὶ σφόδρα καθάπτεται. Καὶ ὅτε μὲν αὐτὸν τραχέως ἠρώτων καὶ ὕβριζον, ἐπιεικῶς αὐτοῖς διελέγετο· ὅτε δὲ ἐκολάκευον, ὑβριστικῶς καὶ μετὰ πολλῆς τῆς σφοδρότητος, δεικνὺς ὅτι ἑκατέρου τοῦ πάθους ἐστὶν ἀνώτερος, καὶ οὔτε τότε εἰς ὀργὴν ἐξάγεται. οὔτε νῦν ὑπὸ κολακείας μαλακίζεται. Ὅρα δὲ καὶ τὴν ὕβριν οὐχ ἁπλῶς λοιδορίαν οὖσαν, ἀλλ' ἀπόδειξιν ἔχουσαν τῆς πονηρίας αὐτῶν. Τί γάρ φησι; Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί θαυμαστὸν, εἰ ἐπ' ἐμοῦ ταῦτα ποιεῖτε τοῦ τέως ἀγνοουμένου παρ' ὑμῶν, ὅπου γε καὶ ἐπὶ τοῦ Πατρὸς, οὗ τοσαύτην ἐλάβετε πεῖραν, τὸ αὐτὸ τοῦτο πεποιήκατε· καταλιπόντες αὐτὸν, ἐπὶ τοὺς δαίμονας ἐτρέχετε, ἐραστὰς ἐπισπώμενοι πονηρούς; ὃ συνεχῶς αὐτοῖς καὶ ὁ Ἰεζεχιὴλ ὠνείδιζε. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ἑαυτὸν τῷ Πατρὶ συμφωνοῦντα, καὶ τούτους οὐδὲν ξένον ποιοῦντας, καὶ τὰ ἀπόῤῥητα αὐτῶν ἐκκαλύπτων· καὶ ὅτι μεθ' ὑποκρίσεως καὶ ὡς ἐχθροὶ ᾔτουν. ∆ιὰ τοῦτο αὐτοὺς εἶπε γενεὰν πονηρὰν, ὅτι ἀγνώμονες ἀεὶ γεγόνασι περὶ τοὺς εὐεργέτας, ὅτι εὖ πάσχοντες γίνονται χείρους· ὅπερ ἐσχάτης ἐστὶ πονηρίας. Μοιχαλίδα δὲ ἐκάλεσε καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν· ὅθεν δείκνυσιν ἑαυτὸν πάλιν τῷ Πατρὶ ἴσον, εἴγε καὶ τὸ μὴ πιστεῦσαι αὐτῷ μοιχαλίδα ποιεῖ. Εἶτα ὑβρίσας, τί φησι; Καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ἤδη τὸν περὶ τῆς ἀναστάσεως προανακρούεται λόγον, καὶ πιστοῦται αὐτὸν ἀπὸ τοῦ τύπου. Τί οὖν; οὐκ ἐδόθη αὐτῇ σημεῖον; φησίν. Οὐκ ἐδόθη αὐτῇ αἰτούσῃ. Οὐ γὰρ ὥστε αὐτοὺς ἐνάγειν ἐποίει τὰ σημεῖα (ᾔδει γὰρ πεπωρωμένους), ἀλλ' ὥστε ἑτέρους διορθοῦν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι τοιοῦτον οὐ λήψονται σημεῖον, οἷον ἐκεῖνο. Σημεῖον γὰρ αὐτοῖς γέγονεν, ὅτε διὰ τῆς οἰκείας κολάσεως ἔγνωσαν αὐτοῦ τὴν δύναμιν. Ἐνταῦθα τοίνυν ἀπειλῶν λέγει, καὶ τοῦτο αὐτὸ αἰνιττόμενος, ὡσανεὶ ἔλεγε· Μυρίας εὐεργεσίας ἐπεδειξάμην· οὐδὲν τούτων ὑμᾶς ἐπεσπάσατο, οὐδὲ ἠθελήσατε προσκυνῆσαί μου τὴν δύναμιν. Γνώσεσθε τοίνυν διὰ τῶν ἐναντίων τὴν ἰσχὺν τὴν ἐμὴν, ὅταν τὴν πόλιν χαμαὶ ἐῤῥιμμένην ἴδητε, ὅτε καὶ τὰ τείχη περιῃρημένα, ὅτε τὸν ναὸν ἐρείπιον γεγενημένον, ὅταν καὶ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἐκπέσητε τῆς προτέρας, καὶ πάλιν ἄοικοι καὶ φυγάδες πανταχοῦ περιέρχησθε. Πάντα γὰρ ταῦτα μετὰ τὸν σταυρὸν γέγονε. Ταῦτα οὖν ὑμῖν ἀντὶ σημείων ἔσται μεγάλων. Καὶ γὰρ σφόδρα μέγα σημεῖόν ἐστι, τὸ ἀκίνητα αὐτῶν μένειν τὰ κακὰ, τὸ μυρίων ἐπιχειρησάντων μηδένα δυνηθῆναι διορθῶσαι τὴν ἅπαξ κατ' αὐτῶν ἐξενεχθεῖσαν δίκην. Ἀλλὰ ταῦτα μὲν οὐ λέγει, καταλιμπάνει δὲ τῷ μετὰ ταῦτα χρόνῳ γενέσθαι αὐτοῖς σαφῆ· τέως δὲ τὸν περὶ τῆς ἀναστάσεως γυμνάζει λόγον, ὃν ἔμελλον εἴσεσθαι δι' ὧν ἔμελλον ὕστερον ὑπομένειν. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς, φησὶν, ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Φανερῶς μὲν γὰρ οὐκ εἶπεν, ὅτι ἀναστήσεται· ἐπεὶ ἂν καὶ κατεγέλασαν· ᾐνίξατο δὲ οὕτως, ὡς ἐκείνους πιστεῦσαι ὅτι προῄδει. Ὅτι γὰρ ᾔδεσαν, λέγουσι πρὸς τὸν Πιλάτον· Εἶπε, φησὶν, ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἀναστήσομαι· καίτοιγε οἱ μαθηταὶ τοῦτο ἠγνόουν· καὶ γὰρ ἀσυνετώτεροι αὐτῶν ἔμπροσθεν ἦσαν· διὸ καὶ αὐτοκατάκριτοι γεγόνασιν· οὗτοι.
βʹ. Ὅρα δὲ πῶς καὶ αἰνιττόμενος ἀκριβῶς αὐτὸ τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐν τῇ γῇ, ἀλλ', Ἐν τῇ καρδίᾳ τῆς γῆς, ἵνα καὶ τὸν τάφον δηλώσῃ, καὶ μηδεὶς δόκησιν ὑποπτεύσῃ. Καὶ τρεῖς δὲ ἡμέρας διὰ τοῦτο συνεχώρησεν, ἵνα πιστευθῇ ὅτι ἀπέθανεν. Οὐ γὰρ τῷ σταυρῷ αὐτὸ μόνον βεβαιοῦται, καὶ τῇ πάντων ὄψει, ἀλλὰ καὶ τῷ χρόνῳ τῶν ἡμερῶν. Τῇ μὲν γὰρ ἀναστάσει πᾶς ὁ μετὰ ταῦτα ἔμελλε μαρτυρήσειν χρόνος· ὁ σταυρὸς δὲ, εἰ μὴ τότε πολλὰ ἔσχε τὰ μαρτυροῦντα αὐτῷ σημεῖα, κἂν ἠπιστήθη· τούτου δὲ ἀπιστηθέντος, καὶ ἡ ἀνάστασις ἂν διηπιστήθη. ∆ιὰ τοῦτο καὶ σημεῖον αὐτὸ καλεῖ. Εἰ δὲ μὴ ἐσταυρώθη, οὐκ ἂν ἐδόθη τὸ σημεῖον. ∆ιὰ τοῦτο καὶ τὸν τύπον φέρει εἰς μέσον, ἵνα πιστευθῇ ἡ ἀλήθεια. Εἰπὲ γάρ μοι, φαντασία ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους; Ἀλλ' οὐκ ἂν ἔχοις τοῦτο εἰπεῖν. Οὐκοῦν οὐδὲ ὁ Χριστὸς ἐν τῇ καρδίᾳ τῆς γῆς. Οὐ γὰρ δήπου ὁ μὲν τύπος ἐν ἀληθείᾳ, ἡ δὲ ἀλήθεια ἐν φαντασίᾳ. ∆ιὰ τοῦτο πανταχοῦ τὸν θάνατον αὐτοῦ καταγγέλλομεν, καὶ ἐν τοῖς μυστηρίοις, καὶ ἐν τῷ βαπτίσματι, καὶ ἐν τοῖς ἄλλοις ἅπασι. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος λαμπρᾷ βοᾷ τῇ φωνῇ· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅθεν δῆλον, ὅτι τέκνα τοῦ διαβόλου εἰσὶν οἱ τὰ Μαρκίωνος νοσοῦντες, ταῦτα ἐξαλείφοντες, ἅπερ ὥστε μὴ ἀφανισθῆναι μυρία ἐποίησεν ὁ Χριστὸς, καὶ ὥστε ἀφανισθῆναι μυρία ἐσπούδακεν ὁ διάβολος, τὸν σταυρὸν λέγω καὶ τὸ πάθος. ∆ιὰ τοῦτο ἔλεγε καὶ ἀλλαχοῦ· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Ἔσονται ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος· καὶ ἐνταῦθα, Οὐ δοθήσεται αὐτῇ σημεῖον, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· καὶ ὅτι ὑπὲρ αὐτῶν πείσεται δηλῶν, καὶ ὅτι οὐδὲν κερδανοῦσι· τοῦτο γὰρ μετὰ ταῦτα ἐδήλωσεν. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς ἀπέθανε· τοσαύτη ἦν αὐτοῦ ἡ κηδεμονία. Ἵνα γὰρ μὴ νομίσῃς ὅτι καὶ τὰ ἑξῆς τοιαῦτα ἔσται ἐπὶ τῶν Ἰουδαίων, οἷα ἐπὶ τῶν Νινευϊτῶν, καὶ ἐπιστραφήσονται, καὶ καθάπερ ἐκείνοις σειομένην τὴν πόλιν ἔστησε, καὶ τοὺς βαρβάρους ἐπέστρεψεν, οὕτω καὶ οὗτοι μετὰ τὴν ἀνάστασιν ἐπιστρέψουσιν, ἄκουσον πῶς τοὐναντίον ἅπαν δηλοῖ. Ὅτι γὰρ οὐδὲν καρπώσονται ἐντεῦθεν εἰς τὴν οἰκείαν εὐεργεσίαν, ἀλλὰ καὶ ἀνήκεστα πείσονται, καὶ τοῦτο ἑξῆς ἐδήλωσε διὰ τοῦ κατὰ τὸν δαίμονα παραδείγματος. Τέως δὲ ὑπὲρ ὧν μέλλουσι πάσχειν μετὰ ταῦτα ἀπολογεῖται, δεικνὺς ὅτι δικαίως πείσονται. Τὰς μὲν γὰρ συμφορὰς αὐτῶν καὶ τὴν ἐρημίαν ἀπὸ τοῦ παραδείγματος ἐκείνου παρίστησι· τέως δὲ δείκνυσιν, ὅτι δικαίως ταῦτα πάντα ὑπομενοῦσιν· ὅπερ καὶ ἐπὶ τῆς Παλαιᾶς ἐποίει, Καὶ γὰρ τὰ Σόδομα μέλλων καθαιρεῖν, ἀπελογήσατο τῷ Ἀβραὰμ πρότερον, τὴν ἐρημίαν δείξας καὶ τὴν σπάνιν τῆς ἀρετῆς, ὅπου γε οὐδὲ δέκα εὑρέθησαν ἄνδρες ἐν πόλεσι τοσαύταις σωφρόνως ζῇν προῃρημένοι. Καὶ τῷ Λὼτ δὲ ὁμοίως δείξας τὴν μισοξενίαν καὶ τοὺς ἀτόπους αὐτῶν ἔρωτας, τότε ἐπάγει τὸ πῦρ. Καὶ ἐπὶ τοῦ κατακλυσμοῦ δὲ τὸ αὐτὸ τοῦτο ἐποίησε, διὰ τῶν ἔργων ἀπολογησάμενος τῷ Νῶε. Καὶ τῷ Ἰεζεχιὴλ δὲ ὁμοίως, ὅτε. ἐν Βαβυλῶνι διάγοντα τὰ ἐν Ἱεροσολύμοις ἰδεῖν ἐποίησε κακά. Καὶ τῷ Ἱερεμίᾳ δὲ πάλιν, ὅτε ἔλεγε, Μὴ προσεύχου, ἀπολογούμενος ἔλεγεν· Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσι; Καὶ πανταχοῦ τὸ αὐτὸ τοῦτο ποιεῖ, ὃ δὴ καὶ ἐνταῦθα. Τί γάρ φησιν; Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Ὁ μὲν γὰρ δοῦλος, ἐγὼ δὲ ∆εσπότης· καὶ ὁ μὲν ἐκ κήτους ἐξῆλθεν, ἐγὼ δὲ ἐκ θανάτου ἀνέστην· καὶ ὁ μὲν καταστροφὴν ἐκήρυξεν, ἐγὼ δὲ βασιλείαν ἦλθον εὐαγγελιζόμενος. Καὶ οἱ μὲν χωρὶς σημείου ἐπίστευσαν, ἐγὼ δὲ πολλὰ σημεῖα ἐπεδειξάμην. Καὶ οἱ μὲν οὐδὲν πλέον ἤκουσαν τῶν ῥημάτων ἐκείνων, ἐγὼ δὲ πᾶσαν ἐκίνησα φιλοσοφίας ἰδέαν. Καὶ ὁ μὲν διακονούμενος παρεγένετο, ἐγὼ δὲ αὐτὸς ὁ ∆εσπότης καὶ ὁ πάντων Κύριος ἦλθον, οὐκ ἀπειλῶν, οὐκ ἀπαιτῶν εὐθύνας, ἀλλὰ συγχώρησιν κομίζων. Καὶ οἱ μὲν βάρβαροι, οὗτοι δὲ προφήταις συνανεστράφησαν μυρίοις. Καὶ περὶ ἐκείνου μὲν οὐδεὶς προεῖπεν, περὶ ἐμοῦ δὲ ἅπαντες, καὶ τὰ ἔργα τοῖς λόγοις συνέβαινε. Κἀκεῖνος μὲν ἐδραπέτευσεν, ἀπιέναι μέλλων ὑπὲρ τοῦ μὴ γελασθῆναι· ἐγὼ δὲ εἰδὼς ὅτι καὶ σταυροῦσθαι καὶ γελᾶσθαι μέλλω, παρεγενόμην. Καὶ ἐκεῖνος μὲν οὐδὲ ὀνειδισθῆναι ἤνεγκεν ὑπὲρ τῶν σωζομένων· ἐγὼ δὲ καὶ θάνατον ὑπέμεινα, καὶ θάνατον τὸν αἴσχιστον, καὶ μετὰ ταῦτα πάλιν ἑτέρους ἀποστέλλω. Καὶ ὁ μὲν ξένος τις ἦν καὶ ἀλλότριος καὶ ἄγνωστος· ἐγὼ δὲ συγγενὴς κατὰ σάρκα, καὶ προγόνων τῶν αὐτῶν. Καὶ πολλὰ δὲ ἕτερα ἄν τις συναγάγοι, τὸ πλέον ἐπιζητῶν.
γʹ. Αὐτὸς δὲ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἕτερον προστίθησι παράδειγμα, λέγων ὅτι Καὶ βασίλισσα Νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. Τοῦτο τοῦ προτέρου πλέον ἦν. Ὁ μὲν γὰρ Ἰωνᾶς πρὸς ἐκείνους ἀπῆλθεν· ἡ δὲ βασίλισσα τοῦ Νότου οὐκ ἀνέμεινε τὸν Σολομῶνα πρὸς αὐτὴν ἐλθεῖν, ἀλλ' αὐτὴ πρὸς αὐτὸν παρεγένετο, καὶ γυνὴ καὶ βάρβαρος οὖσα, καὶ τοσοῦτον ἀφεστηκυῖα, οὐκ ἀπειλῆς ἐπικειμένης, οὐ θάνατον δεδοικυῖα, ἀλλ' ἔρωτι ῥημάτων μόνον σοφῶν. Ἀλλ' ἰδοὺ καὶ πλεῖον Σολομῶνος ὧδε. Ἐκεῖ μὲν γὰρ ἡ γυνὴ παρεγένετο, ἐνταῦθα δὲ ἐγὼ ἦλθον. Καὶ ἡ μὲν ἀπὸ τῶν περάτων τῆς γῆς ἀνέστη, ἐγὼ δὲ καὶ πόλεις καὶ κώμας περιέρχομαι. Κἀκεῖνος μὲν ὑπὲρ δένδρων καὶ ξύλων διελέγετο, τὰ μηδὲν μέγα ὠφελῆσαι τὴν παραγενομένην δυνάμενα· ἐγὼ δὲ ὑπὲρ ἀποῤῥήτων πραγμάτων καὶ μυστηρίων φρικωδεστάτων. Ἐπεὶ οὖν αὐτοὺς κατέκρινε, δείξας ἐκ πολλοῦ τοῦ περιόντος ἀσύγγνωστα ἁμαρτάνοντας, καὶ τῆς αὐτῶν ἀγνωμοσύνης, οὐ τῆς τοῦ διδασκάλου ἀσθενείας, τὴν παρακοὴν οὖσαν, καὶ τοῦτο ἀπό τε ἄλλων πολλῶν, καὶ τῶν Νινευϊτῶν καὶ τῆς βασιλίσσης ἀπέδειξε· τότε λέγει καὶ τὴν καταληψομένην αὐτοὺς κόλασιν· αἰνιγματωδῶς μὲν, λέγει δὲ ὅμως, πολὺν τὸν φόβον ἐνυφαίνων τῷ διηγήματι. Ὅταν γὰρ, φησὶν, ἐξέλθῃ τὸ ἀκάθαρτον πνεῦμα ἐκ τοῦ ἀνθρώπου, πορεύεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον, λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν, εὑρίσκει σχολάζοντα καὶ σεσαρωμένον καὶ κεκοσμημένον. Τότε πορεύεται, καὶ παραλαμβάνει μεθ' ἑαυτοῦ ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ. Ἐντεῦθεν δείκνυσιν, ὅτι οὐκ ἐν τῷ μέλλοντι αἰῶνι μόνον, ἀλλὰ καὶ ἐνταῦθα χαλεπώτατα πείσονται. Ἐπειδὴ γὰρ εἶπεν, Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην· ἵνα μὴ διὰ τὴν τοῦ χρόνου μέλλησιν καταφρονήσωσι, καὶ ῥᾳθυμότεροι γένωνται, ἐντεῦθεν ἐφίστησιν αὐτοῖς τὰ δεινά. Ὃ καὶ ὁ προφήτης Ὠσηὲ αὐτοῖς ἀπειλῶν ἔλεγεν, ὅτι ἔσονται, Ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκὼς, ἄνθρωπος ὁ πνευματοφόρος· τουτέστιν, ὥσπερ οἱ μαινόμενοι καὶ βακχευόμενοι ὑπὸ τῶν πονηρῶν πνευμάτων, οἱ ψευδοπροφῆται. Προφήτην γὰρ ἐνταῦθα παρεξεστηκότα τὸν ψευδοπροφήτην φησὶν, οἷοί εἰσιν οἱ μάντεις. Τοῦτο δὴ καὶ ὁ Χριστὸς δηλῶν φησιν, ὅτι τὰ ἔσχατα πείσονται. Εἶδες πῶς πανταχόθεν αὐτοὺς ὠθεῖ ἐπὶ τὸ προσέχειν τοῖς λεγομένοις, ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν μελλόντων, ἀπὸ τῶν εὐδοκιμησάντων (ἀπὸ τῶν Νινευϊτῶν λέγω καὶ τῆς βασιλίσσης), ἀπὸ τῶν προσκεκρουκότων Τυρίων καὶ Σοδομηνῶν; Ὃ καὶ οἱ προφῆται ἐποίουν, τοὺς υἱοὺς Ῥηχαβὶν παράγοντες, καὶ τὴν νύμφην τὴν οὐκ ἐπιλανθανομένην τοῦ κόσμου τοῦ οἰκείου καὶ τῆς στηθοδεσμίδος, καὶ τὸν βοῦν τὸν εἰδότα τὸν κτησάμενον, καὶ τὸν ὄνον τὸν τὴν φάτνην ἐπιγινώσκοντα. Οὕτω δὴ καὶ ἐνταῦθα ἀπὸ συγκρίσεως παραστήσας αὐτῶν τὴν ἀγνωμοσύνην, λέγει καὶ τὴν τιμωρίαν λοιπόν. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Καθάπερ οἱ δαιμονῶντες, φησὶν, ὅταν ἀπαλλαγῶσι τῆς ἀῤῥωστίας ἐκείνης, ἂν ῥᾳθυμότεροι γένωνται, χαλεπωτέραν ἐπισπῶνται καθ' ἑαυτῶν τὴν φαντασίαν· οὕτω καὶ ἐφ' ὑμῶν γίνεται. Καὶ γὰρ καὶ ἔμπροσθεν κατείχεσθε δαίμονι, ὅτε τὰ εἴδωλα προσεκυνεῖτε, καὶ τοὺς υἱοὺς ὑμῶν ἐσφάττετε τοῖς δαιμονίοις, πολλὴν ἐπιδεικνύμενοι μανίαν· ἀλλ' ὅμως οὐκ ἐγκατέλιπον ὑμᾶς, ἀλλ' ἐξέβαλον τὸν δαίμονα ἐκεῖνον διὰ τῶν προφητῶν, καὶ δι' ἐμαυτοῦ πάλιν ἦλθον ἐπὶ πλεῖον ἐκκαθᾶραι ὑμᾶς βουλόμενος. Ἐπεὶ οὖν οὐ βούλεσθε προσέχειν, ἀλλὰ καὶ εἰς πλείονα ἐξωκείλατε πονηρίαν (τοῦ γὰρ προφήτας ἀνελεῖν πολλῷ μεῖζον καὶ χαλεπώτερον τὸ καὶ αὐτὸν κατασφάξαι)· διὰ τοῦτο χαλεπώτερα πείσεσθε τῶν προτέρων, τῶν κατὰ Βαβυλῶνα λέγω, καὶ κατ' Αἴγυπτον, καὶ κατὰ Ἀντίοχον τὸν πρῶτον. Τὰ γὰρ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου συμβάντα αὐτοῖς πολλῷ μᾶλλον τούτων χαλεπώτερα. ∆ιὸ καὶ ἔλεγεν· Ἔσται θλῖψις μεγάλη, οἵα οὐδέποτε γέγονεν, οὐδὲ μὴ ἔσται. Οὐ τοῦτο δὲ μόνον δηλοῖ τὸ ὑπόδειγμα, ἀλλ' ὅτι καὶ ἀρετῆς ἁπάσης ἔσονται ἔρημοι καθόλου, καὶ τῇ τῶν δαιμόνων ἐνεργείᾳ εὐεπιχείρητοι μᾶλλον ἢ τότε. Τότε μὲν γὰρ εἰ καὶ ἡμάρτανον, ἀλλ' ὅμως ἦσαν καὶ οἱ κατορθοῦντες ἐν αὐτοῖς, καὶ παρῆν ἡ τοῦ Θεοῦ πρόνοια, καὶ ἡ τοῦ Πνεύματος χάρις, ἐπιμελουμένη, διορθουμένη, τὰ παρ' ἑαυτῆς ἅπαντα πληροῦσα· νυνὶ δὲ καὶ ταύτης καθόλου ἐρημωθήσονται τῆς κηδεμονίας, φησὶν, ὥστε καὶ ἀρετῆς πλείων σπάνις νῦν, καὶ συμφορᾶς ἐπίτασις, καὶ δαιμόνων ἐνέργεια τυραννικωτέρα. Ἴστε οὖν καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ὅτε ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς ἐξεβακχεύθη, πῶς μετὰ τῶν Ἑλλήνων ἑαυτοὺς ἔταττον, πῶς τὰ ἐκείνων ἐθεράπευον. Ὥστε κἂν μικρόν τι δοκῶσι σωφρονεῖν νῦν, διὰ τὸν τῶν βασιλέων φόβον ἡσυχάζουσιν· ὡς εἰ μὴ τοῦτο ἦν, πολλῷ τῶν προτέρων χαλεπώτερα ἐτόλμησαν ἄν. Ἐν γὰρ τοῖς ἄλλοις πονηροῖς ἔργοις νικῶσι τοὺς ἔμπροσθεν, γοητείας, μαγγανείας, ἀσελγείας μετὰ πολλῆς ἐπιδεικνύμενοι τῆς ὑπερβολῆς. Καὶ ἐν τοῖς ἄλλοις δὲ, καίτοι τοσούτῳ χαλινῷ κατεχόμενοι, πολλάκις ἐστασίασαν, καὶ βασιλέων κατεξανέστησαν, ὡς καὶ τοῖς ἐσχάτοις περιπαρῆναι κακοῖς.
δʹ. Ποῦ νῦν εἰσιν οἱ τὰ σημεῖα ζητοῦντες; Ἀκουέτωσαν ὅτι γνώμης χρεία εὐγνώμονος· κἂν μὴ αὕτη παρῇ, σημείων οὐδὲν ὄφελος. Ἰδοὺ γοῦν οἱ μὲν Νινευῗται χωρὶς σημείων ἐπίστευσαν· οὗτοι δὲ μετὰ τοσαῦτα θαύματα χείρους ἐγένοντο, καὶ δαιμόνων ἀπείρων οἰκητήριον ἑαυτοὺς κατέστησαν, καὶ μυρίας ἐπεσπάσαντο συμφοράς· καὶ μάλα εἰκότως. Ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων. ∆ιὰ γὰρ τοῦτο εἶπεν, ὅτι οὐχ εὑρίσκει ἀνάπαυσιν, ἵνα δείξῃ ὅτι πάντως καὶ ἐξ ἀνάγκης λήψεται τὸν τοιοῦτον ἡ τῶν δαιμόνων ἐπιβουλή. Καὶ γὰρ ἀπὸ δύο τούτων σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι· μᾶλλον δὲ καὶ τρίτον πρόσεστιν, ἡ τοῦ χείρονα πείσεσθαι ἀπειλή. Ἀλλ' ὅμως οὐδενὶ τούτων ἐγένοντο βελτίους. Ταῦτα μὴ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς εἰρῆσθαι καιρὸν ἂν ἔχοι, ὅταν φωτισθέντες καὶ τῶν προτέρων ἀπαλλαγέντες κακῶν, πάλιν τῆς αὐτῆς ἐχώμεθα πονηρίας· καὶ γὰρ χαλεπωτέρα λοιπὸν ἔσται ἡ κόλασις τῶν μετὰ ταῦτα ἁμαρτημάτων. ∆ιὰ τοῦτο καὶ τῷ παραλύτῳ ὁ Χριστὸς ἔλεγεν· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· καὶ ταῦτα πρὸς ἄνθρωπον τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ. Καὶ τί χεῖρον ἔμελλε, φησὶ, πείσεσθαι τούτων; Πολλῷ χεῖρον καὶ χαλεπώτερον. Μὴ γὰρ δὴ γένοιτο τοσαῦτα ἡμᾶς ὑπομένειν, ὅσα δυνάμεθα παθεῖν. Οὐδὲ γὰρ ἀπορεῖ τιμωριῶν ὁ Θεός. Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτω καὶ ἡ ὀργὴ αὐτοῦ. Τοῦτο καὶ τῇ Ἰερουσαλὴμ ἐγκαλεῖ διὰ τοῦ Ἰεζεχιήλ· Εἶδον γάρ σε, φησὶ, πεφυρμένην ἐν αἵματι, καὶ ἔλουσα καὶ ἔχρισα, καὶ ἐγένετό σοι ὄνομα ἐν τῷ κάλλει σου· καὶ ἐξεπόρνευσας, φησὶν, ἐπὶ τοὺς ὁμοροῦντάς σοι· διὸ καὶ χαλεπώτερα ἀπειλεῖ σοι ἁμαρτανούσῃ. Ἐντεῦθεν δὲ μὴ τὴν κόλασιν λογίζου μόνον, ἀλλὰ καὶ τὴν ἄπειρον τοῦ Θεοῦ μακροθυμίαν. Ποσάκις γοῦν τῶν αὐτῶν ἡψάμεθα κακῶν, καὶ ἔτι μακροθυμεῖ! Ἀλλὰ μὴ θαῤῥῶμεν, ἀλλὰ φοβηθῶμεν. Καὶ γὰρ ὁ Φαραὼ, εἰ ἐκ τῆς πρώτης πληγῆς ἐπαιδεύθη, οὐκ ἂν ἔλαβε πεῖραν τῶν ὑστέρων, οὐκ ἂν μετὰ ταῦτα ἅμα αὐτῷ τῷ στρατεύματι κατεποντίσθη. Ταῦτα δὲ λέγω, ἐπειδὴ πολλοὺς οἶδα κατὰ τὸν Φαραὼ καὶ νῦν λέγοντας, Οὐκ οἶδα τὸν Θεὸν, καὶ τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλοῦντας τοὺς ὑπευθύνους. Πόσοι, τοῦ Θεοῦ κελεύοντος ἀνιέναι τὴν ἀπειλὴν, οὐδὲ τὸν πόνον ἀνέχονται χαλάσαι; Ἀλλ' οὐκ ἔστιν Ἐρυθρὰν θάλατταν λοιπὸν διαβῆναι νῦν. Ἀλλὰ πέλαγός ἐστι πυρὸς, πέλαγος οὐ τοιοῦτον, οὐδὲ τοσοῦτον, ἀλλὰ πολλῷ μεῖζον καὶ ἀγριώτερον, ἐκ τοῦ πυρὸς ἔχον τὰ κύματα, πυρὸς ξένου τινὸς καὶ φρικώδους. Ἄβυσσός ἐστιν ἐκεῖ μεγάλη φλογὸς χαλεπωτάτης. Πανταχοῦ γὰρ πῦρ περιτρέχον ἔστιν ἰδεῖν, ἀγρίῳ τινὶ θηρίῳ ἐοικός. Εἰ γὰρ ἐνταῦθα τὸ αἰσθητὸν τοῦτο καὶ ὑλικὸν πῦρ, ὥσπερ θηρίον ἐκπηδῆσαν τῆς καμίνου, ἐφήλατο τοῖς ἔξω καθημένοις, τί οὐκ ἐργάσεται ἐκεῖνο τοὺς ἐμπεσόντας; Ἄκουσον περὶ τῆς ἡμέρας ἐκείνης λεγόντων τῶν προφητῶν· Ἡμέρα Κυρίου ἀνίατος, θυμοῦ καὶ ὀργῆς πλήρης. Οὐδεὶς γὰρ ἔσται ὁ παριστάμενος, οὐδεὶς ὁ ἐξαιρούμενος· οὐδαμοῦ τοῦ Χριστοῦ τὸ πρόσωπον τὸ ἥμερον καὶ γαληνόν. Ἀλλ' ὥσπερ οἱ τὰ μέταλλα ἐργαζόμενοι χαλεποῖς τισι παραδίδονται ἀνθρώποις, καὶ οὐδένα τῶν οἰκείων βλέπουσιν, ἀλλὰ τοὺς ἐφεστηκότας μόνους· οὕτω δὴ καὶ τότε· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Ἐνταῦθα μὲν γὰρ δυνατὸν καὶ προσελθεῖν καὶ δεηθῆναι τοῦ βασιλέως, καὶ λῦσαι τὸν καταδικασθέντα· ἐκεῖ δὲ οὐκέτι· οὐ γὰρ ἐφίεται· ἀλλὰ μένουσιν ἀποτηγανιζόμενοι, καὶ τοσαύτην ὀδύνην ἔχοντες, ὅσην οὐδὲ εἰπεῖν δυνατόν. Εἰ γὰρ τῶν ἐνταῦθα καιομένων τὰς δριμείας ἀλγηδόνας οὐδεὶς δύναται παραστῆσαι λόγος, πολλῷ μᾶλλον τῶν ταῦτα ἐκεῖ πασχόντων. Ἐνταῦθα μὲν γὰρ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πᾶν γίνεται· ἐκεῖ δὲ καίεται μὲν, οὐ δαπανᾶται δὲ τὸ καιόμενον. Τί τοίνυν ποιήσομεν ἐκεῖ; Καὶ γὰρ πρὸς ἐμαυτὸν ταῦτα λέγω. Καὶ εἰ σὺ, φησὶν, ὁ διδάσκαλος, περὶ σεαυτοῦ ταῦτα λέγεις, οὐδὲν ἐμοὶ μέλει λοιπόν. Τί γὰρ θαυμαστὸν ἐμὲ κολάζεσθαι; Μὴ, παρακαλῶ, μηδεὶς ταύτην ζητείτω τὴν παραμυθίαν· οὐ γάρ ἐστιν αὕτη παραψυχή. Εἰπὲ γάρ μοι, οὐχὶ ἀσώματος δύναμις ἦν ὁ διάβολος; οὐ τῶν ἀνθρώπων βελτίων; Ἀλλ' ὅμως ἐξέπεσεν. Ἆρ' οὖν ἔστιν ὅστις παραμυθίαν ἐκ τοῦ μετ' ἐκείνου κολάζεσθαι λήψεται; Οὐδαμῶς. Τί δὲ οἱ ἐν Αἰγύπτῳ πάντες; οὐχὶ καὶ τοὺς ἐν ἀρχαῖς ἑώρων κολαζομένους, καὶ ἑκάστην οἰκίαν πένθος ἔχουσαν; Ἆρ' οὖν ἐντεῦθεν ἀνέπνευσαν καὶ παρεκλήθησαν; Οὐ δῆτα· καὶ δῆλον ἐξ ὧν μετὰ ταῦτα ἐποίησαν, ὥσπερ ὑπό τινος φλογὸς μαστιζόμενοι, συνεπιστάντες τῷ βασιλεῖ, καὶ ἀναγκάσαντες ἐκβαλεῖν τῶν Ἑβραίων τὸν δῆμον. Καὶ γὰρ σφόδρα ψυχρὸς οὗτος ὁ λόγος, τὸ νομίζειν παραμυθίαν φέρειν τὸ μετὰ πάντων κολάζεσθαι· τὸ λέγειν, ὡς πάντες καὶ ἐγώ. Τί γὰρ χρὴ λέγειν τὴν γέενναν; Ἐννόησόν μοι τοὺς ὑπὸ ποδαλγίας κατεχομένους, οἳ ὅταν ὑπὸ δριμείας ὀδύνης κατατείνωνται, κἂν μυρίους δείξῃς χαλεπώτερα πάσχοντας, οὐδ' εἰς νοῦν λαμβάνουσι. Τὸ γὰρ ἐπιτεταμένον τῆς ἀλγηδόνος οὐ συγχωρεῖ τῷ λογισμῷ σχολήν τινα ἔχειν, εἰς τὸ λογίσασθαι ἑτέρους καὶ παραμυθίαν εὑρεῖν. Μὴ τοίνυν ταῖς ψυχραῖς ταύταις ἐλπίσι τρεφώμεθα. Τὸ γὰρ δέξασθαι παραμυθίαν ἐκ τῶν τοῦ πέλας κακῶν, ἐν τοῖς συμμέτροις γίνεται τῶν παθῶν· ὅταν δὲ ὑπερέχῃ ἡ βάσανος, καὶ ζάλης ᾖ πάντα μεστὰ τὰ ἔνδον, καὶ μηδὲ ἑαυτὴν εἰδέναι ἡ ψυχὴ λοιπὸν ἔχῃ, πόθεν καρπώσεται παραμυθίαν;
εʹ. Ὥστε γέλως πάντα ταῦτα τὰ ῥήματα, καὶ μῦθοι παίδων ἀνοήτων εἰσίν. Τοῦτο γὰρ, ὃ λέγεις, ἐν ἀθυμίᾳ συμβαίνει, καὶ ἐν ἀθυμίᾳ συμμέτρῳ, ὅταν ἀκούσωμεν, ὅτι ὁ δεῖνα τὸ αὐτὸ ἔπαθεν· ἔστι δὲ ὅτε οὐδὲ ἐν ἀθυμίᾳ· εἰ δὲ ἐκεῖ οὐδεμίαν ἰσχὺν ἔχει, πολλῷ μᾶλλον ἐν ὀδύνῃ καὶ πόνῳ ἀῤῥήτῳ, ἢν ὁ βρυγμὸς τῶν ὀδόντων δείκνυσι. Καὶ οἶδα μὲν φορτικὸς ὢν καὶ λυπῶν ὑμᾶς διὰ τῶν ῥημάτων τούτων· ἀλλὰ τί πάθω; Οὐ γὰρ ἐβουλόμην ταῦτα λέγειν, ἀλλὰ καὶ ἐμαυτῷ καὶ πᾶσιν ὑμῖν ἀρετὴν συνειδέναι· ἐπειδὴ δὲ ἐν ἁμαρτήμασίν ἐσμεν οἱ πλείους, τίς ἄν μοι δοίη ἀληθῶς δυνηθῆναι λυπῆσαι ὑμᾶς, καὶ καθικέσθαι τῆς διανοίας τῶν ἀκροωμένων; Τότε ἂν οὕτως ἀνεπαυσάμην. Νῦν δὲ δέδοικα μή τινες καταφρονήσωσι τῶν λεγομένων, καὶ μείζων ἡ κόλασις διὰ τὴν ὀλιγωρίαν τῆς ἀκροάσεως γένηται. Οὐδὲ γὰρ εἰ, δεσπότου τινὸς ἀπειλοῦντος, τῶν συνδούλων τις ἀκούων κατεφρόνει τῆς ἀπειλῆς, ἀτιμωρητὶ παρέδραμεν ἂν αὐτὸν ὁ ἀγανακτήσας, ἀλλὰ καὶ τοῦτο ὑπόθεσις αὐτῷ κολάσεως ἂν ἐγένετο μείζονος. ∆ιὸ παρακαλῶ, κατανύξωμεν ἑαυτοὺς τῶν περὶ γεέννης ἀκούοντες λόγων. Οὐδὲ γὰρ ἥδιόν ἐστί τι τῆς διαλέξεως ταύτης, ἐπειδὴ τῶν πραγμάτων οὐδὲν πικρότερον. Καὶ πῶς ἡδὺ τὸ περὶ γεέννης ἀκοῦσαι; φησίν. Ἐπειδὴ ἀηδὲς τὸ εἰς γέενναν ἐμπεσεῖν, ὅπερ ἀποκρούεται τὰ δοκοῦντα φορτικὰ εἶναι ῥήματα, καὶ πρὸ τούτου ἑτέραν τίθησιν ἡδονήν· συστρέφει γὰρ ἡμῶν τὰς ψυχὰς, καὶ εὐλαβεστέρους ποιεῖ, καὶ μετεωρίζει τὴν διάνοιαν, καὶ πτεροῖ τὸν λογισμὸν, καὶ τὴν πονηρὰν τῶν ἐπιθυμιῶν ἐκβάλλει πολιορκίαν, καὶ ἰατρεία τὸ πρᾶγμα γίνεται. ∆ιὸ δὴ μετὰ τῆς κολάσεως δότε μοι καὶ τὴν αἰσχύνην εἰπεῖν. Καθάπερ γὰρ τοὺς Ἰουδαίους οἱ Νινευῖται κατακρινοῦσι τότε, οὕτω καὶ ἡμᾶς πολλοὶ κατακρινοῦσι τῶν δοκούντων καταδεεστέρων νῦν. Ἐννοήσωμεν τοίνυν ὅσος ὁ γέλως, ὅση ἡ κατάγνωσις· ἐννοήσωμεν καὶ βάλωμέν τινα ἀρχὴν κἂν νῦν, καὶ θύραν μετανοίας. Πρὸς ἐμαυτὸν ταῦτα λέγω, πρῶτον ἐμαυτῷ ταῦτα παραινῶ, καὶ μηδεὶς ὀργιζέσθω ὡς κατακρινόμενος. Ἁψώμεθα τῆς ὁδοῦ τῆς στενῆς. Μέχρι πότε τρυφή; μέχρι πότε ἄνεσις; Οὐκ ἐνεπλήσθημεν ῥᾳθυμοῦντες, γελῶντες, ἀναβαλλόμενοι; Οὐ τὰ αὐτὰ πάλιν ἔσται, τράπεζα, καὶ κόρος, καὶ πολυτέλεια, καὶ χρήματα, καὶ κτήσεις, καὶ οἰκοδομαί; Καὶ τί τὸ τέλος; Θάνατος. Τί τὸ τέλος; Τέφρα καὶ κόνις καὶ σοροὶ καὶ σκώληκες. Ἐπιδειξώμεθα τοίνυν καινήν τινα ζωήν· ποιήσωμεν τὴν γῆν οὐρανόν· ἐντεῦθεν δείξωμεν Ἕλλησιν, ὅσων εἰσὶν ἀπεστερημένοι καλῶν. Ὅταν γὰρ ἴδωσι καλῶς ἡμᾶς πολιτευομένους, τὴν ὄψιν αὐτὴν θεάσονται τῆς βασιλείας τῶν οὐρανῶν. Ὅταν γὰρ ἴδωσιν ἐπιεικεῖς, ὀργῆς καθαροὺς, ἐπιθυμίας πονηρᾶς, βασκανίας, πλεονεξίας, τὰ ἄλλα πάντα κατορθοῦντας, ἐροῦσιν· Εἰ ἐνταῦθα ἄγγελοι γεγόνασιν οἱ Χριστιανοὶ, τί ἔσονται μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; εἰ ἔνθα ξένοι εἰσὶν, οὕτω λάμπουσιν, ὅταν τὴν πατρίδα αὐτῶν ἀπολάβωσιν, ἡλίκοι γενήσονται; Οὕτω καὶ ἐκεῖνοι βελτίους ἔσονται, καὶ ὁ λόγος τῆς εὐσεβείας δραμεῖται, οὐκ ἔλαττον ἢ ἐπὶ τῶν ἀποστόλων. Εἰ γὰρ δώδεκα ὄντες ἐκεῖνοι πόλεις ὁλοκλήρους καὶ χώρας ἐπέστρεψαν· εἰ πάντες γενησόμεθα διδάσκαλοι διὰ τῆς κατὰ τὸν βίον ἐπιμελείας, ἐννόησον ποῦ ἀρθήσεται τὰ ἡμέτερα. Οὐδὲ γὰρ οὕτως ἐπισπᾶται τὸν Ἕλληνα νεκρὸς ἀνιστάμενος, ὡς ἄνθρωπος φιλοσοφῶν. Πρὸς μὲν γὰρ ἐκεῖνο ἐκπλαγήσεται, ἀπὸ δὲ τούτου κερδανεῖ. Ἐκεῖνο γέγονε, καὶ παρῆλθε· τοῦτο δὲ μένει, καὶ διαπαντὸς αὐτοῦ γεωργεῖ τὴν ψυχήν. Ἐπιμελησώμεθα τοίνυν ἡμῶν αὐτῶν, ἵνα καὶ ἐκείνους κερδάνωμεν. Οὐδὲν λέγω φορτικόν· οὐ λέγω, Μὴ γάμει· οὐ λέγω, Καταλίμπανε πόλεις, καὶ ἀφίστασο πολιτικῶν πραγμάτων· ἀλλ' ἐν αὐτοῖς ὢν δεῖξον τὴν ἀρετήν. Καὶ γὰρ τοὺς ἐν μέσαις πόλεσι στρεφομένους βούλομαι μᾶλλον εὐδοκιμεῖν τῶν τὰ ὄρη κατειληφότων. ∆ιατί; Ὅτι πολὺ τὸ κέρδος ἐντεῦθεν γίνεται. Οὐδεὶς γὰρ καίει λύχνον, καὶ τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον. ∆ιὰ τοῦτο βούλομαι ἐπὶ τῆς λυχνίας κεῖσθαι τοὺς λύχνους ἅπαντας, ἵνα πολὺ τὸ φῶς γένηται. Ἀνάψωμεν τοίνυν αὐτοῦ τὸ πῦρ, ποιήσωμεν τοὺς ἐν σκότῳ καθημένους ἀπαλλαγῆναι τῆς πλάνης. Καὶ μή μοι λέγε, ὅτι Γυναῖκα ἔχω, καὶ παιδία κέκτημαι, καὶ οἰκίας προΐσταμαι, καὶ οὐ δύναμαι ταῦτα κατορθοῦν. Κἂν γὰρ τούτων μηδὲν ἔχῃς, ῥᾴθυμος δὲ ᾖς, πάντα οἴχεται· κἂν ταῦτα πάντα ᾖς περικείμενος, σπουδαῖος δὲ ᾖς, περιέσῃ τῆς ἀρετῆς. Ἓν γάρ ἐστι τὸ ζητούμενον, γνώμης γενναίας παρασκευή· καὶ οὔτε ἡλικία, οὔτε πενία, οὐ πλοῦτος, οὐ πραγμάτων περίστασις, οὐκ ἄλλο οὐδὲν, ἐμποδίσαι δυνήσεται. Καὶ γὰρ καὶ γέροντες καὶ νέοι, καὶ γυναῖκας ἔχοντες, καὶ παῖδας τρέφοντες, καὶ τέχνας μεταχειριζόμενοι, καὶ στρατευόμενοι, κατώρθωσαν τὰ ἐπιταχθέντα ἅπαντα. Καὶ γὰρ ὁ ∆ανιὴλ νέος ἦν, καὶ ὁ Ἰωσὴφ δοῦλος ἦν, καὶ ὁ Ἀκύλας τέχνην μετεχειρίζετο, καὶ ἡ πορφυρόπωλις ἐργαστηρίου προειστήκει, καὶ ἄλλος δεσμοφύλαξ ἦν, καὶ ἄλλος ἑκατοντάρχης, ὡς ὁ Κορνήλιος, καὶ ἕτερος ἀσθενὴς, ὡς ὁ Τιμόθεος, καὶ ἄλλος δραπέτης, ὡς Ὀνήσιμος· ἀλλ' οὐδὲν οὐδενὶ τούτων γέγονε κώλυμα, ἀλλὰ πάντες εὐδοκίμησαν, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ νέοι καὶ γέροντες, καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ στρατιῶται καὶ ἰδιῶται. Μὴ τοίνυν περιττὰ σκηπτώμεθα, ἀλλὰ γνώμην παρασκευάσωμεν ἀρίστην· κἂν ὁτιοῦν ὦμεν, πάντως ἐπιληψόμεθα ἀρετῆς, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου