ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Γ΄. Περὶ μετανοίας

Δευτέρα 31 Οκτωβρίου 2016

Γ΄. Περὶ μετανοίας




Γʹ. Περὶ μετανοίας.

∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον, ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ, μήτε ὁ κατορθῶν μέγα φρονῇ. ∆ίκαιος εἶ; μὴ ἐκπέσῃς· ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς· κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει· ὅπερ ἐν ταῖς οἰκίαις ποιοῦμεν ταῖς παλαιαῖς, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολείπομεν. Ἐὰν παλαιωθῇς ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σαυτὸν ὑπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Καὶ πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς τοῦ ∆εσπότου φιλανθρωπίας. Μὴ τῇ μετανοίᾳ σου θάῤῥει· μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξασθαι; Εἰ ἡ μετάνοια μόνη ἦν, εἰκότως ἐφόβου· ἐπεὶ δὲ τῇ μετανοίᾳ κεράννυται Θεοῦ φιλανθρωπία, θάῤῥει, ὅτι περιγίνεταί σου τῆς κακίας. Πολὺ γὰρ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ τοσοῦτον φιλάνθρωπος, ὡς οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας. 


Καὶ μή μοι λέγε, Ἥμαρτον πολλὰ καὶ μεγάλα, καὶ πῶς δύναμαι σωθῆναι; Σὺ οὐ δύνασαι, ὁ ∆εσπότης σου δύναται, καὶ οὕτως ἐξαλείφει τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος αὐτῶν μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο· ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθήσῃ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως· καὶ φιλονεικεῖ μυρία ὁ ἰατρὸς, καὶ τὴν οὐλὴν ἐξαλεῖψαι οὐ δύναται· ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων. Ὁ δὲ Θεὸς ὅταν ἐξαλείφῃ τὰ ἁμαρτήματα, οὐδὲ οὐλὴν ἀφίησιν οὐδὲ ἴχνος συγχωρεῖ μεῖναι, ἀλλὰ μετὰ τῆς ὑγείας καὶ τὴν εὐμορφίαν χαρίζεται, μετὰ τῆς ἀπαλλαγῆς τῆς κολάσεως, καὶ δικαιοσύνην δίδωσι, καὶ ποιεῖ τὸν ἡμαρτηκότα ἴσον εἶναι τῷ μὴ ἡμαρτηκότι. Κἂν γὰρ μυρία τραύματά τις ἔχων ἄνθρωπος, μετανοήσῃ καὶ ποιήσῃ τι χρηστὸν, οὕτως αὐτὰ ἐξαλείφει ὁ Θεὸς, ὡς μηδὲ οὐλὴν μηδὲ ἴχνος μηδὲ δεῖγμα φαίνεσθαι τῶν ἁμαρτημάτων. Ὡσπεροῦν ἐν τῷ σώματι τραύματα καὶ φάρμακα, οὕτω καὶ ἐν τῇ ψυχῇ ἁμαρτήματα καὶ μετάνοια. Καὶ πρόσεχε ᾧ λέγω· τραῦμα καὶ φάρμακον, ἁμαρτία καὶ μετάνοια· τὸ τραῦμα μὲν ἡ ἁμαρτία, τὸ φάρμακον ἡ μετάνοια· τὸ τραῦμα μὲν τὴν σηπεδόνα ἔχει, τὸ φάρμακον τὸν καθαρισμὸν τῆς σηπεδόνος κέκτηται. Μὴ ἐν τῷ φαρμάκῳ σηπεδών; μὴ ἐν τῷ τραύματι ἴασις; οὐκ ἔχει ταῦτα τὴν οἰκείαν τάξιν, κἀκεῖνα τὴν οἰκείαν; μὴ δύναται μεταβληθῆναι τοῦτο πρὸς ἐκεῖνο, ἢ ἐκεῖνο πρὸς τοῦτο; Οὐδαμῶς. Ἔλθωμεν καὶ ἐπὶ τῆς ψυχῆς τῶν ἁμαρτημάτων· ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ μετάνοια τὴν παῤῥησίαν κέκτηται. Εἰδὼς οὖν ὁ Σατανᾶς, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον· ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα, ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ· καὶ ἐν μὲν τῇ ἁμαρτίᾳ οὐκ ἀφίησιν αὐτὸν αἰσχύνεσθαι· οἶδε γὰρ, ὅτι ἐὰν αἰσχυνθῇ, φεύγει τὴν ἁμαρτίαν· ἐν δὲ τῇ μετανοίᾳ ποιεῖ αὐτὸν αἰσχύνεσθαι· οἶδε γὰρ ὅτι αἰσχυνόμενος οὐ μετανοεῖ. Ὁ γὰρ μετανοήσας ἐφ' οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ὅμως ἕξει τὴν ἀντίδοσιν. Τοῖς μὲν οὖν οὐδέπω κατασχεθεῖσιν ὑπὸ τοῦ πάθους παραινῶ μὴ ἁλῶναι· εὐκολώτερον γὰρ φυλάξασθαι μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντας ἀποστῆναι· τοῖς δὴ κατασχεθεῖσι καὶ κατεῤῥαγμένοις, ἐὰν θέλωσιν ἐπιδοῦναι ἑαυτοὺς ταχέως τῇ μετανοίᾳ, πολλὴν ἐπαγγέλλομαι σωτηρίας ἐλπίδα. Καὶ γὰρ καὶ τὰ καλὰ καὶ τὰ κακὰ, ὅταν ἐπὶ πλεῖον ἡμῖν ἐνδιατρίψῃ, δυνατώτερα γίνεται. Καὶ φυτὸν ἄρτι μὲν φυτευθὲν ἐπὶ γῆς, εὐκόλως ἀνασπᾶται· χρόνῳ δὲ πολλῷ ῥιζωθὲν, οὐκέτι. Καὶ οἰκοδομὴ νεοπαγὴς μὲν οὖσα, περιτρέπεται εὐκόλως ὑπὸ τῶν ἐνοχλούντων· παγεῖσα δὲ καλῶς, πολλὰ παρέχει τοῖς καθαιρεῖν ἐπιχειροῦσι τὰ πράγματα. Καὶ θηρίον τόποις ἐμφιλοχωρῆσαν πολλῷ χρόνῳ, δυσκόλως ἐλαύνεται. Καὶ καθάπερ πυρετὸς παρὰ μὲν τὴν ἀρχὴν προσβαλὼν, οὐ σφόδρα φλέγει τῇ δίψῃ τοὺς κάμνοντας· ἐπιδοὺς δὲ καὶ τὴν φλόγα ἐπάρας, ἀνίατα διψᾷν παρασκευάζει λοιπόν· κἂν παράσχῃ τις αὐτοῖς ἐμφορηθῆναι τοῦ πόματος, οὐ σβέννυσιν, ἀλλ' ἐκκαίει τὴν κάμινον· οὕτω καὶ ἐπὶ τοῦ πάθους συμβαίνει, ἂν παρὰ τὴν ἀρχὴν εἰσελαῦνον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν μὴ κωλύσωμεν, μηδὲ ἀποκλείσωμεν τὰς θύρας, ἐπελθὸν λοιπὸν, ἀνίατον ἐργάζεται τοῖς δεξαμένοις τὸ νόσημα. Ὡσπεροῦν ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάσεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ τὴν ῥᾳθυμίαν· οὕτω καὶ ὁ διεγηγερμένος, καὶ τῇ προθυμίᾳ ζέων, καὶ μετὰ πολλῆς σπουδῆς τὴν μετάνοιαν ἐπιδεικνύμενος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ, πολλοῦ χρόνου ἁμαρτήματα ἀφανίσαι δυνήσεται· καὶ ὅπως, ἄκουσον. Οὐχὶ τρίτον ὁ Πέτρος ἠρνήσατο; οὐχὶ μεθ' ὅρκου τρίτον; οὐχὶ θεραπαινίδος εὐτελοῦς ῥήματα δείσας; Τί οὖν; πολλοῦ χρόνου ἐδέησεν αὐτῷ πρὸς μετάνοιαν; Οὐδαμῶς· ἀλλ' αὐτῇ τῇ νυκτὶ καὶ ὠλίσθησε καὶ ἀνέστη. Μετὰ γὰρ τὸ χαλεπὸν ἐκεῖνο πτῶμα (ἀρνήσεως γὰρ οὐδὲν ἴσον κακὸν), πάλιν αὐτὸν πρὸς τὴν προτέραν ἐπανήγαγε τιμὴν ἡ μετάνοια, καὶ τὴν ἐπιστασίαν τῆς Ἐκκλησίας τὴν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐνεχείρισε· καὶ ὃ πάντων μεῖζον, ἀπέδειξεν ἡμῖν αὐτὸν πλείονα τῶν ἀποστόλων ἁπάντων ἔχοντα τὴν εἰς τὸν ∆εσπότην ἀγάπην. Τί δὲ οἱ Νινευῖται; ἦλθε πρὸς αὐτοὺς ὁ προφήτης, ἀνέγνω τὴν ἀπόφασιν καθάπερ ἐπιστολὴν βασιλικὴν, κόλασιν ἔχουσαν, καὶ ἐβόα λέγων· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Ἤκουσαν ταῦτα ἐκεῖνοι, καὶ οὐ διηπίστησαν, οὐ κατεφρόνησαν, ἀλλ' εὐθέως δρόμος ἁπάντων ἐπὶ τὴν νηστείαν, ἀνδρῶν, γυναικῶν, παιδίων, καὶ οὐδὲ ἡ τῶν ἀλόγων φύσις ταύτης ἀτελὴς τῆς λειτουργίας ἦν· πανταχοῦ σάκκος, πανταχοῦ σποδὸς, πανταχοῦ θρῆνος καὶ οἰμωγαί. Καὶ γὰρ καὶ αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ βασιλικοῦ, σάκκον ὑπεστρώσατο καὶ σποδὸν κατεπάσσατο· καὶ ἦν ἰδεῖν πρᾶγμα φοβερὸν καὶ παράδοξον, ὑπὸ σάκκου πορφυρίδα παρευδοκιμηθεῖσαν. Ὅπερ γὰρ οὐκ ἴσχυσεν ἡ ἁλουργὶς, τοῦτο ἴσχυσεν ὁ σάκκος· ὅπερ οὐκ ἤνυσε τὸ διάδημα, τοῦτο κατώρθωσεν ἡ σποδός. Ἐννοήσωμεν τοίνυν ἕκαστος ἡμῶν ὅσα ἁμαρτημάτων ἔχει φορτία, καὶ ἀντιῤῥόπους ποιήσωμεν τὰς φιλανθρωπίας· μᾶλλον δὲ καὶ πολλῷ πλείους, ἵνα μὴ μόνον σβεσθῶσιν αἱ ἁμαρτίαι, ἀλλ' ἵνα καὶ εἰς δικαιοσύνην ἡμῖν λογισθῶσιν αἱ ἐλεημοσύναι. Ἂν γὰρ μὴ τοσαῦτα ᾖ τὰ ἀγαθὰ, ὡς καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι, καὶ ἐκ τῶν ὑπολειφθέντων εἰς δικαιοσύνην ἡμῖν λογισθῆναι, οὐδεὶς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως. Ἄνθρωπον μὲν γὰρ παροξύνων, καὶ φίλους καὶ γείτονας καὶ θυρωροὺς παρακαλεῖς, καὶ χρήματα δαπανᾷς, καὶ πολλὰς ἀναλίσκεις ἡμέρας προσιὼν καὶ δεόμενος, κἂν ἅπαξ, κἂν δὶς, κἂν μυριάκις σε διακρούσηται παροξυνθεὶς, καθάπαξ οὐκ ἀναπίπτεις, ἀλλ' ἐναγώνιος μᾶλλον γενόμενος πλείονα τὴν ἱκετηρίαν τίθης· τοῦ δὲ τῶν ὅλων Θεοῦ παροξυνομένου, χασμώμεθα καὶ ἀναπίπτομεν καὶ τρυφῶμεν· καὶ πότε αὐτὸν ἐξιλεώσασθαι δυνησόμεθα; πῶς δὲ οὐκ αὐτῷ τούτῳ μειζόνως παροξυνοῦμεν μᾶλλον αὐτόν; τοῦ γὰρ ἁμαρτάνειν τὸ μηδὲ ἀλγεῖν ἁμαρτάνοντας, μᾶλλον ἀγανακτεῖν αὐτὸν ποιεῖ καὶ ὀργίζεσθαι. Καὶ μὴ εἴπῃς, ὅτι Πολλὰ ἥμαρτον, καὶ οὐ δύναμαι παρακαλέσαι τὸν Θεὸν ὀργιζόμενον. Εἰ γὰρ τὸν ἄρχοντα ἐκεῖνον, τὸν μήτε Θεὸν φοβούμενον, μήτε ἀνθρώπους αἰσχυνόμενον ἐπέκαμψεν ἡ χήρα, πολλῷ μᾶλλον τὸν ἀγαθὸν ἐπισπάσεται ἡ συνεχὴς ἔντευξις. Ὥστε κἂν μὴ φίλος ᾖς, κἂν μὴ τὰ ὀφειλόμενα ἀπαιτῇς, κἂν τὰ πατρῷα κατεδηδοκὼς ᾖς καὶ καταναλωκὼς, καὶ πολὺν χρόνον ἐξ ὄψεως γενόμενος· κἂν ὀργιζομένῳ, κἂν ἀγανακτοῦντι προσέλθῃς, θέλησον μόνον ἐπανελθεῖν, καὶ πάντα ἀπολήψῃ, καὶ τὴν ὀργὴν καὶ τὴν καταδίκην σβέσεις εὐθέως. Σκοπὸς γὰρ τῷ Θεῷ, ἀδελφοὶ, μακροθυμεῖν τοῖς ἁμαρτάνουσι. ∆ιπλοῦς ἐστιν εἰς σωτηρίαν ἵλεως, μνηστευόμενος αὐτοῖς τὴν ἐκ μετανοίας σωτηρίαν, καὶ τοῖς ἐξ αὐτῶν ἀπογόνοις τοῖς εἰς τὴν ἀρετὴν ἐπιδιδόναι μέλλουσι ταμιευόμενος τὴν εὐεργεσίαν. Καὶ ἵνα πάλιν ἀναλάβω τὸν λόγον, ὁ Θεὸς μακροθυμεῖ, ἵνα καὶ ὁ ἁμαρτάνων μετανοήσῃ, καὶ τοῖς ἐξ αὐτοῦ τικτομένοις μὴ ἀποκλείσῃ τὴν σωτηρίαν. Κἂν γὰρ αὐτὸς ὁ ἁμαρτάνων ἀμετανόητα πταίῃ, φείδεται τῆς ῥίζης πολλάκις, ἵνα φυλάξῃ τοὺς καρπούς· πολλάκις μὲν οὖν, καὶ αὐτῶν ἀναμένων τὴν σωτηρίαν· καὶ ὅπως, ἄκουε. Θάῤῥα, ὁ πατὴρ Ἀβραὰμ, εἰδώλων ἦν καὶ προσκυνητὴς καὶ ποιητής· ἀλλ' οὐκ ἔδωκεν ἐνταῦθα τῆς ἀσεβείας τὴν δίκην, καὶ εἰκότως. Εἰ γὰρ προλαβὼν ὁ Θεὸς ἀπέτεμε τὴν ῥίζαν, πόθεν ὁ τοσοῦτος καρπὸς τῆς πίστεως ἀνεδίδοτο; Τί τοῦ Ἡσαῦ μοχθηρότερον· τί τῆς κακίας ἐκείνης ἀναιδέστερον; οὐ πόρνος καὶ βέβηλος, ὥς φησιν ὁ Παῦλος; οὐ μητρολῴας καὶ πατρολῴας; οὐκ ἀδελφοῦ φονεὺς, ὅσον εἰς πρόθεσιν; οὐχ ὑπὸ τοῦ Θεοῦ μισούμενος, ὡς ἡ Γραφὴ μαρτυρεῖ, λέγουσα; Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα; Εἰ τοίνυν πόρνος καὶ ἀδελφοκτόνος καὶ βέβηλος καὶ μισούμενος, διὰ τί μὴ ἀφανίζηται; διὰ τί μὴ ἐκκόπτεται; διὰ τί παραχρῆμα τὴν προσήκουσαν τιμωρίαν οὐ δέχεται; ∆ιὰ τί; καλὸν ὡς ἀληθῶς, ἀδελφοὶ, τὴν αἰτίαν εἰπεῖν. Εἰ ἐξεκόπη, μέγιστον καρπὸν δικαιοσύνης ὁ κόσμος ἀπώλλυε· καὶ ὁποῖον ἄκουε. Ἡσαῦ ἐγέννησε τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρὰ, Ζαρὰ τὸν Ἰώβ. Ὁρᾷς πηλίκον ὑπομονῆς ἄνθος ἠφανίζετο, εἰ προλαβὼν ὁ Θεὸς δίκην ἀπῄτησε τὴν ῥίζαν; Μηδεὶς τοίνυν ἐν κακίᾳ ὢν, ἀπογινωσκέτω· μηδεὶς ἐν ἀρετῇ ὢν, νυσταζέτω. Μήτε οὗτος θαῤῥείτω· πολλάκις γὰρ αὐτὸν καὶ ἡ πόρνη παρελεύσεται, μήτε ἐκεῖνος ἀπογινωσκέτω· δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πρώτους παρελθεῖν. Ὅταν γὰρ ἐπανέλθωμεν εἰς τὴν σφοδρὰν ἀγάπην τοῦ Θεοῦ, οὐ μέμνηται τῶν προτέρων. Οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· οὐ γὰρ ὀνειδίζει τὰ παρελθόντα, οὐδὲ λέγει, ∆ιὰ τί τοσοῦτον ἀπελείφθης χρόνον; ἂν μετανοήσωμεν· ἀλλὰ ἀγαπᾷ, ὅτε, ἂν προσέλθωμεν, μόνον ὡς χρὴ προσέλθωμεν. Τί γὰρ τοῦ Μανασσῆ χεῖρον; τί δὲ τοῦ Σολομῶντος μακαριώτερον; Ἀλλ' ὁ μὲν ἠδυνήθη τὸν Θεὸν ἐξιλεώσασθαι, ὁ δὲ ἀπονυστάξας ἔπεσε. ∆ιὰ τοῦτο καὶ Ἡσαῦ οὐκ ἔτυχε συγγνώμης, ὅτι οὐ μετενόησεν ὡς ἐχρῆν· τὰ γὰρ δάκρυα οὐκ ἦν μετανοίας, ἀλλὰ ἐπηρείας καὶ θυμοῦ. Μετενόησε καὶ Ἰούδας, ἀπήγξατο γάρ. Εἰ δὲ μετάνοιαν ἀκριβῆ θέλεις ἰδεῖν, ἄκουσον τὴν τοῦ Πέτρου μετάνοιαν μετὰ τὴν ἄρνησιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτὸν μέγα φρονεῖν, συνειδότα ἑαυτῷ,ὅτι μᾶλλον τῶν ἄλλων ἀγαπᾷ τὸν Χριστὸν, διὰ τοῦτο ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μυρίοις ἑαυτὸν παρενέλαβε μετὰ ταῦτα κινδύνοις. Μετενόησε καὶ ὁ μακάριος ∆αυῒδ, οὕτω λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ τὴν πάλαι γεγενημένην ἁμαρτίαν, μετὰ τοσαῦτα ἔτη, μετὰ τοσαύτας γενεὰς, ὡς νεωστὶ συμβᾶσαν ἐπένθει. Τὸν γὰρ μετανοοῦντα οὐκ ὀργίζεσθαι χρὴ οὐδὲ ἀγριαίνειν, ἀλλὰ συντρίβεσθαι ὡς κατεγνωσμένον, ὡς οὐκ ἔχοντα παῤῥησίαν, ὡς καταδεδικασμένον, ὡς ἀπὸ ἐλέους σωθῆναι ὀφείλοντα μόνον, ὡς ἀγνώμονα περὶ τὸν εὐεργέτην φανέντα καὶ ἀδόκιμον καὶ μυρίων κολάσεων ἄξιον Μήτε οὖν ὁ ἐπὶ τῆς σκηνῆς ἀπογινωσκέτω, μήτε ὁ ἐν τῇ ἐκκλησίᾳ θαῤῥείτω· πρὸς μὲν γὰρ τοῦτόν φησιν ὁ Θεὸς, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ ἐκεῖνον, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Οὗτος μὲν γὰρ φυλάξαι δεῖται, ὅπερ ἔχει, ἐκεῖνος δὲ, γενέσθαι ὅπερ οὐκ ἔστιν· οὗτος διατηρῆσαι τὴν ὑγίειαν, ἐκεῖνος τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι· κάμνει γάρ. Πρὸς μὲν οὖν ἐκεῖνόν φησιν, Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· πρὸς δὲ τοῦτον, Θέλεις ὑγιὴς γενέσθαι· ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Κἂν γὰρ τριακονταοκτὼ ἔτη ἔχῃς, ὡς ὁ παράλυτος ἐκεῖνος, σπουδάσῃς δὲ γενέσθαι ὑγιὴς, οὐδεὶς ὁ κωλύων· μόνον θέλησον διαναστῆναι· ἅψαι μόνον τῆς ἐκεῖ φερούσης ὁδοῦ, καὶ προβήσῃ ταχέως· μὴ τὰς θύρας ἀποκλείσῃς, μὴ τὴν εἴσοδον φράξῃς. Βραχὺς ὁ παρὼν καιρὸς, ὀλίγος ὁ πόνος· εἰ δὲ καὶ πολὺς ἦν, οὐδὲ οὕτως ἀπαγορεύειν ἔδει. Κἂν γὰρ μὴ κάμῃς τὸν κάλλιστον τοῦτον κάματον τὸν ἐν τῇ μετανοίᾳ, ἐν τῷ κόσμῳ ἐκείνῳ πάντως καμῇ, καὶ ταλαιπωρήσεις ἑτέρως. Εἰ δὲ καὶ ἐνταῦθα κἀκεῖ κάματος, διὰ τί μὴ τοῦτον αἱρούμεθα, τὸν πολὺν ἔχοντα τὸν καρπὸν καὶ μεγάλην τὴν ἀμοιβήν; Εἰ γὰρ ἀναξίους ὄντας ἡμᾶς εὐεργετεῖ ὁ Θεὸς, καὶ ἡμαρτηκότας φιλανθρωπεύεται, εἰ τῆς κακίας ἀποστάντες τὴν ἀρετὴν μεταδιώξομεν, τίνων οὐκ ἐπιτευξόμεθα, τίνων οὐκ ἀπολαυσόμεθα τῶν ἀγαθῶν; Τοὺς γὰρ νοῦν ἔχοντας αἱ εὐεργεσίαι μᾶλλον, ἢ αἱ τιμωρίαι ἐφέλκονται πρὸς τὴν ὑπακοὴν τῶν ἐπιταγμάτων. Εἰ τοίνυν καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους, τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας ὁ Θεὸς, εἰ εὐγνώμονες γενοίμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξοίμεθα, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησοίμεθα, πόσης οὐκ ἂν πάλιν ἀξιώσειε τῆς παρ' αὐτοῦ φιλοτιμίας; Εἰ γὰρ ἡμεῖς τοὺς προσκεκρουκότας τῶν οἰκετῶν, ἐὰν ἀπαγγείλωνται γενέσθαι βελτίους, καὶ προσιέμεθα καὶ πάλιν ἐπὶ τῆς προτέρας ἄγομεν τιμῆς, πολλάκις δὲ καὶ πλείονος αὐτοῖς τῆς παῤῥησίας μεταδιδόαμεν· πολλῷ μᾶλλον ὁ Θεὸς ἐπὶ ἡμῶν τοῦτο ποιήσει, εἰ ἀντίῤῥοπον τῶν ἁμαρτημάτων ἐπιδειξόμεθα τὴν μετάνοιαν. Καὶ τοῦτο ἀπὸ τῶν κατὰ τὸν μακάριον ∆αυῒδ δῆλον. Ἐπειδὴ γὰρ ὑποσκελισθεὶς κατέπεσε, μοιχείας καὶ φόνου ἁλοὺς ἐγκλήματι, εἶτα οὐκ ἔμεινε κείμενος ἐν τῷ πτώματι, ἀλλὰ καὶ διανέστη πάλιν, καὶ πρὸς τὸν ἐχθρὸν μετὰ τοῦ Θεοῦ παρετάξατο· οὕτως αὐτὸν γενναίως κατεπάλαισεν, ὡς καὶ τελευτήσας προστῆναι τῶν ἐκγόνων τῶν αὐτοῦ. Τῷ γὰρ Σολομῶντι τὴν μεγάλην ἐκείνην παρανομίαν τετολμηκότι, καὶ μυρίων ἀξίῳ γενομένῳ θανάτων, διὰ τὸν ∆αυῒδ ὁ Θεός φησιν ἀφεῖναι τὴν βασιλείαν ὁλόκληρον, οὑτωσὶ λέγων· ∆ιαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα, διὰ ∆αυῒδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν. Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν ὑπὲρ τῶν ἐσχάτων, καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖνον ἔλεγε βοηθεῖν· Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Ὡσπεροῦν ἐπὶ τῶν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνυμένων, διὰ τὴν προσοῦσαν αὐτῷ ἀγαθότητα ἀνακαλεῖται τὰς παρ' αὐτοῦ ἀποφάσεις ὁ Θεὸς, καὶ μεταβαλλομένους προσίεται, καὶ τῆς ἐπικειμένης ἀπαλλάττει τιμωρίας· οὕτω πάλιν ἐπειδὰν ἐπαγγέλληται ἢ ἀγαθά τινα παρέξειν, ἢ προθεσμίαν μετανοίας, ἴδῃ δὲ ἀναξίους γεγονότας, καὶ τότε πάλιν ἀνακαλεῖται αὐτοῦ τὰς ὑποσχέσεις. Οὐ γὰρ οὕτως τὸ ἁμαρτάνειν χαλεπὸν, ὡς τὸ τοῖς ἁμαρτήμασιν ἐπιμένειν. ∆ιὰ τοῦτο καὶ προλαμβάνων τὰς εὐεργεσίας εἰς ἡμᾶς κατατίθεται ὁ Θεὸς, καὶ ἡμαρτηκότας πάλιν συγγνώμης ἀξιοῖ, καὶ τὰς τιμωρίας παρὰ πόδας οὐκ ἐπάγει, ἵνα διὰ πάντων πρὸς μετάνοιαν ἡμᾶς ἐφελκύσηται, καὶ δι' ὧν εὐεργετεῖ καὶ δι' ὧν μακροθυμεῖ· πολλάκις δὲ καὶ δι' ὧν ἐνίους κολάζει, ἑτέρους ἐνάγειν βούλεται, ἵνα τῷ ἐκείνων φόβῳ σωφρονισθέντες, τῆς τιμωρίας τὴν πεῖραν διαφύγωσι. Ἥμαρτες πολλά; στῆθι λοιπὸν, ὑπόστρεψον τὴν ἐναντίαν, ὁμολόγησον τῷ Θεῷ χάριν, ὅτι σε οὐκ ἐν μέσοις ἀνήρπασε τοῖς ἁμαρτήμασι, μὴ καὶ ἑτέραν ζήτει προθεσμίαν εἰς τὸ κακῶς ἐργάζεσθαι· μὴ λέγε, Ἔσται καιρὸς ὅταν ἐπιστρέψαι δέῃ· πολλοὶ μεταξὺ πλεονεκτοῦντες ἀνηρπάγησαν, καὶ ἀπῆλθον ἐπὶ φανερὰν δίκην· φοβήθητι μὴ καὶ σὺ τοῦτο πάθῃς ἀναπολογήτως. Ἀλλὰ πολλοῖς ἔδωκε προθεσμίαν ὁ Θεὸς ἐξομολογήσασθαι ἐν ἐσχάτῳ γήρᾳ. Τί οὖν, καὶ σοὶ δώσει; Ἴσως δώσει, φησί. Τί λέγεις, Ἴσως, καὶ Ἐνίοτε καὶ Πολλάκις; ἐννόησον ὅτι περὶ ψυχῆς βουλεύῃ, καὶ τίθει καὶ τὸ ἐναντίον, καὶ λογίζου καὶ λέγε· Τί δαὶ, ἐὰν μὴ δῷ; Τί δαὶ, ἐὰν δῷ; φησίν. Ἔδωκε μὲν αὐτός· πλὴν τοῦτο ἐκείνου ἀσφαλέστερον καὶ κερδαλεώτερον. Ἐὰν μὲν γὰρ ἤδη ἄρξῃ, τὸ πᾶν ἐκέρδανας, ἄν τε λάβῃς, ἄν τε μὴ λάβῃς, προθεσμίαν· ἐὰν δὲ ἀεὶ μένῃς, δι' αὐτὸ τοῦτο πολλάκις οὐ λήψῃ. Σὺ δὲ ἐς μὲν πόλεμον ἐξιὼν, οὐ λέγεις, Οὐκ ἀνάγκη διαθέσθαι, ἴσως ἐπανήξω· οὐδὲ περὶ γάμου βουλευόμενος λέγεις, Λάβω γυναῖκα πενιχρὰν, πολλοὶ παρὰ δόξαν καὶ οὕτως ἐπλούτησαν· οὐδὲ οἰκίαν οἰκοδομούμενος, Καταβάλω θεμελίους σαθροὺς, πολλαὶ καὶ οὕτως ἔστησαν οἰκίαι· ὑπὲρ δὲ ψυχῆς βουλευόμενος, τοῖς σαθροτέροις ἐγχειρεῖς, τὸ ἴσως καὶ ἐνίοτε καὶ πολλάκις τιθεὶς, καὶ τοῖς ἀδήλοις ἐπιτρέπεις σαυτόν; Οὐ τῷ ἀδήλῳ, φῂς, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φιλάνθρωπος γὰρ ὁ Θεός. Οἶδα κἀγώ· ἀλλ' ὁ φιλάνθρωπος οὗτος κἀκείνους, ὥσπερ εἶπον, ἀνήρπασε. Βούλει μαθεῖν πῶς ἐστιν ἡμῶν ἀγαθὸς ὁ ∆εσπότης; ἀνῆλθεν ὁ τελώνης μυρίων γέμων κακῶν, καὶ εἰπὼν, Ἱλάσθητί μοι, μόνον, κατῆλθε δεδικαιωμένος. Καὶ διὰ τοῦ προφήτου δέ φησιν ὁ Θεός· ∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτόν· καὶ εἶδον ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Τί τῆς φιλανθρωπίας ταύτης ἴσον; Ἵνα στυγνάσῃ μόνον, ἀφῆκε τὰ ἁμαρτήματα. Ἡμεῖς δὲ οὐδὲ αὐτὸ τοῦτο ποιοῦμεν· διὸ μάλιστα αὐτὸν παροργίζομεν. Ὁ γὰρ καὶ διὰ μικρῶν ἵλεως γενόμενος, ὅταν μηδὲ τούτων τύχῃ, εἰκότως ἀγανακτεῖ, καὶ τὴν ἐσχάτην ἀπαιτεῖ τιμωρίαν ἡμᾶς· ὑπερβαλλούσης γάρ ἐστι τοῦτο καταφρονήσεως. Τίς γοῦν ἐλυπήθη ποτὲ δι' ἁμαρτίας; τίς ἐστέναξε; τίς τὸ στῆθος ἔπληξεν; Οὐδένα ἔγωγε οἶμαι· ἀλλὰ μυρίας μὲν ἡμέρας θρηνοῦσιν ἄνθρωποι, ὑπὲρ οἰκετῶν ἀποθανόντων, ὑπὲρ ζημίας χρημάτων, τὴν δὲ ψυχὴν ἀπολλύντες καθ' ἑκάστην ἡμέραν, οὐδὲ εἰς νοῦν βαλλόμεθα. Πῶς οὖν δυνήσῃ τὸν Θεὸν ἐξιλεώσασθαι, ὅταν μηδὲ ὅτι ἥμαρτες εἰδῇς; Ναὶ, φησὶν, ἥμαρτον. Ναί μοι λέγεις τῇ γλώττῃ· εἰπὲ τῇ διανοίᾳ, καὶ μετὰ τοῦ ῥήματος στέναξον, ἵνα διηνεκῶς εὐθυμῇς· καὶ γὰρ εἰ ἠλγοῦμεν ἐπὶ τοῖς ἁμαρτήμασιν, εἰ ἐστενάζομεν ἐπὶ τοῖς πλημμελήμασιν, οὐδὲν ἂν ἄλλο ἡμᾶς ἐλύπησεν, τῆς ὀδύνης ταύτης πᾶσαν ἀθυμίαν παρωθουμένης. Ὡσπεροῦν τῷ στρουθῷ τῶν πτερῶν ὄφελος οὐδὲν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ' εἰκῆ καὶ μάτην πτερύσσεται· οὕτω σοι καὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁλῷς. Εἰ γὰρ ἐπὶ ἑνὸς οὐ θέλομεν ἀσχημονῆσαι ἐνταῦθα, ἐπὶ μυριάδων ἐκεῖ τοσούτων τί ποιήσομεν; Οὐδὲ γὰρ τὸ τῶν προτέρων ἀποστῆναι κακῶν μόνον, ἀλλὰ καὶ τὸ ἀμείνονα ἐπιδείξασθαι καλὰ, λέγεται μετάνοια· Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Οὐδὲ γὰρ ἀρκεῖ εἰς ὑγίειαν ἡμῖν τὸ βέλος ἐξελεῖν μόνον, ἀλλὰ καὶ τὸ φάρμακα ἐπιθεῖναι τῷ τραύματι. Συμβαίνει δέ τινα μεταγνόντα κατορθῶσαι πολλὰ καὶ μεγάλα, μεταξὺ δὲ ἁμαρτεῖν πάλιν τῶν κατορθωμάτων ἐκείνων ἁμαρτίαν ἀντίῤῥοπον· καὶ τοῦτο μάλιστα ἱκανὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ὡς τῶν οἰκοδομηθέντων καθαιρεθέντων, καὶ πάντων ἐκείνων μάτην καὶ εἰς κενὸν πονηθέντων αὐτῷ. ∆εῖ δὲ ἐκεῖνο λογίζεσθαι, καὶ τοῦτον ἐκκρούειν τὸν λογισμὸν, ὅτι εἰ μὴ φθάσαντες κατορθωμάτων μέτρον ἀντίῤῥοπον τοῖς μετὰ ταῦτα γενομένοις ἁμαρτήμασιν ἀπεθέμεθα, οὐδὲν ἂν ἡμᾶς σφόδρα καὶ ὁλοσχερῶς καταδῦναι ἐκώλυσε. Νυνὶ δὲ καθάπερ τις θώραξ ἰσχυρὸς βέλος ὀξὺ καὶ πικρὸν δεχόμενος, οὐκ ἀφῆκεν ἐργάσασθαι τὸ αὐτοῦ, ἀλλ' αὐτὸς διατμηθεὶς τὸν πολὺν ἤμυνε τῷ σώματι κίνδυνον ... Οὐ δεινὸν τοίνυν τὸν πολεμοῦντα τρωθῆναι, ἀλλὰ τὸ μετὰ τὴν πληγὴν ἀπογνῶναι καὶ ἀμελῆσαι τοῦ τραύματος. Οὐδεὶς ἔμπορος ἅπαξ ναυαγίῳ περιπεσὼν καὶ τὸν φόρτον ἀπολέσας, ἀπέστη τοῦ πλεῖν, ἀλλὰ πάλιν τὴν θάλασσαν καὶ τὰ μακρὰ διαβαίνει πελάγη, καὶ τὸν πρότερον ἀνακτᾶται πλοῦτον. Πολλάκις ἀθλητὰς θεωροῦμεν μετὰ πολλὰ πτώματα στεφανίτας γενομένους. Ἤδη δὲ καὶ στρατιώτης πολλάκις φυγὼν, ἔσχατον ἀριστεὺς ἀνεδείχθη, καὶ τῶν πολεμίων ἐκράτησε. Πολλοὶ δὲ καὶ τῶν τὸν Χριστὸν ἀρνησαμένων διὰ τὸν τῶν βασάνων φόβον, ἀνεμαχέσαντο πάλιν, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀπῆλθον ἀναδησάμενοι. Εἰ δὲ τούτων ἕκαστος ἐκ τῆς προτέρας πληγῆς ἀπέγνω, οὐκ ἂν τῶν δευτέρων ἀπέλαυσεν ἀγαθῶν. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |