ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΕ΄. Περὶ μετανοίας.

Δευτέρα 31 Οκτωβρίου 2016

ΛΕ΄. Περὶ μετανοίας.





Ιωάννης Χρυσόστομος Τόμος 63
Εκλογαί εκ διαφόρων Λόγων
ΛΕʹ Περὶ μετανοίας.

Ἡ μετάνοια δεινὴ καὶ φοβερὰ τῷ ἁμαρτωλῷ, φάρμακον τῶν πλημμελημάτων, δαπάνημα τῶν δακρύων, ἀνάλωμα τῶν παρανομιῶν, παῤῥησία πρὸς τὸν Θεὸν, ὅπλον κατὰ τοῦ διαβόλου, μάχαιρα ἀποτέμνουσα αὐτοῦ τὴν κεφαλὴν, σωτηρίας ἐλπὶς, ἀπογνώσεως ἀναίρεσις· αὕτη τὸν οὐρανὸν ἀνοίγει, αὕτη εἰς τὸν παράδεισον εἰσάγει, αὕτη τοῦ διαβόλου περιγίνεται. ∆ιὰ δὴ τοῦτο συνεχῶς τὸν περὶ ταύτης κινῶ λόγον, ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ, μήτε ὁ κατορθῶν μέγα φρονῇ· Ὁ δοκῶν γὰρ ἑστάναι, βλεπέτω μὴ πέσῃ· ὥσπερ καὶ τὸ θαῤῥεῖν ποιεῖ ὑποσκελίζεσθαι. ∆ίκαιος εἶ; μὴ πέσῃς· ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς. Οὐ παύομαι συνεχῶς ταῦτα ἐπαλείφων ὑμᾶς τὰ φάρμακα· καὶ γὰρ οἶδα ἡλίκον ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου, τὸ μὴ ἀπογινώσκειν ὑμᾶς. Ἂν ἔχῃς ἁμαρτήματα, μὴ ἀπογνῷς. Οὐ παύσομαι συνεχῶς ταῦτα λέγων· κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει. 



Ὅπερ ἐν ταῖς παλαιαῖς ποιοῦμεν οἰκίαις· ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολύομεν. Ἐὰν παλαιωθῇς σήμερον ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σεαυτὸν αὔριον ἀπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Ἔνι, καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίᾳ διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς τοῦ ∆εσπότου σου φιλανθρωπίας. Μὴ γὰρ τῇ μετανοίᾳ σου θαῤῥῶ; μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξασθαι; Εἰ μετάνοια μόνη ἦν, εἰκότως ἐφόβου· ἐπειδὴ δὲ τῇ μετανοίᾳ κεράννυται Θεοῦ φιλανθρωπία, θάῤῥει· Θεοῦ γὰρ φιλανθρωπίας μέτρον οὐκ ἔστιν, οὐδὲ λόγῳ ἑρμηνευθῆναι δύναται αὐτοῦ ἡ ἀγαθότης. Ἡ μὲν γὰρ σὴ κακία μέτρον ἔχει, τὸ δὲ φάρμακον μέτρον οὐκ ἔχει· ἡ σὴ κακία, οἵα ἐὰν ᾖ, ἀνθρωπίνη ἐστὶ κακία· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἄφατος. Θάῤῥει, ὅτι περιγίνεταί σου τῆς κακίας. Ἐννόησον σπινθῆρα εἰς πέλαγος ἐμπεσόντα, μὴ δύναται στῆναι ἢ φανῆναι; Ὅσον σπινθὴρ πρὸς πέλαγος, τοσοῦτον κακία πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· μᾶλλον δὲ οὐ τοσοῦτον, ἀλλὰ πολλῷ πλέον. Τὸ μὲν γὰρ πέλαγος, κἂν μέγα ᾖ, μέτρον ἔχει· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἀπεριόριστος. Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ' ἵνα σπουδαιοτέρους ἀπεργάσωμαι. Παρῄνεσα πολλάκις εἰς θέατρον μὴ ἀναβαίνειν· ἤκουσας, οὐκ ἐπείσθης; ἀνέβης εἰς τὸ θέατρον; παρήκουσάς μου τοῦ λόγου; μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν καὶ ἀκοῦσαι. Ἤκουσα, καὶ οὐκ ἐτήρησα, φησί· πῶς δύναμαι εἰσελθεῖν καὶ ἀκοῦσαι; Τέως αὐτὸ τοῦτο οἶδας, ὅτι οὐκ ἐτήρησας· τέως αἰσχύνῃ, τέως ἐρυθριᾷς, τέως μηδενὸς ἐλέγχοντος τὸν χαλινὸν περιφέρεις, τέως τὸν λόγον μου ἔχεις ἐῤῥιζωμένον, τέως μὴ φαινομένου μου, ἡ διδασκαλία μου καθαιρεῖ σε. Οὐκ ἐτήρησας; κατέγνως σαυτοῦ; εἰς τὸ ἥμισυ ἐτήρησας, κἂν μὴ τηρήσῃς, εἴπῃς δὲ, Οὐκ ἐτήρησα. Ὁ γὰρ καταγνοὺς ἑαυτοῦ ἐπὶ τοῦ μὴ τηρῆσαι, ἐπὶ τὸ τηρῆσαι σπουδάζει. Ἐθεώρησας; εἰργάσω παρανομίαν; αἰχμάλωτος ἐγένου τῇ πόρνῃ; κατέβης ἀπὸ τοῦ θεάτρου; πάλιν ἐμνήσθης; ᾐσχύνθης; πρόσελθε. Ἐλυπήθης; παρακάλεσον τὸν Θεόν. Ἀλλὰ μὴ στῆθι μέχρι τούτου. Οὐαί μοι, ἤκουσα, καὶ οὐκ ἐτήρησα· πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς πάλιν ἀκούσω; Μᾶλλον εἴσελθε, ἐπειδὴ οὐκ ἐτήρησας, ἵνα πάλιν ἀκούσας τηρήσῃς. Φάρμακον ἐὰν ἐπιθῇ σοι, καὶ μὴ καθαρίσῃ σε, τῇ ἄλλῃ ἡμέρᾳ οὐκ ἐπιτίθης αὐτὸ πάλιν; Ἔστω τις δρυτόμος· θελέτω τέμνειν δρῦν· λαμβάνει ἀξίνην, κόπτει τὴν ῥίζαν· ἐὰν δῷ μίαν πληγὴν, καὶ μὴ πέσῃ τὸ δένδρον, οὐ δίδωσιν ἄλλην πληγήν; οὐ τὴν τρίτην; οὐ τὴν τετάρτην; οὐ τὴν πέμπτην; οὐ τὴν δεκάτην; Οὕτω καὶ σὺ ποίει. ∆ρῦς ἐστιν ἡ πόρνη, ἄκαρπον δένδρον, βαλάνους ἐκφέρουσα, χοίρων ἀλόγων τροφήν. Ἐν πολλῷ χρόνῳ ἐῤῥιζώθη ἐν τῇ διανοίᾳ σου, ἐν τῇ περιβολῇ τῶν κλάδων κατέβαλέ σου τὸ συνειδός. Ὁ λόγος μου ἀξίνη ἐστίν· ἤκουσας μίαν ἡμέραν. Πρὸς μίαν ἡμέραν πίπτει ἡ τοσούτῳ χρόνῳ ἐῤῥιζωμένη; Ἐὰν γὰρ δὶς, ἐὰν γὰρ τρὶς, ἐὰν γὰρ ἑκατοντάκις, οὐκ ἔστι θαυμαστόν· μόνον ἔκκοψον πρᾶγμα πονηρὸν καὶ ἰσχυρὸν καὶ συνήθειαν πονηράν. Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ κρόμμυα ἐζήτουν τὰ ἐν Αἰγύπτῳ· Καλῶς ἦν ἡμῖν ἐν Αἰγύπτῳ. Οὕτως ἰσχυρὸν πρᾶγμα ἡ συνήθεια καὶ κάκιστον. Κἂν γὰρ εἰς δέκα ἡμέρας κατορθώσῃς, ἐὰν γὰρ εἰς εἴκοσιν, ἐὰν γὰρ εἰς τριάκοντα, οὐκ ἀγαπῶ; οὐ χάριν ἔχω; οὐ περιπτύσσομαί σε; μόνον μὴ ἀποκάμῃς, ἀλλ' αἰσχύνου καὶ καταγίνωσκε. Πάλιν διελέχθην περὶ ἀγάπης· ἤκουσας, ἀπῆλθες καὶ ἥρπασας, οὐκ ἐπεδείξω διὰ τῶν ἔργων τὸν λόγον; μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν· αἰσχύνου ἁμαρτάνων, μὴ αἰσχύνου μετανοῶν, ἀλλὰ ἁμαρτάνων. Πρόσεχε τί ἐποίησέ σοι ὁ διάβολος. ∆ύο ταῦτά ἐστιν, ἁμαρτία καὶ μετάνοια· ἁμαρτία τραῦμα, μετάνοια φάρμακον· ἐν τῇ ἁμαρτίᾳ ὄνειδος, ἐν τῇ ἁμαρτίᾳ γέλως· ἐν τῇ μετανοίᾳ παῤῥησία, ἐν τῇ μετανοίᾳ ἐλευθερία, ἐν τῇ μετανοίᾳ καθαρισμὸς τοῦ ἁμαρτήματος. Προσέχετε μετὰ ἀκριβείας. Τῇ ἁμαρτίᾳ αἰσχύνη ἕπεται, τῇ μετανοίᾳ παῤῥησία ἀκολουθεῖ. Ἀλλ' ὁ Σατανᾶς τὴν τάξιν ἀντέστρεψε, καὶ ἔδωκε τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ, τὴν δὲ αἰσχύνην τῇ μετανοίᾳ. Οὐκ ἀφίσταμαι ἕως ἑσπέρας, ἕως οὗ αὐτὸ λύσω. Ἔστι τραῦμα, καὶ φάρμακον· τὸ τραῦμα τὴν σηπεδόνα ἔχει, τὸ φάρμακον τὸν καθαρισμὸν τῆς σηπεδόνος κέκτηται. Μὴ ἐν τῷ φαρμάκῳ ἡ σηπεδών; μὴ ἐν τῷ τραύματι ἴασις; οὐκ ἔχει ταῦτα τὴν οἰκείαν τάξιν, κἀκεῖνα τὴν οἰκείαν; μὴ δύναται μεταβῆναι τοῦτο πρὸς ἐκεῖνο, ἢ ἐκεῖνο πρὸς τοῦτο; Ἔλθωμεν καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἁμαρτημάτων· ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ ἁμαρτία τὸ ὄνειδος ἔχει καὶ τὴν ἀτιμίαν συγκεκληρωμένην· ἡ μετάνοια τὴν παῤῥησίαν ἔχει, ἡ μετάνοια τὴν νηστείαν, τὴν δικαιοσύνην. Λέγε γὰρ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Εἰδὼς οὖν ὁ διάβολος, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον· ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα· ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ. Πόθεν, ἐγὼ λέγω. Ἁλίσκεταί τις ὑπὸ ἐπιθυμίας χαλεπῆς πρὸς πάνδημον πόρνην· ἀκολουθεῖ τῇ πόρνῃ αἰχμάλωτος· εἰσέρχεται εἰς τὸ καταγώγιον· οὐκ αἰσχυνόμενος, οὐκ ἐρυθριῶν συμπλέκεται τῇ πόρνῃ, πράττει τὴν ἁμαρτίαν. Οὐδαμοῦ αἰσχύνη αὐτῷ, οὐδαμοῦ ἐπιτιμία. Ἐξέρχεται ἐκεῖθεν μετὰ τὸ τέλος τῆς ἁμαρτίας· καὶ ἵνα μετανοήσῃ, αἰσχύνεται; Ἄθλιε, ὅτε περιεπλέκου τῇ πόρνῃ, οὐκ ᾐσχύνου, ἀλλ' ὅτε ἦλθες μετανοῆσαι, τότε αἰσχύνῃ; Αἰσχύνεται εἰπεῖν ὅτι ἐπόρνευσε, καὶ ἐρυθριᾷ· τὸ πρᾶγμα πράττει, καὶ οὐκ ἐρυθριᾷ, καὶ τὸ ῥῆμα ἐρυθριᾷ; ∆ιαβόλου δέ ἐστιν ἡ κακουργία αὕτη. Ἐν τῇ ἁμαρτίᾳ οὐκ ἀφίησιν αὐτὸν αἰσχύνεσθαι, ἀλλὰ δημοσιεύεσθαι· οἶδε γὰρ ὅτι, ἐὰν αἰσχυνθῇ, φεύγει τὴν ἁμαρτίαν· καὶ ἐν τῇ μετανοίᾳ ποιεῖ αὐτὸν αἰσχύνεσθαι· οἶδε γὰρ ὅτι αἰσχυνόμενος οὐ μετανοεῖ. ∆ύο ποιεῖ κακὰ, καὶ τὴν μετάνοιαν ἐπέχει, καὶ εἰς τὴν ἁμαρτίαν ἕλκει. Τί αἰσχύνῃ λοιπόν; ὅτε ἐπόρνευες, οὐκ ᾐσχύνου· καὶ ὅτε τὸ φάρμακον ἐπιτίθησιν, αἰσχύνῃ; ὅτε ἀπαλλάττεις σαυτὸν ἁμαρτίας, αἰσχύνῃ; Τότε ὤφειλες αἰσχύνεσθαι, τότε ἔδει σε αἰσχύνεσθαι, ὅτε ἡμάρτανες· ὅτε ἐγίνου ἁμαρτωλὸς, οὐκ ᾐσχύνου, καὶ ὅτε γίνῃ δίκαιος, αἰσχύνῃ; Λέγε γὰρ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ὢ φιλανθρωπία ∆εσπότου! οὐκ εἶπεν, Ἵνα μὴ κολασθῇς, ἀλλ', Ἵνα δικαιωθῇς. Οὐκ ἤρκει αὐτῷ, Ἵνα μὴ κολασθῇς, ἀλλὰ καὶ δίκαιον ποιεῖς· καὶ πάνυ. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· ∆ίκαιον αὐτὸν ποιεῖ. Καὶ ποῦ τοῦτο ἐποίησεν; Ἐπὶ τοῦ λῃστοῦ· ἵνα εἴποι μόνον ἐκεῖνος· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; τῷ ἑταίρῳ ἑαυτοῦ· καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· λέγει· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὐκ εἶπεν, Ἀπαλλάττω σε κολάσεως καὶ τιμωρίας, ἀλλ' εἰς τὸν παράδεισον εἰσάγει τὸν δίκαιον. Εἶδες ἀπὸ ἐξομολογήσεως δίκαιον γενόμενον; Πολὺ φιλάνθρωπός ἐστιν ὁ Θεός· Υἱοῦ οὐκ ἐφείσατο, ἵνα δούλου φείσηται· παρέδωκε τὸν Μονογενῆ, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας· τὸ αἷμα τοῦ Υἱοῦ αὐτοῦ τιμὴν κατέβαλεν. Ὢ φιλανθρωπίας ∆εσπότου! Καὶ μή μοι λέγε πάλιν· Ἥμαρτον πολλὰ, καὶ πῶς δύναμαι σωθῆναι; Σὺ οὐ δύνασαι, ἀλλ' ὁ ∆εσπότης σου δύναται· καὶ οὕτως ἐξαλείψει σου τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος αὐτῶν μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο· ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισε, τὴν δὲ οὐλὴν οὐκ ἐξήλειψεν· ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων. Ὁ δὲ Θεὸς, ὅταν ἐξαλείφῃ ἁμαρτήματα, οὐδὲ οὐλὴν ἀφίησιν, οὐδὲ ἴχνος συγχωρεῖ μεῖναι· ἀλλὰ μετὰ τῆς ὑγείας καὶ τὴν εὐμορφίαν χαρίζεται, μετὰ τῆς ἀπαλλαγῆς τῆς κολάσεως καὶ δικαιοσύνην ἐπιδίδωσι, καὶ ποιεῖ τὸν ἡμαρτηκότα ἴσον εἶναι τῷ μὴ ἡμαρτηκότι. Μή ἐστιν ἁμαρτία ἔχουσα ἀπόγνωσιν, ἢ νικῶσα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ; Καὶ πῶς ὁ Ἰούδας ἀπώλετο; Πῶς; ὅτι οὐκ ἔστιν ἀναγκαστικὴ ἡ μετάνοια. Καὶ μὴν ἄκουσον τί φησι πρὸς αὐτὸν ὁ διδάσκαλος· Τί σοι ποιήσω, Ἰούδα; Οὐκ οἶδας τί ποιήσεις; Οἶδα, ἀλλ' οὐ βούλομαι· ἀπαιτεῖ τῶν ἁμαρτημάτων ἡ φύσις, καὶ κατέχει τῆς φιλανθρωπίας τὸ μέγεθος. Τί σοι ποιήσω; Φείσομαί σου; ἀλλὰ γίνῃ ῥᾳθυμότερος. Ἀλλ' ἐπεξέλθω σοι; ἀλλ' οὐκ ἀνέχεταί μου ἡ φιλανθρωπία. Τί σοι ποιήσω; Ὡς Σόδομα θήσομαί σε, καὶ ὡς Γόμοῤῥα καταστρέψω σε; ἀλλὰ πατήρ εἰμι, καὶ πατὴρ φιλόστοργος. Ταύτην οὖν καὶ ἡμεῖς τὴν φιλανθρωπίαν εἰδότες, μὴ ἀπογινώσκωμεν, ἀλλὰ μηδὲ ῥᾳθυμῶμεν ἁπλῶς· ἑκάτερα γὰρ ταῦτα ὀλέθρια. Ἡ μὲν γὰρ ἀπόγνωσις τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι· ἡ δὲ ῥᾳθυμία καὶ τὸν ἑστῶτα ποιεῖ καταπεσεῖν. Ἐκείνη τῶν πορισθέντων ἀγαθῶν ἀποστερεῖν εἴωθεν, αὕτη τῶν ἐπικειμένων οὐκ ἀφίησιν ἀπαλλαγῆναι κακῶν· καὶ ἡ μὲν καταφρόνησις ἐξ αὐτῶν καταφέρει τῶν οὐρανῶν, ἡ δὲ ἀπόγνωσις εἰς αὐτὴν κατάγει τῆς κακίας τὴν ἄβυσσον, ὥσπερ οὖν τὸ μὴ ἀπογνῶναι κἀκεῖθεν ταχέως ἀναδραμεῖν ποιεῖ. Σκόπει δὲ ἀμφοτέρων τὴν ἰσχύν· Ὁ διάβολος ἀγαθὸς ἦν πρὸ τούτου· ῥᾳθυμήσας δὲ καὶ ἀπογνοὺς ἔπεσεν εἰς τοσαύτην κακίαν, ὡς μηδὲ ἀναστῆναι λοιπόν. Ὅτι γὰρ ἀγαθὸς ἦν, ἄκουσον τί φησιν· Εἶδον τὸν Σατανᾶν, ὡς ἀστραπὴν, ἐκ τοῦ οὐρανοῦ πεσόντα· ἡ δὲ τῆς ἀστραπῆς παραβολὴ καὶ τὸ φαιδρὸν τῆς προτέρας δείκνυσιν ἀναστροφῆς, καὶ τὴν τῆς πτώσεως ὀξύτητα. Ὁ Παῦλος βλάσφημος ἦν καὶ διώκτης καὶ ὑβριστής· ἐπειδὴ δὲ ἐσπούδασε καὶ οὐκ ἀπέγνω, καὶ ἀνέστη καὶ τῶν ἀγγέλων γέγονεν ἴσος. Ὁ Ἰούδας ἀπόστολος ἦν, ἀλλὰ ῥᾳθυμήσας γέγονε προδότης. Ὁ λῃστὴς πάλιν μετὰ τοσαύτην κακίαν ἐπειδὴ μὴ ἀπέγνω, πρὸ τῶν ἄλλων ἁπάντων εἰς τὸν παράδεισον εἰσῆλθεν. Ὁ Φαρισαῖος θαῤῥήσας, ἐξ αὐτοῦ τοῦ ὕψους τῆς ἀρετῆς κατέπεσεν· ὁ τελώνης μὴ ἀπογνοὺς οὕτως ὠρθώθη, ὡς κἀκεῖνον παραδραμεῖν. Βούλει σοι δείξω καὶ πόλιν ὁλόκληρον τοῦτο ποιήσασαν; Ἡ τῶν Νινευϊτῶν πόλις οὕτως ἐσώθη πᾶσα· καίτοι γε ἡ ἀπόφασις εἰς ἀπόγνωσιν αὐτοὺς ἐνέβαλλεν. Οὐ γὰρ εἶπεν, ὅτι ἐὰν μετανοήσωσι, σωθήσονται, ἀλλ' ἁπλῶς, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ἀλλ' ὅμως ἀπειλοῦντος τοῦ Θεοῦ, καὶ τοῦ προφήτου βοῶντος, καὶ τῆς ἀποφάσεως οὐκ ἐχούσης μέλλησιν οὐδὲ διορισμὸν, οὐκ ἀνέπεσον, οὐδὲ τὰς χρηστὰς προέδωκαν ἐλπίδας. ∆ιὰ γὰρ τοῦτο οὐ προσέθηκε διορισμὸν, οὐδὲ εἶπεν, Ἐὰν δὲ μετανοήσωσι, σωθήσονται, ἵνα καὶ ἡμεῖς ὅταν ἀκούσωμεν ἀποφάσεως τοῦ Θεοῦ φερομένης χωρὶς διορισμοῦ, μηδὲ οὕτως ἀπογνῶμεν, εἰς ἐκεῖνο τὸ ὑπόδειγμα βλέποντες. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν ὅπλον τῷ διαβόλῳ, ὡς ἀπόγνωσις. ∆ιὰ τοῦτο οὐχ οὕτως αὐτὸν εὐφραίνομεν ἁμαρτάνοντες, ὡς ἀπογινώσκοντες. Ἄκουσον γοῦν ἐπὶ τοῦ πεπορνευκότος, πῶς τῆς ἁμαρτίας μᾶλλον τὴν ἀπόγνωσιν δέδοικεν ὁ Παῦλος. Γράφων γὰρ Κορινθίοις, οὕτως ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσι τολμᾶται, ἀλλ' οὐδὲ ὀνομάζεται. Ὃ γὰρ μέχρι προσηγορίας ἐκείνοις ἀφόρητον, τοῦτο ὑμῖν ἔργῳ τετόλμηται. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Καὶ οὐκ εἶπε, Καὶ ἐκεῖνος πεφυσίωται, ἀλλ' ἀφεὶς τὸν ἡμαρτηκότα, τοῖς ὑγιαίνουσι διαλέγεται καθάπερ οἱ ἰατροὶ ποιοῦσιν, ἀφέντες τοὺς κάμνοντας, πρὸς τοὺς προσήκοντας αὐτοῖς πλείονι κέχρηνται λόγῳ. Ἄλλως δὲ, καὶ οὗτοι τῆς ἀπονοίας αἴτιοι ἦσαν αὐτῷ, μὴ ἐπιτιμῶντες, μηδὲ ἐπιπλήττοντες. Ἐκοίνωσε τοίνυν τὸ ἔγκλημα, ἵνα ῥᾳδία γένηται τοῦ τραύματος ἡ θεραπεία. ∆εινὸν μὲν γὰρ τὸ ἁμαρτάνειν, πολλῷ δὲ χαλεπώτερον τὸ καὶ μέγα φρονεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν. Εἰ γὰρ ἐπὶ δικαιοσύνῃ τὸ φυσᾶσθαι κένωσις δικαιοσύνης ἐστὶ, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἁμαρτήμασι τοῦτο συμβαῖνον ἐσχάτην οἴσει βλάβην ἡμῖν, καὶ τῶν ἁμαρτημάτων αὐτῶν μεῖζον τὸ ἔγκλημά ἐστι.∆ιὰ τοῦτό φησιν· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Εἰ δὲ οἱ πάντα ποιοῦντες ὀφείλουσι συνεστάλθαι, πολλῷ μᾶλλον τὸν ἡμαρτηκότα καὶ θρηνεῖν καὶ ἐν τοῖς ἐσχάτοις ἑαυτὸν ἀριθμεῖν ἄξιον. Ὅπερ οὖν καὶ τότε δηλῶν ἔλεγε· Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε; Τί λέγεις; ἕτερος ἥμαρτε, καὶ ἐγὼ πενθήσω; Ναὶ, φησί· σώματος γὰρ καὶ μελῶν δίκην ἀλλήλοις ἐσμὲν συνδεδεμένοι· ἐπὶ δὲ τοῦ σώματος, κἂν ὁ ποῦς δέξηται τραῦμα, τὴν κεφαλὴν ἐπικύπτουσαν ὁρῶμεν· καίτοι τί ταύτης σεμνότερον; ἀλλ' οὐχ ὁρᾷ τὴν ἀξίαν ἐν τῷ καιρῷ τῆς συμφορᾶς· οὕτω καὶ σὺ ποίησον. ∆ιὰ τοῦτο καὶ Παῦλος παραινεῖ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἀλλ' ὅπερ ἔλεγον, σκόπει πῶς δέδοικε τὴν ἀπόγνωσιν ὁ Παῦλος, ὡς μέγα ὅπλον τοῦ διαβόλου. Εἰπὼν γὰρ, Κυρώσατε εἰς αὐτὸν ἀγάπην, καὶ τὴν αἰτίαν προστίθησι· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ἐν τῇ φάρυγγι τοῦ λύκου, φησὶν, ἐστὶ τὸ πρόβατον· φθάσωμεν τοίνυν, προεξαρπάσωμεν, πρὶν ἢ καταπίῃ καὶ διαφθείρῃ τὸ μέλος ἡμῶν. Ἐν κλυδωνίῳ νῦν ἐστιν ἡ ναῦς· πρὸ τοῦ ναυαγίου διασῶσαι αὐτὴν σπουδάσωμεν. Καθάπερ γὰρ θαλάττης αἰρομένης, καὶ κυμάτων πάντοθεν κορυφουμένων, ὑποβρύχιον γίνεται τὸ σκάφος· οὕτω καὶ ψυχὴ, τῆς ἀθυμίας αὐτὴν πάντοθεν περιστοιχιζομένης, ἀποπνίγεται ταχέως, εἰ μή τινα ἔχῃ τὸν χεῖρα ὀρέγοντα· καὶ ἡ σωτήριος ἐπὶ τοῖς ἁμαρτήμασι λύπη, ὀλέθριος ἐπὶ τῆς ἀμετρίας γίνεται. Εἰδὼς τοίνυν ὁ Παῦλος ὅπερ ἐποίησεν ὁ διάβολος ἐπὶ τοῦ Ἰούδα, ἔδεισε μὴ καὶ ἐνταῦθα γένηται τοῦτο. Τί δὲ ἐποίησεν ἐπὶ τοῦ Ἰούδα; Μετενόησεν ὁ Ἰούδας· Ἥμαρτον γὰρ, φησὶ, παραδοὺς αἷμα ἀθῶον. Ἤκουσε τῶν ῥημάτων τούτων ὁ διάβολος· ἔγνω τῆς ἐπὶ τὸ βέλτιον ἀρχόμενον ὁδοῦ, καὶ πρὸς σωτηρίαν βαδίζοντα, καὶ ἐφοβήθη τὴν μεταβολήν. Φιλάνθρωπον, φησὶν, ἔχει ∆εσπότην· ὅτε ἔμελλεν αὐτὸν προδιδόναι, ἐδάκρυσεν αὐτὸν, καὶ μυρία παρεκάλεσεν· οὐ πολλῷ μᾶλλον μετανοοῦντα δέξεται; ἀδιόρθωτον ὄντα ἐφειλκύσατο καὶ ἐκάλεσεν· οὐ πολλῷ μᾶλλον διορθωθέντα καὶ τὴν ἁμαρτίαν ἐπιγνόντα ἐπισπάσεται; ∆ιὰ γὰρ τοῦτο καὶ σταυρωθῆναι ἦλθε. Τί οὖν ἐποίησεν; ἐθορύβησεν αὐτῷ, ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν, ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπεξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν. Ὅτι γὰρ, εἰ ἔζη, καὶ αὐτὸς ἐσώθη ἂν, δῆλον ἐκ τῶν σταυρωσάντων. Εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν πατέρα, καὶ συγγνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος· εὔδηλον ὅτι καὶ τὸν προδότην, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο. Ἀλλ' ἐκεῖνος οὐκ ἠνέσχετο ἐμμεῖναι τῷ φαρμάκῳ, τῇ περισσοτέρᾳ λύπῃ καταποθείς. Τοῦτο τοίνυν ὁ Παῦλος φοβούμενος, ἐπείγει τοὺς Κορινθίους ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου τὸν ἄνθρωπον. Καὶ τί χρὴ λέγειν τὰ Κορινθίων; Πέτρος μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἠρνήσατο τρὶς, καὶ δακρύσας ἀπήλειψεν ἅπαντα· ἡ πόρνη δάκρυσι τὸν ∆εσπότην ἐξευμενίσατο· Παῦλος ὁμολογῶν τὸ ἁμάρτημα, διδάσκαλος τῶν μετανοούντων ἐγένετο. Ταύτας τὰς ἐμπλάστρους λαβόντες, τὰ τραύματα ἑαυτῶν θεραπεύσωμεν, λέγοντες· Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Ἀποδεξάμενος γὰρ ἡμᾶς ὁ ἰατρὸς λέξει· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι ἔτι. Ἴδε πόσα φάρμακα κατεσκεύασέ σοι ὁ ἰατρός· οἷον θέλεις αὐτὸς ἐπίλεξον. Ποικιλίαν σοι βοηθημάτων ἐπέδειξε πρὸς τὴν τῶν τραυμάτων διαφοράν. Εἰ μὴ δύνασαι νηστεῦσαι, ὡς οἱ Νινευῖται, κἂν, ὡς ἡ πόρνη, δάκρυσι τὰς ἁμαρτίας ἀπόπλυνον· εἰ μὴ δύνασαι ἐλεῆσαι, ἐξαγόρευσόν σου τὰς ἁμαρτίας· ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ κατάφυγε μετὰ τοῦ ∆αυῒδ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Οὐ γάρ ἐστι δῆγμα ἐχίδνης, ἵνα πρὸς αὐτὸ ἐπιθῶ φάρμακον, οὐδὲ σπῖλος ἀπὸ βορβόρου γενόμενος, ἵνα ὕδατι αὐτὸν ἀποπλύνω· ἀλλὰ ἀπὸ δήγματος διαβόλου ἐστὶ τὸ τραῦμα, τοῦ ἐλέους τῆς σῆς φιλανθρωπίας δεόμενον. Μόνον πρόσελθε αἰτῶν· ἐπιστάξει γὰρ τὸ ἔλαιον ὁ φιλάνθρωπος, ὁ εἰπὼν, ὅτι Ἐὰν ἐπιστρέψῃ ὁ ἄνομος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, οὐ μνησθήσομαι τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν. Ἐπιστρέψωμεν τοίνυν, παρακαλέσωμεν, ἀποπλύνωμεν διὰ τῶν δακρύων τὸν ῥύπον τῆς ἁμαρτίας, κρούσωμεν τὸ στῆθος, τύψωμεν μέτωπον, εἰς αἴσθησιν ἔλθωμεν ὧν ἡμάρτομεν ἵνα καὶ ἡμεῖς παρὰ τοῦ Κυρίου ἀκούσωμεν τὸ, Σήμερον μετ' ἐμοῦ ἔσεσθε ἐν τῷ παραδείσῳ. Ὧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |