ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΜΒ΄. Περὶ τοῦ, ὅτι οὐ χρὴ θορυβεῖσθαι ὁρῶντας ἡμᾶς τοὺς μὲν ἀγαθοὺς δυσπραγοῦντας

Δευτέρα 31 Οκτωβρίου 2016

ΜΒ΄. Περὶ τοῦ, ὅτι οὐ χρὴ θορυβεῖσθαι ὁρῶντας ἡμᾶς τοὺς μὲν ἀγαθοὺς δυσπραγοῦντας




Ιωάννης Χρυσόστομος
Τόμος 63
Εκλογαί εκ διαφόρων Λόγων
ΜΒʹ.Περὶ τοῦ, ὅτι οὐ χρὴ θορυβεῖσθαι ὁρῶντας ἡμᾶς τοὺς μὲν ἀγαθοὺς δυσπραγοῦντας, τοὺς δὲ πονηροὺς ἐν ἀφθονίᾳ τυγχάνοντας· καὶ ὅτι οὐδὲν διαφέρει ὀδωδότος νεκροῦ ὁ ἐν ἁμαρτίαις ζῶν.

Μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας, ἀγαπητοὶ, θορυβείσθω· οὐκ ἔστι γὰρ ἐνταῦθα ἡ ἀνταπόδοσις, οὔτε τῆς πονηρίας, οὔτε τῆς ἀρετῆς· εἰ δέ που γίνεται καὶ τῆς πονηρίας καὶ τῆς ἀρετῆς, ἀλλ' οὐχὶ κατ' ἀξίαν, ἀλλ' ἁπλῶς, ὡσανεὶ γεῦμα τῆς κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, κἂν τοῖς ἐνταῦθα σωφρονίζωνται. Ὅταν οὖν ἴδωμεν πονηρὸν πλουτοῦντα, μὴ καταπίπτωμεν· ὅταν ἴδωμεν ἀγαθὸν κακῶς πάσχοντα, μὴ θορυβώμεθα· ἐκεῖ γὰρ οἱ στέφανοι, ἐκεῖ αἱ κολάσεις. Καὶ ἄλλως δὲ, οὐκ ἔστιν οὔτε κακὸν πάντη εἶναι κακὸν, ἀλλ' ἔστι τινὰ ἔχειν αὐτὸν καὶ ἀγαθά· οὔτε ἀγαθὸν πάντη εἶναι ἀγαθὸν, ἀλλ' ἔχειν τινὰ καὶ ἁμαρτήματα. Ὅταν οὖν εὐπραγῇ ὁ πονηρὸς, ἐπὶ κακῷ τῆς αὐτοῦ κεφαλῆς· ἵνα γὰρ ἐκείνων τῶν ὀλίγων ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν, ἐκεῖ λοιπὸν τέλεον κολάζηται, τούτου χάριν ἐνταῦθα ἀπολαμβάνει. Καὶ μακάριος ἐκεῖνος μάλιστά ἐστιν, ὁ ἐνταῦθα κολαζόμενος, ἵνα πάντα ἀποθέμενος τὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος. Καὶ τοῦτο διδάσκων ὁ Παῦλος ἡμᾶς, φησί· 


∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄῤῥωστοι καὶ ἀσθενεῖς, καὶ κοιμῶνται ἱκανοί· καὶ πάλιν, Παρέδωκα τὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ ὁ προφήτης φησὶν, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα· καὶ πάλιν ὁ ∆αυῒδ, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ μῖσος ἄδικον ἐμίσησάν με· καὶ, Ἄφες πάσας τὰς ἁμαρτίας μου· καὶ πάλιν ἕτερος, Κύριε, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Ἀλλὰ ταῦτα μὲν δεικνύντος ἐστὶ τοὺς καλοὺς τὰς ὑπὲρ τῶν ἁμαρτημάτων δίκας ἐνταῦθα ἀπολαμβάνοντας· ποῦ δὲ τὰ ἀγαθὰ πονηροὶ ἀπολαμβάνοντες ἐνταῦθα, ἐκεῖ τέλεον κολάζονται; Ἄκουε τοῦ Ἀβραὰμ λέγοντος πρὸς τὸν πλούσιον· Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά. Ποῖα ἀγαθά; Ἐνταῦθα γὰρ τὸ, Ἀπέλαβες, ἀλλὰ μὴ,ἔλαβες, εἰπὼν, δείκνυσι κατὰ ὀφειλὴν ἑκατέρους παθόντας, καὶ τὸν μὲν ἐν εὐπραγίᾳ, τὸν δὲ ἐν δυσπραγίᾳ γενόμενον· καί φησι, ∆ιὰ τοῦτο οὗτος ἐνταῦθα παρακαλεῖται· ὁρᾷς γὰρ αὐτὸν καθαρὸν ἁμαρτημάτων· καὶ σὺ ὀδυνᾶσαι. Μὴ τοίνυν ἀλύωμεν, ὅταν εὐπαθοῦντας ὁρῶμεν ἐνταῦθα τοὺς ἁμαρτωλοὺς, ἀλλ' ὅταν κακῶς πάσχωμεν, αὐτοὶ χαίρωμεν· ἁμαρτιῶν γάρ ἐστι τὸ πρᾶγμα ἔκτισις. Μὴ ζητῶμεν ἄνεσιν· θλῖψιν γὰρ ἐπηγγείλατο τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστός. Καί φησιν ὁ Παῦλος· Πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται. Οὐδεὶς γενναῖος ἀθλητὴς ἐν τῷ σκάμματι λουτρὰ ἐπιζητεῖ, καὶ τράπεζαν πλήθουσαν σιτίοις καὶ οἴνῳ· τοῦτο οὐκ ἔστιν ἀθλητοῦ, ἀλλὰ βλακός. Ὁ γὰρ ἀθλητὴς μάχεται κόνει, ἐλαίῳ, ἀκτῖνος θερμότητι, ἱδρῶτι πολλῷ, θλίψει καὶ στενοχωρίᾳ. Ἀγῶνος οὗτός ἐστι καὶ τοῦ πυκτεύειν ὁ καιρός· οὐκοῦν καὶ τοῦ τραύματα λαμβάνειν καὶ αἱμάττεσθαι καὶ ἀλγεῖν. Ἄκουσον τί φησιν ὁ μακάριος Παῦλος· Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Πάντα τὸν βίον ἐναγώνιον εἶναι νομίσωμεν, καὶ οὐδέποτε ἄνεσιν ζητήσομεν, οὐδέποτε θλιβόμενοι ξενοπαθήσομεν· εἴπερ μηδὲ πύκτης, ὅτε ἐν ἀγῶνί ἐστι, ξενοπαθεῖ. Ἕτερός ἐστιν ὁ τῆς ἀνέσεως καιρός. ∆ιὰ θλίψεως ἡμᾶς τελειωθῆναι δεῖ. Εἰ καὶ μὴ διωγμός ἐστι, μηδὲ θλῖψις, ἀλλ' εἰσὶν ἕτεραι θλίψεις, αἱ καθ' ἑκάστην ἡμέραν συμπίπτουσαι· εἰ δὲ ταύτας οὐ φέρομεν,σχολῇ γε ἐκείνας ἐνέγκαιμεν ἄν. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφε, φησὶν, εἰ μὴ ἀνθρώπινος. Εὐχώμεθα μὲν οὖν τῷ Θεῷ μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰσελθόντες δὲ φέρωμεν γενναίως. Ἐκεῖνο μὲν γὰρ σωφρόνων ἀνδρῶν, τὸ μὴ κινδύνοις ἐπιῤῥίπτειν ἑαυτοὺς, τοῦτο δὲ γενναίων καὶ φιλοσόφων. Μήτε οὖν ἐπιῤῥίπτωμεν ἑαυτοὺς ἁπλῶς, θρασύτητος γάρ· μήτε ἀγόμενοι καὶ τῶν πραγμάτων καλούντων ἐνδιδῶμεν, δειλίας γάρ· ἀλλ' ἐὰν μὲν τὸ κήρυγμα καλῇ, μὴ παραιτώμεθα· ἁπλῶς δὲ, αἰτίας μὴ οὔσης μήτε χρείας, μήτε ἀνάγκης τῆς κατὰ θεοσέβειαν καλούσης, μὴ ἐπιτρέχωμεν· ἐπίδειξις γάρ ἐστι τὸ πρᾶγμα, καὶ φιλοτιμία περιττή· ἐὰν δέ τι τῶν τὴν εὐσέβειαν παραβλαπτόντων γίνηται, κἂν μυρίους ὑποστῆναι θανάτους δέῃ, μὴ παραιτώμεθα μηδέν. Μὴ προσκαλοῦ τοὺς πειρασμοὺς, ὅταν σοι τὰ κατὰ τὴν εὐσέβειαν προχωρῇ, ὡς ποθεῖς. Τί περιττοὺς ἐπισπᾶσαι κινδύνους οὐδὲν κέρδος ἔχοντας; Ταῦτα λέγω, βουλόμενος ὑμᾶς φυλάττειν τοὺς νόμους τοῦ Χριστοῦ κελεύοντος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν, καὶ κελεύοντος τὸν σταυρὸν λαβόντας ἀκολουθεῖν αὐτῷ. Ταῦτα γὰρ οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Σὺ μὲν γὰρ οὕτω παρεσκεύασο, ὡς στρατιώτης γενναῖος ἐν τοῖς ὅπλοις, ἔσο διηνεκῶς νήφων, ἐγρηγορὼς, ἀεὶ τὸν πολέμιον προσδοκῶν. Πολέμους μέντοι μὴ τίκτε· τοῦτο γὰρ οὐκ ἔστι στρατιώτου, ἀλλὰ στασιαστοῦ. Ἐὰν δὲ ἡ τῆς εὐσεβείας σάλπιγξ καλῇ, εὐθέως ἔξιθι, καὶ καταφρόνησον τῆς ψυχῆς, καὶ ἔμβηθι μετὰ πολλῆς τῆς προθυμίας εἰς τοὺς ἀγῶνας· ῥῆξον τὴν φάλαγγα τῶν ἐναντίων, σύγκοψον τὸ πρόσωπον τοῦ διαβόλου, στῆσον τὸ τρόπαιον. Ἐὰν δὲ μηδὲν ἡ εὐσέβεια παραβλάπτηται, μήτε πορθῇ τις τὰ ἡμέτερα δόγματα, κατὰ τὴν ψυχὴν λέγω, μηδὲ ἀναγκάζῃ τι ποιεῖν τῶν μὴ δοκούντων τῷ Θεῷ, μὴ περιττὸς ἔσο. Αἱμάτων δεῖ γέμειν τὸν τοῦ Χριστιανοῦ βίον·αἱμάτων, οὐκ ἐν τῷ τὰ ἀλλότρια ἐκχεῖν, ἀλλ' ἐν τῷ ἕτοιμον εἶναι τὸ ἑαυτοῦ ἐκχεῖν. Μετὰ τοσαύτης τοίνυν προθυμίας τὸ αἷμα ἐκχέωμεν τὸ ἴδιον, ὅταν ὑπὲρ Χριστοῦ τοῦτο ᾖ, μεθ' ὅσης ἂν ὕδωρ τις ἐκχέοι· καὶ γὰρ ὕδωρ ἐστὶ τὸ αἷμα περιῤῥέον τὸ σῶμα· καὶ μετὰ τοσαύτης εὐκολίας τὸ σῶμα ἀποδυώμεθα, μεθ' ὅσης ἂν καὶ τὸ ἱμάτιον. Τοῦτο δὲ ἔσται, ἐὰν μὴ χρήμασιν ὦμεν προσδεδεμένοι, ἐὰν μὴ οἰκίαις, ἐὰν μὴ προσπαθείᾳ, ἂν μὴ πάντων ὦμεν ἀπηρτημένοι. Εἰ γὰρ οἱ τὸν στρατιωτικὸν τοῦτον βίον ζῶντες πᾶσιν ἀποτάσσονται, καὶ ἔνθα ἂν ὁ πόλεμος καλῇ, ἐκεῖ παραγίνονται καὶ ὁδοιποροῦσι, καὶ πάντα μετὰ προθυμίας ὑπομένουσι· πολλῷ μᾶλλον ἡμᾶς τοὺς τοῦ Χριστοῦ στρατιώτας οὕτω παρασκευάζεσθαι χρὴ καὶ παρατάττεσθαι πρὸς τὸν πόλεμον τῶν παθῶν. Οὐκ ἔστι διωγμὸς νῦν, μηδὲ γένοιτο γενέσθαι ποτέ· ἀλλ' ἕτερος πόλεμός ἐστιν, ὁ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὁ τῆς βασκανίας, ὁ τῶν παθῶν. Τοῦτον τὸν πόλεμον διηγούμενος ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ἀεὶ οὗτος ὁ πόλεμος ἐνέστηκε· διὰ τοῦτο ἀεὶ ὡπλισμένους ἡμᾶς ἑστάναι βούλεται. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι· ὅπερ καὶ αὐτὸ ἐνεστῶτός ἐστι καιροῦ· καὶ ἐνέφηνεν, ὅτι ἀεὶ δεῖ ὁπλίζεσθαι. Πολὺς γὰρ ὁ πόλεμος διὰ γλώσσης, πολὺς δι' ὀφθαλμῶν· τοῦτον τοίνυν κατέχωμεν· πολὺς ὁ τῶν ἐπιθυμιῶν. ∆ιὰ τοῦτο ἐκεῖθεν ἄρχεται καθοπλίζειν τὸν στρατιώτην τοῦ Χριστοῦ· Στῆτε γὰρ περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν, καὶ ἐπήγαγεν, Ἐν ἀληθείᾳ. ∆ιὰ τί, Ἐν ἀληθείᾳ; Ἐμπαιγμὸς γάρ ἐστι καὶ ψεῦδος ἡ ἐπιθυμία· διό φησιν ὁ προφήτης· Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων. Οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγμα, ἀλλὰ σκιὰ ἡδονῆς. Περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Τουτέστι, τῇ ἀληθινῇ ἡδονῇ, τῇ σωφροσύνῃ, τῇ κοσμιότητι. ∆ιὰ τοῦτο ταῦτα παραινεῖ, εἰδὼς τῆς ἁμαρτίας τὴν ἀτοπίαν, καὶ βουλόμενος ἡμῶν πάντα τὰ μέλη περιπεφράχθαι· Θυμὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται· καὶ θώρακα ἡμᾶς περικεῖσθαι βούλεται, καὶ ἀσπίδα. Θηρίον γάρ ἐστιν εὐκόλως ἐμπηδῶν ὁ θυμὸς, καὶ μυρίων θριγκίων καὶ διαφραγμάτων ἡμῖν δεήσει πρὸς τὸ περιγενέσθαι καὶ κατασχεῖν. Καὶ διὰ τοῦτο ἡμῖν τοῦτο μάλιστα τὸ μέρος, ὥσπερ ἔκ τινων λίθων, τῶν ὀστέων ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ περιθεὶς, ὥστε μὴ διαῤῥῆξάν ποτε, μήτε διατεμὸν, εὐκόλως τὸ πᾶν λυμήνασθαι ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη μεγάλη· καὶ οὐκ ἂν ἕτερον μέλος ταύτην τὴν βίαν ἀνάσχοιτο. Λέγουσι δὲ καὶ ἰατρῶν παῖδες τούτου χάριν ὑπεστορῆσθαι τὸν πνεύμονα τῇ καρδίᾳ, ὥστε εἰς ἁπαλὸν αὐτὴν οὖσαν καθάπερ εἴς τινα σπόγγον ἐναλλομένην διαναπαύεσθαι τὴν καρδίαν, ἀλλὰ μὴ εἰς τὸ ἀντίτυπον καὶ σκληρὸν τὸ στέρνον καταβλάπτεσθαι τῇ ῥύμῃ τῶν ἁλμάτων. ∆εῖ τοίνυν ἡμῖν θώρακος ἰσχυροῦ, ὥστε διαπαντὸς ἐν ἡσυχίᾳ τοῦτο τὸ θηρίον διατηρεῖν· δεῖ δὲ ἡμῖν καὶ περικεφαλαίας. Ἐπειδὴ γὰρ ἐκεῖ τὸ λογιστικὸν τυγχάνει, καὶ ἀπὸ τούτου ἢ σωθῆναι δυνατὸν, ὅταν τὰ δέοντα γίγνωνται, ἢ ἀπολέσθαι ἔνι, διὰ τοῦτό φησι, Καὶ περικεφαλαίαν σωτηρίου. Ὁ γὰρ ἐγκέφαλος φύσει μέν ἐστιν ἁπαλός· διὸ καὶ αὐτὸς, καθάπερ τινὶ ὀστράκῳ, τῷ βρέγματι καλύπτεται ἄνωθεν· πάντων δὲ ἡμῖν αἴτιος γίνεται τῶν ἀγαθῶν καὶ τῶν κακῶν, εἴτε τὰ δέοντα γνοὺς, εἴτε τὰ μὴ τοιαῦτα. Καὶ οἱ πόδες δὲ καὶ αἱ χεῖρες ὅπλων ἡμῖν δέονται· οὐχ αὗται αἱ χεῖρες, οὐδὲ οὗτοι οἱ πόδες, ἀλλὰ πάλιν οἱ τῆς ψυχῆς, αἱ μὲν μελετῶσαι τὰ δέοντα, οἱ δὲ, ἵνα πορεύωνται ἔνθα χρή. Πάντα τοίνυν, ἀγαπητοὶ,ὑπὲρ ἐκείνης πράττωμεν τῆς μελλούσης ζωῆς· πάντα πρὸς ἐκείνην ὁρῶντες ἐργαζώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν· οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες· οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ πολλῆς εἰσιν ἀκαθαρσίας μεσταί·μέμυκεν αὐτῶν τὰ ὄμματα, τὸ στόμα συνείληπται, ἀκίνητοι μένουσιν ἐν τῇ κλίνῃ τῆς κακίας· μᾶλλον δὲ τῶν ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροί· ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται, οὐδὲ ἀμύνεται, ἀλλ' ἔστιν ὥσπερ ξύλον αὖον· οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν ἀποβαλοῦσα τὴν ζωήν· μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνει τὰ τραύματα, καὶ οὐκ αἰσθάνεται, ἀλλ' ἀνάλγητος πρὸς πάντα διάκειται. Οὐκ ἄν τις ἁμάρτοι τοῖς μεμηνόσιν αὐτοὺς παραβάλλων, τοῖς μεθύουσι, τοῖς παραπαίουσι. Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα. Ὁ μαινόμενος ἔχει πολλὴν συγγνώμην παρὰ τῶν ὁρώντων· οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Εἰπέ μοι, πόθεν ἡ κακία τῶν νοσημάτων, πόθεν φρενῖτις; πόθεν ὕπνος βαρύς; οὐχὶ ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, τὰ προαιρετικὰ πολλῷ μᾶλλον. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ τῶν πλεοναζόντων ἐν ἡμῖν στοιχείων; ἡ πλεονεξία δὲ τῶν ἐν ἡμῖν στοιχείων οὐχὶ ἐξ ἀπροσεξίας; Ὅταν γὰρ ἢ ἔνδειαν, ἢ πλεονεξίαν εἰς ἀμετρίαν τι τῶν ἐν ἡμῖν ἐξαγάγωμεν, ἀνάπτομεν ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς ἀναφθείσης ἐπιμένωμεν καταφρονοῦντες, καθ' ἑαυτῶν ἐργαζόμεθα πυρὰν, ἢν οὐδὲ σβέσαι δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται, ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύωμεν, μηδὲ ἐγκόπτωμεν, οὐδὲ ἐφικέσθαι δυνάμεθα τοῦ τέλους λοιπὸν, ἀλλὰ μείζων γίνεται τῆς ἡμετέρας ἰσχύος. ∆ιὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας, ὅτι πολλάκις μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς πολλῆς φυλακῆς; δι' ἐκείνου γὰρ τοῦ μικροῦ τὸ πᾶν διέφθειραν, τῷ βουλομένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος μάλιστα πάντων ἐφέστηκε καὶ ἐφεδρεύει καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωμεν τοίνυν· μὴ εἴπωμεν Παρὰ τοῦτο οὐδὲν, παρ' ἐκεῖνο οὐδέν· ὅθεν οὐ προσεδοκήσαμεν, πολλάκις ἐσυλήθημεν. Οὕτω καὶ ἐπὶ τῆς κακίας· ὅθεν οὐ προσεδοκήσαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς. Μὴ μεθυσκώμεθα, καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶμεν, καὶ οὐ καθευδήσομεν, μὴ μαινώμεθα πρὸς τὰ ἔξω, καὶ ἐν νήψει διατελέσομεν· ῥυθμίζωμεν ἑαυτοὺς πάντοθεν. Καὶ καθάπερ τοὺς ἐπὶ σχοίνου τεταμένης βαδίζοντας οὐκ ἔνι ῥᾳθυμῆσαι μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν· περιτραπεὶς γὰρ εὐθέως κατηνέχθη καὶ ἀπώλετο· οὕτως οὐδὲ ἡμᾶς ῥᾳθυμεῖν δυνατόν. Στενὴν βαδίζομεν ὁδὸν, ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην, ὁμοῦ δύο πόδας οὐ δεχομένην. Ὁρᾷς πόσης ἡμῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς τοιαύτας ὁδοιποροῦντας ὁδοὺς, πῶς οὐ τοὺς πόδας ἀσφαλίζονται μόνον, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς; Ἂν γὰρ δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς, τὸ πᾶν κατήνεγκεν. Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι, μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, μεγάλοι οἱ κρημνοὶ, πολὺ κάτω σκότος. Τῇ στενῇ πρόσχωμεν μετὰ φόβου, μετὰ τρόμου περιπατῶμεν. Οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν ἐπιφέρεταί τι τῶν περιττῶν· ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι διαδραμεῖν. Οὐδεὶς συμποδίζει τοὺς πόδας τοὺς ἑαυτοῦ, ἀλλ' εὐλύτους ἀφίησιν· ἡμεῖς δὲ μυρίαις φροντίσιν ἑαυτοὺς καταδεσμοῦντες, καὶ μυρία φορτία βιωτικὰ ἐπιφερόμενοι κεχηνότες καὶ ἐκκεχυμένοι, πῶς τὴν στενὴν προσδοκῶμεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς εἶπεν, ὅτι στενή ἐστιν, ἀλλὰ μετὰ θαυμασμοῦ, Τί στενὴ ἡ ὁδός; Τουτέστι σφόδρα στενή. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν πάνυ θαυμαζομένων. Καὶ τεθλιμμένη, φησὶν, ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ καλῶς εἶπε, Στενή· ὅταν γὰρ καὶ ῥημάτων καὶ ἐννοιῶν καὶ πράξεων καὶ πάντων ὀφείλωμεν εὐθύνας ὑπέχειν, στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐτὴν ποιοῦμεν ἡμεῖς, πλατύνοντες ἑαυτοὺς καὶ εὐρύνοντες, καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ μὲν δυσχερὴς, μάλιστα δὲ τῷ λιπαινομένῳ· ὡς ὅ γε κατατήκων ἑαυτὸν, οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ μεμελετηκὼς θλίβεσθαι, οὐδὲ ἀποδυσπετήσει πρὸς τὸ πιέζεσθαι. Μὴ τοίνυν μετὰ ἀνέσεως προσδοκάτω τις τὸν οὐρανὸν ὄψεσθαι· οὐ γὰρ ἔνι· μηδεὶς μετὰ τρυφῆς ἐλπιζέτω τὴν στενὴν ὁδεύειν ὁδόν· οὐ γὰρ δυνατόν· μηδεὶς τὴν εὐρύχωρον βαδίζων, τὴν ζωὴν ἐλπιζέτω. Ὅταν οὖν ἴδῃς λουτροῖς, τραπέζῃ πολυτελεῖ, ἢ δορυφορίαις ἑτέραις ἐντρυφῶντα τὸν δεῖνα, μὴ ταλανίσῃς σαυτὸν, ὡς οὐ μετέχων τούτων, ἀλλὰ στέναξον ἐκεῖνον, ὅτι τὴν ἀπολλυμένην ὁδὸν ὁδεύει. Τί γὰρ ὄφελος ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ; ποῖον δὲ βλάβος ἀπ' ἐκείνης τῆς στενοχωρίας, ὅταν εἰς ἄνεσιν ἔρχηται; Εἰπέ μοι, εἴ τις εἰς τὰ βασίλεια καλούμενος, καὶ διὰ στενωπῶν θλιβερῶν καὶ ἀποκρήμνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον ἀγόμενος, διὰ μέσης τῆς ἀγορᾶς ἕλκοιτο· τίνα, εἰπέ μοι, μακαριοῦμεν; τίνα στενάξομεν; οὐχὶ τὸν διὰ τῆς εὐρυχώρου βαδίζοντα; Οὕτω καὶ νῦν μὴ τοὺς τρυφῶντας μακαρίζωμεν, ἀλλὰ τοὺς μὴ τρυφῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν σπεύδουσιν, ἐκεῖνοι πρὸς τὴν γέενναν. Καὶ ἴσως μὲν αὐτῶν πολλοὶ γελάσονται τὰ παρ' ἡμῶν λεγόμενα· ἐγὼ δὲ αὐτοὺς μάλιστα διὰ τοῦτο ὀδύρομαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ' οἷς χρὴ γελᾷν, ὑπὲρ ὧν χρὴ μάλιστα πενθεῖν, ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ θορυβοῦσι.∆ιὰ ταῦτα αὐτοὺς ἐγὼ θρηνῶ. Τί λέγεις, ἄνθρωπε; μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις γελᾷς; Ἀλλ' ἐγώ σε θρηνῶ, τὰ μένοντά σε κακὰ ἐπιστάμενος, τὴν διαδεξομένην σε τιμωρίαν· καὶ διὰ τοῦτο θρηνῶ μάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐμοὶ, θρήνησον μετ' ἐμοῦ τὰ σὰ κακά. Εἰπέ μοι, ἐάν τίς σοι τῶν οἰκείων ἀποδημήσῃ ἐν Χριστῷ, οὐχὶ τοὺς μὲν γελῶντας ἐπὶ τῇ τελευτῇ καὶ ἀποστρέφῃ καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ δακρύοντας καὶ συμπενθοῦντας φιλεῖς· Εἶτα τῆς μὲν γυναικὸς προκειμένης νεκρᾶς,τὸν γέλωτα ἀποτρέψῃ· τῆς δὲ ψυχῆς σοι τεθανατωμένης, τὸν δακρύοντα ἀποστρέφῃ· γελᾷς δὲ αὐτός; Ὁρᾷς πῶς ἡμᾶς διέθηκεν ὁ διάβολος ἐχθροὺς ἑαυτοῖς εἶναι καὶ πολεμίους; Ἀνανήψωμέν ποτε, διαβλέψωμεν, γρηγορήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα. Κρίσις ἐστὶν, ἀνάστασίς ἐστιν, ἐξέτασις τῶν πεπραγμένων· ὁ Κύριος ἔρχεται ἐν νεφέλαις· Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων. Κἂν μυριάκις ἐπὶ τούτοις δυσχεραίνητε, ἐγὼ λέγων οὐ παύσομαι. Εἰ γὰρ λιθαζόμενοι οἱ προφῆται οὐκ ἐσίγων, πολλῷ μᾶλλον ἡμᾶς ἀπεχθείας δεῖ φέρειν, καὶ μὴ πρὸς χάριν ὑμῖν ὁμιλεῖν, ἵνα μὴ ἀπατήσαντες ὑμᾶς αὐτοὶ διχοτομηθῶμεν. Ἐκεῖ κόλασίς ἐστιν ἀθάνατος, ἀπαραμύθητος, ὁ προστησόμενος οὐδείς. Τίς ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ὅταν ἡμεῖς ἑαυτοὺς μὴ ἐλεήσωμεν, τίς ἡμᾶς ἐλεήσει, εἰπέ μοι; Ἐὰν ἴδῃς τινὰ ξίφος ἐλαύνοντα δι' ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε; οὐδαμῶς. Πολλῷ μᾶλλον, ὅταν παρὸν ᾖ κατορθῶσαι, καὶ μὴ κατορθώσωμεν, τίς ἡμῶν φείσεται; οὐδείς. Ἐλεήσωμεν ἑαυτούς. Ὅταν εὐχώμεθα τῷ Θεῷ λέγοντες, Ἐλέησόν με, Κύριε, τοῦτο λέγοντες πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωμεν. Ἡμεῖς ἐσμεν κύριοι τοῦ τὸν Θεὸν ἡμᾶς ἐλεῆσαι· αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο· ἐὰν ἄξια ἐλέους πράττωμεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ' αὐτοῦ πράττωμεν, ἐλεήσει ἡμᾶς ὁ Θεὸς, ἐὰν δὲ ἑαυτοὺς μὴ ἐλεῶμεν, τίς ἡμῶν φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρὰ τοῦ Θεοῦ. Πόσοι καθ' ἑκάστην ἡμέραν προσέρχονται λέγοντες, ἐλέησόν με, καὶ οὐδὲ ἐπιστρέφῃ; πόσοι γυμνοὶ, πόσοι ἀνάπηροι, καὶ οὐκ ἐπικαμπτόμεθα, ἀλλὰ παραπεμπόμεθα αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέους ποιῶν; Γενώμεθα οἰκτίρμονες, γενώμεθα ἐλεήμονες, ἵν' οὕτως εὐαρεστήσωμεν τῷ Θεῷ, καὶ ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


43.ΛΟΓΟΣ ΜΓʹ. Περὶ τοῦ, ὅτι ὁ τῶν παρόντων καταφρονῶν, ἀμφοτέρων ἐξουσιάζει· καὶ ὅτι παντὸς βορβόρου καὶ ἀκαθαρσίας ἡ πλεονεξία χείρων.

Ἐπειδὴ μεγάλη τις ἐξ ἀρχῆς ἔμελλε δίδοσθαι χάρις, ἀγαπητὲ, τοῖς ἀνθρώποις, βουλόμενος ὁ Θεὸς μὴ χάριτι τοῦτο ποιῆσαι, ἀλλ' ὡς ὀφειλὴν παρασχεῖν, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν· ἵνα μὴ χάριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ. Οὓς γὰρ ἂν φιλῶμεν, καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόμεθα, τὸ δοκεῖν παρ' αὐτῶν τι πρότερον λαβόντας μικρὸν, οὕτως αὐτοῖς τὸ πᾶν διδόναι, καὶ καυχώμεθα ἐπὶ τῇ λήψει μᾶλλον, ἢ ἐπὶ τῇ δόσει, καὶ οὐ λέγομεν, Τόδε ἐδώκαμεν αὐτῷ, ἀλλὰ, Τόδε ἐλάβομεν παρ' αὐτοῦ. Ὅθεν αὐτὸν, φησὶ, καὶ ἐν παραβολῇ ἐκομίσατο, τουτέστιν, ὡς ἐν αἰνίγματι (ὥσπερ γὰρ παραβολὴ ἦν ὁ κριὸς τοῦ Ἰσαὰκ), ἢ ὡς ἐν τύπῳ. Ἐπειδὴ γὰρ ἀπήρτιστο ἡ θυσία, καὶ ἔσφακτο ὁ Ἰσαὰκ τῇ προαιρέσει, διὰ τοῦτο αὐτὸν χαρίζεται τῷ πατριάρχῃ. Ὁρᾷς ὅτι ὃ ἀεὶ λέγω, τοῦτο καὶ νῦν δείκνυται; ὅταν παραστήσωμεν ἡμῶν τὴν διάνοιαν ἀπηρτισμένην, καὶ δείξωμεν ὅτι ὑπερορῶμεν τῶν γηΐνων πραγμάτων, τότε ἡμῖν καὶ τὰ γήϊνα χαρίζεται, πρότερον δὲ οὔ, ἵνα μὴ τὸ λαβεῖν ἡμᾶς προσδεδεμένους ἔτι προσδήσῃ. Λύε, φησὶ, σαυτὸν τῆς δουλείας, καὶ τότε λάβε, ἵνα μηκέτι ὡς δοῦλος λάβῃς, ἀλλ' ὡς δεσπότης. Καταφρόνησον πλούτου, καὶ ἔσῃ πλούσιος· καταφρόνησον δόξης, καὶ ἔσῃ ἔνδοξος· καταφρόνησον τῆς τιμωρίας τῶν ἐχθρῶν, καὶ τότε αὐτῆς ἐπιτεύξῃ· καταφρόνησον ἀνέσεως, καὶ τότε αὐτὴν λήψῃ· ἵνα λαβὼν μὴ ὡς δέσμιος λάβῃς, μηδὲ ὡς δοῦλος, ἀλλ' ὡς ἐλεύθερος. Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν μικρῶν, ὅταν μὲν ἐπιθυμῇ τὸ παιδίον παιδικῶν ἀθυρμάτων, μετὰ πολλῆς σπουδῆς ἐκεῖνα κρύπτομεν, οἷον, σφαῖραν, καὶ ὅσα τοιαῦτα, ἵνα μὴ ἐμποδίζηται τῶν ἀναγκαίων· ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτὰ μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυμίας ἐκείνης οὐκέτι ἰσχυούσης ἀπάγειν αὐτὸν τῶν ἀναγκαίων· οὕτω καὶ ὁ Θεὸς, ὅταν ἴδῃ μηκέτι ἐπιθυμοῦντας τῶν ἐνταῦθα λοιπὸν, ἀφίησιν αὐτοῖς κεχρῆσθαι· ὡς γὰρ ἐλεύθεροι καὶ ἄνδρες αὐτὰ ἔχομεν, οὐχ ὡς παῖδες. Ὅτι γὰρ ἐὰν καταφρονήσῃς τῆς τιμωρίας τῶν ἐχθρῶν, τότε ἐπιτεύξῃ, ἄκουε τί φησιν· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν· καὶ ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν ἄνθρακα πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ πάλιν ὅτι, ἐὰν καταφρονήσῃς τοῦ πλούτου, τότε αὐτοῦ ἐπιτεύξῃ, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἔστιν ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ οἰκίας, ἢ ἀδελφοὺς, ὃς οὐχὶ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ὅτι, ἐὰν καταφρονήσῃς δόξης, τότε αὐτῆς ἐπιτεύξῃ, ἄκουε πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν διάκονος· καὶ πάλιν, Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ποτίσω τὸν ἐχθρὸν, τότε αὐτὸν κολάζω; ἐὰν ἀφῶ τὰ ὑπάρχοντα, τότε αὐτὰ ἔχω; ἐὰν ταπεινώσω ἑαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις, διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν. Εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις, οὐκ ἐγὼ τῇ φύσει ἕπομαι· ἐγὼ πάντα ἐργάζομαι, οὐκ ἐγὼ ὑπ' ἐκείνων ἄγομαι· διὸ καὶ μεταπλάττειν καὶ μεταῤῥυθμίζειν αὐτὰ βούλομαι. Καὶ τί θαυμάζεις ἐν τούτοις; τὸ αὐτὸ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν εὑρήσεις. Ἐὰν ἀδικήσῃς, ἠδικήθης· ἐὰν ἀδικηθῇς, τότε οὐκ ἠδικήθης. Ἐὰν ἀμύνῃ, τότε οὐκ ἠμύνω, ἀλλὰ σαυτὸν ἠμύνω· Ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν, φησὶ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁρᾷς ὅτι οὐκ ἠδικήθης, ἀλλ' ἀδικεῖς; ∆ιὰ τοῦτο καὶ Παῦλός φησι· ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Εἶδες ὅτι οὐκ ἔστι τοῦτο ἀδικεῖσθαι; Ὅταν ὑβρίσῃς, τότε ὑβρίσθης· καὶ τοῦτο ἐκ μέρους ἴσασιν οἱ πολλοὶ, ὡς ὅταν λέγωσι πρὸς ἀλλήλους, ἄγωμεν ἐντεῦθεν, μὴ ὑβρίσῃς σαυτόν. ∆ιὰ τί; Ὅτι πολὺ τὸ μέσον σοῦ κἀκείνου· ὅσα γὰρ ἂν ὑβρίσῃς, ἐκεῖνος δόξαν ἡγεῖται. Τοῦτο ἐπὶ πάντων ἐννοῶμεν, καὶ γενώμεθα ὑψηλότεροι τῶν ὕβρεων. Πῶς, ἐγὼ λέγω. Ἂν πρὸς αὐτὸν τὸν τὴν ἁλουργίδα ἔχοντα μάχην ἔχωμεν, τῷ ὑβρίζειν αὐτὸν ἡμᾶς αὐτοὺς ὑβρίζειν ἡγούμεθα· τοῦ γὰρ πλύνεσθαι ἄξιοι ἡγούμεθα. Τί λέγεις, εἰπέ μοι; τῶν οὐρανῶν πολίτης ὢν, καὶ τὴν ἄνω φιλοσοφίαν ἔχων, μετὰ τοῦ γήϊνα φρονοῦντος πλύνεις σαυτόν; Κἂν γὰρ μυρία χρήματα κέκτηται, κἂν ἐν δυναστείᾳ ᾖ, οὔπω οἶδε τὸ καλὸν τὸ σόν. Μὴ ὑβρίσῃς σαυτὸν, ἐκεῖνον ὑβρίζων· σαυτοῦ φεῖσαι, μὴ ἐκείνου· σαυτὸν τίμησον, μὴ ἐκεῖνον. Οὐχὶ παροιμία τοιαύτη ἐστὶν, ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Εἰκότως· οὐ γὰρ ἐκεῖνον τιμᾷ, ἀλλ' ἑαυτόν. Ἄκουε σοφοῦ τινος λέγοντος· Ποίησον τῇ ψυχῇ σου τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. Κατὰ τὴν ἀξίαν αὐτῆς, τί ἐστιν; Εἰ ἐπλεονέκτησε, φησὶ, μὴ πλεονεκτήσῃς, εἰ ὕβρισε, μὴ ὑβρίσῃς. Εἰπέ μοι, παρακαλῶ, εἴ τις πένης πηλὸν ἐῤῥιμμένον ἀπὸ τῆς αὐλῆς ἔλαβε τῆς σῆς, ἆρα ἂν ὑπὲρ τούτου δικαστήριον συνεκρότησας; οὐδαμῶς. ∆ιὰ τί; Ἵνα μὴ ὑβρίσῃς σαυτὸν, ἵνα μὴ πάντες σου καταγνῶσι. Τοῦτο καὶ νῦν γίνεται. Πένης γάρ ἐστιν ὁ πλούσιος, καὶ ὅσῳ πλουτεῖ, τοσούτῳ πένης γίνεται τὴν ὄντως πενίαν. Πηλός ἐστιν ὁ χρυσὸς ἐν αὐλῇ ἐῤῥιμμένος, οὐκ ἐν τῇ οἰκίᾳ σου κείμενος· ἡ γὰρ οἰκία σου οὐρανός ἐστιν. Ὑπὲρ τούτου οὖν συγκροτήσεις δικαστήριον; καὶ οὐ καταγνώσονταί σου οἱ ἄνω πολῖται; οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ μάχεσθαι αἱρεῖσθαι; Εἰ γὰρ ὁ κόσμος ἦν σὸς, εἶτα αὐτόν τις ἔλαβεν, ἐπιστραφῆναι ἐχρῆν; Οὐκ οἶδας ὅτι δεκάκις τὴν οἰκουμένην ἐὰν θῇς, καὶ ἑκατοντάκις, καὶ μυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ πρὸς τὸ πολλοστὸν τῶν ἐν τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν; Ὁ τοίνυν τὰ ἐνταῦθα θαυμάζων, ἐκεῖνα ὕβρισεν, εἴ γε ὅσον αὐτὰ ἄξια σπουδῆς ἡγεῖται, τοσοῦτον ἐκείνων ἀπολιμπάνεται, μᾶλλον δὲ οὐδὲ θαυμάσαι ἐκεῖνα δυνήσεται· πῶς γὰρ, πρὸς ταῦτα ἐπτοημένος; ∆ιατέμνωμεν τὰ σχοινία καὶ τὰς πλεκτάνας· τοῦτο γὰρ τὰ γήϊνα πράγματα. Μέχρι πότε κάτω κύπτομεν; μέχρι τίνος ἀλλήλοις ἐπιβουλεύομεν, καθάπερ τὰ θηρία, καθάπερ οἱ ἰχθύες; Μᾶλλον δὲ τὰ θηρία οὐκ ἐπιβουλεύει ἀλλήλοις, ἀλλὰ τοῖς ἀλλοφύλοις· οἷον ἄρκος ἄρκον οὐ ταχέως ἀναιρεῖ, οὐδὲ ὄφις ὄφιν οὐκ ἀναιρεῖ, τὸ ὁμόφυλον αἰδούμενος· σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων δικαιώματα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, μυρία ἄλλα ἕτερα, τῆς φύσεως τὴν ἰσχὺν, τὸν συγγενῆ καὶ τῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς καὶ μυρίοις περιβάλλεις κακοῖς; Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, καὶ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν; ἕτερα χαλεπώτερα τούτου ποιεῖς, λύπαις διηνεκέσι περιβάλλων. Ἐκεῖνο γὰρ εἰ εἰργάσω, ἀπήλλαξας ἂν αὐτὸν φροντίδος· νῦν δὲ λιμῷ δουλείας περιβάλλεις, ἀποδυσπετήσεσιν, ἁμαρτίαις πολλαῖς. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, οὐχὶ φονᾷν ὑμᾶς παρασκευάζων, οὐδὲ ὡς ἐπὶ ἔλαττον ἐκείνου κακὸν ἔρχεσθαι προτρεπόμενος, ἀλλὰ μὴ θαῤῥεῖν ὡς μὴ μέλλοντας δώσειν δίκην. Φονεύων γὰρ, φησὶ, τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν. Κατάσχωμεν ἑαυτοῖς τὰς χεῖράς ποτε· μᾶλλον δὲ μὴ κατάσχωμεν, ἀλλὰ ἐκτείνωμεν αὐτὰς καλῶς, μὴ πρὸς πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην. Μὴ ἄκαρπον ἔχωμεν τὴν χεῖρα, μηδὲ ξηράν· ἡ μὲν γὰρ μὴ ποιοῦσα ἐλεημοσύνην, ξηρά· ἡ δὲ καὶ πλεονεκτοῦσα, μιαρὰ καὶ ἀκάθαρτος. Μηδεὶς μετὰ τοιούτων ἐσθιέτω χειρῶν· ὕβρις γὰρ τῶν κεκλημένων τοῦτο. Εἰπὲ γάρ μοι, εἴ τις ἐπὶ ταπήτων καὶ στρωμνῆς ἁπαλῆς καὶ χρυσοπάστων σινδόνων κατακλίνας ἡμᾶς ἐν οἴκῳ λαμπρῷ καὶ μεγάλῳ, καὶ πολὺ πλῆθος διακόνων παραστησάμενος, εἶτα πίνακα ἐξ ἀργύρου παρασκευασάμενος καὶ χρυσοῦ, καὶ πολλῶν ἐμπλήσας ἐδεσμάτων καὶ πολυτελῶν καὶ παντοδαπῶν, ἠνάγκαζεν ἐσθίειν, εἰ μόνον ἀνεξόμεθα αὐτοῦ τὰς χεῖρας εἰς βόρβορον χρίοντος ἢ καὶ κόπρον ἀνθρωπίνην, καὶ οὕτω συγκατακλινομένου; ἆρα ἄν τις ταύτην ἠνέσχετο τὴν κόλασιν, ἀλλ' οὐχ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν ἄν; Ἔγωγε οἶμαι, καὶ εὐθέως ἂν ἀπεπήδησε. Νῦν δὲ βορβόρου τοῦ ὄντως οὐχὶ τὰς χεῖρας ὁρᾷς ἐμπεπλησμένας, ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα, καὶ οὐκ ἀποπηδᾷς; οὐκ ἀποφεύγεις; οὐκ ἐπιτιμᾷς; ἀλλ' ἐὰν ἐν δυναστείᾳ ᾖ, μέγα τὸ πρᾶγμα τίθεσαι, καὶ τὴν ψυχὴν ἀπολλύεις τὴν σαυτοῦ τοιαῦτα σιτούμενος; Παντὸς γὰρ βορβόρου πλεονεξία χείρων· ψυχὴν γὰρ, οὐ σῶμα μολύνει καὶ ποιεῖ δυσέκπλυτον. Σὺ τοίνυν ὁρῶν τοῦ βορβόρου τούτου ἀνακεχρωσμένον μὲν τὸν κατακλινόμενον καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐμπεπλησμένην δὲ καὶ τὴν οἰκίαν καὶ τὴν τράπεζαν (βολβίτων γὰρ καὶ ἔτι τούτων ἀκαθαρτότερα ἐκεῖνα καὶ μιαρώτερα τὰ ἐδέσματα)· ὡς δὴ τιμηθεὶς διάκεισαι, καὶ ὡς μέλλων τρυφᾷν; Καὶ οὐδὲ τὸν Παῦλον δέδοικας, εἰς μὲν Ἑλλήνων τράπεζαν, εἰ βουλοίμεθα, ἀκωλύτως συγχωροῦντα ἀπελθεῖν, εἰς δὲ τὰς τῶν πλεονεκτῶν οὐδὲ βουλομένους ἐῶντα; Ἐὰν γάρ τις ἀδελφὸς ὀνομαζόμενος ᾖ, φησὶ, πόρνος· ἀδελφὸν ἐνταῦθα λέγων πάντα τὸν πιστὸν ἁπλῶς, οὐ τὸν μονάζοντα. Τί γάρ ἐστι τὸ ποιοῦν τὴν ἀδελφότητα; τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι πατέρα τὸν Θεόν. Ὥστε ὁ μὲν μοναχὸς ὢν, ἂν κατηχούμενος ᾖ, οὐκ ἀδελφός· ὁ δὲ πιστὸς, κἂν κοσμικὸς εἴη, ἀδελφός ἐστιν. Εἴ τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος. Οὐδὲ γὰρ ἴχνος μονάζοντος τότε ἦν, ἀλλὰ πάντα πρὸς κοσμικοὺς διελέγετο ὁ μακάριος οὗτος. Ἐάν τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἀλλ' οὐκ ἐπὶ τῶν Ἑλλήνων οὕτως, ἀλλ', Ἐάν τιςὑμᾶς καλέσῃ τῶν ἀπίστων, τοὺς Ἕλληνας λέγων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος, φησὶ, μέθυσος. Βαβαὶ, πόση ἡ ἀκρίβεια! Ἡμεῖς δὲ οὐ μόνον οὐ φεύγομεν τοὺς μεθύσους, ἀλλὰ καὶ ἀπερχόμεθα πρὸς αὐτοὺς, μεθέξοντες τῶν παρ' αὐτῶν. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γεγένηται, πάντα συγκέχυται καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν. Εἰπὲ γάρ μοι, εἰ καλέσει σέ τις τῶν τοιούτων ἐπὶ ἑστίασιν, σὲ τὸν πένητα καὶ εὐτελῆ νομιζόμενον, εἶτα ἀκούσειε παρὰ σοῦ, ὅτι, ἐπειδὴ ἀπὸ πλεονεξίας ἐστὶ τὰ παρατιθέμενα, οὐκ ἀνέξομαι μολύνειν τὴν ἐμαυτοῦ ψυχὴν, οὐκ ἂν ᾐδέσθη; οὐκ ἂν ἐνετράπη; οὐκ ἂν κατῃσχύνθη; Τοῦτο μόνον ἱκανὸν ἦν διορθῶσαι, καὶ ποιῆσαι ταλανίσαι μὲν ἐπὶ τῷ πλούτῳ ἑαυτὸν, θαυμάσαι δὲ ἐπὶ τῇ πενίᾳ σε, εἴ γε ἑώρα ἑαυτὸν μετὰ τοσαύτης σπουδῆς καταφρονούμενον παρὰ σοῦ. Ἀλλὰ γεγόναμεν δοῦλοι ἀνθρώπων, οὐκ οἶδα πόθεν, τοῦ Παύλου ἄνω καὶ κάτω βοῶντος, Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Πόθεν οὖν γεγόναμεν δοῦλοι, εἰπέ μοι; Ἐπειδὴ πρότερον γαστρὸς γεγόναμεν δοῦλοι καὶ χρημάτων καὶ δόξης καὶ τῶν ἄλλων ἁπάντων· προεδώκαμεν τὴν ἐλευθερίαν, ἣν ἐχαρίσατο ἡμῖν ὁ Χριστός. Τί οὖν μένει τὸν γενόμενον δοῦλον, εἰπέ μοι; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ἔχεις ἀπόφασιν αὐτοτελῆ, ὅτι οὐδέποτε εἰς βασιλείαν εἰσέρχεται. Ἡ γὰρ οἰκία τοῦτό ἐστιν. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου, φησὶ, μοναὶ πολλαί εἰσιν. Ὁ τοίνυν δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· δοῦλον ἐκεῖνον λέγει, τὸν τῆς ἁμαρτίας δοῦλον. Ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον κακίας τὰ πράγματα ἦλθεν, ὡς καὶ ἐλεημοσύνας αὐτοὺς ἀπὸ τούτων ποιεῖν, καὶ πολλοὺς δέχεσθαι. ∆ιὰ τοῦτο ἡ παῤῥησία ἡμῶν ἐκκέκοπται καὶ οὐδὲ ἐπιτιμῆσαί τινι δυνάμεθα. Ἀλλ' ὅμως κἂν ἀπὸ τοῦ νῦν φεύγωμεν τὴν ἐντεῦθεν βλάβην, ὑμεῖς τε οἱ τὸν βόρβορον τοῦτον ἀνελίττοντες, παύσασθε τῆς τοιαύτης λύμης. Ὥσπερ δὲ τὸ νεκρὸν σῶμα πρὸς οὐδεμίαν αἴσθησίν ἐστι χρήσιμον, ἀλλὰ καὶ λυπεῖ τοὺς πλησιάζοντας· οὕτω καὶ ἡ ἁμαρτία εὐθέως τὸ λογιστικὸν πλήττει, καὶ οὐκ ἀφίησιν οὐδὲ αὐτὴν τὴν διάνοιαν ἠρεμεῖν, ἀλλὰ θορυβεῖ καὶ ταράττει. Λέγεται δὲ καὶ λοιμὸς τικτόμενος διαφθείρειν τὰ σώματα. Τοιαύτη ἐστὶ καὶ ἡ ἁμαρτία· λοιμοῦ οὐδὲν διενήνοχεν, οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον, εἶτα τὰ σώματα, ἀλλ' εὐθέως εἰς τὴν ψυχὴν εἰσπηδῶσα. Οὐχ ὁρᾷς τοὺς λοιμώττοντας, πῶς φλεγμαίνουσι, πῶς περιστρέφονται, πῶς δυσωδίας εἰσὶν ἐμπεπλησμένοι, πῶς αὐτῶν αἰσχρὰ ἡ ὄψις, πῶς ὅλοι ἀκάθαρτοι; Τοιοῦτοί εἰσι καὶ οἱ ἁμαρτάνοντες, κἂν μὴ βλέπωσιν. Εἰπὲ γάρ μοι· παντὸς πυρέττοντος οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυμίᾳ τῶν χρημάτων, ἢ τῶν σωμάτων ἀλούς; οὐχὶ ἀκαθαρτότερος τούτων πάντων ἐστὶ, πάντα τὰ ἀναίσχυντα καὶ ποιῶν καὶ πάσχων; Τί γὰρ αἰσχρότερον ἀνδρὸς χρημάτων ἐρῶντος; ὅσα αἱ ἑταιριζόμεναι γυναῖκες, ὅσα αἱ ἐπὶ τῆς σκηνῆς οὐ παραιτοῦνται ποιεῖν, τοσαῦτα οὐδὲ οὗτος· μᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον· καὶ δουλοπρεπῆ πράγματα ὑπομένει κολακεύων οὓς οὐ δεῖ, πανταχοῦ ἀνώμαλος· πονηροὺς ἄνδρας καὶ γέροντας πολλάκις διεφθαρμένους, πολλῷ καὶ πενεστέρους αὐτοῦ καὶ εὐτελεστέρους, παρακάθηται κολακεύων, καὶ ἑτέρους ἀγαθοὺς καὶ πάντοθεν ἐναρέτους ὑβρίζων καὶ θρασυνόμενος. Εἶδες ἑκατέρωθεν τὴν ἀσχημοσύνην; τὴν ἀναισχυντίαν; καὶ ταπεινός ἐστι πέρα τοῦ μέτρου, καὶ ἀλαζών. Ἀλλ' ἑστήκασιν ἐπὶ οἰκήματος αἱ πόρναι· καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὅτι τὸ σῶμα πωλοῦσι χρημάτων ἕνεκεν. Ἀλλὰ πενία, φησὶ, καὶ λιμὸς καταναγκάζει. Εἰ καὶ τὰ μάλιστα, οὐδὲ τοῦτο ἱκανὸν εἰς ἀπολογίαν· ἐξῆν γὰρ ἐργαζομένας διατρέφεσθαι. Ἐνταῦθα δὲ ἕστηκεν ὁ πλεονέκτης, οὐκ ἐπὶ οἰκήματος, ἀλλ' ἐπὶ τῆς πόλεως μέσης· οὐ σῶμα, ἀλλὰ τὴν ψυχὴν προδιδοὺς τῷ διαβόλῳ, ὥστε καὶ συγγίνεσθαι καὶ εἰσέρχεσθαι πρὸς αὐτὸν, ὥσπερ ὄντως πρὸς πόρνην, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ πᾶσαν πληρώσας, ἐξέρχεται· καὶ ὁρῶσι πᾶσα ἡ πόλις, οὐ δύο ἄνδρες καὶ τρεῖς. Καὶ τοῦτο δὲ τῶν πορνῶν ἴδιόν ἐστιν, ὅτι τοῦ τὸ χρυσίον διδόντος εἰσί· κἂν δοῦλος ᾖ, κἂν μοναχὸς, κἂν ὁστισοῦν, προτείνῃ δὲ τὸν μισθὸν, καταδέχονται· τοὺς δὲ ἐλευθέρους, κἂν πάντων ὦσιν εὐγενέστεροι, χωρὶς τοῦ ἀργυρίου οὐ προσίενται. Τοῦτο καὶ ἐνταῦθα οὗτοι ποιοῦσι· τοὺς μὲν ὀρθοὺς λογισμοὺς, ὅταν ἀργύριον μὴ ἔχωσιν, ἀποστρέφονται· τοῖς δὲ μιαροῖς καὶ ὄντως θεομάχοις συγγίνονται διὰ τὸ χρυσίον, καὶ ἀσχημόνως συγγίνονται, καὶ τὸ κάλλος ἀπολλύουσι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐκεῖναι φύσει μὲν εἰδεχθεῖς καὶ μέλαιναι καὶ ἀγροικίδες καὶ ἄμορφοι καὶ κακόπλαστοι, καὶ πάντοθεν αἰσχραί· οὕτως αἱ τούτων γίνονται ψυχαὶ, οὐδὲ τοῖς ἔξωθεν ἐπιτρίμμασι τὴν ἀμορφίαν συγκαλύψαι δυνάμεναι. Ὅταν γὰρ ἐσχάτη ᾖ δυσείδεια, ὅσα ἂν ἐπινοήσωσιν, οὐδὲ ὑποκρίνασθαι δύνανται. Ὅτι γὰρ ἀναισχυντία πόρνας ποιεῖ, ἄκουσον τοῦ προφήτου λέγοντος. Ἀπηνῃσχύντησας πρὸς πάντας, ὄψις πόρνης ἐγένετό σοι. Τοῦτο καὶ πρὸς τοὺς πλεονέκτας ἐστὶν εἰπεῖν· ἀπηνῃσχύντησας πρὸς πάντας· οὐ πρὸς τούσδε, καὶ τούσδε, ἀλλὰ πρὸς πάντας. Πῶς; Οὐ πατέρα, οὐχ υἱὸν, οὐ γυναῖκα, οὐ φίλον, οὐκ ἀδελφὸν, οὐκ εὐεργέτην, οὐδένα ἁπλῶς αἰδεῖται ὁ τοιοῦτος. Καὶ τί λέγω φίλον καὶ ἀδελφὸν καὶ πατέρα; αὐτὸν οὐκ αἰδεῖται τὸν Θεὸν, ἀλλὰ πάντα μῦθος εἶναι αὐτῷ δοκεῖ, καὶ γελᾷ ὑπὸ τῆς πολλῆς ἐπιθυμίας μεθύων, καὶ οὐδὲ τῇ ἀκοῇ παραδεχόμενός τι τῶν ὠφελεῖν αὐτὸν δυναμένων. Ἀλλ' ὢ τῆς ἀτοπίας, καὶ ὅσα φθέγγονται· οὐαί σοι, μαμωνᾶ, καὶ τῷ μὴ ἔχοντί σε. Ἐνταῦθα διακρίομαι ὑπὸ τοῦ θυμοῦ· οὐαὶ γὰρ τοῖς ταῦτα λέγουσι, κἂν ἐν γέλωτι λέγωσιν. Εἰπὲ γάρ μοι, οὐ τοιαύτην ἀπειλὴν ἠπείλησεν ὁ Θεὸς, λέγων· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν; σὺ δὲ ἐκλύεις τὴν ἀπειλήν; Οὐχὶ εἰδωλολατρείαν αὐτὴν εἶναί φησιν ὁ Παῦλος, καὶ τὸν πλεονέκτην εἰδωλολάτρην καλεῖ; σὺ δὲ ἕστηκας γελῶν κατὰ τὰς βιωτικὰς γυναῖκας, γελωτοποιῶν κατὰ τὰς ἐν τῇ σκηνῇ; Τοῦτο πάντα ἀνέτρεψε καὶ κατέβαλε· γέλως γέγονε τὰ ἡμέτερα καὶ πολιτισμὸς καὶ ἀστειότης· οὐδὲν εὐσταθὲς, οὐδὲν βαρύ. Οὐ πρὸς τοὺς βιωτικοὺς ἄνδρας λέγω μόνον ταῦτα, ἀλλ' οἶδα οὓς αἰνίττομαι· γέλωτος γὰρ ἐμπέπλησται ἡ ἐκκλησία· ἂν ὁ δεῖνα ἀστεῖον εἴπῃ, γέλως εὐθέως ἐν τοῖς καθημένοις γίνεται. Καὶ τὸ θαυμαστὸν, ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς οὐ παύονται πολλοὶ τοῦ γέλωτος. Πανταχοῦ χορεύει ὁ διάβολος, πάντας ἐνεδύσατο, πάντων κρατεῖ· ἠτίμασται ὁ Χριστὸς παρέωσται, ἐν οὐδενός ἐστι μέρει ἡ Ἐκκλησία. Οὐκ ἀκούετε Παύλου λέγοντος. Αἰσχρότης καὶ μωρολογία καὶ εὐτραπελία ἀρθήτω ἀφ' ὑμῶν; Μετὰ τῆς αἰσχρότητος τὴν εὐτραπελίαν τίθησι, σὺ δὲ γελᾷς; Τί ἐστι μωρολογία; Τὰ μηδὲν ἔχοντα χρήσιμον. Γελᾷς δὲ ὅλως καὶ διαχεῖς τὸ πρόσωπον ὁ μονάζων, ὁ ἐσταυρωμένος, ὁ πενθῶν; γελᾷς, εἰπέ μοι; Ποῦ τοῦ Χριστοῦ τοῦτο ποιοῦντος ἤκουσας; οὐδαμοῦ· ἀλλὰ κατηφοῦντος μὲν πολλάκις· καὶ γὰρ ὅτε τὴν Ἱερουσαλὴμ εἶδεν, ἐδάκρυσε, καὶ ὅτε τὸν προδότην ἐνενόησεν, ἐταράχθη, καὶ ὅτε τὸν Λάζαρον ἐγείρειν ἔμελλεν, ἔκλαυσε· σὺ δὲ γελᾷς; Εἰ ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασιν ὁ μὴ ἀλγῶν κατηγορίας ἄξιος, ὁ ἐπὶ τοῖς αὑτοῦ ἀναλγήτως διακείμενος καὶ γελῶν, ποίας ἔσται συγγνώμης ἄξιος; Πένθους ὁ καιρὸς καὶ θλίψεως, ὑπωπιασμοῦ καὶ δουλαγωγίας, ἀγώνων καὶ ἱδρώτων· σὺ δὲ γελᾷς; Οὐχ ὁρᾷς πῶς ἐπετιμήθη Σάῤῥα; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος, Οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσετε; Ταῦτα ψάλλεις καθ' ἑκάστην ἡμέραν. Τί γὰρ λέγεις, εἰπέ μοι; ὅτι ἐγέλασα; οὐδαμῶς· ἀλλὰ τί; Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Ἀλλὰ τάχα τινές εἰσιν οὕτω διακεχυμένοι καὶ χαῦνοι, ὡς καὶ ἐν τῇ ἐπιτιμήσει ταύτῃ γελᾷν, ὅτι δὴ περὶ γέλωτος ταῦτα διαλεγόμεθα. Καὶ γὰρ τοιοῦτόν ἐστιν ἡ παραφορὰ, τοιαύτη ἡ παραπληξία· οὐδὲ αἰσθάνεται τῆς ἐπιτιμήσεως. Ἕστηκεν ὁ ἱερεὺς τοῦ Θεοῦ τὴν πάντων εὐχὴν ἀναφέρων, σὺ δὲ γελᾷς οὐδὲν δεδοικώς; καὶ ἐκεῖνος μὲν ὑπὲρ σοῦ τὰς εὐχὰς ἀναφέρει, σὺ δὲ καταφρονεῖς; Οὐκ ἀκούεις τῆς Γραφῆς λεγούσης· Οὐαὶ οἱ καταφρονηταί; οὐ φρίττεις; οὐ συστέλλεις σαυτόν; Καὶ εἰς μὲν βασίλεια εἰσιὼν, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι καὶ πᾶσι τοῖς ἄλλοις κοσμεῖς σαυτόν· ἐνταῦθα δὲ, ἔνθα τὰ ὄντως εἰσὶ βασίλεια, καὶ τοιαῦτα οἷα τὰ οὐράνια, γελᾷς; Σὺ μὲν οὖν οἶδα ὅτι οὐχ ὁρᾷς· ἄκουε δὲ ὅτι ἄγγελοι πάρεισι πανταχοῦ, καὶ μάλιστα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεστήκασι τῷ βασιλεῖ, καὶ πάντα ἐμπέπλησται τῶν ἀσωμάτων ἐκείνων δυνάμεων. Οὗτος ἐμοὶ καὶ πρὸς γυναῖκας ὁ λόγος, αἳ ἐπὶ μὲν τῶν ἀνδρῶν οὐ τολμῶσι τοῦτο ποιεῖν ταχέως· κἂν ποιῶσι δὲ, οὐκ ἀεὶ, ἀλλὰ παρὰ τὸν καιρὸν τῆς ἀνέσεως· ἐνταῦθα δὲ ἀεί. Κατακαλύπτεις, εἰπέ μοι, τὴν κεφαλὴν, καὶ γελᾷς, ὦ γύναι, ἐν ἐκκλησίᾳ καθημένη; εἰσῆλθες ἐξομολογήσασθαι τὰ ἁμαρτήματα, προσπεσεῖν τῷ Θεῷ, δεηθῆναι καὶ ἱκετεῦσαι ὑπὲρ τῶν κακῶς σοι πεπλημμελημένων, καὶ μετὰ γέλωτος τοῦτο ποιεῖς; πῶς οὖν αὐτὸν ἐξιλεώσασθαι δυνήσῃ; Καὶ τί κακὸν ὁ γέλως, φησίν; Οὐ κακὸν ὁ γέλως, ἀλλὰ κακὸν τὸ παρὰ μέτρον, τὸ ἄκαιρον. Ὁ γέλως ἔγκειται ἐν ἡμῖν, ἵνα, ὅταν φίλους ἴδωμεν διὰ μακροῦ χρόνου, τοῦτο ποιῶμεν· ὅταν τινὰς καταπεπληγμένους καὶ δεδοικότας, ἀνῶμεν αὐτοὺς τῷ μειδιάματι, οὐχ ἵνα ἀνακαγχάζωμεν καὶ ἀεὶ γελῶμεν· γέλως ἔγκειται τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἵνα ἀνῆταί ποτε ἡ ψυχὴ, οὐχ ἵνα διαχέηται· ἐπεὶ καὶ ἐπιθυμία ἡμῖν ἔγκειται σωμάτων, καὶ οὐ πάντως ἀνάγκη διὰ τὸ ἐγκεῖσθαι καὶ αὐτῇ χρῆσθαι ἢ μὴ χρῆσθαι ἀμέτρως· ἀλλὰ καὶ κρατοῦμεν αὐτῆς, καὶ οὐ λέγομεν, Ἐπειδὴ ἔγκειται, χρησώμεθα. Μετὰ δακρύων δούλευε τῷ Θεῷ, ἵνα δυνηθῇς ἀπονίψασθαι τὰ ἡμαρτημένα. Οἶδα ὅτι πολλοὶ διαμωκῶνται ἡμᾶς λέγοντες, Εὐθέως δάκρυα. ∆ιὰ τοῦτο δακρύων καιρός. Οἶδα ὅτι καὶ οἰωνίζονται οἱ λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς ὁ τὴν πεῖραν τῶν πραγμάτων πάντων λαβὼν ταῦτά φησιν. Ὠκοδόμησά μοι οἰκίας, ἐφύτευσα ἀμπελῶνας, κολυμβήθρας ὑδάτων, ἐποίησά μοι οἰνοχόους καὶ οἰνοχοούσας· καὶ τί δὴ μετὰ ταῦτα πάντα; Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Πενθήσωμεν τοίνυν, ἀγαπητοὶ, πενθήσωμεν, ἵνα ὄντως γελάσωμεν, ἵνα ὄντως ἡσθῶμεν ἐν τῷ καιρῷ τῆς χαρᾶς τῆς εἰλικρινοῦς. Ταύτῃ μὲν γὰρ τῇ χαρᾷ πάντως λύπη ἀναμέμικται, καὶ οὐδέποτε καθαρὰν αὐτὴν ἔστιν εὑρεῖν· ἐκείνη δὲ εἰλικρινής τίς ἐστι καὶ ἄδολος, καὶ οὐδὲν ὕπουλον ἔχουσα, οὐδὲ ἀνα μεμιγμένον· ἐκείνην ἡσθῶμεν τὴν χαρὰν, ἐκείνην μεταδιώξωμεν. Ἄλλως δὲ, οὐκ ἔστι ταύτης ἐπιτυχεῖν, ἢ διὰ τοῦ ἐνταῦθα μὴ τὰ ἡδέα, ἀλλὰ τὰ ὠφελοῦντα αἱρεῖσθαι, καὶ μικρὸν θλίβεσθαι ἑκόντας, καὶ μετὰ εὐχαριστίας ἅπαντα φέροντας. Οὕτω γὰρ δυνησόμεθα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |