ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΑ΄.Περὶ πλούτου καὶ πενίας.

Δευτέρα 31 Οκτωβρίου 2016

ΙΑ΄.Περὶ πλούτου καὶ πενίας.




ΙΑʹ. Περὶ πλούτου καὶ πενίας.

Ὅταν ἴδῃς πλουτοῦντά τινα παρ' ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῆ τὰ παρόντα νόμιζε· ἀναμνήσθητι τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον ἐληλάκει εὐπορίας καὶ τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς καὶ ἀπάνθρωπος καὶ κυνῶν ἀγριώτερος ἁπάντων· καίτοι οἱ μὲν τὸν πένητα ἠλέουν καὶ ἐθεράπευον, οὐκ ὀκνοῦντες τῇ γλώττῃ ἅπτεσθαι τῶν ἑλκῶν τῶν κατὰ παντὸς τοῦ σώματος· ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου. Ὁ δὲ πένης ἐκεῖνος, ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τὸ τῆς πενίας ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ προσεπάλαιε. Καὶ ὁ μὲν πλείω τῆς χρείας εἶχεν· ὁ δὲ οὐδὲ τῆς συμμετρίας ἀπέλαυεν· ἀλλ' ὅμως οὐκ ἐδυσχέρανεν, οὐ κατηγόρησε τοῦ Θεοῦ, οὐκ ἐμέμψατο τὴν Πρόνοιαν. Πῶς οὖν οὐκ ἄτοπον, ὅταν αὐτοὶ μὲν οἱ πάσχοντες κακῶς, οὕτω τὸν ∆εσπότην εὐλογῶσιν ἐν πᾶσι, σὺ δὲ ὁ τῶν παλαισμάτων ἑστηκὼς ἔξω, ὑπὲρ τούτων βλασφημεῖς τὸν Θεὸν, ὑπὲρ ὧν εὐχαρίστως ἕτεροι φέρουσιν; 



Ὁ μὲν γὰρ πάσχων δεινῶς, κἂν εἴπῃ τι ῥῆμα φορτικὸν καὶ ἐπαχθὲς, εἰ καὶ μὴ τοσαύτης ὅσης ἕτερος, ἀλλ' ὅμως γε καὶ ἐλάττονος μετέχει συγγνώμης· ὁ δὲ ἔξω τῶν δεινῶν ἑστὼς, καὶ ὑπὲρ ἑτέρων τὴν ἑαυτοῦ ψυχὴν ἀπολλὺς, ποίας ἂν εἴη συγγνώμης ἄξιος, ὑπὲρ τούτων βλασφημῶν τὸν Θεὸν, ὑπὲρ ὧν ὁ παθὼν κακῶς εὐχαριστεῖ, καὶ διαπαντὸς αὐτὸν ἀνυμνῶν οὐκ ἀφίσταται; ∆ιὰ τί γὰρ ὁ πλοῦτος, ἄνθρωπε, περισπούδαστος εἶναί σοι δοκεῖ; ∆ιὰ τὴν ἡδονὴν πάντως τὴν ἀπὸ τῶν τραπεζῶν, διὰ τὴν τιμὴν καὶ δορυφορίαν τὴν ἀπὸ τῶν διὰ τοῦτόν σε θεραπευόντων, διὰ τὸ δύνασθαι τοὺς λυποῦντας ἀμύνασθαι καὶ πᾶσιν εἶναι φοβερόν· οὐδὲ γὰρ ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ' ἡδονὴν καὶ κολακείαν, καὶ φόβον καὶ τιμωρίαν. Οὔτε γὰρ σοφώτερον οὔτε σωφρονέστερον ὁ πλοῦτος ποιεῖν εἴωθεν, οὐ χρηστὸν, οὐ φιλάνθρωπον, οὐκ ἄλλο τι μέρος τῆς ἀρετῆς εἰς τὴν ψυχὴν εἰσάγειν καὶ καταφυτεύειν. Οὐδ' ἂν ἰσχύῃς εἰπεῖν, ὅτι διὰ τί τούτων περισπούδαστός ἐστί σοι καὶ ποθεινὸς οὗτος· οὐ γὰρ δὴ μόνον οὐδὲν οἶδε τούτων καταφυτεύειν ἢ γεωργεῖν τῶν ἀγαθῶν, ἀλλὰ κἂν ἀποκείμενα εὕρῃ, λυμαίνεται καὶ κωλύει, ἔνια δὲ καὶ ἀνασπᾷ καὶ τὰ ἐναντία τούτων ἐπεισάγει. Ἀλλὰ μὴ εἴπω περὶ τούτων· οἱ γὰρ τῇ νόσῳ ταύτῃ ἑαλωκότες, οὐκ ἂν ἀνάσχοιντο ἀκούειν, τῆς ἡδονῆς ὄντες ὅλοι, καὶ διὰ τοῦτο αὐτὸ γενόμενοι δοῦλοι, κατηγορουμένων αὐτῶν ὁμοῦ καὶ ἐλεγχομένων. ∆ιὰ τοῦτο οὖν, εἰπέ μοι, ποθεινὸς ὑμῖν ὁ πλοῦτος καὶ περιμάχητος εἶναι δοκεῖ, ὅτι τὰ χαλεπώτατα ἐν ὑμῖν τρέφει πάθη, ὀργήν τε εἰς ἔργον διεξάγων, καὶ τῆς δοξομανίας τὰς πομφόλυγας εἰς μείζονα ὄγκον ἐπαίρων, καὶ πρὸς ἀπόνοιαν διεγείρων; ∆ιὰ ταῦτα μὲν οὖν μάλιστα ἀμεταστρεπτὶ φεύγειν αὐτὸν χρὴ, ὅτι θηρία τινὰ ἄγρια καὶ χαλεπὰ εἰς τὴν διάνοιαν εἰσοικίζει τὴν ἡμετέραν, δι' αὐτῶν τῆς μὲν παρὰ πάντων ἀποστερῶν τιμῆς, τὴν δὲ ἐναντίαν ἐκείνης τοῖς ἐκείνης χρώμασιν ἀναχρωννὺς, καὶ οὕτω προσάγων τοῖς ἠπατημένοις καὶ πείθων ταύτην ἐκείνης εἶναι μείζω, οὐκ οὖσαν μὲν τῇ φύσει, ἀλλὰ τῇ ὄψει μᾶλλον δοκοῦσαν εἶναι. Καθάπερ γὰρ τὰ κάλλη τῶν ἑταιριζομένων γυναικῶν, ἐπιτρίμμασι καὶ ὑπογραφαῖς συγκείμενα, κάλλους μὲν ἀπεστέρηνται, τὴν δὲ αἰσχρὰν ὄψιν καὶ δυσειδῆ καλήν τε καὶ εὐειδῆ παρὰ τοῖς ἠπατημένοις εἶναι δοκεῖ· οὕτω δὴ καὶ ὁ πλοῦτος ἀτιμίαν τὴν τιμὴν μᾶλλον δείκνυσιν εἶναι. Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γενομένας εὐφημίας ἴδῃς, ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον, καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους, καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους σε καὶ μισοῦντας. Καὶ εἴποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέ τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος θερμοτέραν ἀκτῖνα ἀφεὶς, τότε ὄψει καλῶς, ὅτι παρὰ τὸν ἔμπροσθεν χρόνον ἐν ἐσχάτῃ μὲν ἦς ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι· τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστά σε μισούντων, καὶ ἐν ἐσχάταις συμφοραῖς ἐπιθυμούντων ἰδεῖν. Ὅπερ γάρ ἐστιν ἄνθρωπος ζῶον εὐτελὲς, ἐπίκηρον, ὀλιγοχρόνιον, τοιοῦτον καὶ ὁ πλοῦτος· μᾶλλον δὲ οὐ τοιοῦτον, ἀλλὰ καὶ ἀσθενέστερον. Οὐ γὰρ μετὰ τοῦ ἀνθρώπου, ἀλλὰ καὶ πρὸ τοῦ ἀνθρώπου τελευτᾷ πολλάκις· καὶ ἴστε πάντες ὡς μυρία ἐνταῦθα ὑποδείγματα τοῦ ἀώρου πλούτου μεμαθήκατε. Καὶ ὁ μὲν κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο· καὶ εἴθε ἀπώλετο μόνον, καὶ μὴ καὶ τὸν κεκτημένον συναπώλλυεν. Οὐκοῦν οὐκ ἂν ἁμάρτοι τις, τὸν πλοῦτον ἀγνώμονα οἰκέτην καλέσας, οἰκέτην αἱμοβόρον καὶ ἀνδροφόνον, οἰκέτην ἀμοιβὰς ἀποδιδόντα τῷ δεσπότῃ τὴν σφαγήν· καὶ τὸ δὴ χαλεπώτερον, οὐχ ὅταν αὐτὸν καταλίπῃ, περιβάλλει κινδύνοις, ἀλλὰ καὶ πρὶν ἢ καταλίπῃ, θορυβεῖ αὐτὸν καὶ ταράττει. Τίς ἄρα Εὐτροπίου γέγονεν ὑψηλότερος; οὐ πᾶσαν τὴν οἰκουμένην παρῆλθε τῷ πλούτῳ; οὐ πρὸς αὐτὰς τῶν ἀξιωμάτων ἀνέβη τὰς κορυφάς; οὐχὶ πάντες αὐτὸν ἔτρεμον καὶ ἐδεδοίκεισαν; Ἀλλ' ἰδοὺ γέγονε καὶ δεσμωτῶν ἀθλιώτερος, καὶ οἰκετῶν ἐλεεινότερος, καὶ τῶν λιμῷ τηκομένων πτωχῶν ἐνδεέστερος, καθ' ἑκάστην ἡμέραν ξίφη βλέπων ἠκονημένα, καὶ βάραθρον καὶ δημίους καὶ τὴν ἐπὶ θάνατον ἀπαγωγήν· καὶ οὐδὲ εἴποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς ἐκείνης οἶδεν, οὐδὲ αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος· ἀλλ' ἐν μεσημβρίᾳ μέσῃ, καθάπερ ἐν πυκνοτάτῃ νυκτὶ περιεστοιχισμένος, οὕτω τὰς ὄψεις πεπήρωται· μᾶλλον δὲ, ὅσα ἂν φιλονεικήσωμεν, οὐ δυνησόμεθα λόγῳ παραστῆσαι τὸ πάθος, ὅπερ ὑπομένειν αὐτὸν εἰκὸς, καθ' ἑκάστην ὥραν ἀποτέμνεσθαι προσδοκῶντα. Πύξινον γὰρ αὐτοῦ βλέπω τὸ πρόσωπον, καὶ τοῦ νῦν νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον· κτύπος δὲ τῶν ὀδόντων καὶ πάταγος καὶ τρόμος αὐτῷ τοῦ παντὸς σώματος πρόσεστι, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶττα διαλυομένη, καὶ σχῆμα τοιοῦτον, οἷον εἰκὸς τὴν λιθίνην ἔχειν ψυχήν. Οὐκ ἔλεγόν σοι συνεχῶς ὅτι δραπέτης ἐστὶν ὁ πλοῦτος; σὺ δὲ ἡμῶν οὐκ ἠνείχου· οὐκ ἔλεγον ὅτι ἀγνώμων ἐστὶν οἰκέτης; σὺ δὲ οὐκ ἐβούλου πείθεσθαι. Ἰδοὺ ἐκ τῶν πραγμάτων ἔδειξεν ἡ πεῖρα, ὅτι οὐ δραπέτης μόνον οὐδὲ ἀγνώμων, ἀλλὰ καὶ ἀνδροφόνος· οὗτος γάρ σε νῦν τρέμειν καὶ δεδοικέναι παρεσκεύασεν. Οὐκ ἔλεγόν σοι, ἡνίκα συνεχῶς ἐπετίμας μοι λέγοντι τἀληθῆ, ὅτι ἐγώ σε φιλῶ μᾶλλον τῶν κολακευόντων; ἐγὼ ὁ ἐλέγχων, πλέον κήδομαι τῶν χαριζομένων; οὐ προσετίθην τοῖς ῥήμασι τούτοις, ὅτι Ἀξιοπιστότερα τραύματα φίλων ὑπὲρ ἀκούσια φιλήματα ἐχθρῶν; Εἰ τῶν ἐμῶν ἠνείχου τραυμάτων, οὐκ ἄν σοι τὰ φιλήματα ἐκείνων τὸν θάνατον τοῦτον ἔτεκον· τὰ γὰρ ἐμὰ τραύματα ὑγίειαν ἐργάζεται, τὰ δὲ ἐκείνων φιλήματα νόσον ἀνίατον κατεσκεύασε. Πόθεν δὴ τοῦτο; Ἐκ τοῦ μὴ τὰς μεταβολὰς τῶν ἀνθρωπίνων ἐννοεῖν σε πραγμάτων· εἰ γὰρ ἐδεδοίκεις μεταβολὴν, οὐκ ἂν ὑπέμεινας μεταβολήν· ἀλλ' ἐπείπερ οὔτε οἴκοθεν, οὔτε παρ' ἑτέρων ἐγένου βελτίων, διὰ τοῦτο τὴν πεῖραν τὴν διὰ τῶν ῥημάτων διὰ τῶν πραγμάτων ὑπέμεινας. Ἀεὶ λέγω, ὅτι ὁ πλοῦτος τοὺς κακῶς αὐτῷ χρωμένους προδίδωσι, καὶ ἦλθεν ὁ καιρὸς δεικνὺς τῶν πραγμάτων τὴν ἀλήθειαν. Τί κατέχεις αὐτὸν ἐν πειρασμῷ σε μὴ ὠφελοῦντα; Εἰ ἔχει ἰσχὺν, ὅταν ἐμπέσῃς εἰς ἀνάγκην, παρέστω σοι· εἰ δὲ τότε φεύγει, τί χρείαν αὐτοῦ ἔχεις; Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· καίτοι πολλοὶ ἐγκαλοῦσιν ἡμῖν· Ἀεὶ λέγει, κεκόλληται τοῖς πλουσίοις. Καὶ γὰρ κἀκεῖνοι ἀεὶ κεκόλληνται τοῖς πένησιν. Ἐγὼ δὲ κεκόλλημαι τοῖς πλουσίοις, μᾶλλον δὲ οὐ τοῖς πλουσίοις, ἀλλὰ τοῖς κακῶς τῷ πλούτῳ κεχρημένοις. Ἀεὶ λέγω, οὐ τὸν πλούσιον διαβάλλων, ἀλλὰ τὸν ἅρπαγα. Ἄλλο πλούσιος, ἄλλο ἅρπαξ· διαίρει τὰ πράγματα, μὴ σύγχεε τὰ ἄμικτα. Πλούσιος εἶ; οὐ κωλύω· ἁρπάζεις; κατηγορῶ. Ἔχεις τὰ σά; ἀπόλαυε· λαμβάνεις τὰ ἀλλότρια; οὐ σιωπῶ. Θέλεις με λιθάσαι; ἕτοιμός εἰμι καὶ τὸ αἷμά μου ἐκχέειν, μόνον ἂν τὴν ἁμαρτίαν σου κωλύσω· ἐμοὶ οὐ μέλει μῖσος, οὐ μέλει πόλεμος· ἑνός μοι μέλει, τῆς προκοπῆς τῶν ἀκουόντων. Καὶ οἱ πένητες ἐμὰ τέκνα, καὶ οἱ πλούσιοι ἐμὰ τέκνα· ἡ αὐτὴ γαστὴρ ἀμφοτέρους ὤδινεν, αἱ αὐταὶ ὠδῖνες ἀμφοτέρους ἔτεκον. Ὁ βουλόμενος λιθαζέτω, ὁ βουλόμενος μισείτω, ὁ βουλόμενος ἐπιβουλευέτω· ὑποθῆκαί μοι στεφάνων αἱ ἐπιβουλαὶ, καὶ ἀριθμὸς βραβείων τὰ τραύματα. Οὐ δέδοικα ἐπιβουλήν· ἓν δέδοικα μόνον, ἁμαρτίαν. Μή μέ τις ἐλέγξῃ ἁμαρτάνοντα, καὶ ἡ οἰκουμένη πολεμείτω μοι. Εἴδετε τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν; εἴδετε τῆς δυναστείας τὸ ἐπίκηρον; εἴδετε τὸν πλοῦτον, ὃν ἀεὶ δραπέτην ἐκάλουν, οὐ δραπέτην δὲ μόνον, ἀλλὰ καὶ ἀνδροφόνον; οὐ γὰρ καταλιμπάνει τοὺς ἔχοντας, ἀλλὰ καὶ σφά ζει τοὺς ἔχοντας· ὅταν τις αὐτὸν θεραπεύσῃ, τότε μάλιστα αὐτὸν προδίδωσι. Τί θεραπεύεις πλοῦτον τὸν μηδέποτε κατασχεθῆναι δυνάμενον; Βούλει αὐτὸν κατασχεῖν; μὴ κατορύξῃς αὐτὸν, ἀλλὰ δὸς εἰς τὰς χεῖρας τῶν πενήτων. Θηρίον ἐστὶν ὁ πλοῦτος· ἐὰν κατέχηται, φεύγει· ἐὰν σκορπίζηται, μένει. Σκόρπισον, ἵνα μείνῃ· μὴ κατορύξῃς, ἵνα μὴ φύγῃ. Ποῦ ὁ πλοῦτος; ἡδέως ἂν ἐροίμην τοὺς ἀπελθόντας, ποῦ ὁ πλοῦτος; Ταῦτα δὲ λέγω οὐκ ὀνειδίζων, μὴ γένοιτο, οὐδὲ ἀναξαίνων τὰ ἕλκη, ἀλλὰ τὰ ἑτέρων ναυάγια ὑμῖν λιμένα κατασκευάζων. Καὶ γὰρ ὁ σήμερον πλούσιος αὔριον πένης. ∆ιὸ καὶ πολλάκις ἐγέλασα διαθήκας ἀναγινώσκων λεγούσας· Ὁ δεῖνα μὲν ἐχέτω τὴν δεσποτείαν τῶν ἀγρῶν ἢ τῆς οἰκίας, τὴν δὲ χρῆσιν ἄλλος· πάντες γὰρ τὴν χρῆσιν ἔχομεν, δεσποτείαν δὲ οὐδείς. Κἂν γὰρ παρὰ πᾶσαν ἡμῶν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν αὐτὸν ἑτέροις· τὴν χρῆσιν μὲν καρπωσάμενοι καὶ μόνον, τὴν δεσποτείαν δὲ οὒ, ἀλλὰ γυμνοὶ καὶ ἔρημοι πρὸς ἐκείνην ἀποδημοῦντες τὴν ζωήν. Ὅθεν δῆλον, ὅτι ἐκεῖνοι δεσποτείαν ἔχουσιν, οἱ καὶ τῆς χρήσεως αὐτοῦ καταφρονήσαντες, καὶ τῆς ἀπολαύσεως καταγελάσαντες. Ὁ γὰρ τὰ ὄντα ῥίψας καὶ τοῖς πένησιν αὐτὰ διαδοὺς, ἐχρήσατο εἰς δέον τοῖς οὖσι, καὶ τὴν δεσποτείαν αὐτῶν ἔχων ἀπῆλθεν. Ὥστε εἴ τις θέλοι καὶ τὴν κτῆσιν αὐτῶν καὶ τὴν χρῆσιν καὶ τὴν δεσποτείαν ἔχειν, ἀπαλλαττέσθω τῶν ὄντων ἁπάντων· ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντων, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ μυρίων αὐτὰ δεινῶν ἀποβαλεῖται καὶ κινδύνων. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι μεταβολὴ γίνεται καὶ ἀθρόως, ἀλλ' ὅτι καὶ ἀμελετήτως ὁ πλούσιος πρὸς τὴν τῆς πενίας ὑπομονὴν ἔρχεται. Τίνος οὖν ἕνεκεν τὸν πλοῦτον ζηλωτὸν εἶναι νομίζεις, καὶ τοὺς αὐτὸν κεκτημένους μακαρίζεις καὶ ζηλοῖς; Τίνι γὰρ διαφέρει ὁ πλούσιος τοῦ πένητος; οὐχ ἓν σῶμα περιβάλλει; οὐ μίαν τρέφει γαστέρα; ∆ιὰ τί δὲ καὶ πολλοὺς ἔχεις οἰκέτας; Ὥσπερ γὰρ ἐν ἱματίοις τὴν χρείαν διώκειν δεῖ μόνον καὶ ἐν τραπέζῃ, οὕτω καὶ ἐν οἰκέταις. Καὶ γὰρ ἑνὶ τὸν ἕνα χρῆσθαι δεσπότην οἰκέτῃ μόνῳ ἐχρῆν· μᾶλλον δὲ καὶ δύο καὶ τρεῖς δεσπότας ἑνὶ οἰκέτῃ. Εἰ δὲ βαρὺ τοῦτο, ἐννόησον τοὺς οὐδένα ἔχοντας, καὶ εὐκολωτέρας ἀπολαύοντας θεραπείας. ∆ιὰ γὰρ τοῦτο καὶ χεῖρας ἡμῖν ἔδωκεν ὁ Θεὸς καὶ πόδας, ἵνα μὴ δεώμεθα οἰκετῶν. Οὐδὲ γὰρ χρείας ἕνεκεν τὸ τῶν οἰκετῶν ἐπεισήχθη γένος, ἐπεὶ μετὰ τοῦ Ἀδὰμ ἐπλάσθη ἂν καὶ δοῦλος· ἀλλὰ τῆς ἁμαρτίας καὶ τῆς παρακοῆς ἐστι τὸ ἐπιτίμιον καὶ ἡ κόλασις· εἰ δὲ καὶ ἀναγκαῖον τὸ δοῦλον ἔχειν, ἕνα που μόνον ἔχειν, ἢ τὸ πολὺ, δεύτερον. Τί γάρ σοι βούλεται τὰ πλήθη τῶν οἰκετῶν, καὶ τὸ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς; μὴ γὰρ μεταξὺ θηρίων περιπατεῖς, ὅτι ἀπελαύνεις τοὺς ἐντυγχάνοντας; Μὴ φοβηθῇς· οὐδεὶς δάκνει τῶν προσιόντων καὶ πλησίον σοι βαδιζόντων. Ἀλλὰ γὰρ ὕβριν ἡγῇ τὸ μετὰ πάντων συμβαδίζειν; Καὶ πόσης τοῦτο μανίας, τὸν μὲν ἵππον πλησίον ἑπόμενον μὴ νομίζειν φέρειν ὕβριν, ἄνθρωπον δὲ, εἰ μὴ ἀπὸ μυρίων ἐλαύνοιτο σταδίων, καταισχύνειν ἡγεῖσθαι; Τί δὲ ταύτης χεῖρον τῆς ἀλογίας, ἀνθρώπους ἐλαύνειν καὶ διώκειν, ἵνα τὸ κτῆνος μετ' εὐρυχωρίας παρέλθῃ; Τοσαύτη γὰρ τῆς πρὸς ἀλλήλους ἡμῶν χρείας ἀνάγκη οἰκονομικῶς παρὰ τοῦ Θεοῦ κατεσκεύασται, ὅτι, κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω ταύτης ἀπήλλακται τῆς συναφείας καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου. Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πένητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενήτων, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων. Καὶ ἵνα τοῦτο σαφέστερον ἴδῃς, ποιήσωμεν, εἰ δοκεῖ, δύο πόλεις, τὴν μὲν πλουσίων μόνων, τὴν δὲ πενήτων· καὶ μήτε ἐν τῇ τῶν πλουτούντων ἔστω τις πένης, μήτε ἐν τῇ τῶν πενήτων ἔστω τις πλούσιος ἀνήρ· καὶ ἴδωμεν ποία μᾶλλον ἀρκέσαι ἑαυτῇ δυνήσεται. Οὐκοῦν ἐν μὲν ἐκείνῃ, τῇ τῶν εὐπόρων, οὐδεὶς ἔσται δημιουργὸς, οὐκ οἰκοδόμος, οὐ τέκτων, οὐχ ὑποδηματοῤῥάφος, οὐκ ἀρτοποιὸς, οὐ γεωργὸς, οὐ χαλκοτύπος, οὐ σχοινοστρόφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορήσωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων ταλαιπωρίας; Πῶς οὖν ἡ πόλις στήσεται ἡμῖν αὕτη; ∆όντες, φησὶν, ἀργύριον οἱ πλουτοῦντες, ταῦτα ὠνήσονται παρὰ τῶν πενήτων. Πῶς δὲ οἰκίας οἰκοδομήσονται, ἢ καὶ τοῦτο ὠνήσονται; Ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο φύσιν. Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ καλεῖν, καὶ διαφθείρειν τὸν νόμον ὃν ἐθήκαμεν ἐξ ἀρχῆς, τὴν πόλιν οἰκίζοντες. Ἴδωμεν οὖν καὶ τὴν τῶν πενήτων πόλιν, εἰ καὶ αὕτη ὁμοίως ἐνδεῶς διακείσεται τῶν πλουτούντων ἐστερημένη· πρότερον διακαθάραντες τῷ λόγῳ τὸν πλοῦτον, οἷον χρυσὸν, ἄργυρον, λίθους τιμίους, καὶ ἱμάτια σηρικὰ καὶ ἁλουργὰ καὶ διάχρυσα, καὶ τοῦτο ἐκεῖθεν ἀπελάσαντες. Τί οὖν; παρὰ τοῦτο ἐνδεῶς σχήσει τὰ τῆς πόλεως ταύτης, εἰπέ μοι; Οὐδαμῶς. Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, ἄν τε σίδηρον χαλκεύειν, ἄν τε ἱμάτιον ὑφαίνειν, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν. Τί δέ; ἂν γεωργεῖν δέῃ καὶ σκάπτειν τὴν γῆν, πλουτούντων ἢ πενομένων χρεία; Παντί που δῆλον ὅτι πενήτων. Ποῦ οὖν δεησόμεθα τῶν πλουτούντων λοιπὸν, πλὴν εἰ μὴ καθελεῖν δέοι τὴν πόλιν ταύτην; Ὅταν οὖν ἴδῃς τινὰ λάμποντα ἔξωθεν ἀπὸ τῶν ἱματίων καὶ τῆς πολλῆς δορυφορίας, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ πολλὴν εὑρήσεις τὴν κόνιν. Ἐννόησον τὸν Παῦλον, τὸν Πέτρον· ἐννόησον τὸν Ἰωάννην, τὸν Ἠλίαν, μᾶλλον δὲ αὐτὸν τὸν τοῦ Θεοῦ Υἱὸν, τὸν οὐκ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι· ἐκείνου γενοῦ ζηλωτὴς καὶ τῶν ἐκείνου δούλων, καὶ τὸν ἄφατον τούτων φαντάζου πλοῦτον. Εἰ δὲ μικρὸν διαβλέψας, ἐκ τούτου σκοτισθείης πάλιν, καθάπερ ἔν τινι ναυαγίῳ καταιγίδος ἐπελθούσης, ἄκουσον τῆς ἀποφάσεως τοῦ Χριστοῦ λεγούσης, ὅτι ἀδύνατον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πρὸς τὴν ἀπόφασιν ταύτην θὲς τὰ ὄρη καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα, εἰ βούλει, τῷ λόγῳ ποίησον εἶναι χρυσὸν, καὶ οὐδὲν ὄψει ἴσον τῆς ζημίας τῆς ἐκεῖθέν σοι γινομένης. Εἰ γὰρ τῶν πλουτούντων ὑμῶν ἕκαστος ὁλόκληρον ἐκέκτητο κόσμον, καὶ ἕκαστος αὐτῶν τοσούτους εἶχεν ἀνθρώπους, ὅσοι νῦν εἰσι πανταχοῦ γῆς καὶ θαλάσσης καὶ οἰκουμένης, καὶ ἕκαστος γῆν καὶ θάλατταν καὶ τὰ πανταχοῦ οἰκοδομήματα καὶ πόλεις καὶ ἔθνη ἐκέκτητο, καὶ πανταχόθεν ἀντὶ ὕδατος, ἀντὶ πηγῶν αὐτῷ τὸ χρυσίον ἐπέῤῥει, τριῶν ὀβολῶν οὐκ ἂν ἔφην ἀξίους εἶναι τοὺς οὕτω πλουτοῦντας, καὶ τῆς βασιλείας ἐκπεσόντας. Εἰ γὰρ νῦν χρημάτων τῶν ἀπολλυμένων ἐφιέμενοι, ὅταν μὴ ἐπιτύχωσι, βασανίζονται· εἰ λάβοιεν αἴσθησιν τῶν ἀγαθῶν ἐκείνων, τί λοιπὸν ἀρκέσει εἰς παραμυθίαν αὐτοῖς; Εἰπὲ δή μοι, εἴ τίς σε εἰς βασίλεια εἰσήγαγε, καὶ παρόντων πάντων διαλεχθῆναί σοι τὸν βασιλέα παρεσκεύασε, καὶ ὁμοτράπεζον αὐτῷ καὶ ὁμοδίαιτον ἐποίησεν, οὐ πάντων ἂν ἔφης σαυτὸν εἶναι μακαριώτερον; Εἰς δὲ τὸν οὐρανὸν ἀναβῆναι μέλλων, καὶ παρ' αὐτὸν ἑστάναι τὸν Βασιλέα τῶν ὅλων, καὶ τοῖς ἀγγέλοις ἀντιλάμπειν, καὶ τῆς ἀπροσίτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δέοι προέσθαι χρήματα, δέον εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι ὑπὸ τῆς ἡδονῆς; Σὺ δὲ ἵνα μὲν ἀρχὴν λάβῃς τὴν παρέχουσάν σοι κλοπῶν ἀφορμὰς (οὐ γὰρ κέρδος ἐγὼ τὸ τοιοῦτο καλῶ), καὶ τὰ ὄντα ἐκβάλλεις, καὶ τὰ ἑτέρων δανεισάμενος, εἰ δέοι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ὑποθέσθαι οὐ κατοκνεῖς· τῆς δὲ βασιλείας τῶν οὐρανῶν προκειμένης τῆς οὐδένα διάδοχον ἐχούσης ἀρχῆς, ὀκνεῖς καὶ ἀναδύῃ καὶ πρὸς χρήματα κέχηνας; Ἀλλ' οἴμοι τῆς πολλῆς ἀναισθησίας! ὅτι τοιούτων προσδοκωμένων ἀγαθῶν, ἔτι πρὸς τὰ παρόντα κεχήναμεν, καὶ οὐκ ἐννοοῦμεν τοῦ διαβόλου τὴν κακουργίαν, ὃς διὰ τῶν μικρῶν τὰ μεγάλα ἡμᾶς ἀφαιρεῖται· καὶ δίδωσι πηλὸν, ἵνα ἁρπάσῃ οὐρανὸν, καὶ δείκνυσι σκιὰν, ἵνα ἐκβάλῃ τῆς ἀληθείας, καὶ ἐν ὀνείροις φαντάζει (τοῦτο γὰρ ὁ παρὼν πλοῦτος), ἵνα, ἡμέρας γενομένης, δείξῃ πάντων πενεστέρους. Τίς γὰρ οὕτω πολέμιος διηνεκὴς καὶ ἀκόρεστος καθέστηκεν ὡς ὁ πλοῦτος, ζώντων μὲν ἡμῶν καὶ τὴν ψυχὴν ἀπολλὺς, τελευτώντων δὲ καὶ τὸ σῶμα ἐνυβρίζων, ὡς οὐδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν, ὃ κοινὸν καὶ τῶν καταδίκων ἐστίν; Ἐκείνους μὲν γὰρ τοῦ θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νομοθέται, οὐδὲν περαιτέρω περιεργάζονται· τοὺς δὲ κεκτημένους αὐτὸν ὁ πλοῦτος καὶ μετὰ θάνατον πικροτάτην ἀπαιτεῖ δίκην, γυμνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαμα δεινὸν καὶ ἐλεεινόν. Καὶ γὰρ τῶν ἀπὸ ψήφου τοῦτο πασχόντων καὶ θυμοῦ δικαστικοῦ χαλεπώτερα οὗτοι πάσχουσιν. Ἐκεῖνοι μὲν γὰρ τὴν πρώτην ἡμέραν καὶ δευτέραν μείναντες ἄταφοι, τῇ γῇ παραδίδονται· οὗτοι δὲ, ὅταν παραδοθῶσι τῇ γῇ, τότε παρὰ τῶν τυμβωρύχων γυμνοῦνται καὶ καθυβρίζονται. Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται, οὐκ ἔτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀνταῦθα· ὡς εἴ γε καὶ ταύτην ἐνεχειρίσαμεν τῷ πλούτῳ, καὶ ἀφέντες ἀπὸ λίθου κατασκευάζειν αὐτὴν, ἐχαλκεύσαμεν ἀπὸ χρυσοῦ, καὶ ταύτην ἂν ἀπωλέσαμεν. Τί τοίνυν ἀθλιώτερον τοῦ πλουτοῦντος γένοιτ' ἂν, ὅταν μηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν, ἀλλὰ τὸ δείλαιον σῶμα ἐκείνου οὐδὲ τῆς ζωῆς ἀποστερηθὲν, ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κακῶν, λῃστευόμενον καὶ συλούμενον διὰ τὸν τῆς φιλοχρηματίας ἔρωτα ὑπὸ κακούργων καὶ τυμβωρύχων, τῶν πρὸς τὴν κόνιν καὶ τέφραν ἐπειγομένων πολεμεῖν, καὶ πολλῷ χαλεπώτερον, ἢ ἡνίκα ἔζη; Τότε μὲν γὰρ εἰς ταμιεῖον εἰσιόντες, τὰ κιβώτια μὲν ἐκένουν, τοῦ σώματος δὲ ἀπείχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυμνῶσαι τὸ σῶμα νυνὶ δὲ οὐδὲ τούτου ἀπέχονται, ἀλλὰ κινοῦσιν αὐτὸ καὶ περιστρέφουσι, καὶ μετὰ πολλῆς ὠμότητος ἐνυβρίζουσι. Μετὰ γὰρ τὸ παραδοθῆναι τῇ γῇ, γυμνὸν καὶ τῆς ἐκεῖθεν περιβολῆς καὶ τῆς ἀπὸ τῶν ἱματίων ποιήσαντες, οὕτως ἀφιᾶσιν ἐῤῥῖφθαι ἐν ἐρημίᾳ πολλῇ. Καὶ ἡ μὲν φύσις καὶ τοὺς ἐχθροὺς αὐτῷ καταλλάττει τότε· ὁ δὲ πλοῦτος καὶ τοὺς οὐδὲν ἔχοντας ἐγκαλεῖν ἐκπολεμεῖ, καὶ οὕτως ἐκθηριοῖ καὶ κατεξανίστησι τὴν κατὰ τοῦ νεκροῦ καὶ ἀκινήτου τῶν ἀπανθρώπων μανίαν, ὡς οὐδ' ἂν αὐτῶν τῶν σαρκῶν ἀπέσχοντο, εἴ γέ που χρήσιμα ἦν αὐτοῖς καὶ τὰ μέλη. Μὴ τοίνυν μέγα νομίζωμεν ἀγαθὸν εἶναι τὸν πλοῦτον· μέγα γὰρ ἀγαθὸν, οὐ τὸ κεκτῆσθαι χρήματα, ἀλλὰ τὸ κεκτῆσθαι φόβον Θεοῦ. Ἰδοὺ νῦν, εἴ τις ἦν δίκαιος, καὶ πολλὴν παῤῥησίαν ἔχων πρὸς τὸν Θεὸν, εἰ καὶ πάντων πενέστερος ἦν, ἤρκει λῦσαι τὰ παρόντα δεινά· ἤρκει γὰρ μόνον τὰς χεῖρας ἐκτεῖναι εἰς τὸν οὐρανὸν, καὶ καλέσαι τὸν Θεὸν, καὶ τὸ νέφος τοῦτο παρῆλθεν ἄν· χρυσίον δὲ τοσοῦτον ἀπόκειται, καὶ πηλοῦ παντός ἐστιν ἀχρηστότερον πρὸς τὴν λύσιν τῶν ἐπικειμένων κακῶν. Οὐκ ἐν τούτῳ δὲ μόνῳ τῷ κινδύνῳ, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις, μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι. Ποῦ νῦν οἱ πλουτοῦντες, οἱ τόκους ἀριθμοῦντες καὶ τόκους τόκων, οἱ τὰ πάντων λαμβάνοντες καὶ οὐδέποτε κορεννύμενοι; Ἠκούσατε τῆς Πέτρου φωνῆς τῆς ἐπιδεικνυμένης πενίαν πλούτου μητέρα; τῆς οὐδὲν ἐχούσης καὶ τῶν τὰ διαδήματα περικειμένων εὐπορωτέρας; Αὕτη μὲν γὰρ ἡ μηδὲν ἔχουσα καὶ νεκροὺς ἀνίστα, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας ἤλαυνε, καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουργίδα περιβεβλημένοι, καὶ τὰ μεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες, οὐδέποτε ἴσχυσαν. Τί τοίνυν φησίν; Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Τί ταύτης σεμνότερον τῆς φωνῆς; τί μακαριώτερον καὶ εὐπορώτερον; Ἕτεροι μὲν ἐπὶ τοῖς ἐναντίοις ἐναβρύνονται λέγοντες· Ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα, καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ ἐπὶ τῷ πάντων εἶναι γυμνὸς, καὶ οὐ καταδύεται τῇ πενίᾳ οὐδὲ ἐγκαλύπτεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται· οὕτως ἔστι μηδὲν ἔχοντα τὰ πάντων κατέχειν, οὕτως ἔστι τὰ πάντων κεκτῆσθαι· ἂν δὲ κτησώμεθα τὰ πάντων, τῶν πάντων ἀπεστερήμεθα. Ὁ κοινὰ τοίνυν τὰ ὑπάρχοντα, καὶ οὐκ ἴδια λογιζόμενος, οὐ τοῖς αὑτοῦ μόνον, ἀλλὰ καὶ τοῖς ἑτέρων χρήσεται ὡς ἰδίοις· ὁ δὲ ἀποσχίζων καὶ ποιῶν ἑαυτὸν κύριον τῶν ἑαυτοῦ μόνων, οὐδὲ τούτων ἔσται κύριος. Ὁ γὰρ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν, μήτε τράπεζαν, μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων, ἅπερ ἂν θέλῃ λήψεται, καὶ οὕτω τὰ πάντων ὁ μηδὲν ἔχων κατέχει. Ὁ δὲ ἔχων τινὰ οὐδὲ τούτων ἔσται κύριος· οὔτε γὰρ δώσει τις τῷ κεκτημένῳ· καὶ λῃστῶν καὶ κλεπτῶν καὶ συκοφαντῶν καὶ μεταβολῆς πραγμάτων, καὶ πάντων μᾶλλον ἔσται, ἢ ἐκείνου τὰ ἐκείνου. Καὶ, εἰ βούλει, αὐτὸν τὸν ταῦτα εἰρηκότα καὶ πεπραχότα, τὸν σκηνοποιὸν, τὸν Κίλικα, τὸν οὐδὲ τίνος ἦν πατρίδος δῆλον, παραγάγω εἰς μέσον. Οὗτος γοῦν τὴν ἅπασαν διέδραμεν οἰκουμένην ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, οὐδὲν ὅλως ἐπιφερόμενος, οὐ πρὸς φίλον ἀπιὼν, οὐ πρὸς συνήθεις· καὶ γὰρ κοινὸς ἐν ἀρχῇ πολέμιος πᾶσιν ἦν· ἀλλ' ὅμως τὰ πάντα εἶχε μετὰ τὸ εἰσελθεῖν. Ὁ δὲ Ἀνανίας καὶ ἡ Σάπφειρα, ἵνα μικρόν τι τῶν ἰδίων κτήσωνται, πάντων ἐξέπεσον μετὰ καὶ αὐτῆς τῆς ζωῆς. Μετάστηθι τοίνυν τῶν σῶν, ἵνα ὡς ἰδίοις χρήσῃ τοῖς ἀλλοτρίοις. Ὥσπερ γὰρ ὁ πονηρὰ συνειδὼς ἑαυτῷ, κἂν τὰ πάντων περιβέβληται χρήματα, πάντων ἐστὶν ἀθλιώτερος· οὕτω καὶ ὁ τὸ συνειδὸς κεκαθαρμένον ἔχων, κἂν ῥάκια περιβεβλημένος ᾖ, καὶ λιμῷ παλαίων, τῶν σφόδρα τρυφώντων ἐστὶν εὐθυμότερος. ∆ιὰ τοῦτο χρήματα ἔχεις, ἵνα λύσῃς πενίαν, οὐχ ἵνα πραγματεύσῃ πενίαν· σὺ δὲ ἐν προσχήματι παραμυθίας μείζονα ἐργάζῃ τὴν συμφορὰν, καὶ πωλεῖς φιλανθρωπίαν χρημάτων. Πώλησον, οὐ κωλύω, ἀλλὰ βασιλείας οὐρανῶν. Μὴ μικρὰν λάβῃς τιμὴν τοῦ τοσούτου κατορθώματος τόκον ἑκατοστιαῖον, ἀλλὰ τὴν ἀθάνατον ζωὴν ἐκείνην. Τί πτωχὸς εἶ καὶ πένης καὶ μικρολόγος, ὀλίγου τὰ μεγάλα πωλῶν, χρημάτων ἀπολλυμένων; τί τὸν Θεὸν ἀφεὶς ἀνθρώπινα κερδαίνεις κέρδη; τί τὸν πλουτοῦντα παραδραμὼν, τὸν οὐκ ἔχοντα ἐνοχλεῖς, καὶ τὸν ἀποδιδόντα καταλιπὼν, τῷ ἀγνωμονοῦντι συμβάλλεις; Ἐκεῖνος ἀποδοῦναι ἐπιθυμεῖ, οὗτος δὲ καὶ δυσχεραίνει ἀποδιδούς· οὗτος μόλις τὴν ἑκατοστὴν ἀποδίδωσιν, ἐκεῖνος δὲ ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον· οὗτος μετὰ ὕβρεων καὶ λοιδοριῶν, ἐκεῖνος μετὰ ἐπαίνων καὶ εὐφημίας· οὗτός σοι βασκανίανἐγείρει, ἐκεῖνος δὲ καὶ στεφάνους σοι πλέκει· οὗτος μόλις ἐνταῦθα, ἐκεῖνος δὲ καὶ ἐκεῖ καὶ ἐνταῦθα. Ἆρ' οὖν οὐκ ἐσχάτης τοῦτο ἀνοίας, τὸ μηδὲ εἰδέναι κερδαίνειν; Τὰ χρήματα δεῖ κεκτῆσθαι ἐν τάξει δεσποτῶν καὶ μὴ δούλων, ὥστε κρατεῖν αὐτὰ, καὶ μὴ κρατεῖσθαι παρ' αὐτῶν. Χρήματα γὰρ διὰ τοῦτο εἴρηται, ἵν' εἰς τὰς ἀναγκαίας αὐτοῖς χρώμεθα διακονίας, οὐχ ἵνα εἰς φυλακὴν ἀποθώμεθα· δούλου γὰρ τὸ τηρεῖν, τὸ δὲ ἀναλίσκειν τοῦ κυρίου, καὶ πολλὴν ἔχοντος τὴν ἐξουσίαν. Ὥστε οὐδὲν ἀφρονέστερον τοῦ χρημάτων δούλου· δοκεῖ κρατεῖν, κρατούμενος· δοκεῖ κύριος εἶναι, δοῦλος ὤν· καὶ δεσμὰ περιτιθεὶς ἑαυτῷ, ὡς πάντων κρατῶν ἀγάλλεται· καὶ χαλεπώτερον τὸ θηρίον καθ' ἑαυτοῦ ἐργαζόμενος, εὐφραίνεται καὶ πηδᾷ αἰχμάλωτος γινόμενος· καὶ ὁρῶν κύνα λυττῶντα καὶ ἐφαλλόμενον αὐτοῦ τῇ ψυχῇ, ἀνθ' ὧν δῆσαι καὶ λιμῷ τῆξαι, ἄφθονον αὐτῷ παρέχει τροφὴν, ἵνα μειζόνως ἐφάλληται, καὶ φοβερώτερος ᾖ. Μὴ τοίνυν ἀπὸ τοῦ πολλὰ περιβάλλεσθαι νόμιζέ σοι προσγίνεσθαί τινα ἡδονὴν, ἀλλ' ἀπὸ τοῦ μὴ θέλειν πλουτεῖν. Ἂν γὰρ ἐπιθυμῇς πλουτεῖν, οὐδέποτε μαστιζόμενος παύσῃ· ἔρως γάρ ἐστιν οὗτος ἀτέλεστος, καὶ ὅσῳπερ ἂν προέλθῃς πλείονα ὁδὸν, τοσούτῳ μᾶλλον τοῦ τέλους ἀφέστηκας, καὶ ὅσῳ ἂν πλειόνων ἑτέρων ἐπιθυμῇς, τοσούτῳ μᾶλλον ἐπιτείνεται τὰ τῆς βασάνου· ἐπεὶ καὶ διψῶντες τότε ἀνακτώμεθα ἑαυτοὺς, ὅταν ὅσον βουλόμεθα πίνωμεν· ἕως δ' ἂν διψῶμεν, κἂν πάσας ἐξαντλήσωμεν τὰς πηγὰς, μείζων ἡμῖν ἡ βάσανος γίνεται. Καὶ καθάπερ τὸν δεσμώτην, ὅταν ἴδῃς καὶ ἐπὶ τοῦ νώτου, καὶ ἐπὶ τῶν χειρῶν, πολλάκις δὲ καὶ ἐπὶ τῶν ποδῶν σεσιδηρωμένον, διὰ τοῦτο μάλιστα ταλανίζεις· οὕτω καὶ τὸν πλούσιον, ὅταν θεάσῃ μυρία περιβεβλημένον πράγματα, μὴ διὰ ταῦτα πλούσιον, ἀλλὰ διὰ ταῦτα μὲν οὖν αὐτὰ ἄθλιον εἶναι νόμιζε· μετὰ γὰρ τῶν δεσμῶν τούτων καὶ δεσμοφύλακα ἔχει χαλεπὸν, τὸν πονηρὸν ἔρωτα τῶν χρημάτων, ὃς οὐκ ἀφίησιν ὑπερβῆναι τοῦτο τὸ δεσμωτήριον, ἀλλὰ μυρίας αὐτῷ κατασκευάζει καὶ πέδας καὶ φυλακὰς καὶ θύρας καὶ μοχλοὺς, καὶ εἰς τὴν ἐνδοτέραν αὐτὸν ἐμβαλὼν φυλακὴν, πείθει καὶ ἥδεσθαι τοῖς δεσμοῖς τούτοις, ἵνα μηδὲ ἐλπίδα τινὰ ἀπαλλαγῆς εὕρῃ τῶν ἐπικειμένων κακῶν. Οὐ τοσοῦτον γὰρ πένης ἐφίεται τῶν ἀναγκαίων, ὡς τῶν περιττῶν ὁ πλουτῶν· οὐδ' αὖ τοσαύτην ἰσχὺν ἔχει πρὸς τὸ χρήσασθαι τῇ πονηρίᾳ, ὅσην δύναμιν οὗτος. Εἰ τοίνυν καὶ βούλεται μᾶλλον καὶ δύναται, εὔδηλον ὅτι μᾶλλον καὶ πλείονα ἐργάσεται. Πλούσιόν σε ἐποίησεν ὁ Θεὸς, ἵνα τοῖς δεομένοις βοηθῇς, ἵνα τὰ ἁμαρτήματα λύσῃς τὰ σαυτοῦ διὰ τῆς ἑτέρων σωτηρίας· ἔδωκέ σοι χρήματα, οὐχ ἵνα κατακλείσῃς ἐπ' ὀλέθρῳ τῷ σῷ, ἀλλ' ἵνα ἐκχέῃς ἐπὶ σωτηρίᾳ τῇ σῇ.∆ιὰ τοῦτο καὶ τὴν κτῆσιν αὐτῶν ἄδηλον ἐποίησε καὶ οὐ μόνιμον, ἵνα καὶ ἐν τούτῳ τῆς περὶ αὐτὰ μανίας καταλύσῃ τὸν τόνον. Εἰ γὰρ νῦν οὐκ ἔχοντες θαῤῥεῖν οἱ κεκτημένοι περὶ αὐτῶν, ἀλλὰ καὶ πολλὰς ὁρῶντες ἐκ τοῦ πράγματος τικτομένας ἐπιβουλὰς, οὕτως ἐκκαίονται περὶ τὸν ἐκείνων πόθον· εἰ καὶ τοῦτο τῷ πλούτῳ προσῆν, τὸ βέβαιον καὶ ἀδιάπτωτον, τίνος ἂν ἐφείσαντο, τίνος ἂν ἀπέσχοντο; Τίς γὰρ, εἰπέ μοι, τοῦ Ἠλία πενέστερος ἦν; ἀλλὰ διὰ τοῦτο πάντας ἐνίκα τοὺς πλουτοῦντας, ἐπειδὴ πένης ἦν, καὶ αὐτὴν δὲ τὴν πενίαν ἀπὸ πλουσίας εἵλετο διανοίας, καὶ ἅπαντα τῶν χρημάτων τὸν πλοῦτον ἐλάττονα τῆς ἑαυτοῦ μεγαλοψυχίας ἐνόμιζεν εἶναι, καὶ οὐκ ἄξιον αὐτοῦ τῆς φιλοσοφίας. Εἰ γὰρ μεγάλα αὐτῷ τὰ παρόντα ἐνόμιζεν εἶναι, οὐκ ἂν μηλωτὴν ἐκτήσατο μόνην. Οὕτω γὰρ τῆς παρούσης κατέγνω ματαιότητος, ὡς καὶ πηλὸν ἐῤῥιμμένον τὸ χρυσίον ἑώρα. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ βασιλεὺς τοῦ πένητος ἐδεῖτο, καὶ πρὸς τὸ στόμα δὲ ἐκεχήνει τοῦ μηδὲν πλέον μηλωτῆς ἔχοντος, ὁ τοσοῦτον χρυσίον ἔχων· οὕτω λαμπροτέρα τῆς πορφυρίδος ἡ μηλωτὴ ἦν, καὶ τῶν βασιλικῶν αὐλῶν τὸ σπήλαιον τοῦ δικαίου. ∆ιὰ τοῦτο καὶ εἰς τὸν οὐρανὸν ἀνιὼν, οὐδὲν ἕτερον, ἀλλ' ἢ τὴν μηλωτὴν τῷ μαθητῇ κατέλιπε· Μετὰ ταύτης, φησὶ, τῷ διαβόλῳ ἐπάλαισα, ταύτην λαβὼν ὁπλίζου καὶ σὺ κατ' ἐκείνου. Ἰσχυρὸν γὰρ ὅπλον ἀκτημοσύνη καὶ ἀκαταγώνιστον καταγώγιον. Καὶ ἐδέξατο καθάπερ μεγίστην κληρονομίαν τὴν μηλωτὴν ὁ Ἐλισσαῖος· καὶ γὰρ ἦν ἀληθῶς μεγίστη κληρονομία, καὶ παντὸς χρυσοῦ τιμιωτέρα. Καὶ ἦν διπλοῦς Ἠλίας ἐκεῖνος, καὶ ἦν ἄνω Ἠλίας,καὶ κάτω Ἠλίας. Οἶδα ὅτι μακαρίζετε τὸν δίκαιον ἐκεῖνον, καὶ ἐβούλεσθε ἕκαστος αὐτὸς εἶναι. Τί οὖν, ἂν ὑμῖν ἐπιδείξω, ὅτι ἕτερόν τι πολλῷ μεῖζον ἐκείνου πάντες ἐλάβομεν; Ὁ μὲν γὰρ Ἠλίας μηλωτὴν ἀφῆκε τῷ μαθητῇ· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου ἀναβαίνων, τὴν σάρκα ἡμῖν κατέλιπε τὴν ἑαυτοῦ. Ὅταν τοίνυν χρημάτων ἀπώλειαν ἀκούσαντες, μὴ ταραχθῶμεν, ἀλλ' εἴπωμεν, Εὐλογητὸς ὁ Θεὸς, καὶ πολλῷ πλείονα τὸν πλοῦτον εὑρήσομεν. Οὐ γὰρ δὴ τοσαῦτα καρπώσῃ τὸν πλοῦτον ἀναλίσκων εἰς δεομένους, καὶ περιιὼν καὶ πένητας ἐπιζητῶν, καὶ σκορπίζων τὰ ὄντα τοῖς πεινῶσιν, ὅσα διὰ τούτου τοῦ ῥήματος κερδανεῖς. Ἐπεὶ καὶ τὸν Ἰὼβ οὐχ οὕτω θαυμάζω τὴν οἰκίαν ἀνοίγοντα τοῖς δεομένοις, ὡς ἐκπλήττομαι καὶ ἀνακηρύττω τὴν ἁρπαγὴν τῶν χρημάτων εὐχαρίστως φέροντα. Ὁ γὰρ τοιοῦτος ἂν δυνηθῇ τῆς φύσεως τὰ κύματα κατευνάσας εἰπεῖν τὸ τοῦ Ἰὼβ ἀδακρυτὶ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, μετὰ τοῦ Ἀβραὰμ αὐτοῦ στήσεται, μετὰ τοῦ Ἰὼβ ἀνακηρυχθήσεται ἀπὸ μόνου τούτου τοῦ ῥήματος. Ὅταν οὖν ἀφέληταί σοι χρυσίον ἢ διὰ λῃστῶν, ἢ δι' ἑτέρας τινὸς προφάσεως ὁ διάβολος, δόξασον τὸν ∆εσπότην, καὶ πλέον ἔσῃ κεκερδηκὼς, καὶ διπλῆν δώσεις τῷ ἐχθρῷ τὴν πληγὴν, ὅτι τε οὐκ ἐδυσχέρανας, καὶ ὅτι ηὐχαρίστησας. Ἂν μὲν γὰρ ἴδῃ, ὅτι σε ταπεινοῖ ἡ τῶν χρημάτων ζημία, καὶ πείθει κατὰ τοῦ. ∆εσπότου δυσχερᾶναι, οὐδέποτε ἀποστήσεται τοῦτο ἐργαζόμενος· ἂν δὲ θεάσηται, ὅτι οὐ μόνον οὐ βλασφημεῖς τὸν πεποιηκότα Θεὸν, ἀλλὰ καὶ εὐχαριστεῖς μᾶλλον αὐτῷ, ἐφ' ἑκάστῳ τῶν συμβαινόντων δεινῶν, ἀποστήσεται ἐπάγων τοὺς πειρασμοὺς, εἰδὼς, ὅτι εὐχαριστίας ὑπόθεσίς σοι γίνεται τῶν δεινῶν ἡ πεῖρα, καὶ λαμπροτέρους σοι τοὺς στεφάνους ἐργάζεται· ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονεν. Ἀφελόμενος γὰρ αὐτοῦ τὰ χρήματα, καὶ τὸ σῶμα πατάξας, ἐπειδὴ εἶδεν εὐχάριστον μᾶλλον γινόμενον, οὐκ ἔτι προσελθεῖν ἐτόλμησεν, ἀλλ' αἰσχρὰν καὶ ἀσύγγνωστον ὑπομείνας ἧτταν ἀπῄει, λαμπρότερον ἐργασάμενος τοῦ Θεοῦ τὸν ἀθλητήν. Καὶ ὁ μὲν Ἰὼβ μετὰ τὸ τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς ἀνδρίας ἅπαντας ἀναδήσασθαι, διπλᾶ τὰ ἀπολωλότα ἀπείληφεν ἅπαντα· σὺ δὲ οὐχὶ διπλᾶ καὶ τριπλᾶ, ἀλλ' ἑκατονταπλασίονα ἀπολήψῃ πάντα, ἂν φέρῃς γενναίως, καὶ ζωὴν αἰώνιον κληρονομήσεις· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |