Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57
Γʹ Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.
αʹ. Ἰδοὺ τρίτη διάλεξις, καὶ τὰ ἐν προοιμίοις οὐδέπω διελυσάμεθα. Οὐκ ἄρα μάτην ἔλεγον, ὅτι πολὺ τὸ βάθος ἔχει τῶν νοημάτων τούτων ἡ φύσις. Φέρε δὴ τὰ λειπόμενα σήμερον εἴπωμεν. Τί ποτ' οὖν ἐστι τὸ ζητούμενον νῦν; Τίνος ἕνεκεν ὁ Ἰωσὴφ γενεαλογεῖται, οὐδὲν πρὸς τὴν γέννησιν συντελῶν. Καὶ μίαν μὲν αἰτίαν εἰρήκαμεν ἤδη· ἀναγκαῖον δὲ καὶ τὴν ἑτέραν εἰπεῖν, τὴν μυστικωτέραν καὶ ἀποῤῥητοτέραν ἐκείνης. Τίς οὖν ἐστιν αὕτη; Οὐκ ἐβούλετο τοῖς Ἰουδαίοις εἶναι δῆλον παρὰ τὸν τῶν ὠδίνων καιρὸν, ὅτι ἐκ Παρθένου γεγέννηται ὁ Χριστός. Ἀλλὰ μὴ θορυβεῖσθε πρὸς τὸ παράδοξον τοῦ λεγομένου. Οὐ γὰρ ἐμὸς ὁ λόγος, ἀλλὰ Πατέρων ἡμετέρων, θαυμαστῶν καὶ ἐπισήμων ἀνδρῶν. Εἰ γὰρ πολλὰ συνεσκίασεν ἐξ ἀρχῆς, Υἱὸν ἀνθρώπου καλῶν ἑαυτὸν, καὶ οὐδὲ τὴν πρὸς τὸν Πατέρα ἰσότητα πανταχοῦ σαφῶς ἡμῖν ἐξεκάλυψε· τί θαυμάζεις, εἰ καὶ τοῦτο συνεσκίασε τέως, θαυμαστόν τι καὶ μέγα οἰκονομῶν;
Καὶ ποῖον θαυμαστόν; φησί. Τὸ διασωθῆναι τὴν Παρθένον, καὶ ὑποψίας ἀπαλλαγῆναι πονηρᾶς. Εἰ γὰρ τοῦτο ἐξ ἀρχῆς τοῖς Ἰουδαίοις γέγονε κατάδηλον, κἂν κατέλευσαν τὴν Παρθένον κακουργοῦντες τῷ λεγομένῳ, καὶ μοιχείας αὐτὴν ἔκριναν ἄν. Εἰ γὰρ ὑπὲρ τῶν ἄλλων, ὧν πολλάκις καὶ ὑποδείγματα εἶχον ἐν τῇ Παλαιᾷ, φανερῶς ἠναισχύντουν (καὶ γὰρ ἐπειδὴ δαίμονας ἐξέβαλε, δαιμονῶντα ἐκάλουν, καὶ ἐπειδὴ ἐν Σαββάτῳ ἐθεράπευσεν, ἀντίθεον εἶναι ἐνόμιζον, καίτοιγε πολλάκις καὶ πρότερον ἐλύθη τὸ Σάββατον), τί οὐκ ἂν εἶπον τούτου λεχθέντος; Καὶ γὰρ εἶχον πάντα τὸν πρὸ τούτου συναγωνιζόμενον αὐτοῖς καιρὸν, οὐδέποτέ τι τοιοῦτον ἐνεγκόντα. Εἰ γὰρ μετὰ τοσαῦτα σημεῖα ἔτι αὐτὸν τοῦ Ἰωσὴφ ἐκάλουν υἱὸν, πῶς ἂν πρὸ τῶν σημείων ἐπίστευσαν, ὅτι ἐκ Παρθένου ἦν; ∆ιὰ δὴ τοῦτο καὶ γενεαλογεῖται, καὶ μνηστεύεται τὴν Παρθένον. Ὅπου γὰρ ὁ Ἰωσὴφ, καὶ δίκαιος ὢν καὶ θαυμαστὸς ἀνὴρ, πολλῶν ἐδεήθη ὥστε δέξασθαι τὸ γε γενημένον, καὶ ἀγγέλου, καὶ τῆς δι' ὀνειράτων ὄψεως, καὶ τῆς ἀπὸ τῶν προφητῶν μαρτυρίας, πῶς ἂν οἱ Ἰουδαῖοι, καὶ σκαιοὶ ὄντες καὶ διεφθαρμένοι, καὶ πολεμίως οὕτω πρὸς αὐτὸν ἔχοντες, ταύτην ἂν παρεδέξαντο τὴν ὑπόνοιαν; Σφόδρα γὰρ αὐτοὺς ἔμελλε θορυβεῖν τὸ ξένον καὶ καινὸν, καὶ τὸ μηδέποτέ τι τοιοῦτον μηδὲ ἀκοῇ παραδέξασθαι ἐπὶ τῶν προγόνων συμβεβηκός. Ὁ μὲν γὰρ ἅπαξ πεισθεὶς, ὅτι τοῦ Θεοῦ Υἱός ἐστιν, οὐδὲ περὶ τούτου λοιπὸν ἀμφισβητεῖν εἶχεν· ὁ δὲ καὶ πλάνον καὶ ἀντίθεον αὐτὸν εἶναι νομίζων, πῶς οὐκ ἂν ἀπὸ τούτου καὶ ἐσκανδαλίσθη μειζόνως, καὶ πρὸς ἐκείνην ὡδηγήθη τὴν ὑπόνοιαν; ∆ιὰ τοῦτο οὐδὲ οἱ ἀπόστολοι παρὰ τὴν ἀρχὴν εὐθέως τοῦτο λέγουσιν· ἀλλ' ὑπὲρ μὲν τῆς ἀναστάσεως πολλὰ διαλέγονται καὶ πολλάκις, ἐπειδὴ ταύτης ὑποδείγματα ἦν ἐν τοῖς ἔμπροσθεν χρόνοις, εἰ καὶ μὴ τοιαῦτα· ὅτι δὲ ἐκ Παρθένου γέγονεν, οὐ συνεχῶς λέγουσιν· ἀλλ' οὐδὲ αὐτὴ ἡ μήτηρ ἐξενεγκεῖν τοῦτο ἐτόλμησεν. Ὅρα γοῦν καὶ πρὸς αὐτὸν τί φησιν ἡ Παρθένος· Ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε. Εἰ γὰρ τοῦτο ὑπωπτεύθη, οὐδ' ἂν τοῦ ∆αυῒδ λοιπὸν ἐνομίσθη εἶναι υἱός· τούτου δὲ μὴ νομισθέντος, πολλὰ ἂν ἐτέχθη καὶ ἕτερα κακά. ∆ιὰ τοῦτο οὐδὲ οἱ ἄγγελοι ταῦτα λέγουσιν, ἀλλὰ τῇ Μαρίᾳ μόνῃ καὶ τῷ Ἰωσήφ· τοῖς δὲ ποιμέσιν εὐαγγελιζόμενοι τὸ γεγενημένον, οὐκέτι τοῦτο προσέθηκαν. Τίνος δὲ ἕνεκεν μνησθεὶς τοῦ Ἀβραὰμ, καὶ εἰπὼν Ἐγέννησε τὸν Ἰσαὰκ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβκαὶ οὐ μνημονεύσας τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτε εἰς τὸν Ἰακὼβ ἦλθε, καὶ τοῦ Ἰούδα καὶ τῶν ἀδελφῶν τῶν τούτου μέμνηται;
βʹ. Τινὲς μὲν οὖν φασι, διὰ τὸ δύστροπον τοῦ Ἡσαῦ καὶ τῶν ἄλλων τῶν προτέρων· ἐγὼ δὲ οὐκ ἂν τοῦτο φαίην. Εἰ γὰρ τοῦτο ἦν, πῶς μικρὸν ὕστερον τοιούτων μέμνηται γυναικῶν; Ἀπὸ γὰρ τῶν ἐναντίων ἐνταῦθα ἡ δόξα αὐτοῦ φαίνεται· οὐκ ἀπὸ τοῦ μεγάλους ἔχειν προγόνους, ἀλλ' ἀπὸ τοῦ μικροὺς καὶ εὐτελεῖς. Τῷ γὰρ ὑψηλῷ δόξα πολλὴ, τὸ δυνηθῆναι ταπεινωθῆναι σφοδρῶς. Τίνος οὖν ἕνεκεν οὐκ ἐμνημόνευσεν; Ἐπειδὴ κοινὸν οὐδὲν εἶχον πρὸς τὸ τῶν Ἰσραηλιτῶν γένος Σαρακηνοὶ καὶ Ἰσμαηλῖται καὶ Ἄραβες, καὶ ὅσοι γεγόνασιν ἐκ τῶν προγόνων ἐκείνων. ∆ιὰ δὴ τοῦτο ἐκείνους μὲν ἐσίγησεν, ἐπείγεται δὲ πρὸς τοὺς αὐτοῦ προγόνους, καὶ τοῦ δήμου τοῦ Ἰουδαϊκοῦ.
∆ιό φησιν· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. Ἐνταῦθα γὰρ τὸ τῶν Ἰουδαίων λοιπὸν χαρακτηρίζεται γένος. Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ. Τί ποιεῖς, ἄνθρωπε, ἱστορίας ἡμᾶς ἀναμιμνήσκων παράνομον μίξιν ἐχούσης; Καὶ τί τοῦτο; φησίν. Εἰ μὲν γὰρ ἀνθρώπου κατελέγομεν γένος ψιλοῦ, εἰκότως ἄν τις ταῦτα ἐσίγησεν· εἰ δὲ Θεοῦ σαρκωθέντος, οὐ μόνον οὐ σιγᾷν, ἀλλὰ καὶ ἐκπομπεύειν αὐτὰ χρὴ, δεικνύντας αὐτοῦ τὴν κηδεμονίαν καὶ τὴν δύναμιν. ∆ιὰ γὰρ τοῦτο ἦλθεν, οὐχ ἵνα φύγῃ τὰ ὀνείδη τὰ ἡμέτερα, ἀλλ' ἵνα αὐτὰ ἀνέλῃ. Ὥσπερ οὖν οὐκ ἐπειδὴ ἀπέθανεν, ἀλλ' ἐπειδὴ καὶ ἐσταυρώθη, μᾶλλον θαυμάζεται (καίτοι ἐπονείδιστον τὸ πρᾶγμα, ἀλλ' ὅσῳ ἐπονείδιστον, τοσούτῳ φιλάνθρωπον αὐτὸν δείκνυσιν)· οὕτω καὶ ἐπὶ τῆς γεννήσεως ἔστιν εἰπεῖν· οὐκ ἐπειδὴ σάρκα ἀνέλαβε, καὶ ἄνθρωπος ἐγένετο, θαυμάζειν αὐτὸν δίκαιον μόνον, ἀλλ' ὅτι καὶ τοιούτους συγγενεῖς κατηξίωσεν ἔχειν, οὐδαμοῦ τὰ ἡμέτερα ἐπαισχυνόμενος κακά. Καὶ τοῦτο ἐξ αὐτῶν τῆς γεννήσεως ἐκήρυττε τῶν προοιμίων, ὅτι οὐδὲν ἐπαισχύνεται τῶν ἡμετέρων, παιδεύων καὶ ἡμᾶς διὰ τούτων, μηδέποτε ἐγκαλύπτεσθαι ἐπὶ τῇ τῶν προγόνων κακίᾳ, ἀλλ' ἓν μόνον ἐπιζητεῖν, τὴν ἀρετήν. Ὁ γὰρ τοιοῦτος, κἂν ἀλλόφυλον ἔχῃ πρόγονον, κἂν πεπορνευμένην, κἂν ὁτιοῦν ἕτερον οὖσαν, οὐδὲν παραβλαβῆναι δυνήσεται. Εἰ γὰρ αὐτὸν τὸν πόρνον μεταβληθέντα οὐδὲν ὁ πρότερος αἰσχύνει βίος, πολλῷ μᾶλλον τὸν ἐκ πόρνης καὶ μοιχαλίδος ἐνάρετον ὄντα οὐδὲν ἡ τῶν προγόνων κακία καταισχῦναι δυνήσεται. Οὐχ ἡμᾶς δὲ μόνον ταῦτα παιδεύων ἐποίει, ἀλλὰ καὶ Ἰουδαίων καταστέλλων τὸ φύσημα. Ἐπειδὴ γὰρ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελοῦντες ἐκεῖνοι, τὸν Ἀβραὰμ ἄνω καὶ κάτω παρέφερον, νομίζοντες ἔχειν ἀπολογίαν τὴν τῶν προγόνων ἀρετήν·
δείκνυσιν ἐξ αὐτῶν τῶν προοιμίων, ὅτι οὐκ ἐπὶ τούτοις αὐχεῖν δεῖ, ἀλλ' ἐπὶ τοῖς οἰκείοις κατορθώμασι. Μετὰ τοῦτο καὶ ἕτερον κατασκευάζει, τὸ δεῖξαι πάντας ὑπευθύνους ἁμαρτήμασιν ὄντας, καὶ τοὺς προγόνους αὐτούς. Ὁ γοῦν πατριάρχης αὐτῶν καὶ ὁμώνυμος οὐ μικρὸν φαίνεται ἡμαρτηκώς· καὶ γὰρ ἐφέστηκεν ἡ Θάμαρ κατηγοροῦσα αὐτοῦ τὴν πορνείαν· καὶ ὁ ∆αυῒδ δὲ ἀπὸ τῆς πορνευθείσης γυναικὸς τὸν Σολομῶνα ἐκτήσατο. Εἰ δὲ ὑπὸ τῶν μεγάλων ὁ νόμος οὐκ ἐπληρώθη, πολλῷ μᾶλλον ὑπὸ τῶν ἐλαττόνων· εἰ δὲ οὐκ ἐπληρώθη, πάντες ἥμαρτον, καὶ ἀναγκαία γέγονεν ἡ τοῦ Χριστοῦ παρουσία. ∆ιὰ τοῦτο καὶ τῶν δώδεκα πατριαρχῶν ἐμνημόνευσε, κἀντεῦθεν πάλιν τὸ ἐπὶ τῇ τῶν προγόνων εὐγενείᾳ φύσημα κατασπῶν. Καὶ γὰρ πολλοὶ τούτων ἀπὸ δουλίδων ἦσαν τεχθέντες γυναικῶν· ἀλλ' ὅμως ἡ τῶν γονέων διαφορὰ διαφορὰν τοῖς τεχθεῖσιν οὐκ ἐποίησε. Πάντες γὰρ ὁμοίως ἦσαν καὶ πατριάρχαι καὶ φύλαρχοι. Τοῦτο γὰρ τῆς Ἐκκλησίας ἐστὶ τὸ προτέρημα· αὕτη τῆς παρ' ἡμῖν εὐγενείας ἡ προεδρία, ἄνωθεν τὸν τύπον λαμβάνουσα. Ὥστε κἂν δοῦλος ᾖς, κἂν ἐλεύθερος, οὐδέν σοι πλέον, οὐδὲ ἔλαττον ἐντεῦθεν γίνεται, ἀλλ' ἕν ἐστι τὸ ζητούμενον, ἡ γνώμη καὶ ὁ τῆς ψυχῆς τρόπος.
γʹ. Ἔστι δέ τι μετὰ τῶν εἰρημένων καὶ ἕτερον, δι' ὃ καὶ τῆς ἱστορίας ταύτης ἐμνημόνευσεν. Οὐδὲ γὰρ ἁπλῶς προσέῤῥιπται τῷ Φαρὲς ὁ Ζαρά. Καὶ γὰρ παρέλκον ἦν καὶ περισσὸν, τοῦ Φαρὲς μεμνημένον, ἀφ' οὗ τὸν Χριστὸν ἔμελλε γενεαλογεῖν, καὶ τοῦ Ζαρὰ μνησθῆναι πάλιν. Τίνος οὖν ἕνεκεν ἐμνήσθη; Ἡνίκα ἔμελλεν αὐτοὺς τίκτειν ἡ Θάμαρ, τῶν ὠδίνων παραγενομένων, ἐξήνεγκε πρῶτος ὁ Ζαρὰ τὴν χεῖρα· εἶτα ἡ μαῖα θεασαμένη τοῦτο, ὥστε γνώριμον εἶναι τὸν πρῶτον, κοκκίνῳ τὴν χεῖρα ἔδησεν· ὡς δὲ ἐδέθη, συνέστειλε τὸ παιδίον τὴν χεῖρα, καὶ συστείλαντος ἐκείνου προῆλθεν ὁ Φαρὲς, καὶ τότε ὁ Ζαρά. Ταῦτα ἰδοῦσα ἡ μαῖά φησι· Τί διεκόπη διὰ σὲ φραγμός; Εἶδες μυστηρίων αἰνίγματα; Οὐ γὰρ ἁπλῶς ταῦτα ἡμῖν ἀναγέγραπται· οὐδὲ γὰρ ἱστορίας ἄξιον ἦν τὸ μαθεῖν, τί ποτε ἐφθέγξατο ἡ μαῖα· οὐδὲ διηγήσεως τὸ γνῶναι, ὅτι τὴν χεῖρα προήκατο πρῶτος ὁ δεύτερος ἐξελθών. Τί οὖν ἐστι τὸ αἴνιγμα; Πρῶτον ἀπὸ τῆς προσηγορίας τοῦ παιδίου μανθάνομεν τὸ ζητούμενον· τὸ γὰρ Φαρὲς διαίρεσίς ἐστι καὶ διακοπή. Ἔπειτα ἀπ' αὐτοῦ τοῦ συμβάντος· οὐδὲ γὰρ φυσικῆς ἀκολουθίας ἦν, τὴν χεῖρα ἐκβαλόντα συστεῖλαι πάλιν δεθέντα· οὐδὲ γὰρ κινήσεως ἦν λογικῆς ταῦτα, οὐδὲ ἀπὸ φυσικῆς γέγονεν ἀκολουθίας. Προεκπεσούσης μὲν γὰρ τῆς χειρὸς, ἕτερον προεξελθεῖν, ἴσως φυσικόν· τὸ δὲ συστεῖλαι ταύτην, καὶ ἑτέρῳ δοῦναι πάροδον, οὐκέτι κατὰ τὸν τῶν τικτομένων νόμον ἦν· ἀλλ' ἡ τοῦ Θεοῦ χάρις παρῆν τοῖς παιδίοις ταῦτα οἰκονομοῦσα, καὶ εἰκόνα ἡμῖν τινα τῶν μελλόντων ὑπογράφουσα δι' αὐτῶν. Τί οὖν; Φασί τινες τῶν ταῦτα ἀκριβῶς ἐξητακότων, ὅτι τῶν δύο λαῶν τύπος ἐστὶ ταῦτα τὰ παιδία. Εἶτα ἵνα μάθῃς ὅτι τοῦ δευτέρου λαοῦ ἡ πολιτεία προεξέλαμψε τῆς τοῦ προτέρου γεννήσεως, τὴν χεῖρα ἐκτεινομένην ἔχον τὸ παιδίον οὐχ ὁλόκληρον ἑαυτὸ δείκνυσιν, ἀλλὰ καὶ αὐτὴν συστέλλει πάλιν· καὶ μετὰ τὸ ὁλόκληρον ἐξολισθῆσαι τὸν ἀδελφὸν, τότε καὶ αὐτὸς ὅλος φαίνεται· ὃ καὶ ἐπὶ τῶν λαῶν ἀμφοτέρων γέγονε. Τῆς γὰρ πολιτείας τῆς ἐκκλησιαστικῆς ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ χρόνοις φανείσης, εἶτα ἐν τῷ μέσῳ συσταλείσης, ἦλθεν ὁ Ἰουδαϊκὸς λαὸς καὶ ἡ νομικὴ πολιτεία, καὶ τότε ὁλόκληρος ὁ νέος ἐφάνη λαὸς μετὰ τῶν αὑτοῦ νόμων. ∆ιὸ καὶ ἡ μαῖά φησιν· Τί διεκόπη διὰ σὲ φραγμός; Ὅτι τῆς πολιτείας τὴν ἐλευθερίαν ἐπεισελθὼν ὁ νόμος διέκοψε. Καὶ γὰρ φραγμὸν ἀεὶ τὸν νόμον ἡ Γραφὴ καλεῖν εἴωθεν· ὥσπερ καὶ ὁ προφήτης φησί· Καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν· καὶ, Φραγμὸν αὐτῇ περιέθηκα· καὶ ὁ Παῦλος, Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.
δʹ. Ἄλλοι δὲ τὸ, Τί διεκόπη διὰ σὲ φραγμός; ἐπὶ τοῦ νέου φασὶν εἰρῆσθαι λαοῦ· οὗτος γὰρ παραγενόμενος τὸν νόμον κατέλυσεν. Ὁρᾷς ὡς οὐκ ὀλίγων οὐδὲ μικρῶν ἕνεκεν ἐμνημόνευσε τῆς κατὰ τὸν Ἰούδαν ἱστορίας ἁπάσης; ∆ιὰ τοῦτο καὶ τῆς Ῥοὺθ καὶ τῆς Ῥαὰβ μέμνηται, τῆς μὲν ἀλλοφύλου, τῆς δὲ πόρνης, ἵνα μάθῃς ὅτι πάντα ἦλθε τὰ κακὰ λύσων τὰ ἡμέτερα. Ὡς γὰρ ἰατρὸς, οὐχ ὡς δικαστὴς παραγέγονεν. Ὥσπερ οὖν πόρνας ἔλαβον γυναῖκας οὗτοι, οὕτω καὶ ὁ Θεὸς τὴν φύσιν τὴν ἐκπορνεύσασαν ἡρμόσατο ἑαυτῷ· ὃ καὶ προφῆται ἄνωθεν προλέγουσιν ἐπὶ τῆς συναγωγῆς γεγονέναι. Ἀλλ' ἐκείνη μὲν ἀγνώμων γεγένηται περὶ τὸν συνοικήσαντα· ἡ δὲ Ἐκκλησία ἅπαξ ἀπαλλαγεῖσα τῶν πατρῴων κακῶν, ἔμεινεν ἀσπαζομένη τὸν νυμφίον. Ὅρα γοῦν καὶ τὰ ἐπὶ τῆς Ῥοὺθ γενόμενα ἐοικότα τοῖς ἡμετέροις. Αὕτη γὰρ ἀλλόφυλός τε ἦν, καὶ εἰς ἐσχάτην κατηνέχθη πενίαν· ἀλλ' ὅμως ἰδὼν αὐτὴν ὁ Βοὸζ, οὔτε τῆς πενίας κατεφρόνησεν, οὔτε τὴν δυσγένειαν ἐβδελύξατο· ὥσπερ οὖν καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν δεξάμενος, καὶ ἀλλόφυλον καὶ ἐν πενίᾳ πολλῇ, τῶν μεγάλων ἀγαθῶν ἔλαβεν αὐτὴν κοινωνόν. Ἀλλ' ὥσπερ αὕτη, εἰ μὴ πρότερον ἀφῆκε πατέρα, καὶ ἠτίμασεν οἰκίαν καὶ γένος καὶ πατρίδα καὶ συγγενεῖς, οὐκ ἂν ἐπέτυχε τῆς ἀγχιστείας ταύτης· οὕτω καὶ ἡ Ἐκκλησία τὰ πατρῷα ἔθη καταλιποῦσα, τότε ἐπέραστος ἐγένετο τῷ νυμφίῳ. Ὅπερ οὖν καὶ ὁ προφήτης αὐτῇ διαλεγόμενός φησιν· Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Τοῦτο καὶ ἡ Ῥοὺθ ἐποίησε. ∆ιὰ τοῦτο καὶ μήτηρ ἐγένετο βασιλέων, ὥσπερ οὖν καὶ ἡ Ἐκκλησία· καὶ γὰρ ἐκ ταύτης ἐστὶν ὁ ∆αυΐδ. ∆ιὰ δὴ τούτων πάντων ἐντρέπων αὐτοὺς, καὶ πείθων μὴ μέγα φρονεῖν, τήν τε γενεαλογίαν συνέθηκε, καὶ τὰς γυναῖκας ταύτας εἰς μέσον ἤγαγε. Καὶ γὰρ τὸν βασιλέα τὸν μέγαν αὕτη διὰ τῶν μέσων ἐγέννησε· καὶ οὐκ αἰσχύνεται ὁ ∆αυῒδ ἐπὶ τούτοις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὔτε ἐξ ἀρετῆς, οὔτε ἀπὸ κακίας προγόνων εἶναι σπουδαῖον, ἢ φαῦλον, ἢ ἄσημον, ἢ λαμπρόν· ἀλλ' εἰ χρή τι καὶ παράδοξον εἰπεῖν, ἐκεῖνος ἐκλάμπει μειζόνως, ὁ μὴ τῶν σπουδαίων προγόνων ὢν, γενόμενος δὲ ἀγαθός. Μηδεὶς τοίνυν ἐπὶ τούτοις μέγα φρονείτω· ἀλλ' ἐννοήσας τοῦ ∆εσπότου τοὺς προγόνους, τὸ φύσημα ἅπαν κενούτω, καὶ ἐπὶ κατορθώμασι μέγα φρονείτω· μᾶλλον δὲ μηδὲ ἐπὶ τούτοις. Οὕτω γὰρ καὶ ὁ Φαρισαῖος τοῦ τελώνου γέγονεν ὕστερος. Εἰ γὰρ βούλει δεῖξαι μέγα τὸ κατόρθωμα, μὴ μέγα φρόνει, καὶ τότε μεῖζον τοῦτο ἀπέφηνας· μὴ νομίσῃς τι πεποιηκέναι, καὶ τὸ πᾶν εἰργάσω. Εἰ γὰρ ὅταν ἁμαρτωλοὶ ὦμεν, ἂν νομίσωμεν τοῦτο εἶναι ὅπερ ἐσμὲν, δίκαιοι γινόμεθα, ὥσπερ οὖν καὶ ὁ τελώνης· πόσῳ μᾶλλον ὅταν δίκαιοι ὄντες ἁμαρτωλοὺς ἑαυτοὺς εἶναι νομίζωμεν; Εἰ γὰρ ἐξ ἁμαρτωλῶν δικαίους ποιεῖ τὸ ταπεινοφρονεῖν· καίτοιγε οὐδὲ ταπεινοφροσύνη ἦν ἐκεῖνο, ἀλλ' εὐγνωμοσύνη· εἰ οὖν εὐγνωμοσύνη τοσοῦτον δύναται ἐπὶ ἁμαρτωλῶν, ἡ ταπεινοφροσύνη σκόπησον ἐπὶ δικαίων τί οὐκ ἐργάσεται; Μὴ τοίνυν λυμήνῃ τοὺς πόνους, μηδὲ ὑποτέμῃ τοὺς ἱδρῶτας, μηδὲ εἰκῆ δραμῇς, μετὰ τοὺς μυρίους διαύλους πάντα κενῶν τὸν πόνον. Καὶ γὰρ σοῦ μᾶλλον οἶδε τὰ κατορθώματα ὁ ∆εσπότης τὰ σά. Κἂν ποτήριον ψυχροῦ δῷς, οὐδὲ τοῦτο παρορᾷ· κἂν ὀβολὸν καταβάλῃς, κἂν στενάξῃς μόνον, μετὰ πολλῆς πάντα δέχεται τῆς εὐνοίας, καὶ μέμνηται, καὶ μεγάλους αὐτοῖς ὁρίζει μισθούς. Τίνος δὲ ἕνεκεν ἐξετάζεις τὰ σὰ, καὶ φέρεις ἡμῖν εἰς μέσον διηνεκῶς; Οὐκ οἶδας ὅτι ἐὰν ἐπαινέσῃς σαυτὸν, οὐκέτι σε ὁ Θεὸς ἐπαινέσεται; ὥσπερ οὖν ἂν ταλανίσῃς, οὐ παύσεταί σε παρὰ πᾶσιν ἀνακηρύττων; Οὐδὲ γὰρ βούλεταί σου τοὺς πόνους ἐλαττωθῆναι. Τί λέγω ἐλαττωθῆναι; Πάντα μὲν οὖν ποιεῖ καὶ πραγματεύεται, ὥστε καὶ ἀπὸ μικρῶν σε στεφανῶσαι, καὶ περίεισι προφάσεις ζητῶν δι' ὧν δυνήσῃ ἀπαλλαγῆναι τῆς γεέννης.
εʹ. ∆ιὰ τοῦτο κἂν ἑνδεκάτην ὥραν ἐργάσῃ τῆς ἡμέρας, ὁλόκληρον τὸν μισθὸν δίδωσι· Κἂν μηδεμίαν ἔχῃς ἀφορμὴν σωτηρίας, φησὶ, δι' ἐμὲ ποιῶ, ὅπως μὴ τὸ ὄνομά μου βεβηλωθῇ. Κἂν στενάξῃς μόνον, κἂν δακρύσῃς, ἁρπάζει ταῦτα πάντα ταχέως εἰς ἀφορμὴν τῆς σῆς σωτηρίας αὐτός. Μὴ τοίνυν ἐπαιρώμεθα, ἀλλὰ λέγωμεν ἑαυτοὺς ἀχρείους, ἵνα γενώμεθα εὔχρηστοι. Ἂν μὲν γὰρ εἴπῃς σαυτὸν εὐδόκιμον, γέγονας ἄχρηστος, κἂν εὐδόκιμος ᾖς· ἂν δὲ ἀχρεῖον ὀνομάσῃς, γέγονας εὔχρηστος, κἂν ἀδόκιμος ᾖς. ∆ιὸ ἀναγκαῖον ἐπιλαθέσθαι κατορθωμάτων. Καὶ πῶς δυνατὸν, φησὶν, ἅπερ ἐπιστάμεθα, ταῦτα μὴ εἰδέναι; Τί λέγεις; προσκρούων διηνεκῶς τῷ ∆εσπότῃ, τρυφᾷς καὶ γελᾷς, καὶ οὐδὲ οἶδας ὅτι ἥμαρτες, λήθῃ παραδοὺς πάντα, κατορθωμάτων δὲ οὐ δύνασαι ἐκβαλεῖν τὴν μνήμην; Καίτοι ἰσχυρότερον ὁ φόβος. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν· καθ' ἑκάστην μὲν ἡμέραν προσκρούοντες οὐδὲ εἰς νοῦν βαλλόμεθα· ἂν δὲ μικρὸν ἀργύριον πένητι δῶμεν, ἄνω καὶ κάτω τοῦτο στρέφομεν, ὅπερ ἐσχάτης ἐστὶν ἀνοίας, καὶ μεγίστη τοῦ συλλέγοντος ζημία· ἀσφαλὲς γὰρ ταμιεῖον κατορθωμάτων λήθη κατορθωμάτων. Καὶ καθάπερ τὰ ἱμάτια καὶ ὁ χρυσὸς, ὅταν μὲν ἐπ' ἀγορᾶς ταῦτα προθῶμεν, πολλοὺς ἐπισπώμεθα τοὺς ἐπιβούλους· ἂν δὲ ἀποθώμεθα οἴκοι καὶ κατακρύψωμεν, ἐν ἀσφαλείᾳ καταθήσομεν ἅπαντα· οὕτω δὴ καὶ τὰ κατορθώματα, ἂν μὲν συνεχῶς ἐπὶ τῆς μνήμης φέρωμεν, παροξύνομεν τὸν ∆εσπότην, τὸν Ἐχθρὸν ὁπλίζομεν, ἐπὶ τὴν κλοπὴν καλοῦμεν· ἂν δὲ μηδεὶς εἰδῇ αὐτὰ, ἀλλ' ὃν εἰδέναι χρὴ μόνον, ἐν ἀσφαλείᾳ κείσεται. Μὴ τοίνυν περίστρεφε συνεχῶς, ἵνα μή τις αὐτὰ ἀφέληται· ὃ καὶ ὁ Φαρισαῖος ἔπαθεν, ἐπὶ τῆς γλώττης αὐτὰ περιφέρων· ὅθεν καὶ ἥρπασεν αὐτὰ ὁ διάβολος· καίτοιγε μετ' εὐχαριστίας αὐτῶν ἐμέμνητο, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ. Ἀλλ' οὐδὲ τοῦτο ἤρκεσεν αὐτῷ. Οὐ γὰρ εὐχαριστία τὸ ὀνειδίζειν ἑτέροις, τὸ φιλοτιμεῖσθαι ἐπὶ πολλῶν, τὸ κατεξανίστασθαι τῶν πεπλημμεληκότων. Εἰ γὰρ εὐχαριστεῖς τῷ Θεῷ, ἀρκέσθητι μόνον αὐτῷ, καὶ μὴ ἐξενέγκῃς εἰς ἀνθρώπους, μηδὲ καταδικάσῃς τὸν πλησίον· οὐ γάρ ἐστι τοῦτο εὐχαριστία. Βούλει μαθεῖν εὐχαριστίας λόγους; ἄκουσον τῶν τριῶν παίδων λεγόντων· Ἡμάρτομεν, ἠνομήσαμεν· δίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, ὅτι ἐν ἀληθινῇ κρίσει πάντα ἐπήγαγες. Τὸ γὰρ τὰ οἰκεῖα ἁμαρτήματα ὁμολογεῖν, τοῦτό ἐστιν εὐχαριστεῖν τῷ Θεῷ ὁμολογοῦντα, ὅπερ δείκνυσι μυρίων μὲν ὄντα αὐτὸν ὑπεύθυνον, οὐκ ἀπαιτούμενον δὲ τὴν ἀξίαν δίκην· οὗτος μάλιστά ἐστιν ὁ εὐχαριστῶν. Φυλαξώμεθα τοίνυν τὸ περὶ ἑαυτῶν τι λέγειν· τοῦτο γὰρ καὶ παρὰ ἀνθρώποις μισητοὺς καὶ παρὰ Θεῷ βδελυροὺς ἐργάζεται. ∆ιὰ τοῦτο ὅσῳ ἂν μεγάλα κατορθώσωμεν, τοσούτῳ μικρὰ περὶ ἑαυτῶν λέγωμεν· οὕτω γὰρ μεγίστην καρπωσόμεθα δόξαν, καὶ παρὰ ἀνθρώποις καὶ παρὰ Θεῷ· μᾶλλον δὲ οὐδὲ δόξαν μόνον παρὰ Θεῷ, ἀλλὰ καὶ μισθὸν καὶ ἀντίδοσιν μεγάλην. Μὴ τοίνυν ἀπαίτει μισθὸν, ἵνα λάβῃς μισθόν. Χάριτι ὁμολόγει σώζεσθαι, ἵνα σοι αὐτὸς ὀφειλέτην ἑαυτὸν ὁμολογήσῃ, οὐχὶ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τῆς τοιαύτης εὐγνωμοσύνης. Ὅταν μὲν γὰρ κατορθῶμεν, τῶν κατορθωμάτων ὀφειλέτην ἔχομεν μόνον· ὅταν δὲ μηδὲ ἡγούμεθά τι κατωρθωκέναι, καὶ αὐτοῦ τοῦ οὕτω διακεῖσθαι, καὶ μειζόνως ἢ ἐκείνων· ὥστε ἀντίῤῥοπον τῶν κατορθωμάτων τοῦτό ἐστιν. Ἂν γὰρ μὴ τοῦτο παρῇ, οὐδ' ἐκεῖνα φανεῖται μεγάλα. Καὶ γὰρ καὶ ἡμεῖς οἰκέτας ἔχοντες, τότε αὐτοὺς μάλιστα ἀποδεχόμεθα, ὅταν πάντα μετ' εὐνοίας διακονησάμενοι, μηδὲν ἡγῶνται πεποιηκέναι μέγα. Ὥστε εἰ βούλει μεγάλα σου ποιῆσαι τὰ κατορθώματα, μὴ νόμιζε αὐτὰ εἶναι μεγάλα, καὶ τότε ἔσται μεγάλα. Οὕτω καὶ ὁ ἑκατοντάρχης ἔλεγεν· Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· διὰ τοῦτο ἄξιος γέγονε, καὶ ὑπὲρ πάντας Ἰουδαίους ἐθαυμάζετο. Οὕτω καὶ ὁ Παῦλός φησιν· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· διὰ τοῦτο καὶ πρῶτος πάντων ἐγένετο. Οὕτω καὶ Ἰωάννης· Οὐκ εἰμὶ ἱκανὸς λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος· διὰ τοῦτο καὶ φίλος ἧν τοῦ νυμφίου, καὶ τὴν χεῖρα, ἢν ἀναξίαν ἔφησεν εἶναι τῶν ὑποδημάτων, ταύτην ὁ Χριστὸς ἐπὶ τὴν κεφαλὴν εἵλκυσε τὴν ἑαυτοῦ. Οὕτω καὶ Πέτρος ἔλεγεν· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι· διὰ τοῦτο θεμέλιος τῆς Ἐκκλησίας γέγονεν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμεῖν. Τοῦτο φιλοσοφίας πάσης ἀρχή. Ὁ γὰρ τεταπεινωμένος καὶ συντετριμμένος, οὐ κενοδοξήσει, οὐκ ὀργιεῖται, οὐ φθονήσει τὸν πλησίον, οὐκ ἄλλο τι δέξεται πάθος. Οὐδὲ γὰρ χεῖρα συντετριμμένην, κἂν μυριάκις φιλονεικήσωμεν, εἰς ὕψος ἆραι δυνησόμεθα. Ἂν τοίνυν καὶ τὴν ψυχὴν οὕτω συντρίψωμεν, κἂν μυρία αὐτὴν ἐπάρῃ φυσῶντα πάθη, οὐδὲ μικρὸν ἀρθῆναι δυνήσεται. Εἰ γὰρ περὶ βιωτικῶν τις πενθῶν πραγμάτων, πάντα ἐξορίζει τὰ νοσήματα τῆς ψυχῆς· πολλῷ μᾶλλον ὁ ὑπὲρ ἁμαρτιῶν τοῦτο ποιῶν ἀπολαύσεται τῆς φιλοσοφίας. Καὶ τίς οὕτω δυνήσεται συντρῖψαι τὴν ἑαυτοῦ καρδίαν· φησίν. Ἄκουσον τοῦ ∆αυῒδ τοῦ διὰ τοῦτο μάλιστα λάμψαντος, καὶ βλέπε αὐτοῦ τὴν συντριβὴν τῆς ψυχῆς. Μετὰ γὰρ μυρία κατορθώματα, καὶ πατρίδος καὶ οἰκίας καὶ αὐτῆς μέλλων ἐκπίπτειν τῆς ζωῆς, παρ' αὐτὸν τὸν καιρὸν τῆς συμφορᾶς, στρατιώτην εὐτελῆ καὶ ἀπεῤῥιμμένον ὁρῶν ἐπεμβαίνοντα αὐτοῦ τῷ καιρῷ καὶ λοιδορούμενον, οὐ μόνον οὐκ ἀντελοιδόρησεν, ἀλλὰ καὶ τῶν στρατηγῶν τινα βουλόμενον αὐτὸν ἀνελεῖν διεκώλυσεν, εἰπών· Ἄφετε αὐτὸν, ὅτι Κύριος ἐνετείλατο αὐτῷ. Καὶ πάλιν, τῶν ἱερέων ἀξιούντων μετ' αὐτοῦ τὴν κιβωτὸν συμπεριφέρειν, οὐκ ἐδέξατο· ἀλλὰ τί φησιν; Ἐπὶ τοῦ ναοῦ καθίσω, κἂν ἀπαλλάξῃ με τῶν ἐν χερσὶ δεινῶν ὁ Θεὸς, ὄψομαι τὴν εὐπρέπειαν αὐτῆς· ἂν δὲ εἴπῃ μοι, Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ. Τὸ δὲ ἐπὶ τοῦ Σαοὺλ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις γεγενημένον, ποίαν οὐκ ἐνδείκνυται φιλοσοφίας ὑπερβολήν; Καὶ γὰρ καὶ τὸν παλαιὸν ὑπερέβη νόμον, καὶ τῶν ἀποστολικῶν ἐγγὺς ἐγένετο προσταγμάτων. ∆ιὰ τοῦτο πάντα ἔστεργε τὰ παρὰ τοῦ ∆εσπότου, οὐ δικάζων τοῖς γινομένοις, ἀλλ' ἓν μόνον σπουδάζων, πανταχοῦ πείθεσθαι καὶ ἕπεσθαι τοῖς παρ' αὐτοῦ κειμένοις νόμοις. Καὶ ὁρῶν μετὰ τοσαῦτα αὐτοῦ κατορθώματα τὸν τύραννον, τὸν πατραλοίαν, τὸν ἀδελφοκτόνον, τὸν ὑβριστὴν, τὸν μαινόμενον, ἀντ' αὐτοῦ τὴν αὐτοῦ ἔχοντα βασιλείαν, οὐδὲ οὕτως ἐσκανδαλίζετο· ἀλλ', Ἂν τῷ Θεῷ ταῦτα δοκῇ, φησὶν, ἐμὲ μὲν ἐλαύνεσθαι καὶ πλανᾶσθαι καὶ φεύγειν, ἐκεῖνον δὲ εἶναι ἐν τιμῇ, στέργω καὶ δέχομαι, καὶ χάριν ἔχω τῶν μυρίων αὐτοῦ κακῶν. Οὐχ ὡς πολλοὶ τῶν ἀναισχύντων καὶ ἰταμῶν, οὐδὲ τὸ πολλοστὸν κατορθοῦντες τῶν ἐκείνῳ κατωρθωμένων, ἂν ἴδωσί τινας ἐν εὐημερίαις ὄντας, ἑαυτοὺς δὲ μικρὰν ὑπομείναντας ἀθυμίαν, μυρίαις τὰς ἑαυτῶν ψυχὰς ἀπολλύουσι βλασφημίαις. Ἀλλ' οὐχ ὁ ∆αυῒδ τοιοῦτος, ἀλλὰ πᾶσαν ἐπεδείκνυτο ἐπιείκειαν. ∆ιὸ καὶ ἔλεγεν ὁ Θεός· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Τοιαύτην καὶ ἡμεῖς κτησώμεθα ψυχὴν, καὶ ὅπερ ἂν πάθωμεν, οἴσομεν ῥᾳδίως, καὶ πρὸ τῆς βασιλείας ἐντεῦθεν καρπωσόμεθα τῆς ταπεινοφροσύνης τὴν πρόσοδον. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ἵν' οὖν ἀπολαύσωμεν ἀναπαύσεως, καὶ ἐνταῦθα καὶ ἐκεῖ, μετὰ πολλῆς τῆς σπουδῆς τὴν πάντων μητέρα τῶν ἀγαθῶν, τὴν ταπεινοφροσύνην λέγω, ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς. Οὕτω γὰρ καὶ τὸ τοῦ βίου τούτου πέλαγος χωρὶς κυμάτων δυνησόμεθα διαβῆναι, καὶ εἰς τὸν γαληνὸν ἐκεῖνον καταπλεῦσαι λιμένα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου