ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΘ΄. Περὶ λύπης καὶ ἀθυμίας.

Δευτέρα 31 Οκτωβρίου 2016

ΙΘ΄. Περὶ λύπης καὶ ἀθυμίας.




ΙΘʹ. Περὶ λύπης καὶ ἀθυμίας.

Τὴν ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς. Καιρὸς γὰρ ἀθυμίας, οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ' ὅταν δρῶμεν κακῶς. Ἡμεῖς δὲ τὴν τάξιν ἀντεστρέψαμεν, καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα· καὶ ποιοῦντες μὲν μυρία κακὰ, οὐδὲ πρὸς τὸ βραχὺ συστελλόμεθα· ἂν δὲ μικρόν τι παρά τινος πάθωμεν, καταπίπτομεν, καὶ ἰλιγγιῶμεν, καὶ ἀπαλλαγῆναι τοῦ παρόντος βίου εὐχόμεθα, οὐκ εἰδότες, ὅτι αἱ θλίψεις καὶ οἱ πειρασμοὶ καὶ τὰ συμβαίνοντα ἡμῖν ἀνιαρὰ τῶν χρηστῶν οὐχ ἧττον τὴν τοῦ Θεοῦ ἡμῖν κηδεμονίαν ἐνδείκνυνται. Καὶ τί λέγω τὰς θλίψεις τὰς ἐνθάδε; τῆς γὰρ βασιλείας τῆς τῶν οὐρανῶν οὐκ ἔλαττον ἡ τῆς γεέννης ἀπειλὴ παρίστησι τὴν φιλανθρωπίαν αὐτοῦ· εἰ γὰρ μὴ γέεννα ἠπείλητο, οὐκ ἄν τις ταχέως ἐπέτυχε τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν. 


Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυμότερον πρὸς ἐκείνην διακειμένους. Ἄλλως τε καὶ διὰ τοῦτο λύπη καὶ ἀθυμία γεγένηται, οὐχ ἵνα ἐπὶ θανάτῳ, οὐδ' ἵνα ἐπὶ ζημίᾳ χρημάτων, οὐδὲ ἵνα ἐπ' ἄλλῳ τινὶ τῶν τοιούτων ἀλγῶμεν, ἀλλ' ἵνα εἰς τὴν τῶν ἁμαρτημάτων ἀναίρεσιν αὐτῇ καταχρώμεθα. Καὶ γὰρ στρατιώτης θάνατον δεδοικὼς οὐδὲν οὐδέποτε γενναῖον ἐργάσεται. Τὸν τοίνυν ἀλγοῦντα οὐχ ὑπὲρ ὧν κολάζεται, ἀλλ' ὑπὲρ ὧν ἁμαρτάνων παροξύνει τὸν Θεὸν, ἀλγεῖν δεῖ. Τοῦτο μὲν γὰρ ἀφίστησιν ἡμῶν τὸν Θεὸν καὶ ἐχθρὸν ποιεῖ· ἐκεῖνο δὲ καταλλάττει τε αὐτὸν ἡμῖν μάλιστα, καὶ ἐγγὺς ἡμῶν εἶναι παρασκευάζει. ∆ιὰ γὰρ τοῦτο εἰς τὸν παρόντα βίον ἐξηνέχθης, ἄνθρωπε, οὐχ ἵνα ἀργῶν τρέφῃ, οὐδ' ἵνα μὴ πάσχῃς μηδὲν δεινὸν, ἀλλ' ἵνα παθὼν λαμπρότερος ᾖς. Οὐ γὰρ ἀνδρὸς γενναίου τὸ τὴν ἄνεσιν ζητεῖν καὶ τρυφῆς ἀπολαύειν, ἀλλὰ σκώληκος ἀλόγου μᾶλλον ἡ ἐπιθυμία, ἢ λόγον ἔχοντος. Καὶ εὔχου μὲν μὴ ἐμπεσεῖν εἰς πειρασμόν· εἰ δέ ποτε ἐμβαίης, μὴ δυσχέραινε, μηδὲ θορυβοῦ, μηδὲ ταράττου, ἀλλ' ὅπως γένῃ λαμπρότερος, πάντα ποίει. Ἢ οὐχ ὁρᾷς τῶν στρατιωτῶν τοὺς ἀνδρειοτάτους, πῶς τῆς σάλπιγγος καλούσης πρὸς τὰ τρόπαια βλέπουσι, πρὸς τὰς νίκας, πρὸς τοὺς κατωρθωκότας τῶν προγόνων; Καὶ σὺ τοίνυν τῆς σάλπιγγος ἠχούσης τῆς πνευματικῆς, στῆθι λέοντος σφοδρότερος· ἔμβηθι, κἂν πῦρ ᾖ, κἂν σίδηρος· οἶδε καὶ τὰ στοιχεῖα τοὺς οὕτως ἀνδρείους αἰδεῖσθαι· οἶδε καὶ τὰ θηρία τοὺς οὕτω γενναίους δεδοικέναι· κἂν ὑπὸ λιμοῦ, κἂν ὑπὸ τῆς φύσεως αὐτῆς ἀγριαίνηται, πάντων ἐπιλανθάνεται καὶ κρατεῖ τοῦ πάθους. Τὸν Χριστιανὸν οὖν, εἴποτε λυποῖτο, δύο μόνον ὑποθέσεις ἀθυμίας ἔχειν δεῖ· ἢ ὅταν αὐτὸς, ἢ ὅταν ὁ πλησίον προσκρούσῃ Θεῷ. Τοὺς οὖν κακηγορουμένους οὐκ ἀγωνιᾷν δεῖ καὶ τρέμειν, ἀλλὰ τοὺς κακηγοροῦντας· οὐ γὰρ ἐκεῖνοι ἀναγκάζονται ἀπολογεῖσθαι ὑπὲρ ὧν κακῶς ἤκουσαν, ἀλλ' οὗτοι ὑπὲρ ὧν κακῶς εἶπον· τούτοις γὰρ ἀποκρέμαται ὁ κίνδυνος ἅπας. Ὥστε τοὺς μὲν κακῶς ἀκηκοότας ἀμερίμνους δεῖ εἶναι· οὐ γὰρ παρέξουσιν εὐθύνας ὑπὲρ ὧν ἕτερος εἶπε κακῶς· τοὺς δὲ εἰρηκότας ἀγωνιᾷν καὶ τρέμειν, ἅτε αὐτοὺς μέλλοντας εἰς τὸ φοβερὸν δικαστήριον ὑπὲρ τούτων ἕλκεσθαι. ∆ιὰ τοῦτο μὴ τῷ κακῶς ἀκούειν ἀλγῶμεν, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς· ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς ὁ κακηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι· ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε πάντων ἐσόμεθα ζηλωτότεροι. Ἐὰν γὰρ ἡ διάνοια καλῶς ἡμῖν ᾖ κατεσκευασμένη, κἂν μυρίοι πανταχόθεν ἐγείρωνται χειμῶνες, ἐν γαλήνῃ καὶ λιμένι καθεδούμεθα διαπαντός. Ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων ἡμῖν ἅπαντα φέρηται, τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμεινον διακεισόμεθα. Τοῦτο καὶ ἐπὶ τῶν σιτίων ἔστιν ἰδεῖν. Ὅταν μὲν γὰρ ἰσχυρὸν καὶ ἐῤῥωμένον ἡμῖν τὸ σῶμα τῆς γαστρὸς ᾖ, πᾶν ὅπερ ἂν δέχηται, κἂν σκληρὸν ᾖ, κἂν αὐτοακατέργαστον, πρὸς καθαρὸν αὐτὸ μετασχηματίζει χυμὸν, τῆς φυσικῆς κράσεως περιγινομένης τῆς ἐν τῷ σιτίῳ κακίας· ὅταν δὲ ὁ τόνος αὐτοῦ καταλελυμένος ᾖ καὶ χαῦνος, κἂν τὸ πάντων εὐχυμότερον αὐτῇ προσενέγκῃς ἔδεσμα, εἰς τὸ χείριστον αὐτὸ μετεῤῥύθμισε καὶ διέφθειρε, τῆς ἀσθενείας τὴν ἀρετὴν αὐτοῦ λυμαινομένης. Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἢ ἀκοῦσαί τι τῶν λεγομένων χρησίμως, ἢ εἰπεῖν. Τῶν γὰρ ὀδυνωμένων αἱ ψυχαὶ οὐ θέλουσι μακροὺς ἀποτείνειν λόγους, ἀλλ' ὥσπερ νεφέλη τις πυκνὴ γενομένη, καὶ τὴν ἡλιακὴν ἀκτῖνα ὑποδραμοῦσα, ἀποστρέφει τὴν αὐτὴν ἅπασαν εἰς τὰ ὀπίσω· οὕτω δὴ καὶ ἀθυμίας νέφος, ἐπειδὰν στῇ πρὸ τῆς ψυχῆς τῆς ἡμετέρας, οὐκ ἀφίησιν αὐτῇ εὔκολον γενέσθαι τὴν τοῦ λόγου διάβασιν, ἀλλ' ἀποπνίγει καὶ συνέχει μετὰ πολλῆς ἀνάγκης ἔνδον αὐτόν. Καὶ τοῦτο οὐκ ἐπὶ τῶν λεγόντων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀκουόντων γίνεται. Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγοντος ψυχῆς οὐκ ἀφίησιν ἐκπηδῆσαι μετ' εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ, μετὰ τῆς οἰκείας δυνάμεως. Καὶ γὰρ καὶ οἱ τοῦ Ἰὼβ φίλοι πρὸς τοῦτον παραγενόμενοι, καὶ τὴν τραγῳδίαν τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας ἐκείνης καθήμενον καὶ ἡλκωμένον, διέῤῥηξάν τε τὰ ἱμάτια καὶ ἀνῴμωξαν, καὶ σιγῇ παρεκάθηντο, δηλοῦντες, ὅτι οὐδὲν οὕτως ἐπιτήδειον παρὰ τὴν ἀρχὴν τοῖς ὀδυνωμένοις, ὡς ἡσυχία καὶ σιγή. Μάθε τοίνυν ὡς ὁ συγχωρήσας τὸν πειρασμὸν γενέσθαι, αὐτὸς οἶδε καὶ τὸν καιρὸν τῆς λύσεως τοῦ πειρασμοῦ. ∆υνατὸς γὰρ ὁ Θεὸς ἅπαντα λῦσαι τὰ δεινὰ, ἀλλὰ ἕως ἂν ἴδῃ γενομένην ἐπιστροφὴν, οὐ καταλύει τὴν θλῖψιν. Καὶ θαύμαζε τοὺς πειραζομένους, καὶ γενναίως τοὺς πειρασμοὺς ὑπομένοντας, καθάπερ τοὺς παῖδας τοὺς τρεῖς, οὓς οὐδεὶς ἂν ἐθαύμασε μὴ κατακαέντας, εἰ πόῤῥω τῆς Βαβυλωνίας ἦσαν καμίνου. Τὸ γὰρ ἐκπλῆξαν ἅπαντας τοῦτό ἐστιν, ὅτι τῷ πυρὶ τοσοῦτον ὁμιλήσαντες χρόνον, τῶν οὐχ ὁμιλησάντων ἐξέβησαν ἀλυπότεροι. Οὕτω καὶ ἐπὶ τῶν ἁγίων ἔστιν εἰπεῖν, ὅτι εἰ μηδεὶς αὐτοῖς ἐπήγετο πειρασμὸς, οὐκ ἂν αὐτοὺς ἐθαυμάσαμεν διηνεκῶς χαίροντας. Καίτοι γὰρ μυρίοις κυκλούμενοι κύμασι πάντοθεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διέκειντο. Εἰ μὲν γὰρ μηδὲν ἦν τὸ λυποῦν, οὐκ ἦν αὐτοῖς μέγα τὸ δύνασθαι διηνεκῶς χαίρειν· τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν ἐμβαλλόντων ἀνωτέρους ἁπάντων εἶναι, καὶ ἐν μέσοις τοῖς λυπηροῖς εὐφραίνεσθαι, τοῦτό ἐστι τὸ παράδοξον. Καὶ γὰρ ὁ θάνατος οὐ πάντων ἀφορητότερος εἶναι δοκεῖ; ἀλλ' ἡ τούτου προσδοκία οὐ μόνον αὐτοὺς οὐ λυπεῖ, ἀλλὰ καὶ μειζόνως εὐφραίνει. Οἴδασι γὰρ ὅτι ἡ τοῦ θανάτου παρουσία πόνων ἐστὶν ἀπαλλαγὴ, καὶ ὅτι ἔθος τῷ φιλανθρώπῳ Θεῷ τιμᾷν τοὺς αὐτοῦ δούλους, καὶ χαρίζεσθαι αὐτοῖς πολλάκις καὶ τὴν ἑτέρων σωτηρίαν· ὥσπερ καὶ ἐπὶ τοῦ ἁγίου Παύλου πεποίηκε, τοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ πανταχοῦ τὰς ἀκτῖνας τῆς οἰκείας διδασκαλίας ἀφιέντος. Ἡνίκα γὰρ οὗτος ἐπὶ τὴν Ῥώμην ἀνήγετο. χειμῶνος κατὰ τὴν θάλασσαν πολλοῦ γενομένου, καὶ πάντων τῶν ἐν πλοίῳ περὶ αὐτῆς τῆς σωτηρίας δεδοικότων, καὶ οὐδεμίαν ἐλπίδα χρηστὴν ἐχόντων διὰ τὸ τοῦ κλυδωνίου μέγεθος, καλέσας ἅπαντάς φησιν· Εὐθυμεῖτε, ἄνδρες· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ Θεοῦ, οὗ εἰμὶ καὶ λατρεύω, ἄγγελος λέγων· Μὴ φοβοῦ, Παῦλε· κεχάρισται γάρ σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Τούτου συνεχῶς μνημονεύωμεν. Οὐδὲν γὰρ οὕτως ἡμᾶς ὠφελεῖ, ὡς τὸ συνεχῶς μεμνῆσθαι τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ τῶν κοινῇ καὶ τῶν ἰδίᾳ. Εἰ γὰρ φίλου εὐεργεσιῶν ἀναμνησθέντες, ἢ ῥῆμα προσηνὲς ἀκούσαντες ἢ πρᾶγμα, διαθερμαινόμεθα· πολλῷ μᾶλλον ὅταν ἴδωμεν πόσοις κινδύνοις περιεπέσομεν, καὶ ἀπὸ πάντων ἡμᾶς ἐξείλετο ὁ Θεὸς, προθυμότεροι περὶ τὴν ἀρετὴν ἐσόμεθα· ὡσπεροῦν καὶ ὁ Παῦλος· οὗ τὸν μὲν λιμὸν καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τοὺς φόβους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰ ἄλλα πάντα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὁ μακάριος Παῦλος ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖν λέγειν. Ἱκανὸν γὰρ καὶ τούτων ἕκαστον συνταράξαι σφοδρῶς καὶ κατακλάσαι τὴν ἁγίαν ἐκείνην ψυχήν· ὅταν δὲ λέγῃ, Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; τοῦτό ἐστιν ὃ μάλιστα πάντων αὐτῷ διηνεκῆ καὶ ἀφόρητον παρεῖχε τὴν ἀθυμίαν. Εἰ γὰρ καθ' ἕκαστον τῶν σκανδαλιζομένων ἐπυροῦτο αὐτὸς, οὐκ ἐνῆν σβεσθῆναι τὴν πύρωσιν ταύτην ἀπὸ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ διελίμπανον οἱ σκανδαλιζόμενοι, καὶ τὴν ὑπόθεσιν παρέχοντες τῷ πυρί. Τὸ δὲ καὶ τοὺς Ἰουδαίους ἀπιστοῦντας ὁρᾷν, τίνα ἂν ἀθυμίας καὶ ὀδύνης μικρὰν γοῦν ἀνακωχὴν ἔχειν ἠδύνατο; Ηὐχόμην γὰρ, φησὶν, ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ποθεινότερον ἦν μοι εἰς γέενναν ἐμπεσεῖν, ἢ τοὺς Ἰσραηλίτας ἀπιστοῦντας ὁρᾷν. Ὁ δὲ τὴν ἐν γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχὼν, τῶν ἐν τῇ γεέννῃ κολαζομένων διῆγε βαρύτερον. Πρὸς ὃν εἴρηται καὶ τὸ, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· τουτέστιν, Ἀρκεῖ σοι ὅτι νεκροὺς ἐγείρεις, ὅτι τυφλοὺς θεραπεύεις, ὅτι λεπροὺς καθαίρεις, ὅτι τὰ ἄλλα θαυματουργεῖς· μὴ ζήτει καὶ τὸ ἀκίνδυνον καὶ ἀδεὲς καὶ τὸ χωρὶς πραγμάτων κηρύττειν. Ἀλλὰ ἀλγεῖς καὶ ἀθυμεῖς; μὴ δόξῃς τοῦτο ἀσθενείας εἶναι ἐμῆς, τὸ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ δέροντάς σε καὶ ἐλαύνοντας καὶ μαστίζοντας· τοῦτο μὲν οὖν αὐτὸ δείκνυσί μου τὴν δύναμιν (Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται), ὅταν διωκόμενοι τῶν διωκόντων περιγένησθε, ὅταν ἐλαυνόμενοι τῶν ἐλαυνόντων κρατῆτε, ὅταν δεσμούμενοι τοὺς δεσμοῦντας τρέπητε. Ἀλλὰ δεινὸν μὲν καὶ τὸ ὑφ' ὁτουοῦν ἀκούειν κακῶς· ὅταν δὲ καὶ τῶν εὐεργετηθέντων τις ὁ τοῦτο ποιῶν ᾖ, καὶ τὰς εἰς αὐτὸν εὐεργεσίας ὀνειδίζῃ καὶ προφέρῃ, τότε δὴ, τότε ἡ ὕβρις ἀφόρητος γίνεται, καὶ τοσοῦτον μετὰ τῆς ἀθυμίας ἐπάγει καὶ τὸν θυμὸν, ὡς καὶ ἀποπνίξαι τὸν ὑβριζόμενον δύνασθαι. Ἦ ὁ μὲν ὑπό τινος μεγάλου παθὼν κακῶς, ἔχει φιλοτιμίαν οὐ μικρὰν, τὴν τοῦ ποιοῦντος ὑπεροχήν· ὁ δὲ ὑπὸ εὐτελοῦς καὶ ἀπεῤῥιμμένου, μείζονα ἔχει τὴν ἀνίαν, καὶ ἀνυπομόνητον τὴν θλῖψιν λογίζεται. Ἀλλὰ μὴ τοῦτο σκόπει, εἰ σκώπτουσιν ἡμᾶς τινες, ἀλλ' εἰ καλῶς καὶ δικαίως· κἂν μὲν δικαίως, καὶ μὴ γελώντων ἐκείνων, ἡμεῖς δακρύωμεν· ἂν δὲ ἀδίκως, κἂν ἅπαντες γελῶσιν, ἡμεῖς ἑαυτοὺς μὲν μακαρίζωμεν, ἐκείνους δὲ θρηνῶμεν, ἅτε πάντων ἀθλιωτέρους ὄντας, καὶ τῶν μαινομένων οὐδὲν διαφέροντας· εἰ καὶ μηδὲν ἀφορητότερον τοῖς ὀδυνωμένοις ἐστὶ λόγου δυναμένου δακεῖν ψυχήν. Ταῦτα καὶ ὑμῖν αὐτοῖς καὶ ἀλλήλοις λέγετε καθ' ἑκάστην, καιροῦ τυγχάνοντες. Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ παρακαλεῖν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ προσέλθοι τῷ μέλλοντι διδόναι τὴν αἴτησιν, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χάριτος· πολλῷ μᾶλλον τὸν λέγοντα καιρὸν ἐπιτήδειον ζητεῖν δεῖ. Οὕτω γὰρ ὑπὲρ ἀλλήλων ὀφείλομεν, ὥσπερ ὑπὲρ ἑαυτῶν μεριμνᾷν, καὶ φείδεσθαι τῶν πλησίον, καθὰ δή τοι καὶ ἡμῶν ὁ Θεός. Οὐδεὶς γὰρ οὕτως ἑαυτοῦ φείδεται, ὡς πάντων ἡμῶν ὁ Θεὸς, ὃς πολλῷ μᾶλλον ἡμῶν αὐτῶν βούλεται μηδὲν πάσχειν ἡμᾶς δεινόν· ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |