Οἶδα κἀγώ· ἀλλ' ἐὰν ἐπιτρέψῃς τῷ λογισμῷ τὸ πάθος, καὶ λογίσῃ πρὸς ἑαυτὸν, τίς ὁ λαβὼν, καὶ ὅτι γενναίως ἐνεγκὼν θυσίαν τὴν γνώμην ἀναφέρεις τῷ Θεῷ, καὶ τοῦτο τὸ κῦμα δυνήσῃ διαδραμεῖν· καὶ ὅπερ ὁ χρόνος οὐκ ἐργάζεται, τοῦτο ἡ φιλοσοφία ποιήσει· ἂν δὲ καταμαλακισθῇς, λήξει μὲν τῷ χρόνῳ τὸ πάθος, σοὶ δὲ οὐδένα τὸν μισθὸν οἴσει. Μετὰ δὲ τῶν λογισμῶν τούτων καὶ παραδείγματα σύλλεγε, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν ταῖς θείαις Γραφαῖς· ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὔτε ἐδάκρυσεν, οὔτε πικρὸν ῥῆμα ἐξέβαλεν. Ἀλλ' ἐκεῖνος Ἀβραὰμ, φησὶν, ἦν. Καὶ μὴν σὺ ἐπὶ μείζονα ἐκλήθης σκάμματα. Ὁ δὲ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα καὶ σφόδρα κηδόμενον τῶν ἀπελθόντων· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πολεμίων ἐστίν. Οὐδὲ γὰρ, εἴ τινος εἰς βασίλεια ἀπενεχθέντος καὶ στεφανωθέντος, ἔκοπτες σεαυτὸν καὶ ἐθρήνεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ' ἐχθρὸν σφόδρα καὶ πολέμιον. Ἀλλ' οὐδὲ νῦν ἐκεῖνον θρηνῶ, φησὶν, ἀλλ' ἐμαυτόν. Ἀλλ' οὐδὲ τοῦτο φιλοῦντος, τὸ θέλειν ἔτι ἐναγώνιον εἶναι ἐκεῖνον διὰ σαυτὸν, καὶ ὑποκεῖσθαι τῇ ἀδηλίᾳ τοῦ μέλλοντος, παρὸν στεφανοῦσθαι καὶ προσορμεῖν, ἢ πελάγιον σαλεύειν, ἐξὸν ἐν λιμένι εἶναι. Ἀλλ' οὐκ οἶδα ποῦ κεχώρηκε, φησί. ∆ιὰ τί οὐκ οἶδας, εἰπέ μοι; εἴτε γὰρ ὀρθῶς ἐβίου, εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. ∆ι' αὐτὸ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο τὸν ἀπελθόντα ἐθρήνεις, ζῶντα διαπλάσαι ἐχρῆν καὶ ῥυθμίσαι· ἀλλὰ τὰ σαυτοῦ σὺ πανταχοῦ σκοπεῖς, οὐ τὰ ἐκείνου. Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ τῷ δακρύειν, ἀλλ' εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημοσύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινενόηται, οὐδὲ εἰκῆ μνήμην ποιούμεθα τῶν ἀπελθόντων ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν προσίεμεν δεόμενοι τοῦ ἀμνοῦ τοῦ κειμένου, τοῦ λαβόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ' ἵνα τις αὐτοῖς ἐντεῦθεν γένηται παραμυθία· οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυσιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων βοᾷ, ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Εἰ γὰρ μὴ ὑπὲρ αὐτῶν αἱ μνεῖαι ἐγένοντο, οὐδ' ἂν ταῦτα ἐλέχθη. Οὐ γάρ ἐστι σκηνὴ τὰ ἡμέτερα, μὴ γένοιτο· Πνεύματος γὰρ διατάξει ταῦτα γίνεται. Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶμεν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων, γίνεταί τις αὐτοῖς παραμυθία; Εἴωθε γὰρ ὁ Θεὸς καὶ ἑτέροις ὑπὲρ ἑτέρων χαρίζεσθαι· καὶ τοῦτο ἐδείκνυτο ὁ Παῦλος λέγων· Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Μὴ δὴ ἀποκάμωμεν τοῖς ἀπελθοῦσι βοηθοῦντες, καὶ προσφέροντες ὑπὲρ αὐτῶν εὐχὰς τελείας. Καὶ γὰρ τὸ κοινὸν τῆς οἰκουμένης κεῖται καθάρσιον. ∆ιὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς οἰκουμένης δεόμεθα τότε καὶ μετὰ μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ ὁμολογητῶν, μετὰ ἱερέων. Καὶ γὰρ ἓν σῶμά ἐσμεν ἅπαντες, κἂν λαμπρότερα μέλη μελῶν· καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συναγαγεῖν ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώρων, ἀπὸ τῶν μετ' αὐτῶν καλουμένων. Τί τοίνυν ἀλγεῖς, τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώμην συναγαγεῖν τῷ ἀπελθόντι; Ἀλλ' ὅτι σὺ γέγονας ἔρημος, καὶ προστάτην ἀπώλεσας; Ἀλλὰ μηδέποτε τοῦτο εἴπῃς· οὐδὲ γὰρ τὸν Θεὸν ἀπώλεσας· ὥστε, ἕως ἂν τοῦτον ἔχῃς, καὶ αὐτὸς ἔσται σοι μείζων καὶ πατρὸς, καὶ παιδὸς, καὶ κηδεστοῦ. Καὶ γὰρ καὶ ζώντων ἐκείνων, οὗτος ἦν ὁ τὰ πάντα ποιῶν. Ταῦτα τοίνυν ἐννόει, καὶ λέγε κατὰ τὸν ∆αυΐδ· Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Εἰπὲ, Σὺ εἶ ὁ Πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν, καὶ ἐπίσπασαι αὐτοῦ τὴν βοήθειαν, καὶ μᾶλλον αὐτὸν ἕξεις νῦν προνοοῦντα, ἢ πρότερον, ὅσον ἐν μείζονι κατέστης ἀπορίᾳ. Ἀλλὰ παιδίον ἀπώλεσας; Οὐκ ἀπώλεσας, μὴ λέγε· ὕπνος τὸ πρᾶγμά ἐστιν, οὐ θάνατος, μετάστασις, οὐκ ἀπώλεια, ἀποδημία ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ βελτίω. Μὴ δὴ παρόξυνε τὸν Θεὸν, ἀλλ' ἵλεων ποίει. Ἂν γὰρ ἐνέγκῃς γενναίως, ἔσται τις κἀντεῦθεν τῷ ἀπελθόντι καὶ σοὶ παραμυθία· ἂν δὲ τοὐναντίον ποιῇς, μᾶλλον ἐξάπτεις τὴν ὀργὴν τοῦ Θεοῦ. Καὶ γὰρ εἰ, παιδὸς μαστιχθέντος ὑπὸ τοῦ δεσπότου, σὺ παρεστὼς ἐδυσχέρανας, μειζόνως ἂν παρώξυνας κατὰ σαυτοῦ τὸν δεσπότην. Μὴ δὴ ποίει τοῦτο, ἀλλ' εὐχαρίστει, ἵνα σοι καὶ ταύτῃ σκεδασθῇ τὸ νέφος τῆς ἀθυμίας· εἰπὲ κατὰ τὸν μακάριον ἐκεῖνον· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ἐννόησον ὅσοι μᾶλλον σοῦ εὐχαριστοῦντες, οὐδὲ ἔλαβον τὴν ἀρχὴν παῖδας, οὐδὲ πατέρες ἐκλήθησαν. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἐβουλόμην· καὶ γὰρ βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς ἐκπεσεῖν. Μὴ, παρακαλῶ, μὴ λέγε ταῦτα, μὴ παροργίσῃς καὶ ταύτῃ τὸν ∆εσπότην, ἀλλὰ ὑπὲρ μὲν ὧν ἔλαβες εὐχαρίστησον, ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔχεις δόξαζε. Οὐκ εἶπεν ὁ Ἰὼβ, ὅτι βέλτιον ἦν μὴ λαβεῖν, τοῦτο ὃ σὺ λέγεις ἀγνωμόνως· ἀλλὰ καὶ ὑπὲρ ἐκείνων ηὐχαρίστει λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων ηὐλόγει, λέγων· Ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε δικαιολογούμενος πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγγόμενος ῥήματα· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καίτοι γε μετὰ ταῦτα χαλεπώτερος γέγονεν ὁ πειρασμός· ἀλλ' ἐκεῖνος οὐδὲ οὕτως ἐξελύετο, ἀλλ' ὁμοίως ἔφερε γενναίως, καὶ ἐδόξαζε. Τοῦτο καὶ σὺ ποίει καὶ λογίζου πρὸς ἑαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλ' ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλον σοῦ κηδόμενος, καὶ τὸ συμφέρον εἰδὼς, οὐ πολέμιός τις οὐδὲ ἐπίβουλος. Ὅρα πόσοι ζῶντες ἀβίωτον τὸν βίον τοῖς γονεῦσιν ἐποίησαν. Τοὺς δὲ γενναίους οὐχ ὁρᾷς, φησίν; Ὁρῶ καὶ τούτους, ἀλλὰ καὶ τούτων ἀσφαλέστερα τὰ κατὰ τὸν παῖδα τὸν σόν. Εἰ γὰρ καὶ εὐδοκιμοῦσιν, ἀλλ' ἐν ἀδήλῳ τὰ τοῦ τέλους αὐτῶν· ὑπὲρ δὲ ἐκείνου λοιπὸν οὐ δέδοικας οὐδὲ τρέμεις, μή τι πάθῃ, ἢ μεταβολήν τινα δέξηται. Ταῦτα καὶ ἐπὶ γυναικὸς λογίζου καλῆς καὶ οἰκουροῦ, καὶ ὑπὲρ πάντων εὐχαρίστει τῷ Θεῷ· κἂν ἀπολέσῃς γυναῖκα, δόξαζε· ἴσως σε εἰς ἐγκράτειαν ἀναγαγεῖν βούλεται ὁ Θεὸς, καὶ ἐπὶ μείζονα καλεῖ σκάμματα, ἐλευθερῶσαί σε τοῦ δεσμοῦ ἠθέλησεν. Εἰπὲ δή μοι, εἰ καθημένων ἡμῶν ἔπεμψεν ὁ βασιλεύς τινα καλῶν εἰς τὰ βασίλεια, κλαίειν ἔδει καὶ θρηνεῖν, εἰπέ μοι; Ἄγγελοι πάρεισιν ἐξ οὐρανῶν ἀπεσταλμένοι, κἀκεῖθεν ἤκοντες, παρ' αὐτοῦ πεμφθέντες τοῦ βασιλέως τὸν σύνδουλον καλέσαι τὸν αὐτῶν, καὶ σὺ κλαίεις, εἰπέ μοι; οὐκ οἶδας οἷον μυστήριόν ἐστι τὸ γινόμενον; πῶς φρικτὸν καὶ φοβερὸν καὶ ὕμνων ἄξιον ὄντως καὶ αἴνων; Βούλει μαθεῖν, ἵνα εἰδῇς ὅτι οὐχὶ δακρύων ὁ καιρός; τῆς γὰρ τοῦ Θεοῦ σοφίας μέγιστόν ἐστι μυστήριον. Ὥσπερ τινὰ οἰκίαν ἀφιεῖσα πρόεισιν ἡ ψυχὴ πρὸς τὸν ἑαυτῆς ἐπειγομένη ∆εσπότην· σὺ δὲ πενθεῖς; Οὐκοῦν καὶ τικτομένου τοῦ παιδίου τοῦτο ποιεῖν ἐχρῆν· καὶ γὰρ τοῦτο τόκος ἐστὶν ἐκείνου πολλῷ βελτίων· πρόεισι γὰρ ἐφ' ἕτερον φῶς, ἀπολύεται ὥσπερ ἀπὸ δεσμωτηρίου τινὸς, ὡς ἀπὸ ἀγῶνος ἔξεισι. Ναὶ, φησίν· ἐπὶ μὲν τῶν εὐδοκίμων καλῶς ταῦτα λέγεις. Τί οὖν πρὸς σὲ, ἄνθρωπε, ὅτι οὐδὲ ἐπὶ εὐδοκίμων τοῦτο ποιεῖς; Εἰπὲ γάρ μοι, τί τοῦ παιδίου καταγνῶναι ἔχοις ἂν τοῦ μικροῦ; τίνος ἕνεκεν πενθεῖς αὐτό; τί τοῦ νεοφωτίστου; καὶ γὰρ καὶ ἐκεῖνος εἰς τὸ αὐτὸ περιέστη. Τίνος ἕνεκεν πενθεῖς, εἰπέ μοι; Καθάπερ γὰρ ἥλιος καθαρὸς ἄνεισιν, οὕτω καὶ ψυχὴ σῶμα ἀπολείπουσα μετὰ καθαροῦ συνειδότος λάμπει φαιδρόν. Οὐχ οὕτω βασιλέα ἐπιβαίνοντα πόλεως μετὰ τοσαύτης σιγῆς ἔστιν ἰδεῖν, ὡς ψυχὴν ἀφεῖσαν σῶμα, καὶ μετ' ἀγγέλων ἀπιοῦσαν. Ἐννόησον τίς ἐστιν ἡ ψυχὴ, ἐν οἵᾳ τότε ἐκπλήξει γίνεται, ἐν οἵῳ θαύματι, ἐν οἵᾳ ἡδονῇ. Τί πενθεῖς, εἰπέ μοι; Ἀλλ' ἐπὶ ἁμαρτωλῶν τοῦτο μόνον ποιεῖς; Εἴθε τοῦτο ἦν, καὶ οὐκ ἂν ἐκώλυσα τὰ πένθη· εἴθε τοιοῦτος ὁ σκοπὸς ἦν· οὗτος ὁ θρῆνος ἀποστολικὸς, οὗτος ὁ θρῆνος δεσποτικός· ἔκλαυσε γὰρ καὶ Ἰησοῦς τὴν Ἱερουσαλήμ. Ἐβουλόμην τούτῳ διῃρῆσθαι τῷ νόμῳ τὰ πένθη· ὅταν δὲ ἀνακαλουμένου ῥήματα λέγῃς, καὶ συνήθειαν, καὶ προστασίαν, οὐχὶ διὰ τοῦτο πενθεῖς, ἀλλὰ σκέπτῃ. Πένθησον, στέναξον τὸν ἁμαρτωλόν· καὶ ἐγὼ κατάξω δάκρυα, καὶ ἐγὼ σοῦ μᾶλλον, ὅσῳ καὶ μείζονι τιμωρίᾳ ὑπεύθυνος ὁ τοιοῦτος· ἐγὼ θρηνήσω μετὰ τοιούτου σκοποῦ. Οὐ σὲ δὲ μόνον τὸν τοιοῦτον δεῖ θρηνεῖν, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν καὶ τοὺς ἀπαντῶντας, καθάπερ τοὺς ἐπὶ θάνατον ἀπαγομένους. Ὄντως γὰρ θάνατος οὗτός ἐστι πονηρὸς, ὁ τῶν ἁμαρτωλῶν. Ἀλλὰ τὰ ἄνω κάτω γεγένηται. Οὗτος ὁ θρῆνος καὶ φιλοσοφίας ἐστὶ, καὶ διδασκαλίαν ἔχει πολλὴν, ἐκεῖνος δὲ μικροψυχίαν. Εἰ ἐθρηνοῦμεν τὸν θρῆνον τοῦτον ἅπαντες, ζῶντας ἂν αὐτοὺς διωρθώσαμεν. Ὥσπερ γὰρ, εἰ κύριος ἦς φάρμακα ἐπενεγκεῖν κωλύοντα τὸν θάνατον ἐκεῖνον τὸν σωματικὸν, ἐποίησας ἄν· οὕτω καὶ νῦν, εἰ τοῦτον ἐθρήνεις τὸν θάνατον, ἐκώλυσας ἂν καὶ ἐπὶ σοῦ καὶ ἐπ' ἐκείνου τοῦτο γενέσθαι. Νῦν δὲ αἴνιγμά ἐστι τὸ γινόμενον, κυρίους μὲν ὄντας μὴ συγχωρῆσαι τοῦτο ἐπελθεῖν, ἀφεῖναι γενέσθαι, γενόμενον δὲ πενθεῖν. Ὄντως θρήνων ἄξιοι, ὅταν παραστῶσι τῷ βήματι τοῦ Χριστοῦ, οἷα ἀκούσονται ῥήματα; οἷα πείσονται πράγματα; Εἰκῆ ἔζησαν οὗτοι· μᾶλλον δὲ οὐκ εἰκῆ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Καὶ ἐπὶ τούτων εὔκαιρον εἰπεῖν· συμφέρον ἦν αὐτοῖς, εἰ οὐκ ἐγεννήθησαν. Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον ἀναλῶσαι χρόνον ἐπὶ καλῷ τῆς ἑαυτῶν κεφαλῆς; εἰ γὰρ εἰκῆ μόνον ἀνήλωτο, οὐκ ἂν ἤρκεσεν ἡ ζημία; Εἰπέ μοι, εἴ τις μισθωτὸς γενόμενος εἴκοσιν ἔτη κατακόπτοιτο εἰκῆ, οὐ κλαύσεται καὶ θρηνήσει, καὶ δόξει πάντων ἐλεεινότερος εἶναι; Οὗτος πᾶσαν τὴν ζωὴν εἰκῆ κατεκόπη, οὐδεμίαν ἡμέραν ἔζησεν ἑαυτῷ, ἀλλὰ τῇ τρυφῇ, τῇ ἀσελγείᾳ, τῇ πλεονεξίᾳ, τῇ ἁμαρτίᾳ, τῷ διαβόλῳ· τοῦτον οὖν οὐ θρηνήσομεν, εἰπέ μοι; οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι; Ἔστι γὰρ, ἔστιν, ἐὰν μόνον θέλωμεν, ἥμερον αὐτῷ γενέσθαι τὴν κόλασιν. Εὐχὰς ὑπὲρ αὐτοῦ ποιῶμεν συνεχεῖς, ἐλεημοσύνην διδῶμεν, κἂν ἐκεῖνος ἀνάξιος ᾖ, ἡμᾶς ὁ Θεὸς δυσωπηθήσεται. Εἰ γὰρ Παῦλος ἕτερον ἠλέησε, καὶ δι' ἄλλους ἄλλου ἐφείσατο, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο δεῖ ποιεῖν. Ἐκ τῶν ἐκείνου χρημάτων, ἐκ τῶν σῶν, ὅθεν ἂν θέλῃς, βοήθησον, ἐπίσταξον ἔλαιον, μᾶλλον δὲ ὕδωρ. Οὐκ ἔχει ἐλεημοσύνας οἰκείας ἐπιδείξασθαι; κἂν συγγενικάς. Οὐκ ἔχει τὰς ὑπ' αὐτοῦ γεγενημένας; κἂν τὰς ὑπὲρ αὐτοῦ, ἵνα μετὰ παῤῥησίας αὐτὸν ἐξαιτῆται τότε ἡ γυνὴ, λύτρον ὑπὲρ αὐτοῦ καταθεμένη. Ὅσῳ πλειόνων γέγονεν ἁμαρτημάτων ὑπεύθυνος, τοσούτῳ μείζονος αὐτῷ δεῖ τῆς ἐλεημοσύνης· οὐ διὰ τοῦτο μόνον, ἀλλ' ὅτι οὐδὲ ἴσην ἔχει τὴν ἰσχὺν νῦν, ἀλλ' ἐλάττω πολλῷ. Οὐ γάρ ἐστιν ἴσον αὐτόν τινα ποιῆσαι, καὶ ἕτερον ὑπὲρ αὐτοῦ. Ὡς οὖν ἐλάττονος οὔσης, οὕτω καὶ τῷ πλήθει μεγίστην ποιῶμεν αὐτήν. Μὴ περὶ σήματα, μὴ περὶ ἐντάφια ἀσχολώμεθα· τοῦτο ἐντάφιον μέγιστον· περίστησον χήρας, εἰπὲ τοὔνομα, πάσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις καὶ τὰς ἱκετηρίας· δυσωπήσει τοῦτο τὸν Θεόν. Εἰ καὶ μὴ ὑπ' αὐτοῦ γεγένηται, ἀλλὰ δι' αὐτὸν ἕτερος γίνεται αἴτιος τῆς ἐλεημοσύνης· καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐστί. Χῆραι περιεστῶσαι καὶ δακρύουσαι, οὐχὶ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος ἴσασιν ἐξαρπάσαι θανάτου. Πολλοὶ καὶ τῶν ὑφ' ἑτέρων δι' αὐτοὺς γεγενημένων ἐλεημοσυνῶν ἀπώναντο· εἰ γὰρ καὶ μὴ τέλεον, ἀλλ' ὅμως παραμυθίαν εὗρόν τινα. Εἰ μὴ τοῦτό ἐστι, πῶς τὰ παιδία σώζεται; καίτοι γε ἐκεῖ οὐδὲν αὐτὰ εἰσφέρει, ἀλλ' οἱ γονεῖς τὸ πᾶν. Καὶ γυναιξὶν εὐχαρίσθη παιδία πολλάκις, οὐδὲν αὐτὰ εἰσενεγκόντα. Πολλὰς ἡμῖν ὁ Θεὸς τοῦ σώζεσθαι δίδωσιν ὁδοὺς, μόνον μὴ ἀμελῶμεν. Τί οὖν, ἂν πένης ᾖ, φησί; Πάλιν ἐρῶ, τὸ πολὺ τῆς ἐλεημοσύνης οὐκ ἐν τῷ διδομένῳ κρίνεται μόνον, ἀλλὰ καὶ ἐν τῇ προαιρέσει· μόνον μὴ δῷς ἐλάττω τῆς δυνάμεως, καὶ τὸ πᾶν ἐξέτισας. Τί οὖν, φησὶν, ἂν ἕρημος ᾖ καὶ ξένος, καὶ μηδένα ἔχῃ; ∆ιὰ τί γὰρ μηδένα ἔχει, εἰπέ μοι; τούτῳ αὐτῷ δίδως δίκην, ὅτι μηδένα ἔχεις σαυτῷ φίλον οὕτως ἐνάρετον. Τοῦτο οὖν γίνεται, ἵνα, κἂν αὐτοὶ μὴ ὦμεν ἐνάρετοι, σπουδάζωμεν ἑταίρους καὶ φίλους ἐναρέτους ἔχειν, καὶ γυναῖκα, καὶ υἱὸν, καὶ φίλον, ὡς καρπούμενοί τι καὶ δι' αὐτῶν, μικρὸν μὲν, καρπούμενοι δὲ ὅμως. Ἂν σπουδάσῃς μὴ πλουτοῦσαν, ἀλλ' εὐλαβῆ γυναῖκα ἀγαγέσθαι, ταύτης ἀπολαύσῃ τῆς παραμυθίας· ἂν σπουδάσῃς μὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ' εὐλαβῆ, καὶ θυγάτριον σεμνὸν, καὶ ταύτης ἀπολαύσῃ τῆς παραμυθίας. Ἂν ταῦτα σπουδάσῃς, καὶ αὐτὸς ἔσῃ τοιοῦτος. Καὶ τοῦτο μέρος ἀρετῆς, τοιούτους αἱρεῖσθαι καὶ φίλους καὶ γυναῖκα καὶ παιδία. Οὐκ εἰκῆ προσφοραὶ ὑπὲρ τῶν ἀπελθόντων γίνονται, οὐκ εἰκῆ ἱκετηρίαι, οὐκ εἰκῆ ἐλεημοσύναι· ταῦτα πάντα τὸ Πνεῦμα διέταξε, δι' ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βουλόμενον. Ὅρα· ὠφελεῖται ἐκεῖνος διὰ σοῦ, ὠφελῇ σὺ δι' ἐκεῖνον. Κατεφρόνησας χρημάτων προαχθεὶς ἐργάσασθαί τι γενναῖον; καὶ σὺ αὐτῷ τῆς σωτηρίας, καὶ αὐτός σοι τῆς ἐλεημοσύνης γέγονεν αἴτιος. Μὴ ἀμφίβαλλε, ὅτι καρπώσεταί τι χρηστόν· οὐχ ἁπλῶς ὁ διάκονος βοᾷ, ὑπὲρ τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Οὐχ ὁ διάκονός ἐστιν ὁ ταύτην ἀφιεὶς τὴν φωνὴν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ χάρισμα λέγω. Τί λέγεις; ἐν χερσὶν ἡ θυσία, καὶ πάντα πρόκειται ηὐτρεπισμένα, πάρεισιν ἄγγελοι, ἀρχάγγελοι, πάρεστιν ὁ Υἱὸς τοῦ Θεοῦ, μετὰ τοσαύτης φρίκης ἑστήκασιν ἅπαντες, παρεστήκασιν ἐκεῖνοι βοῶντες πάντων σιγώντων, καὶ ἡγῇ ἁπλῶς γίνεσθαι τὰ λεγόμενα; Οὐκοῦν καὶ τὰ ἄλλα ἁπλῶς, καὶ τὰ ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τὰ ὑπὲρ τῶν ἱερέων προσφερόμενα, καὶ τὰ ὑπὲρ τοῦ πληρώματος; Μὴ γένοιτο, ἀλλὰ πάντα μετὰ πίστεως γίνεται. Τί οἴει τὸ ὑπὲρ μαρτύρων προσφέρεσθαι; τὸ κληθῆναι ἐν ἐκείνῃ τῇ ὥρᾳ; Κἂν μάρτυρες ὦσι, κἂν ὑπὲρ μαρτύρων, μεγάλη τιμὴ τὸ ὀνομασθῆναι, τοῦ ∆εσπότου παρόντος, τῆς μνείας ἐπιτελουμένης ἐκείνης, τῆς φρικτῆς θυσίας, τῶν ἀφάτων μυστηρίων. Καθάπερ γὰρ, καθημένου τοῦ βασιλέως, ὅσα ἄν τις βούληται, ἀνύει, ἐγερθέντος δὲ, ὅσα ἂν λέγῃ, εἰκῆ ἐρεῖ· οὕτω καὶ τότε, ἕως ἂν προκέηται τὰ τῶν μυστηρίων, πᾶσι τιμὴ μεγίστη, τὸ μνήμης ἀξιοῦσθαι. Ὅρα γάρ· καταγγέλλεται τότε τὸ μυστήριον τὸ φρικτὸν, ὅτι ὑπὲρ τῆς οἰκουμένης ἔδωκεν ἑαυτὸν ὁ Θεός· μετὰ τοῦ θαύματος ἐκείνου εὐκαίρως ὑπομιμνήσκει αὐτὸν τῶν ἡμαρτηκότων. Καθάπερ γὰρ ὅταν ἐπινίκια τῶν βασιλέων ἄγηται, τότε εὐφημοῦνται μὲν καὶ ὅσοι τῆς νίκης ἐκοινώνησαν, ἀφίενται δὲ καὶ ὅσοι ἐν δεσμοῖς εἰσι διὰ τὸν καιρόν· παρελθόντος δὲ τοῦ καιροῦ, ὁ μὴ τυχὼν, οὐκέτι τινὸς ἀπολαύει· οὕτω δὴ καὶ ἐνταῦθα· τῶν ἐπινικίων οὗτος ὁ καιρός. Ὁσάκις γὰρ ἂν, φησὶν, ἐσθίητε τὸν ἄρτον τοῦτον, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Μηδὲ ἁπλῶς προσίωμεν, μηδὲ ὡς ἔτυχε ταῦτα γίνεσθαι νομίζωμεν. Ἄλλως δὲ, μαρτύρων μεμνήμεθα, καὶ τοῦτο εἰς πίστιν, ὅτι τέθνηκεν ὁ Κύριος· καὶ τοῦτο τοῦ τεθανατῶσθαι τὸν θάνατον σημεῖον, τοῦ νεκρὸν αὐτὸν γεγενῆσθαι. Ταῦτα εἰδότες, ἐπινοῶμεν ὅσας δυνάμεθα παραμυθίας τοῖς ἀπελθοῦσιν, ἀντὶ δακρύων, ἀντὶ θρήνων, ἀντὶ μνημείων τὰς ἐλεημοσύνας, τὰς εὐχὰς, τὰς προσφοράς· ἵνα κἀκεῖνοι καὶ ἡμεῖς τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δευτέρα 31 Οκτωβρίου 2016
ΜΕʹ. Περὶ τοῦ μὴ πενθεῖν σφοδρῶς τοὺς τελευτῶντας.
10:24:00 π.μ.
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΕΚΛΟΓΑΙ ΔΙΑΦΟΡΩΝ ΛΟΓΩΝ , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΤΟΜΟΣ 63

Εκλογαί εκ
διαφόρων Λόγων
ΜΕʹ. Περὶ τοῦ μὴ πενθεῖν σφοδρῶς τοὺς τελευτῶντας.
Μὴ πενθῶμεν πικρῶς, ἀγαπητοὶ,
τοὺς τελευτῶντας καὶ τοὺς ἐνθένδε ἀπιόντας, ἀλλὰ μᾶλλον θρηνήσωμεν καὶ κλαύσωμεν
τοὺς κακῶς τὸν ἑαυτῶν βίον καταλύσαντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον
διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ' ἕως μὲν ἂν βλέπῃ στερεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε
καὶ τρέμει· ἐπὰν δὲ ἴδῃ διαλυθέντα, χαίρει· ἀρχὴ γὰρ τῆς μελλούσης σπορᾶς ἡ διάλυσις.
Οὕτω καὶ ἡμεῖς τότε χαίρωμεν, ὅταν πέσῃ ἡ οἰκία ἡ φθαρτὴ, ὅταν σπαρῇ ὁ ἄνθρωπος.
Καὶ μὴ θαυμάσῃς, εἰ σπορὰν τὴν ταφὴν ἐκάλεσε· καὶ γὰρ αὕτη βελτίων ἡ σπορά. Ἐκείνην
μὲν γὰρ διαδέχονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν
ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα· καὶ τὴν μὲν φθορὰ καὶ θάνατος, τὴν δὲ ἀφθαρσία
καὶ ἀθανασία καὶ τὰ μυρία ἀγαθά. Ἐπ' ἐκείνης τῆς σπορᾶς συμπλοκαὶ καὶ ἡδοναὶ καὶ
ὕπνος, ἐπὶ ταύτης δὲ φωνὴ μόνον ἐκ τῶν οὐρανῶν καταβαίνουσα, καὶ πάντα ἀθρόως
τελεσφορεῖται· καὶ ὁ ἀνιστάμενος οὐκέτι λοιπὸν ἐπὶ βίον ἄγεται πολύμοχθον, ἀλλ'
ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰ δὲ καὶ προστασίαν ἐπιζητεῖς, καὶ
διὰ τοῦτο θρηνεῖς τὸν ἄνδρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην καὶ σωτῆρα καὶ εὐεργέτην
κατέφυγε τὸν Θεὸν, ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν
διαρκῆ σκέπην, τὴν πανταχοῦ παροῦσαν καὶ πανταχόθεν ἡμᾶς τειχίζουσαν. Ἀλλ' ἡ
συνήθεια ποθεινὸν καὶ ἐπέραστον.

46.ΛΟΓΟΣ Μς ʹ. Ὅτι, εἰ καὶ πάντων ἁμαρτημάτων ἐσμὲν ὑπεύθυνοι,
δυνάμεθα καὶ δι' ἐξαγορεύσεως σωθῆναι· καὶ ὅτι ἕκαστος ἡμῶν τῶν πιστῶν ἄγγελον ἔχει
φύλακα· καὶ περὶ τῶν ἱερέων.
Τῶν ἀνθρώπων, ἀγαπητοὶ, οἱ
μὲν καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ, οἱ δὲ ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον, οἱ
δὲ οὐδὲ ἐνταῦθα οὐδὲ ἐκεῖ. Ἐνταῦθα μὲν καὶ ἐκεῖ, ὡς σταυρωταὶ τοῦ Χριστοῦ· καὶ
γὰρ καὶ ἐνταῦθα ἔδοσαν δίκην, ἡνίκα ἔπαθον τὰ ἀνήκεστα ἐκεῖνα, τῆς πόλεως ἁλούσης,
καὶ ἐκεῖ χαλεπωτάτην ὑπομενοῦσιν· ὡς οἱ Σοδόμων πολῖται, ὡς ἕτεροι πολλοί· ἐκεῖ
δὲ μόνον, ὡς ὁ πλούσιος ὁ ἀποτηγανιζόμενος, καὶ οὐδὲ σταγόνος κύριος ὤν· ἐνταῦθα
δὲ, ὡς ὁ πεπορνευκὼς παρὰ Κορινθίοις· οὔτε δὲ ἐνταῦθα, οὔτε ἐκεῖ, ὡς οἱ ἀπόστολοι,
ὡς οἱ προφῆται, ὡς ὁ μακάριος Ἰώβ· οὐ γὰρ δὴ κολάσεως ἦν ἅπερ ἔπαθον, ἀλλ' ἀγώνων
καὶ παλαισμάτων. Σπουδάσωμεν τοίνυν τῆς τούτων εἶναι μερίδος· εἰ δὲ μὴ τούτων,
κἂν τῶν ἐνταῦθα ἀποδυομένων τὰ ἁμαρτήματα. Καὶ γὰρ φοβερὸν ἐκεῖνο τὸ κριτήριον,
καὶ ἀπαραίτητος ἡ τιμωρία, καὶ ἀνήκεστος ἡ κόλασις. Εἰ δὲ βούλει μηδὲ ἐνταῦθα
δοῦναι δίκην, σαυτῷ δίκασον, ἀπαίτησόν σου τὰς εὐθύνας· ἄκουσον Παύλου λέγοντος,
ὅτι Εἰ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα. Ἂν τοῦτο ποιῇς, ὁδῷ προβαίνων καὶ ἐπὶ
στέφανον ἥξεις. Καὶ πῶς ἀπαιτήσομεν δίκην, φησὶν, ἑαυτούς; Πένθησον, στέναξον
πικρὸν, ταπείνωσον σαυτὸν, κάκωσον, ἀνάμνησον τῶν ἁμαρτημάτων κατ' εἶδος· οὐ
μικρὰ τοῦτο βάσανος ψυχῆς. Εἴ τις γέγονεν ἐν κατανύξει, οἶδεν ὅτι μάλιστα πάντων
ἡ ψυχὴ τούτῳ κολάζεται· εἴ τις γέγονεν ἐν ἁμαρτίας μνήμῃ, οἶδε τὴν ἐντεῦθεν ὀδύνην.
∆ιὰ τοῦτο δικαιοσύνην ἔπαθλον τίθησιν ὁ Θεὸς τῇ τοιαύτῃ μετανοίᾳ, λέγων· Λέγε σὺ
πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐ γάρ ἐστιν, οὐκ ἔστι μικρὸν εἰς διόρθωσιν
τὸ πάντα συναγαγόντας τὰ ἁμαρτήματα, κατ' εἶδος αὐτὰ στρέφειν συνεχῶς καὶ ἀναλογίζεσθαι.
Ὁ γὰρ τοῦτο ποιῶν οὕτω κατανυγήσεται, ὡς μήτε τοῦ ζῇν ἑαυτὸν ἄξιον εἶναι νομίζειν·
ὁ δὲ τοῦτο νομίζων, κηροῦ παντὸς ἁπαλώτερος ἔσται. Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον,
μηδὲ ταῦτα τὰ δῆλα, ἀλλὰ καὶ τὰς λαθραίους ἐπιβουλὰς, καὶ τὰς συκοφαντίας, καὶ
τὰς κακηγορίας, καὶ τὰς κενοδοξίας, καὶ τὸν φθόνον, καὶ πάντα τὰ τοιαῦτα συνάγειν
χρή· οὐδὲ γὰρ ταῦτα μικρὰν οἴσει κόλασιν. Καὶ γὰρ καὶ ὁ λοίδορος εἰς γέενναν ἐμπεσεῖται,
καὶ ὁ μεθύων οὐδὲν κοινὸν ἔχει πρὸς τὴν βασιλείαν, καὶ ὁ μὴ ἀγαπῶν τὸν πλησίον
οὕτω προσκρούει τῷ Θεῷ, ὡς μηδὲ μαρτυροῦντος αὐτοῦ ὠφελεῖσθαι, καὶ ὁ τῶν οἰκείων
ἀμελῶν τὴν πίστιν ἤρνηται, καὶ ὁ πένητας περιορῶν εἰς τὸ πῦρ πέμπεται. Μὴ τοίνυν
μικρὰ ταῦτα εἶναι νόμιζε, ἀλλὰ συνάγαγε πάντα, καὶ ὡς ἐν βιβλίῳ γράφε. Ἂν γὰρ σὺ
γράψῃς, ὁ Θεὸς ἐξαλείφει, ὥσπερ οὖν, ἐὰν μὴ σὺ γράψῃς, ὁ Θεὸς καὶ ἐγγράφει καὶ
δίκην ἀπαιτεῖ. Πολὺ τοίνυν βέλτιον παρ' ἡμῶν αὐτὰ γραφῆναι, καὶ ἄνωθεν ἐξαλειφθῆναι,
ἢ τοὐναντίον, ἡμῶν ἐπιλανθανομένων, τὸν Θεὸν αὐτὰ πρὸ τῶν ὀφθαλμῶν ἐνεγκεῖν τῶν
ἡμετέρων κατὰ τὴν ἡμέραν ἐκείνην. Ἵν' οὖν μὴ τοῦτο γένηται, πάντα μετὰ ἀκριβείας
ἀναλογιζώμεθα, καὶ εὑρήσομεν πολλῶν ἑαυτοὺς ὑπευθύνους ὄντας. Τίς γὰρ πλεονεξίας
καθαρός; Μὴ γάρ μοι τὸ μέτρον εἴπῃς, ἀλλὰ κἀν τῷ μικρῷ τὴν αὐτὴν δώσομεν δίκην.
Τοῦτο ἐννόει, καὶ μετανόει. Τίς ὕβρεως ἀπήλλακται; τοῦτο δὲ εἰς γέενναν ἐμβάλλει.
Τίς λάθρα τὸν πλησίον οὐ κακηγόρησε; τίς οὐκ ἀπενοήθη; οὗτος δὲ πάντων ἀκαθαρτότερος.
Τίς δὲ οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα; οὗτος δὲ μοιχὸς ἀπηρτισμένος. Τίς
οὐκ ὠργίσθη τῷ ἀδελφῷ εἰκῆ; οὗτος δὲ ἔνοχος τῷ συνεδρίῳ. Τίς οὐκ ὤμοσεν; οὗτος
δὲ τοῦ πονηροῦ. Τίς οὐκ ἐπιώρκησεν; οὗτος δὲ τοῦ πονηροῦ πλέον. Τίς οὐκ ἐδούλευσε
τῷ μαμωνᾷ; οὗτος δὲ τῆς γνησίας ἐξέπεσε τοῦ Χριστοῦ δουλείας. Ἔχω καὶ ἕτερα πλείονα
τούτων εἰπεῖν· ἀρκεῖ δὲ ταῦτα, καὶ ἱκανὰ τὸν μὴ λίθον ὄντα μηδὲ σφόδρα ἀναίσθητον
εἰς κατάνυξιν ἀγαγεῖν. Εἰ γὰρ ἕκαστον αὐτῶν εἰς γέενναν ἐμβάλλει, πάντα ὁμοῦ
συνελθόντα τί οὐκ ἐργάσεται; Ὁρᾶτε, φησὶ, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων·
οἱ γὰρ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Ἕκαστος γὰρ πιστὸς ἄγγελον ἔχει. Ἐπεὶ καὶ ἐξ ἀρχῆς ἕκαστος ἀνὴρ τῶν εὐδοκίμων ἄγγελον
εἶχε, καθώς φησιν ὁ Ἰακώβ· Ὁ ἄγγελος ὁ τρέφων με, καὶ ὁ ῥυόμενός με ἐκ νεότητός
μου. Εἰ τοίνυν ἀγγέλους ἔχομεν, νήφωμεν, καθάπερ παιδαγωγῶν τινων ἡμῖν παρόντων.
Πάρεστι γὰρ καὶ δαίμων· διὰ τοῦτο εὐχόμεθα καὶ λέγομεν, τὸν ἄγγελον αἰτοῦντες τῆς
εἰρήνης, καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν (οὐδὲν γὰρ ταύτης ἴσον), ἐν ταῖς ἐκκλησίαις
εἰρήνην, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προῤῥήσεσι· καὶ ἅπαξ καὶ δὶς
καὶ τρὶς καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν. ∆ιὰ
τί; ὅτι αὕτη μήτηρ πάντων τῶν ἀγαθῶν ἐστιν, αὕτη τῆς χαρᾶς ὑπόθεσις. ∆ιὰ τοῦτο
καὶ ὁ Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς ἀποστόλοις τοῦτο λέγειν προσέταξεν
εὐθέως, καθάπερ τι σύμβολον τῶν ἀγαθῶν. Εἰσερχόμενοι γὰρ, φησὶν, εἰς τὰς οἰκίας
λέγετε, Εἰρήνη ὑμῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά. Καὶ ὁ Χριστὸς τοῖς
μαθηταῖς ἔλεγεν· Εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Αὕτη τῇ ἀγάπῃ
προοδοποιεῖ. Καὶ οὐ λέγει ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν, ἁπλῶς,ἀλλ', Εἰρήνη
πᾶσι. Τί γὰρ, ἂν μετὰ τοῦδε μὲν εἰρήνην ἔχωμεν, μεθ' ἑτέρου δὲ πόλεμον καὶ μάχην;
τί τὸ κέρδος; Οὐδὲ γὰρ ἐν τῷ σώματι, ἂν τὰ μὲν ἡσυχάζῃ τῶν στοιχείων, τὰ δὲ
διαστασιάζῃ, δυνατὸν ὑγίειαν συνεστάναι ποτὲ, ἀλλὰ διὰ τῆς ἁπάντων εὐταξίας καὶ
συμφωνίας καὶ εἰρήνης· κἂν μὴ πάντα ἡσυχάζῃ, καὶ ἐπὶ τῶν οἰκείων ὅρων μένῃ, πάντα
ἀνατραπήσεται. Καὶ ἐν τῇ διανοίᾳ δὲ τῇ ἡμετέρᾳ, ἂν μὴ πάντες ἡσυχάζωσιν οἱ
λογισμοὶ, εἰρήνη οὐκ ἔσται. Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ εἰρήνη, ὡς υἱοὺς Θεοῦ καλεῖσθαι
τοὺς αὐτῆς ποιητὰς καὶ δημιουργούς. Εἰκότως· ἐπεὶ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐπὶ τούτῳ
ἦλθεν εἰς τὴν γῆν, εἰρηνοποιήσων τὰ ἐν τῇ γῇ καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ οἱ
εἰρηνοποιοὶ υἱοὶ Θεοῦ, οἱ νεωτεροποιοὶ υἱοὶ διαβόλου. Τί λέγεις; ἔρεις καὶ μάχας
ἐμβάλλεις; Καὶ τίς οὕτως ἄθλιος, φησίν; Εἰσὶ γὰρ πολλοὶ χαίροντες ἐπὶ τοῖς κακοῖς,
καὶ τὸ σῶμα τοῦ Χριστοῦ διασπῶντες μᾶλλον, ἢ οἱ στρατιῶται τῇ λόγχῃ διέτεμνον, ἢ
Ἰουδαῖοι τοῖς ἥλοις διέκοψαν. Ἐκεῖνο τούτου ἔλαττον τὸ κακόν· ἐκεῖνα διατμηθέντα
τὰ μέλη πάλιν συνήφθη· ταῦτα δὲ ἀποσπασθέντα, ἂν ἐνθάδε μὴ συναφθῇ, οὐκέτι
συναφθήσεται, ἀλλὰ μένει τοῦ πληρώματος ἔξω. Ὅταν βούλῃ τῷ ἀδελφῷ πολεμῆσαι, ἐννόησον
ὅτι τοῖς μέλεσι τοῦ Χριστοῦ πολεμεῖς, καὶ παῦσαι τῆς μανίας. Τί γὰρ, εἰ ἀπεῤῥιμμένος
ἐστί; τί γὰρ, εἰ εὐτελής; τί γὰρ, εἰ εὐκαταφρόνητος; Οὕτως οὐκ ἔστι θέλημα, φησὶν,
ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων·
καὶ πάλιν, Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν
τοῖς οὐρανοῖς. Ὁ Θεὸς δι' αὐτὸν καὶ σὲ καὶ δοῦλος ἐγένετο, καὶ ἐσφάγη· σὺ δὲ οὐδὲν
αὐτὸν εἶναι νομίζεις; Οὐκοῦν μάχῃ καὶ κατὰ τοῦτο τῷ Θεῷ, τὰς ἐναντίας αὐτῷ φέρων
ψήφους; Ὅταν εἰσέλθῃ ὁ τῆς Ἐκκλησίας προεστὼς, εὐθέως λέγει, Εἰρήνη ὑμῖν· ὅταν ὁμιλῇ,
Εἰρήνη πᾶσιν· ὅταν ἡ θυσία τελεσθῇ, Εἰρήνη πᾶσι· καὶ μεταξὺ πάλιν, Χάρις ὑμῖν
καὶ εἰρήνη. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τοσαυτάκις ἀκούοντες εἰρήνην ἔχειν, ἐκπεπολεμώμεθα
πρὸς ἀλλήλους; λαμβάνοντες καὶ ἀντιδιδόντες, τῷ διδόντι τὴν εἰρήνην πολεμοῦμεν;
Λέγεις, Καὶ τῷ πνεύματί σου. καὶ διαβάλλεις αὐτὸν ἔξω; Οἴμοι, ὅτι τὰ σεμνὰ τῆς Ἐκκλησίας
σχήματα γέγονε πραγμάτων μόνον, οὐκ ἀλήθειά τις· οἴμοι, ὅτι μέχρι ῥημάτων τὰ σύμβολα
μένει τοῦ στρατοπέδου τούτου· ὅθεν καὶ ἀγνοεῖτε διὰ τί λέγεται, Εἰρήνη πᾶσιν. Ἀλλ'
ἀκούετε τὰ ἑξῆς. Τί φησιν ὁ Χριστός; Εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, εἰσερχόμενοι
εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν
ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἀποστραφήτω. ∆ιὰ τοῦτο οὐκ
ἴσμεν, ὅτι τύπον ῥημάτων νομίζομεν ταῦτα εἶναι, καὶ οὐ συντιθέμεθα τῷ νῷ. Μὴ γὰρ
ἐγὼ δίδωμι τὴν εἰρήνην; ὁ Χριστὸς δι' ἡμῶν φθέγγεσθαι καταξιῶν. Εἰ καὶ τὸν ἄλλον
ἅπαντα χρόνον κενοὶ τῆς χάριτός ἐσμεν, ἀλλ' οὐ νῦν δι' ὑμᾶς. Εἰ γὰρ εἰς ὄνον ἐνήργησε
καὶ εἰς μάντιν ἡ τοῦ Θεοῦ χάρις δι' οἰκονομίαν, καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν·
εὔδηλον ὅτι οὐδὲ εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ' ἀνέξεται καὶ τοῦτο δι' ὑμᾶς.
Μηδεὶς τοίνυν εἴπῃ, ὅτι Εὐτελὴς ἐγὼ καὶ ταπεινὸς καὶ οὐδενὸς ἄξιος λόγου, καὶ οὕτω
μοι προσεχέτω· εἰμὶ γὰρ τοιοῦτος· ἀλλ' ἀεὶ ἔθος τῷ Θεῷ διὰ τοὺς πολλοὺς καὶ τοῖς
τοιούτοις ἐφίστασθαι. Καὶ ἵνα μάθητε, τῷ Κάϊν κατηξίωσε λαλῆσαι διὰ τὸν Ἄβελ, τῷ
διαβόλῳ διὰ τὸν Ἰὼβ, τῷ Φαραὼ διὰ τὸν Ἰωσὴφ, τῷ Ναβουχοδονόσορ διὰ τὸν ∆ανιὴλ,
τῷ Βαλτάσαρ διὰ τὸν αὐτόν. Καὶ μάγοι δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε,
Χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα. Λέγεται καὶ Ἀαρὼν διὰ
τοῦτο μὴ λεπρωθῆναι. ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἀμφοτέρων καταλαλησάντων, ἐκείνη μόνη
τὴν δίκην ὑπέμεινε; Μὴ θαυμάσῃς. Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀξιώμασι, κἂν μυρία τις
κατηγορῆται, οὐ πρότερον εἰς δικαστήριον ἄγεται, ἕως ἂν ἀπόθηται τὴν ἀρχὴν, ἵνα
μὴ ἐκείνη μετ' αὐτοῦ ὑβρίζηται· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρχῆς τῆς πνευματικῆς, κἂν
ὁστισοῦν ᾖ, ἐνεργεῖ ἡ τοῦ Θεοῦ χάρις· ἐπεὶ πάντα ἀπόλωλεν· ὅταν δὲ αὐτὴν ἀπόθηται,
εἴτε ἀπελθὼν εἴτε καὶ ἐνταῦθα. τότε δὴ, τότε χαλεπωτέραν δώσει τὴν δίκην. Μὴ δὴ
νομίζετε παρ' ἡμῶν ταῦτα λέγεσθαι· ἡ τοῦ Θεοῦ χάρις ἐστὶν ἡ καὶ εἰς ἀνάξιον ἐνεργοῦσα,
οὐ δι' ἡμᾶς, ἀλλὰ δι' ὑμᾶς. Ἀκούσατε οὖν τί φησιν ὁ Χριστός· Ἐὰν ᾖ ἡ οἰκία ἀξία,
ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν. Πῶς δὲ ἀξία γίνεται; Ἐὰν δέξωνται ὑμᾶς, φησίν· Ἐὰν
δὲ μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσι τῶν λόγων ὑμῶν, ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται
γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως. ἢ τῇ πόλει ἐκείνῃ. Τί οὖν ὄφελος, ὅτι
δέχεσθε ἡμᾶς, καὶ οὐκ ἀκούετε τῶν παρ' ἡμῶν λεγομένων; τί τὸ κέρδος, ὅτι θεραπεύετε,
καὶ οὐ προσέχετε τοῖς λεγομένοις ὑμῖν; Ἐκείνη ἐστὶ τιμὴ ἡμῖν, ἐκείνη θεραπεία ἡ
θαυμαστὴ καὶ ὑμᾶς ὠφελοῦσα καὶ ἡμᾶς, ἐὰν ἡμῶν ἀκούητε. Ἀκούετε καὶ τοῦ Παύλου λέγοντος·
Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἀρχιερεύς ἐστιν. Ἄκουε καὶ τοῦ Χριστοῦ λέγοντος· Πάντα ὅσα
ἂν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε. Οὐκ ἐμοῦ καταφρονεῖς, ἀλλὰ τῆς ἱερωσύνης·
ἂν ἴδῃς ταύτης γυμνὸν, τότε καταφρόνει· τότε οὐδὲ ἐγὼ ἀνέχομαι ἐπιτάττειν· ἕως
δ' ἂν ἐπὶ τοῦ θρόνου τούτου καθήμεθα, ἕως ἂν τὴν προεδρίαν ἔχωμεν, ἔχομεν καὶ τὴν
ἀξίαν καὶ τὴν ἰσχὺν, εἰ καὶ ἀνάξιοί ἐσμεν. Εἰ ὁ Μωϋσέως θρόνος οὕτως ἦν αἰδέσιμος,
ὡς δι' ἐκεῖνον ἀκούεσθαι, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ θρόνος. Ἐκεῖνον ἡμεῖς
διεδεξάμεθα, ἀπὸ τούτου φθεγγόμεθα, ἀφ' οὗ καὶ ὁ Χριστὸς ἔθετο ἡμῖν τὴν διακονίαν
τῆς καταλλαγῆς. Οἱ πρέσβεις, οἷοί περ ἂν ὦσι, διὰ τὸ τῆς πρεσβείας ἀξίωμα πολλῆς
ἀπολαύουσι τῆς τιμῆς. Ὅρα γάρ· εἰς μέσην βαρβάρων ἔρχονται τὴν γῆν μόνοι μεταξὺ
τοσούτων πολεμίων, καὶ ἐπειδὴ μεγάλα ὁ τῆς πρεσβείας ἰσχύει νόμος, πάντες αὐτοὺς
τιμῶσι, πάντες εἰς αὐτοὺς ἀποβλέπουσι, πάντες μετὰ ἀσφαλείας ἐκπέμπουσι. Καὶ ἡμεῖς
τοίνυν πρεσβείας ἀνεδεξάμεθα λόγον, καὶ ἥκομεν παρὰ τοῦ Θεοῦ· τοῦτο γάρ ἐστι τὸ
τῆς ἐπισκοπῆς ἀξίωμα. Ἥκομεν πρὸς ὑμᾶς πρεσβεύοντες, ἀξιοῦντες καταλῦσαι τὸν πόλεμον·
καὶ λέγομεν ἐπὶ τίσιν· οὐ πόλεις ἐπαγγελλόμενοι δώσειν, οὐδὲ σίτου μέτρα τόσα
καὶ τόσα, οὐδὲ ἀνδράποδα, οὐδὲ χρυσίον, ἀλλὰ βασιλείαν οὐρανῶν, ζωὴν αἰώνιον,
συνουσίαν τὴν μετὰ Χριστοῦ, τὰ ἄλλα ἀγαθὰ, ἃ μήτε εἰπεῖν ἡμῖν δυνατὸν, ἕως ἂν ἐν
τῇ σαρκὶ ταύτῃ ὦμεν καὶ τῷ παρόντι βίῳ. Πρεσβεύομεν τοίνυν, ἀπολαύειν δὲ βουλόμεθα
τιμῆς, οὐ δι' ἡμᾶς, μὴ γένοιτο· ἴσμεν γὰρ ἡμῶν τὸ εὐτελές· ἀλλὰ δι' ὑμᾶς, ἵνα ὑμεῖς
μετὰ σπουδῆς τὰ παρ' ἡμῶν ἀκούητε, ἵνα ὑμεῖς ὠφελῆσθε, ἵνα μὴ μετὰ ῥᾳθυμίας ἢ ἀπροσεξίας
κατέχητε τὰ λεγόμενα. Οὐχ ὁρᾶτε τοὺς πρέσβεις, πῶς πάντες αὐτοὺς περιέπουσιν; ἡμεῖς
Θεοῦ πρέσβεις ἐσμὲν πρὸς ἀνθρώπους. Εἰ δὲ πρόσαντες ὑμῖν τοῦτο, οὐχ ἡμεῖς, ἀλλ'
αὐτὴ ἡ ἐπισκοπὴ, οὐχὶ ὁ δεῖνα, ἀλλ' ὁ ἐπίσκοπος. Μηδεὶς ἐμοῦ ἀκουέτω, ἀλλὰ τοῦ ἀξιώματος.
Πάντα τοίνυν ποιῶμεν κατὰ τὸ Θεῷ δοκοῦν, ἵνα εἰς δόξαν Θεοῦ ζήσωμεν, καὶ
καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
47.ΛΟΓΟΣ ΜΖʹ. Εἰς τὸ μὴ ἀναξίως προσέρχεσθαι τοῖς θείοις
μυστηρίοις.
Ἐπειδὴ ἐμνήσθημεν τῆς θυσίας
ταύτης, βούλομαι πρὸς ὑμᾶς μικρὰ εἰπεῖν τοὺς μεμυημένους, μικρὰ μὲν τῷ μέτρῳ,
μεγάλην δ' ἔχοντα τὴν ἰσχὺν καὶ τὴν ὠφέλειαν οὐ γὰρ ἡμέτερά εἰσι τὰ λεγόμενα, ἀλλὰ
τοῦ θείου Πνεύματος. Τί οὖν ἐστι; Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι
τοῦ παρόντος ἐνιαυτοῦ, ἕτεροι δὲ δὶς, ἄλλοι πολλάκις. Πρὸς ἅπαντας οὖν ὁ λόγος ἡμῖν
ἐστι χρήσιμος, καὶ πρὸς αὐτοὺς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους· ἐκεῖνοι γὰρ ἅπαξ
τοῦ ἐνιαυτοῦ μετέχουσι, πολλάκις δὲ καὶ διὰ δύο ἐτῶν. Τί οὖν; τίνας ἀποδεξόμεθα;
Οὔτε τοὺς ἄπαξ, οὔτε τοὺς πολλάκις, ἀλλὰ τοὺς καὶ μετὰ καθαροῦ συνειδότος, μετὰ
καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀμολύντου· οἱ τοιοῦτοι ἀεὶ προσιέτωσαν· οἱ δὲ μὴ
τοιοῦτοι, μηδὲ ἅπαξ. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει,
ὥς φησιν ὁ Ἀπόστολος. Ταῦτα δέδοται τοῖς ἁγίοις· τοῦτο καὶ ὁ διάκονος ἐπιφωνεῖ,
τοὺς ἁγίους καλῶν διὰ τῆς φρικτῆς ἐκείνης φωνῆς. Ἐπειδὴ γὰρ οὐκ ἔστι δυνατὸ ἀνθρώπῳ
εἰδέναι τὰ τοῦ πλησίον, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, αὐτὴν ἀφίησι τὴν φωνὴν, Τὰ ἅγια
τοῖς ἁγίοις. Εἴ τις οὐκ ἔστιν ἅγιος, μὴ προσιέτω. Οὐχ ἁπλῶς φησιν, ἁμαρτημάτων
καθαρὸς, ἀλλὰ, ἅγιος· τὸν γὰρ ἅγιον οὐχὶ τῶν ἁμαρτημάτων ἀπαλλαγὴ ποιεῖ μόνον, ἀλλὰ
καὶ ἡ τοῦ Πνεύματος παρουσία, καὶ τῶν ἀγαθῶν ἔργων ὁ πλοῦτος. Τί δέ ἐστι τὸ ἁμάρτημα;
Τὸ μὴ μετὰ φρίκης προσιέναι, ἀλλὰ τύπτοντας τὰ στήθη, καὶ ἀλαλάζοντας, καὶ τὰ
λοιπά. Ταῦτα πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι. Οὐχ ὁρᾶτε ἐπὶ τῶν Ὀλυμπίων,
ὅταν ὁ ἀγωνοθέτης ἐπὶ τῆς κεφαλῆς ἔχων, πῶς ἡ εὐταξία τοῦ κήρυκος βοῶντος ἡσυχίαν
εἶναι; Πῶς οὐκ ἄτοπον, ἔνθα μὲν ὁ διάβολος πομπεύει, πολλὴν εἶναι τὴν ἡσυχίαν· ἔνθα
δὲ ὁ Χριστὸς πρὸς ἑαυτὸν συγκαλεῖ, πολὺν εἶναι τὸν θόρυβον; μᾶλλον ἐν πελάγει
γαλήνη, καὶ ἐν λιμένι κύματα. Τί θορυβῇ, εἰπέ μοι; Πραγμάτων ἀνάγκη καλεῖ πάντως.
Ὅλως γὰρ οἶδας, ὅτι πράγματα ἔχεις ἐν τῇ ὥρᾳ ἐκείνῃ; μέμνησαι δὲ ὅλως, ὅτι ἐπὶ
γῆς εἶ; Καὶ πῶς οὐχὶ τοῦτο λιθίνης διανοίας, τὸ νομίζειν κατὰ τὸν καιρὸν ἐκεῖνον
ἐπὶ γῆς εἶναι, καὶ οὐχὶ μετὰ τῶν ἀγγέλων χορεύειν, μεθ' ὧν καὶ τὸ μυστικὸν ἐκεῖνο
μέλος ἀνέπεμψας τῷ Θεῷ, ἐπινίκιον ᾠδὴν, Ἅγιος, ἅγιος, ἅγιος; ∆ιὰ τοῦτο ἀετοὺς ἡμᾶς
ἐκάλεσεν ὁ Χριστὸς εἰπὼν, Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ, ἵνα οὐρανοβατῶμεν, ἵνα
ὑψηλὰ πετώμεθα, τοῖς πτεροῖς τοῦ πνεύματος κουφιζόμενοι· ἡμεῖς δὲ κατὰ τοὺς ὄφεις
χαμαὶ συρόμεθα, καὶ γῆν ἐσθίομεν. Βούλεσθε εἴπω, πόθεν ὁ θόρυβος γίνεται; Ὅτι οὐ
διαπαντὸς τὰς θύρας ὑμῖν ἀποκλείομεν, ἀλλὰ συγχωροῦμεν πρὸ τῆς ἐσχάτης εὐχαριστίας
ἀναχωρεῖν· τοῦτο πολλῆς καταφρονήσεώς ἐστι. Τί ποιεῖς, ἄνθρωπε; τοῦ Χριστοῦ παρόντος,
τῶν ἀγγέλων παρεστώτων, τῆς τραπέζης προκειμένης, αὐτὸς καταλείπεις καὶ ἀναχωρεῖς;
καὶ ἐπὶ δείπνῳ μὲν κληθεὶς, οὐ τολμᾷς ἀναχωρῆσαι πρὸ τῶν φίλων; Βούλεσθε εἴπω τίνος
ἔργον ποιοῦσιν οἱ πρὸ τῆς εὐχαριστίας ἀναχωροῦντες; Ὅτε ἐκοινώνησε τὸ ἔσχατον
δεῖπνον Ἰούδας τὴν τελευταίαν νύκτα ἐκείνην, τῶν ἄλλων πάντων ἀνακειμένων, αὐτὸς
προπηδήσας ἐξέβη. Ἐκεῖνον μιμοῦνται οἱ τοιοῦτοι. Εἰ μὴ γὰρ ἐξῆλθεν, οὐκ ἂν ἐγένετο
προδότης, οὐκ ἂν ἀπώλετο· εἰ μὴ τοῦ ποιμένος ἑαυτὸν ἐχώρισεν, οὐκ ἂν θηριάλωτος
γέγονεν. Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ' ἐκεῖνον γίνεται τὸν τύπον;
Ἐκεῖνος γὰρ μετὰ Ἰουδαίων, οὗτοι μετὰ τοῦ ∆εσπότου ὑμνήσαντες ἐξῆλθον. Ταῦτα λέγω,
οὐχ ἵνα θορυβῆτε καὶ κράζητε, ἀλλὰ μετὰ πολλῆς σιγῆς καὶ εὐκοσμίας τῆς ἱερᾶς ταύτης
ἁψώμεθα θυσίας, ἵνα καὶ τὴν ψυχὴν ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν.
Μὴ πρόσεχε, ὅτι ἄρτος ψιλὸς καὶ οἶνός ἐστι· σῶμα γὰρ καὶ αἷμα κατὰ τὴν ∆εσποτικὴν
τυγχάνει ἀπόφασιν· μὴ ἀπὸ τῆς γεύσεως κρίνῃς τὸ πρᾶγμα, ἀλλ' ἀπὸ τῆς πίστεως
πληροφοροῦ ἀνενδοιάστως. Προσιὼν δὲ, μὴ τεταμέναις χερσὶν, ἀλλὰ τὴν ἀριστερὰν
θρόνον ποίησον τῆς δεξιᾶς, καὶ κοιλάνας τὴν παλάμην, ὡς μέλλων βασιλέα ὑποδέχεσθαι,
μετὰ πολλοῦ φόβου τὸ σῶμα τοῦ Χριστοῦ ὑπόδεξαι, ἵνα μή τις μαργαρίτης ἐκπέσῃ ἐκ
τῆς χειρός σου, καὶ ζημιωθῇς ἓν τῶν μελῶν σου. Ὁμοίως προσέρχου καὶ τῷ ἁγίῳ αἵματι,
μὴ ἀνατείνων τὰς χεῖρας λέγων τὸ ἀμήν. Ἔτι δὲ τῆς νοτίδος οὔσης ἐν τοῖς χείλεσι,
ταῖς χερσὶν ἐπαφῶμεν τοὺς ὀφθαλμοὺς, καὶ τὸ μέτωπον· καὶ τὰ λοιπὰ αἰσθητήρια ἁγιάζεται·
καὶ εὐχαρίστει τῷ Θεῷ ἀξιώσαντί σε τηλικούτου μυστηρίου. Καὶ πῶς, φησὶν, ἐν μέσῳ
τοῦ κόσμου ἔστι σωθῆναι; Τί λέγεις; βούλῃ συντόμως δείξω μὴ τὸν τόπον εἶναι τὸν
σώζοντα, ἀλλὰ τὸν τρόπον καὶ τὴν πρὸς Θεὸν προαίρεσιν; Ἀδὰμ ἐν τῷ παραδείσῳ ὢν,
ὡς ἐν λιμένι, ὑπέστη τὸ ναυάγιον· ὁ δὲ Λὼτ ἐν τοῖς Σοδόμοις, ὥσπερ ἐν πελάγει,
διεσώζετο. Ὁ Ἰὼβ ἐπὶ τῆς κοπρίας ἐδικαιώθη· ὁ δὲ Σαοὺλ ἐν τοῖς ταμείοις ὢν τῆς
βασιλείας, τῆς ἐντεῦθεν καὶ τῆς ἐκεῖθεν ἐξέπεσε δόξης καὶ τιμῆς. Οὐκ ἔστι τοῦτο
ἀπολογία, ἀλλὰ ταῦτα πάσχομεν ἐκ τοῦ μὴ ἐν ταῖς εὐχαῖς καὶ θείαις συνάξεσι σχολάζειν
ἡμᾶς. Ἢ οὐχ ὁρᾷς τοὺς βουλομένους ἀξιώματα λαβεῖν ἐκ τοῦ ἐπιγείου βασιλέως, πῶς
παρεδρεύουσι, καὶ ἑτέρους εἰς παράκλησιν κινοῦντες, ὅπως μὴ ἐκπέσωσι τοῦ ζητουμένου;
Ταῦτά μοι πρὸς τοὺς ἀπολιμπανομένους τῶν ἁγίων συνάξεων εἴρηται, καὶ πρὸς τοὺς ἐν
τῇ φοβερᾷ τῆς μυστικῆς ὥρᾳ εἰς συντυχίαν καὶ ματαιολογίας ἀσχολουμένους. Τί
ποιεῖς, ἄνθρωπε; οὐχ ὑπέσχου τῷ ἱερεῖ εἰπόντι, Ἄνω τὸν νοῦν καὶ τὰς καρδίας, καὶ
εἶπες, Ἔχομεν πρὸς τὸν Κύριον; οὐκ αἴδεσαι καὶ ἐρυθριᾷς εἰς ταῦτα τὰ ῥήματα καὶ
τὴν ὥραν ψεύστης εὑρισκόμενος; Βαβαὶ, τῆς βασιλικῆς τραπέζης ἐξηρτυμένης, τοῦ ἀμνοῦ
τοῦ Θεοῦ ὑπὲρ σοῦ σφαγιαζομένου, τοῦ ἱερέως ὑπὲρ σοῦ ἀγωνιζομένου, τῶν Σεραφεὶμ
παρεστώτων, τῶν ἑξαπτερύγων τὰ πρόσωπα καλυπτόντων, πασῶν τῶν ἀσωμάτων δυνάμεων
μετὰ τοῦ ἱερέως πρεσβευόντων ὑπὲρ σοῦ, τοῦ πυρὸς τοῦ πνευματικοῦ κατερχομένου,
τοῦ αἵματος ἐν τῷ κρατῆρι τῆς ἀχράντου πλευρᾶς κενουμένου, οὐδὲ τὸ συνειδός σου
κατακρίνει σε, ἄνθρωπε; Ἑκατὸν ἑξήκοντα ὀκτὼ ὡρῶν ἐχούσης τῆς ἑβδομάδος, μίαν
καὶ μόνην ὥραν ἀφώρισεν ὁ Θεός· καὶ αὐτὴν ἐὰν εἰς πράγματα βιωτικὰ καὶ συντυχίας
καὶ γελοῖα ἀναλίσκῃς, μετὰ ποίας λοιπὸν παῤῥησίας τοῖς θείοις μυστηρίοις προσέρχῃ,
μετὰ ποίου συνειδότος; Ἆρα, εἰ κόπρον ἔσχες ἐν ταῖς χερσὶν, ἐτόλμας προσεγγίσαι
τῷ κρασπέδῳ τοῦ βασιλέως; οὐδαμῶς. Μηδ' ὅτι ἄρτος ἐστὶν ἴδῃς, μηδ' ὅτι οἶνος· οὐ
γὰρ ὡς αἱ λοιπαὶ κοιναὶ βρώσεις εἰς ἀφεδρῶνα χωρεῖ· ἄπαγε, μηδὲν νομίσῃς τοιοῦτον.
∆ιὸ καὶ προσερχόμενοι, μὴ ὡς ἐξ ἀνθρώπων, ἀλλ' ὡς ἐξ αὐτῶν Σεραφεὶμ τῇ λαβίδι
τοῦ πυρὸς, ἣν Ἡσαΐας εἶδε, μεταλαμβάνειν τοῦ θείου σώματος νοήσωμεν. ∆έομαι καὶ
παρακαλῶ μὴ ἀπολειπώμεθα τῶν ἐκκλησιῶν· συναγόμενοι δὲ, μὴ εἰς συντυχίας ἐν τῇ ἐκκλησίᾳ
ἀσχολώμεθα, ἀλλὰ στῶμεν ἔμφοβοι καὶ ἔντρομοι, κάτω τὸ ὄμμα νεύοντες, ἄνω τὴν
ψυχὴν ἔχοντες, στενάξωμεν τῇ καρδίᾳ. Ἢ οὐχ ὁρᾷς τῷ φθαρτῷ καὶ προσκαίρῳ βασιλεῖ
παρισταμένους, πῶς εἰσιν ἀμετακίνητοι, μηδὲν φθεγγόμενοι, μηδὲ τοὺς ὀφθαλμοὺς ὧδε
κἀκεῖσε περιστρέφοντες, ἀλλὰ στυγνοὶ καὶ κατηφεῖς, ἔμφοβοι; Ἐξ ἑαυτοῦ, ἄνθρωπε,
τὸν ἔλεγχον λάβε, καὶ κἂν ὡς τῷ ἐπιγείῳ βασιλεῖ, πρόσελθε καὶ τῷ ἐπουρανίῳ Θεῷ.
Ταῦτα πολλάκις λέγω, καὶ λέγων οὐ παύσομαι. Εἰσερχόμενοι δὲ ἐν ταῖς ἐκκλησίαις,
ὡς Θεῷ πρέπει, εἰσέλθωμεν, μὴ μνησικακίαν ἐν τῇ ψυχῇ ἔχοντες, ἵνα μὴ, λέγοντες,
Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν, κατακριθῶμεν. Φοβερὸν γάρ ἐστι τὸ λεγόμενον,
καὶ σχεδὸν πρὸς τὸν Θεὸν βοᾷ ὁ τοῦτο λέγων· Ἀφῆκα, δέσποτα, ἄφες· συνεχώρησα,
συγχώρησον. Ταῦτα οὖν εἰδότες, καὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὸ φοβερὸν δικαστήριον, ἐπιστρέψωμεν
λοιπὸν ἐκ τῆς πλάνης τῆς ὁδοῦ ἡμῶν. Ἐλεύσεται γὰρ ἡμέρα, ὅτε τὸ θέατρον τοῦ βίου
διαλύεται, καὶ οὐδεὶς λοιπὸν οὐκέτι ἀγωνίζεται. Οὗτος ὁ καιρὸς τῆς μετανοίας, ἐκεῖνος
τῆς κρίσεως· οὗτος τῶν ἀγώνων, ἐκεῖνος τῶν στεφάνων.
∆ιεγέρθητε, παρακαλῶ, καὶ
τῶν λεγομένων προθύμως ἀκούσατε. Ἐζήσαμεν τῇ σαρκὶ, ζήσωμεν λοιπὸν καὶ τῷ πνεύματι·
ἐζήσαμεν τῇ ἀμελείᾳ, ζήσωμεν λοιπὸν τῇ μετανοίᾳ. Τί φυσᾶσαι, γῆ καὶ σποδὸς, ὦ ἄνθρωπε;
τί ὑπερηφανεῖς; τί μεγαλαυχεῖς; τί ἐλπίζεις ἐκ τῆς τοῦ κόσμου δόξης καὶ πλούτου;
Ἐξέλθωμεν ἐπὶ τοὺς τάφους, παρακαλῶ· ἴδωμεν τὰ μυστήρια, ἴδωμεν τὴν φύσιν
διεσπαρμένην, ὀστᾶ βεβρωμένα, σώματα σεσηπότα· ἐπίσκεψαι, κἂν σοφὸς εἶ, κἂν φρόνιμος,
εἰπέ μοι, ἐκεῖ τίς ὁ βασιλεὺς καὶ τίς ὁ ἰδιώτης, τίς ὁ εὐγενὴς καὶ τίς ὁ δοῦλος,
τίς ὁ σοφὸς καὶ τίς ὁ ἰδιώτης. Ποῦ τὸ κάλλος ἐκεῖ τῆς νεότητος, ποῦ ἡ περιχαρὴς
ὄψις, ποῦ οἱ ὀφθαλμοὶ οἱ εὐειδεῖς, ποῦ τὸ ἀποστίλβον πρόσωπον; οὐ πάντα κόνις;
οὐ πάντα τέφρα; οὐ πάντα σποδός; οὐ πάντα σκότος; οὐ πάντα βρῶμος καὶ δυσωδία;
Ταῦτα ἐννοοῦντες, καὶ τῆς ἐσχάτης ἡμέρας ἐνθυμηθέντες, ὡς καιρὸν ἔχομεν, ἐργασώμεθα
τὸ ἀγαθὸν, ἵνα τῆς μελλούσης ἀτελευτήτου γεέννης ἀπαλλαγῶμεν, καὶ τῆς τῶν οὐρανῶν
βασιλείας ἀξιωθῶμεν, χάριτι, καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
48.ΛΟΓΟΣ ΜΗʹ. Ἀπάνθισμα ἐν εἴδει λόγου ἐκ Χρυσοστόμου
συλλεγὲν παρὰ Θεοδώρου· τί πράττων ὁ Χριστιανὸς κληρονομήσει ζωὴν αἰώνιον.
Ἀγαπᾷν τὸν Θεὸν ἐξ ὅλης τῆς
ψυχῆς αὐτοῦ καὶ τῆς δυνάμεως, καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ τὸν πλησίον ἀγαπᾷν,
ὡς ἑαυτὸν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν εἰπόντος· Ἐὰν τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσητε,
μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καὶ πάλιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί
ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὁ ταπεινῶν τὴν ψυχὴν αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, καὶ
μηδέποτε κατεπαιρόμενος τοῦ πλησίον αὐτοῦ· Καρδίαν γὰρ συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει· ὁ συνθλιβόμενος ἐπὶ τῇ τοῦ πλησίον ἁμαρτίᾳ,
καὶ πενθῶν τὰς ἰδίας ἁμαρτίας, καὶ χαίρων ἐπὶ τῇ τοῦ πλησίον εὐφροσύνῃ, καὶ μὴ
φθόνῳ τηκόμενος ἐπὶ τῇ τούτου εὐδαιμονίᾳ· ὁ ἐν πραότητι δεχόμενος καὶ παιδεύων
τοὺς ἀντιδιατιθεμένους, καὶ ἐπιποθῶν ἀεὶ καὶ διψῶν τὴν δικαιοσύνην τοῦ Θεοῦ ἐργάζεσθαι·
οὗτος γὰρ τηρήσει καὶ τὸ καθαρὸν τῆς ἑαυτοῦ ψυχῆς· ὁ ἐπικαμπτόμενος ἐλέῳ εἰς τοὺς
χρῄζοντας τὸν ἔλεον, καὶ ὑπὲρ τῆς κατὰ Θεὸν εἰρήνης ὅλον διδοὺς ἑαυτὸν, καὶ ἀγωνιζόμενος
κληθῆναι υἱὸς Θεοῦ καὶ διὰ ταύτην τὴν ἐργασίαν, ἔτι δὲ καὶ ὑβριζόμενος καὶ
κατηγορούμενος καὶ διωκόμενος, καὶ ἀποθνήσκων ἕνεκεν τῆς δικαιοσύνης τοῦ Θεοῦ
καὶ τῆς ὁμολογίας τῆς εἰς Χριστὸν, ὅτι τοῦτο ἔστιν ἡ αἰώνιος ζωή· ὁ πᾶσαν ἐκτρεπόμενος
αἱρετικὴν βλασφημίαν, καὶ ὀρθῶς ὁμολογῶν τὴν τῆς ἁγίας Τριάδος ὁμολογίαν· ὁ ἀλήθειαν
μελετῶν ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ μὴ δολῶν τὴν ἑαυτοῦ γλῶτταν ἐν ψεύδει, καὶ μὴ
ποιῶν κακὸν τῷ πλησίον, κατὰ τὸ γεγραμμένον· ὁ μὴ κατηγορῶν, μὴ λοιδορῶν, μηδὲ ἄλλο
τι τῶν ἀπηγορευμένων ἐργαζόμενος, ἀλλὰ τηρῶν ἐπιμελῶς πάσας τὰς ἐντολὰς τοῦ
Χριστοῦ καὶ ποιῶν αὐτάς· ἐκτείνων τὰς χεῖρας εἰς ἐλεημοσύνην, ἀποστερούμενος,
καὶ μὴ ἀντιτείνων, μεταδιδοὺς τῷ μὴ ἔχοντι χιτῶνα, λοιδορούμενος καὶ εὐλογῶν, ἀγγαρευόμενος
καὶ προστιθεὶς, μηδὲν αἰσχρὸν ἢ βλάσφημον ἐν τῷ στόματι περιφέρων ῥῆμα, ἢ ὅρκον
προϊέμενος, ἀλλὰ ἕνα ὅρον γινώσκων, τὴν ἀλήθειαν, καὶ μελετῶν πάντοτε ταύτην, νύκτα
καὶ ἡμέραν, καὶ πλείω τοῦ ναὶ, καὶ τοῦ οὒ, κατὰ τὴν τοῦ Κυρίου διάταξιν μὴ λέγων
τινὶ ἐν ταῖς ἀπολογίαις αὐτοῦ· κινῶν τε τὴν γλῶσσαν πρὸς ὑμνῳδίαν, τὰ γόνατα καὶ
τὰς χεῖρας σὺν τῷ νοῒ πρὸς δέησιν, δάκρυον πρὸς κατάνυξιν ἐκχέων ἐνώπιον τοῦ
Θεοῦ· μεριμνῶν διὰ παντὸς τὸν θάνατον αὐτοῦ, καὶ τὴν μέλλουσαν κρίσιν, καὶ τὴν ἀπολογίαν
τῶν ἔργων αὐτοῦ, πάντοτε ἀναλογιζόμενος ἃ ἥμαρτεν, ὑπὲρ αὐτῶν προσφέρων τὰς αἰνέσεις
τῷ Θεῷ· τὰς δὲ ἀγαθὰς πράξεις ἐπιμελῶς ἐργαζόμενος, καὶ μὴ ἐπιφέρων αὐτὰς, ἢ ἐπιδεικνύμενός
τισιν, ἢ μεγαλαυχούμενος ἐν αὐταῖς ὥσπερ ὁ Φαρισαῖος, ἀλλὰ τῷ εἰδότι Θεῷ
καταλιμπάνων τὴν γνῶσιν αὐτῶν, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· φεύγων μέθην,
φεύγων ἐπιορκίαν, γαστριμαργίαν, ἀκαιρολογίαν, φθόνον, ἔριν, κακίαν, πλεονεξίαν
τὴν δευτέραν εἰδωλολατρείαν, θυμὸν, ὀργὴν, πορνείαν, μοιχείαν, καὶ πᾶσαν ῥυπαρίαν
σώματος· μὴ ποιῶν φαρμακείαν, ἢ μαντείαν, ἢ ἐπῳδήν τινα, ἀλλὰ ἁγνίζων ἑαυτὸν
νυκτὸς καὶ ἡμέρας πρὸς τὸ ἀμέμπτως μεταλαμβάνειν τοῦ τιμίου σώματος καὶ αἵματος
τοῦ Χριστοῦ· προϊστάμενος ὀρφανῶν, ἔτι δὲ καὶ χηρῶν ὁμοίως καὶ προσηλύτων· μὴ ἀποστρεφόμενος
ἐκ τοῦ αἰτοῦντος, ἢ τοῦ θέλοντος δανείσασθαι, ἀλλὰ καὶ διασπῶν πᾶσαν ἄδικον
συγγραφήν· εἰ δὲ καὶ δικαίαν κέκτηται, μὴ ἐπιφέρων ἢ ἐπιδεικνύμενός τισιν, ἅπας
τοῦ Θεοῦ ὢν, καὶ τοῦ Θεοῦ ἔχων, εἴπερ τι ἔχει δικαίως ἐξ αὐτοῦ, καὶ αὐτῷ παρέχων
τὰ ἴδια, καὶ ἐκ τοῦ Θεοῦ ζητῶν τὸ ἐλλεῖπον, καὶ δοξάζων τοὺς δοξάζοντας τὸν Θεὸν,
καὶ τιμῶν τοὺς δούλους αὐτοῦ· τοὺς ἐχθροὺς τῆς πίστεως ἐλεῶν διὰ τὴν τύφλωσιν,
καὶ πάσῃ δυνάμει πειρώμενος ἐπιστρέφειν, τοὺς δὲ ἐπιμένοντας ἀποστρεφόμενος, καὶ
τέλειον μῖσος μισῶν τοὺς μισοῦντας τὸν Κύριον· ἐν πάσῃ ἀγαθοσύνῃ, ἐν πάσῃ εὐσεβείᾳ,
ἐν πάσῃ ἁγνείᾳ ἀναστρεφόμενος, ὡς ὅλον ἔχων ἐν ἑαυτῷ τὸν Θεὸν, καὶ ὅλος ὑπάρχων
τοῦ Θεοῦ, ἐκ τῆς μνήμης αὐτοῦ καὶ τῶν ἐντολῶν αὐτοῦ ἀεὶ καὶ κινούμενος, καὶ
σαλευόμενος, καὶ κοιταζόμενος, καὶ ἀνιστάμενος, καὶ ἐσθίων καὶ πίνων καὶ
διημερεύων, κατὰ τὸ γεγραμμένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου παραπαντὸς, ὅτι
ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ· καὶ, Φοβηθήτω πᾶσα ἡ γῆ, ἀπ' αὐτοῦ δὲ
σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· μὴ μνησικακῶν, ὅτι ὁδοὶ
μνησικάκων εἰς θάνατον, καὶ ὁ ἀφεὶς τῷ πλησίον τὸ ἁμάρτημα, ἀφίεται ὑπὸ τοῦ Θεοῦ
τὰ ἁμαρτήματα αὐτοῦ. Ἐὰν γὰρ μὴ μνησθῶμεν τῶν ἁμαρτημάτων ὧν εἰς ἡμᾶς ἥμαρτον ἕτεροι,
οὐδὲ ὁ Θεὸς τῶν ἡμετέρων μέμνηται, ὧν εἰς αὐτὸν ἠμάρτομεν. Κρίνειν δὲ δικαίως ἐν
φόβῳ Θεοῦ. Ἡ γὰρ κρίσις τοῦ Θεοῦ ἐστι· μὴ κατακρίνειν ἑτέρους ἐν ἁμαρτήμασιν, ἤγουν
ἐξουδενοῦν καὶ βδελύσσεσθαι, καὶ ἐπιτηρεῖν τὰ τοῦ πλησίον κακὰ, καὶ ἑαυτοὺς
δικαιοῦν, καὶ μὴ βλέποντας τὰς ἰδίας δοκοὺς, ἀλλὰ τὰ κάρφη τοῦ πλησίον, ἤγουν τὰ
μικρὰ τῶν ἀδελφῶν ἡμῶν ἐλαττώματα προφέρειν· ὅπερ μεγάλως παροργίζει τὸν Θεόν·
οὐ γὰρ δίκαιον κρίνειν ἀλλότριον οἰκέτην· τοῦ γὰρ Θεοῦ πᾶς ἄνθρωπος. Τὸ δὲ κρίνειν
καὶ διορθοῦσθαι ἐν ἀγάπῃ, καὶ ἐξελέσθαι ἀδικούμενον ἐκ χειρὸς τοῦ ἀδικοῦντος αὐτὸν,
καὶ γενέσθαι ἀδυνάτων πατέρα, καὶ ὀφθαλμὸν ἕνα τῶν τυφλῶν, καὶ πόδα τῶν χωλῶν,
κατὰ τὸ εἰρημένον, εὐσεβὲς καὶ δίκαιον μετὰ τῆς προσηκούσης νουθεσίας καὶ
παραινέσεως γενόμενον· καθὼς ὁ μακάριος Ἀπόστολός φησι· Τριετίαν νύκτα καὶ ἡμέραν
οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν· φεύγειν δὲ τὸν Χριστιανὸν
τὰ αἰσχρὰ κέρδη, καὶ εἶναι μᾶλλον εὐλαβῆ καὶ ὅσιον, καὶ προσέχειν τῇ ἀναγνώσει
καὶ τῇ παρακλήσει καὶ τῇ νουθεσίᾳ καὶ τῇ διδασκαλίᾳ κατὰ τὸ εἰρημένον· ∆ιδάσκων
καὶ νουθετῶν (sic) ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι
ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ· τιμῶντες καὶ τοὺς γεγεννηκότας ἡμᾶς, ἵνα
γενώμεθα μακροχρόνιοι ἐπὶ τῆς γῆς, καὶ μὴ κακολογεῖν πατέρα ἢ μητέρα, ἀλλὰ
προνοεῖσθαι καὶ τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων τῆς πίστεως. Καὶ ὁ μὴ ἀπολιμπανόμενος
τῶν ἐκκλησιαστικῶν συλλόγων, ἤγουν τῶν κοινῶν συνάξεων καὶ εὐχῶν, ἀλλὰ καὶ
δημοσίως ἐναντίον παντὸς τοῦ λαοῦ διδοὺς τῷ Θεῷ τὰς εὐχὰς, καὶ μὴ ἐξουδενῶν
παραινέσεις σοφὰς, ἢ θεοσεβῆ διδάγματα· ἢ ἄπιστα κρίνων ἢ ἀδύνατα τὰ τοῦ Θεοῦ
θαύματα καὶ ἔργα, κατὰ γενεὰν ἐνεργούμενα, μὴ λογιζόμενος τοῦτο. Οὕτως ἄνθρωπος
πράττων, καὶ οὕτως ἔχων τὸν Θεὸν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐν φρονήσει, τὴν ἡτοιμασμένην
κληρονομήσει τοῖς ἁγίοις βασιλείαν ἀπὸ καταβολῆς κόσμου, τὴν μηδέποτε τέλος ἔχουσαν·
ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
Εισαγωγή και πρώτη
αποκλειστική δημοσίευση κειμένων στο
Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος
63
Εκλογαί εκ διαφόρων Λόγων
Η ηλεκτρονική επεξεργασία
, επιμέλεια και μορφοποίηση
κειμένου και εικόνων έγινε από
τον Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με
αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου