Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60
ΚΣΤ ʹ.Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοι νὸν εἶναι, ἐκείνῳ κοινόν.
αʹ. Πρότερον ἐπιτιμήσας τῷ κρίνοντι τὸν ἀδελφὸν, καὶ ταύτῃ τῆς ἐπιπλήξεως αὐτὸν ἀποστήσας, τότε λοιπὸν καὶ περὶ τοῦ δόγματος ἀποφαίνεται, καὶ μετὰ ἡσυχίας παιδεύει τὸν ἀσθενέστερον, πολλὴν καὶ ἐνταῦθα τὴν πραότητα ἐπιδεικνύμενος. Οὐ γὰρ λέγει, ὅτι ∆ίκην δώσει, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλὰ τὸν φόβον μόνον ἐκλύει τοῦ πράγματος, ὥστε αὐτὸν εὐκολώτερον πεισθῆναι τοῖς παρ' αὐτοῦ λεγομένοις, καί φησιν· Οἶδα καὶ πέπεισμαι. Εἶτα, ἵνα μὴ λέγῃ τις τῶν οὐ πιστῶν, Καὶ τί πρὸς ἡμᾶς, εἰ σὺ πέπεισαι; οὐδὲ γὰρ ἀξιόπιστος εἶ ἀντικαταστῆναι νόμῳ τοσούτῳ καὶ χρησμοῖς ἄνωθεν κατενεχθεῖσιν· ἐπάγει, Ἐν Κυρίῳ· τουτέστιν,
Ἐκεῖθεν μαθὼν, καὶ παρ' αὐτοῦ πληροφορηθείς. Οὐκ ἄρα ἀνθρωπίνης διανοίας ἡ ψῆφος. Τί τοίνυν πέπεισαι καὶ οἶδας; εἰπέ. Ὅτι οὐδὲν κοινὸν δι' αὐτοῦ. Τῇ φύσει, φησὶν, οὐδὲν ἀκάθαρτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τοῦ μετιόντος· ἐκείνῳ γοῦν γίνεται μόνῳ, καὶ οὐχὶ πᾶσι· Τῷ γὰρ λογιζομένῳ, φησὶ, κοινὸν, ἐκείνῳ κοινόν. Τί οὖν οὐ διορθοῦσαι τὸν ἀδελφὸν, ἵνα μὴ νομίζῃ ἀκάθαρτον; τί δὲ οὐκ ἀπάγεις τῆς τοιαύτης συνηθείας καὶ ὑπολήψεως μετ' ἐξουσίας ἁπάσης, ἵνα μὴ ποιῇ αὐτὸ κοινόν; Φοβοῦμαι, φησὶ, μὴ λυπήσω αὐτόν· διὸ ἐπήγαγεν· Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Εἶδες πῶς τέως αὐτὸν ᾠκειώσατο, δείξας ὅτι τοσοῦτον αὐτοῦ ποιεῖται τὸν λόγον, ὡς ὑπὲρ τοῦ μὴ λυπῆσαι αὐτὸν, μηδὲ ἐπιτάξαι τέως τολμᾷν τὰ σφόδρα ἀναγκαῖα, ἀλλὰ τῇ συγχωρήσει μᾶλλον αὐτὸν ἐφέλκεσθαι, καὶ τῇ ἀγάπῃ; Οὐδὲ γὰρ μετὰ τοῦ λῦσαι τὸν φόβον, ἕλκει καὶ βιάζεται, ἀλλ' ἀφίησιν αὐτὸν ἑαυτοῦ κύριον. Οὐ γάρ ἐστιν ἴσον βρώματος ἀπαγαγεῖν, καὶ λύπῃ περιβαλεῖν. Ὁρᾷς πόσην σπουδὴν ποιεῖται τῆς ἀγάπης; Οἶδε γὰρ, ὅτι πάντα αὕτη κατορθῶσαι δύναται. ∆ιὸ καὶ μεῖζον ἐνταῦθά τι παρ' αὐτῶν ἀπαιτεῖ· Οὐ γὰρ μόνον, φησὶν, αὐτοὺς οὐ χρὴ πρὸς ἀνάγκην ὑμᾶς ἀγαγεῖν, ἀλλ' εἰ δεῖ καὶ συγκαταβαίνειν, μηδὲ τοῦτο ὀκνεῖν. ∆ιὸ καὶ ἐπάγει λέγων· Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ἢ οὐδὲ τοσούτου ἄξιον εἶναι ἡγῇ τὸν ἀδελφὸν, ὡς μηδὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; Καὶ ὁ μὲν Χριστὸς οὐδὲ δοῦλος γενέσθαι οὐδὲ ἀποθανεῖν παρῃτήσατο δι' αὐτόν· σὺ δὲ οὐδὲ βρωμάτων καταφρονεῖς, ἵνα αὐτὸν διασώσῃς; καίτοι γε οὐ πάντας ἔμελλε κερδανεῖν ὁ Χριστὸς, ἀλλ' ὅμως ὑπὲρ ἁπάντων ἀπέθανε, τὸ αὑτοῦ πληρῶν. Σὺ δὲ οἶδας, ὅτι διὰ βρῶμα ἀνατρέπεις αὐτὸν ἐν τοῖς μείζοσι, καὶ ἔτι φιλονεικεῖς, καὶ τὸν οὕτω περισπούδαστον τῷ Χριστῷ, οὕτως εὐκαταφρόνητον εἶναι νομίζεις, καὶ ὃν ἐκεῖνος ἐφίλησεν, ἀτιμάζεις; Κἀκεῖνος οὐχ ὑπὲρ ἀσθενοῦντος μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐχθροῦ ἀπέθανε· σὺ δὲ οὐδ' ὑπὲρ ἀσθενοῦντος ἀπέχῃ βρωμάτων; καὶ ὁ μὲν Χριστὸς καὶ τὸ μέγιστον ἐπεδείξατο, σὺ δὲ οὐδὲ τὸ ἔλαττον; καίτοι ὁ μὲν ∆εσπότης, σὺ δὲ ἀδελφός. Ταῦτα δὲ καὶ ἐκεῖνον ἱκανὰ ἐπιστύψαι τὰ ῥήματα· δείκνυσι γὰρ αὐτὸν μικρόψυχον ὄντα, καὶ μεγάλων ἀπολελαυκότα παρὰ τοῦ Θεοῦ, καὶ οὐδὲ μικρὰ ἀντιδιδόντα. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις. Τὸ ἀγαθὸν ἐνταῦθα ἢ τὴν πίστιν φησὶν, ἢ τὴν μέλλουσαν ἐλπίδα τῶν ἐπάθλων, ἢ τὴν ἀπηρτισμένην εὐσέβειαν. Οὐ γὰρ μόνον, φησὶ, τὸν ἀδελφὸν οὐκ ὠφελεῖς, ἀλλὰ καὶ αὐτὸ τὸ δόγμα, καὶ τὴν χάριν τοῦ Θεοῦ, καὶ τὴν δωρεὰν βλασφημεῖσθαι ποιεῖς. Ὅταν γὰρ μάχῃ, ὅταν φιλονεικῇς, ὅταν λυπῇς, ὅταν σχίζῃς τὴν Ἐκκλησίαν, καὶ λοιδορῇς τὸν ἀδελφὸν, καὶ ἀπεχθῶς ἔχῃς πρὸς αὐτὸν, βλασφημοῦσιν οἱ ἔξωθεν· ὥστε οὐ μόνον οὐδὲν ἐντεῦθεν κατορθοῦται, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Τὸ γὰρ ἀγαθὸν ὑμῶν ἡ ἀγάπη, ἡ φιλαδελφία, τὸ ἡνῶσθαι, τὸ συνδεδέσθαι, τὸ μετ' εἰρήνης, τὸ μετ' ἐπιεικείας ζῇν. Εἶτα πάλιν ἐκλύων αὐτοῦ τὸν φόβον καὶ τὴν ἐκείνου φιλονεικίαν, φησίν· Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις. Μὴ γὰρ ἀπὸ τούτων εὐδοκιμῆσαι ἔχομεν; Ὅπερ καὶ ἀλλαχοῦ φησιν· Οὔτε, ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε, ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν. Καὶ οὐδὲ κατασκευῆς δεῖται, ἀλλ' ἀρκεῖται τῇ ἀποφάσει. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ γὰρ, ἐὰν φάγῃς, τοῦτό σε εἰς βασιλείαν εἰσάγει; ∆ιὸ καὶ διασύρων αὐτοὺς, ὡς μέγα ἐπὶ τούτῳ φρονοῦντας, οὐχὶ βρῶσιν εἶπε μόνον, ἀλλὰ καὶ πόσιν. Τίνα οὖν ἐστι τὰ εἰσάγοντα; ∆ικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ, ὁ ἐνάρετος βίος, ἡ πρὸς τὸν ἀδελφὸν εἰρήνη, ᾗ ἐναντιοῦται αὕτη ἡ φιλονεικία· ἡ ἐκ τῆς ὁμονοίας χαρὰ, ἢν ἀναιρεῖ αὕτη ἡ ἐπίπληξις. Ταῦτα δὲ οὐ θατέρῳ μόνον, ἀλλὰ ἑκατέροις ἔλεγε· καὶ γὰρ πρὸς ἑκατέρους εἰρῆσθαι καιρὸν εἶχεν. βʹ. Εἶτα, ἐπειδὴ εἶπεν εἰρήνην καὶ χαράν (ἔστι δὲ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ πονηρῶν πραγμάτων), ἐπήγαγεν, Ἐν Πνεύματι ἁγίῳ. Ὡς ὅ γε ἀπολλὺς τὸν ἀδελφὸν καὶ εἰρήνην ἀνέτρεψε καὶ τὴν χαρὰν, καὶ ἠδίκησε πλέον ἢ ὁ τὰ χρήματα ἁρπάζων· καὶ τὸ δὴ χεῖρον, ὅτι ἄλλος ἔσωσε, καὶ σὺ ἀδικεῖς καὶ ἀπολλύεις. Ὅταν οὖν ταῦτα μὲν μὴ εἰσάγῃ, ἡ βρῶσις καὶ ἡ δοκοῦσα τελειότης, τὰ δὲ ἀνατρέποντα αὐτὰ εἰσάγει, πῶς οὐ χρὴ καταφρονεῖν τῶν μικρῶν ὥστε τὰ μεγάλα πῆξαι; Εἶτα, ἐπειδὴ καὶ ἀπὸ κενοδοξίας ἠρέμα τοῦτο ἐγίνετο τὸ ἐπιτιμᾷν, ἐπάγει λέγων· Ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ, εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. Οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἅπαντες. Τούτου μὲν γὰρ τοῦ καλοῦ πάντες ἀπολαύσονται, ἐκείνου δὲ οὐδὲ εἷς. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. Τοῦτο πρὸς ἐκεῖνον, ἵνα εἰρηνεύῃ· τοῦτο πρὸς τοῦτον, ἵνα μὴ καταλύῃ τὸν ἀδελφόν. Ἀλλ' ὅμως κοινὰ πάλιν ἀμφότερα ταῦτα πεποίηκεν εἰπὼν, Τῆς εἰς ἀλλήλους, καὶ δείξας ὅτι χωρὶς εἰρήνης οὐκ εὔκολον οἰκοδομεῖν. Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ· τὴν σωτηρίαν τοῦ ἀδελφοῦ οὕτω καλῶν, καὶ ἐπιτείνων τὸν φόβον, καὶ δεικνὺς ὅτι τοὐναντίον οὗ σπουδάζει ποιεῖ. Οὐ γὰρ μόνον οὐκ οἰκοδομεῖς, φησὶν, ὃ νομίζεις, ἀλλὰ καὶ καταλύεις, καὶ οἰκοδομὴν οὐκ ἀνθρωπίνην, ἀλλὰ Θεοῦ, καὶ οὐδὲ μεγάλου τινὸς ἕνεκεν, ἀλλὰ πράγματος εὐτελοῦς· Ἕνεκεν γὰρ βρώματος, φησίν. Εἶτα ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν οὕτω λέγων· Πάντα μὲν καθαρά· ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι· τῷ μετὰ συνειδότος πονηροῦ. Ὥστε κἂν ἀναγκάσῃς καὶ φάγῃ, τὸ ὄφελος οὐδέν· οὐ γὰρ τὸ φαγεῖν ποιεῖ ἀκάθαρτον, ἀλλ' ἡ γνώμη, μεθ' ἧς ἐσθίει. Ἂν τοίνυν ἐκείνην μὴ διορθώσῃ, πάντα εἰκῆ πεποίηκας, καὶ μᾶλλον ἔβλαψας· οὐ γάρ ἐστιν ἴσον νομίζειν ἀκάθαρτόν τι, καὶ νομίζοντα ἀκάθαρτον εἶναι, ἀπογεύεσθαι. ∆ύο τοίνυν ἐνταῦθα ἁμαρτάνεις. καὶ τὴν πρόληψιν ἐπιτείνων τῇ φιλονεικίᾳ, καὶ ἀκαθάρτου ποιῶν ἀπογεύεσθαι· ὥστε ἕως ἂν μὴ πείσῃς, μὴ ἀναγκάσῃς. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου σκανδαλίζεται ἢ προσκόπτει ἢ ἀσθενεῖ. Πάλιν τὸ πλέον ἀπαιτεῖ, ὥστε μὴ μόνον μὴ ἀναγκάζειν, ἀλλὰ καὶ συγκαταβαίνειν αὐτῷ. Καὶ γὰρ καὶ αὐτὸς αὐτὸ πολλαχοῦ ἐποίησεν· ὡς ὅτε περιέτεμεν, ὡς ὅτε ἐξυρᾶτο, ὡς ὅτε ἔθυε τὴν Ἰουδαϊκὴν θυσίαν ἐκείνην. Καὶ οὐ λέγει αὐτῷ, ὅτι Ποίησον, ἀλλ' ἐν τάξει γνώμης αὐτὸ τίθησιν, ἵνα μὴ ἐκεῖνον πάλιν ῥᾳθυμότερον ποιήσῃ τὸν ἀσθενέστερον. Καὶ τί φησι; Καλὸν τὸ μὴ φαγεῖν κρέα. Καὶ τί λέγω κρέα; Κἂν οἶνος ᾖ, κἂν ἄλλο ὁτιοῦν τοιοῦτον σκανδαλίζον, ἀπέχου· οὐδὲν γὰρ ἴσον τῆς σωτηρίας τοῦ ἀδελφοῦ. Καὶ τοῦτο δηλοῖ ὁ Χριστὸς, καὶ ἐξ οὐρανῶν παραγενόμενος, καὶ πάντα παθὼν δι' ἡμᾶς, ἅπερ ἔπαθε. Σκόπει δέ μοι πῶς καὶ ἐκείνου καθικνεῖται, λέγων· Προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Μὴ γάρ μοι λέγε, φησὶν, ὅτι ἀλόγως, ἀλλ' ὅτι δύνασαι κατορθῶσαι. Καὶ γὰρ ἀρκοῦν ἔχει δικαίωμα εἰς τὸ βοηθεῖσθαι τὴν ἀσθένειαν ἐκεῖνος, καὶ σοὶ βλάβη οὐδεμία· οὐδὲ γὰρ ὑπόκρισις τὸ πρᾶγμά ἐστιν, ἀλλ' οἰκοδομὴ καὶ οἰκονομία. Ἂν μὲν γὰρ ἀναγκάσῃς, καὶ καταλύεται καὶ σοῦ καταγνώσεται, καὶ μᾶλλον οἰκοδομηθήσεται εἰς τὸ μὴ ἐσθίειν· ἐὰν δὲ συγκαταβῇς, τέως σε ἀγαπήσει, καὶ οὐχ ἕξει σε ἐν ὑποψίᾳ διδάσκοντα, καὶ λήψῃ λοιπὸν ἐξουσίαν ἀνεπαισθήτως σπείρειν ἐν αὐτῷ τὰ ὀρθὰ δόγματα. Ἂν δὲ καθάπαξ σε μισήσῃ, καὶ τὴν εἴσοδον ἀπέφραξας τῷ λόγῳ. Μὴ τοίνυν ἀνάγκαζε ἐκεῖνον, ἀλλὰ καὶ αὐτὸς ἀπέχου δι' ἐκεῖνον, οὐχ ὡς ἀκαθάρτου ἀπεχόμενος, ἀλλ' ἐπειδὴ σκανδαλίζεται ἐκεῖνος, καὶ μᾶλλόν σε ἀγαπήσει. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσεν εἰπὼν, Καλὸν τὸ μὴ φαγεῖν κρέα· οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ' ἐπειδὴ σκανδαλίζεται καὶ ἀσθενεῖ ὁ ἀδελφός. Σὺ πίστιν ἔχεις; Κατὰ σαυτὸν ἔχε. Ἐνταῦθά μοι δοκεῖ ἠρέμα καὶ εἰς κενοδοξίαν αἰνίττεσθαι τὸν τελειότερον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Θέλεις μοι δεῖξαι, ὅτι τέλειος εἶ καὶ ἀπηρτισμένος; Μὴ ἐμοὶ δείκνυε, ἀλλ' ἀρκείτω σοι τὸ συνειδός. γʹ. Πίστιν δὲ ἐνταῦθα οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. Περὶ γὰρ ἐκείνης φησί· Στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· καὶ, Ὃς δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγώ. Ἐκείνη μὲν γὰρ μὴ ὁμολογουμένη καταστρέφει, αὕτη δὲ ὁμολογουμένη ἀκαίρως. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. Πάλιν τὸν ἀσθενέστερον πλήττει, καὶ δείκνυσι τούτῳ ἀρκοῦντα στέφανον τὸν τοῦ συνειδότος. Κἂν γὰρ ἄνθρωπος μὴ ἴδῃ, ἀρκεῖς σὺ σαυτῷ εἰς τὸ γενέσθαι μακάριος. Ἐπειδὴ γὰρ εἶπε, Καθ' ἑαυτὸν ἐχέτω, ἵνα μὴ νομίσῃ μικρὸν τὸ δικαστήριον τοῦτο, λέγει τῆς οἰκουμένης σοι τοῦτο βέλτιον. Κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν μὴ κατακρίνῃς, μηδὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. Οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων τοῦτο τέθεικεν. Εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες· οἳ πάντων εἰσὶν ἀθλιώτεροι· ἀλλὰ τέως τῆς προκειμένης ὑποθέσεως ἔχεται. Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται. Πάλιν παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου, τοῦτό φησι. Τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρινεῖ ἑαυτόν; Ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι τὸν καὶ ἐσθίοντα καὶ μὴ μετ' ἀμφιβολίας. Ὅρα πῶς αὐτὸν ἐνάγει οὐκ εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ καθαρῷ συνειδότι φαγεῖν. Εἶτά φησι καὶ τὴν αἰτίαν, δι' ἢν κατακέκριται, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἐκ πίστεως· οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ' ὅτι οὐκ ἐκ πίστεως· οὐ γὰρ ἐπίστευσεν, ὅτι καθαρόν ἐστιν, ἀλλ' ὡς ἀκαθάρτου ἥψατο. ∆ιὰ δὲ τούτων δείκνυσιν αὐτοῖς καὶ τὴν βλάβην ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι, ἵνα κἂν διὰ τοῦτο ἀπόσχωνται τοῦ ἐπιπλήττειν. Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία. Ὅταν γὰρ μὴ θαῤῥῇ, φησὶ, μηδὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐχ ἥμαρτε; Ταῦτα δὲ πάντα περὶ τῆς προκειμένης ὑποθέσεως εἴρηται τῷ Παύλῳ, οὐ περὶ πάντων. Καὶ σκόπει πόσην ποιεῖται τοῦ μὴ σκανδαλίζειν πρόνοιαν· καὶ γὰρ ἀνωτέρω ἔλεγεν· Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Εἰ δὲ λυπεῖν οὐ δεῖ, πολλῷ μᾶλλον σκανδαλίζειν οὐ δεῖ. Καὶ πάλιν, Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Εἰ γὰρ ἐκκλησίαν κατασκάψαι χαλεπὸν καὶ ἀνόσιον, πολλῷ μᾶλλον ναὸν πνευματικόν· καὶ γὰρ καὶ ἄνθρωπος ἐκκλησίας σεμνότερον. Οὐ γὰρ διὰ τοὺς τοίχους ὁ Χριστὸς ἀπέθανεν, ἀλλὰ διὰ τοὺς ναοὺς τούτους. Πάντοθεν τοίνυν τὰ καθ' ἑαυτοὺς περισκοπῶμεν, καὶ μηδὲ μικρὰν μηδενὶ παρέχωμεν λαβήν. Καὶ γὰρ στάδιον ὁ παρὼν βίος, καὶ μυρίους πάντοθεν ὀφθαλμοὺς ἔχειν δεῖ, μηδὲ νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν. Ἔστι γὰρ, ἔστι καὶ ἀγνοίας δοῦναι δίκην, ὅταν ἡ ἄγνοια ἀσύγγνωστος ᾖ· ἐπεὶ καὶ Ἰουδαῖοι ἠγνόησαν, ἀλλ' οὐ συγγνώμης ἄξια ἠγνόησαν· καὶ Ἕλληνες ἠγνόησαν, ἀλλ' ἀπολογίαν οὐκ ἔχουσιν, Ὅταν μὲν γὰρ ταῦτα ἀγνοῇς ἃ μὴ δυνατὸν εἰδέναι, οὐδὲν ἔγκλημα ὑποστήσῃ· ὅταν δὲ τὰ ῥᾴδια καὶ δυνατὰ γνωσθῆναι, τὴν ἐσχάτην δώσεις δίκην. Ἄλλως δὲ, ἂν μὴ σφόδρα ὦμεν ἀναπεπτωκότες, ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισενέγκωμεν ἅπαντα, καὶ ἐν τοῖς ἀγνοουμένοις χεῖρα ἡμῖν ὁ Θεὸς ὀρέξει· ὃ καὶ Φιλιππησίοις ἔλεγε Παῦλος· Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ὅταν δὲ μηδὲ ὧν ἐσμεν κύριοι, βουλώμεθα ἀνύειν, οὐδὲ ἐκείνης ἀπολαύσομεν τῆς συμμαχίας· ὃ καὶ ἐπὶ Ἰουδαίων γέγονε. ∆ιὰ γὰρ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, φησὶν, ὅτι βλέποντες οὐ βλέπουσι. Πῶς βλέποντες οὐκ ἔβλεπον; Ἑώρων δαίμονας ἐλαυνομένους, καὶ ἔλεγον, ∆αιμόνιον ἔχει· ἑώρων νεκροὺς ἐγειρομένους, καὶ οὐ προσεκύνουν, ἀλλ' ἀνελεῖν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ὁ Κορνήλιος τοιοῦτος. ∆ιά τοι τοῦτο, ἐπειδὴ πάντα τὰ παρ' ἑαυτοῦ μετὰ σπουδῆς ἔπραττε, καὶ τὸ λεῖπον αὐτῷ προσέθηκεν ὁ Θεός. Μὴ τοίνυν λέγε, Πῶς τὸν δεῖνα ἄπλαστον ὄντα καὶ χρηστὸν περιεῖδεν ὁ Θεὸς, Ἕλληνα ὄντα; Πρῶτον μὲν γὰρ, εἴ τις ἄπλαστος, οὐκ ἀνθρώποις δυνατὸν εἰδέναι, ἀλλὰ τῷ πλάσαντι κατὰ μόνας τὰς καρδίας· ἔπειτα κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐκ ἐφρόντισε πολλάκις οὐδὲ ἐσπούδασε. Καὶ πῶς, φησὶν, ἠδύνατο, σφόδρα ἄπλαστος ὤν; Οὐκοῦν τὸν ἁπλοῦν τοῦτον καὶ ἀφελῆ σκόπει μοι, καὶ καταμάνθανε ἐπὶ τῶν βιωτικῶν, καὶ ὄψει πολλὴν ἀκρίβειαν ἐπιδεικνύμενον, ἣν εἴ γε ἐβούλετο καὶ ἐπὶ τῶν πνευματικῶν ἐπιδείκνυσθαι, οὐκ ἂν παρώφθη· καὶ γὰρ ἡλίου φανότερα τὰ τῆς ἀληθείας. Καὶ ὅπουπερ ἂν ἀφίκηταί τις, ῥᾳδίως ἐπιλήψεται τῆς ἑαυτοῦ σωτηρίας, εἴ γε βουληθείη προσέχειν καὶ μὴ πάρεργον τοῦτο ἡγεῖσθαι. Μὴ γὰρ ἐν Παλαιστίνῃ τὰ πράγματα συνεκλείσθη; μὴ γὰρ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, ὅτι Πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου; οὐχ ὁρᾷς τὰ πράγματα ἀληθεύοντα; Πῶς οὖν ἂν ἔχοιεν οὗτοι συγγνώμην, ὁρῶντες τὸ δόγμα τῆς ἀληθείας ἐκτεταμένον, καὶ μὴ περιεργαζόμενοι μηδὲ φροντίζοντες μαθεῖν; δʹ. Καὶ ταῦτα παρὰ ἀγροίκου καὶ βαρβάρου, φησὶν, ἀπαιτεῖς; Οὐ παρὰ ἀγροίκου καὶ βαρβάρου μόνον, ἀλλὰ καὶ εἴ τις τῶν νῦν ὄντων βαρβαρικώτερος. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τῶν βιωτικῶν καὶ ἀντειπεῖν οἶδεν ἀδικούμενος, καὶ ἀντιστῆναι βιαζόμενος, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ μικρὸν ἐπηρεασθῆναί ποτε· ἐπὶ δὲ τῶν πνευματικῶν οὐ κέχρηται τῇ αὐτῇ ταύτῃ συνέσει; καὶ ὅταν μὲν λίθον προσκυνῇ καὶ θεὸν ἡγεῖται, καὶ ἑορτὰς ἐπιτελῇ, καὶ χρήματα δαπανᾷ, καὶ πολὺν ἐπιδείκνυται φόβον, καὶ οὐδαμοῦ ῥᾴθυμος ἀπὸ τῆς ἀφελείας γίνεται· ὅταν δὲ τὸν ὄντως ὄντα Θεὸν ἐπιζητῆσαι δέῃ, τότε μοι ἀφελείας καὶ ἁπλότητος μέμνησαι; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· ῥᾳθυμίας γὰρ μόνης τὰ ἐγκλήματα. Τίνας γὰρ ἁπλουστέρους καὶ ἀγροικοτέρους εἶναι νομίζεις, τοὺς ἐπὶ τοῦ Ἀβραὰμ ἢ τοὺς νῦν; Εὔδηλον ὅτι ἐκείνους. Πότε δὲ εὐκολώτερον εἶναι τὴν εὐσέβειαν εὑρεῖν, νῦν ἢ τότε; Εὔδηλον ὅτι νῦν. Νῦν μὲν γὰρ παρὰ πᾶσι καὶ τοῦ Θεοῦ τὸ ὄνομα βεβόηται, καὶ προφῆται ἀνεκήρυξαν, καὶ τὰ πράγματα ἐξέβη, καὶ τὰ Ἑλλήνων ἐλήλεγκται· τότε δὲ ἔτι ἀδιδάκτως εἶχον οἱ πλείους, καὶ ἡ ἁμαρτία ἐκράτει, καὶ οὔτε νόμος ἦν παιδεύων, οὐ προφήτης, οὐ θαύματα, οὐ διδασκαλία, οὐ τὸ πλῆθος τῶν γινωσκόντων, οὐκ ἄλλο τοιοῦτον οὐδὲν, ἀλλ' ὡς ἐν σκότῳ βαθεῖ καὶ ἀσελήνῳ καὶ χειμερίῳ νυκτὶ τὰ πράγματα διέκειντο ἅπαντα. Ἀλλ' ὅμως ὁ θαυμαστὸς ἐκεῖνος καὶ γενναῖος ἀνὴρ, καὶ τοσούτων ὄντων κωλυμάτων, καὶ τὸν Θεὸν ἐπέγνω, καὶ τὴν ἀρετὴν ἤσκησε, καὶ πολλοὺς εἰς τὸν ἴσον ἤγαγε ζῆλον, καὶ ταῦτα οὐδὲ τῆς ἔξωθεν σοφίας ἔμπειρος ὤν· πῶς γὰρ, ὅπου γε οὐδὲ γράμματα ἦν εὑρεθέντα πώποτε; Ἀλλ' ὅμως ἐπειδὴ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, καὶ ὁ Θεὸς τὰ ἑαυτοῦ λοιπὸν συνεισήνεγκεν. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι παρὰ πατέρων ἐδέξατο τὴν εὐσέβειαν ὁ Ἀβραάμ· καὶ γὰρ εἰδωλολάτρης ἦν ἐκεῖνος· ἀλλ' ὅμως καὶ προγόνων γενόμενος τοιούτων, καὶ βάρβαρος ὢν καὶ ἐν μέσῳ βαρβάρων τραφεὶς, καὶ διδάσκαλον οὐδένα σχὼν εὐσεβείας, καὶ τὸν Θεὸν ἐπέγνω, καὶ τῶν ἐκγόνων τῶν ἑαυτοῦ πάντων τῶν καὶ νόμου καὶ προφητῶν ἀπολελαυκότων τοσοῦτον ηὐδοκίμησε μᾶλλον, ὅσον οὐδὲ ἔστιν εἰπεῖν. Τί δήποτε; Ὅτι ἐν μὲν τοῖς βιωτικοῖς οὐ σφόδρα ἦν μεμεριμνημένος, ἐν δὲ τοῖς πνευματικοῖς ὅλον ἑαυτὸν συνέτεινε. Τί δὲ ὁ Μελχισεδέκ; οὐχὶ καὶ αὐτὸς κατ' ἐκείνους τοὺς χρόνους ἐγένετο, καὶ τοσοῦτον ἔλαμψεν, ὡς καὶ ἱερεὺς τοῦ Θεοῦ χρηματίσαι; Καὶ γὰρ ἀμήχανον, καὶ σφόδρα ἀμήχανον, τὸν νήφοντα περιοφθῆναί ποτε. Μηδὲ ταῦτα ὑμᾶς θορυβείτω· ἀλλ' εἰδότες, ὅτι πανταχοῦ τῆς γνώμης ἐστι τὸ κῦρος, τὰ ἡμέτερα αὐτῶν περισκοπῶμεν, ὅπως γενοίμεθα βελτίους. Μὴ τὸν Θεὸν ἀπαιτῶμεν εὐθύνας, μηδὲ ἐξετάζωμεν, διὰ τί τὸν δεῖνα εἴασε, καὶ τὸν δεῖνα ἐκάλεσε. Καὶ γὰρ ταυτὸν ποιοῦμεν, οἷον ἂν εἴ τις οἰκέτης προσκεκρουκὼς περιεργάζοιτο τὴν οἰκονομίαν τοῦ δεσπότου. Ἄθλιε καὶ ταλαίπωρε, δέον φροντίζειν ὑπὲρ τῶν σῶν εὐθυνῶν, καὶ πῶς καταλλάξεις τὸν δεσπότην, εὐθύνας ἀπαιτεῖς ὧν σὺ μέλλεις παρέξειν εὐθύνας; ἐκεῖνα παρατρέχεις, ὧν μέλλεις δοῦναι δίκην; Τί οὖν πρὸς τὸν Ἕλληνα εἴπω, φησί; Ταῦτα τὰ εἰρημένα. Καὶ σκόπει μὴ τί εἴπῃς πρὸς τὸν Ἕλληνα μόνον, ἀλλὰ καὶ πῶς αὐτὸν διορθώσῃ. Ὅταν σου τὸν βίον ἐξετάζων σκανδαλίζηται ἐκεῖθεν, ἐνταῦθα φρόντισον τί εἴπῃς. Ὑπὲρ μὲν γὰρ ἐκείνου, κἂν σκανδαλίζηται, σὺ λόγον οὐ δώσεις· ἀπὸ δὲ τοῦ βίου τοῦ σοῦ ἐὰν βλαβῇ, κίνδυνον ὑποστήσῃ τὸν ἔσχατον. Ὅταν ἴδῃ σε περὶ βασιλείας φιλοσοφοῦντα, καὶ πρὸς τὰ παρόντα ἐπτοημένον, καὶ περὶ γεέννης δεδοικότα, καὶ τὰ ἐνταῦθα τρέμοντα δεινὰ, τότε φρόντισον. Ὅταν ταῦτα ὁρῶν ἐγκαλῇ, καὶ λέγῃ· Εἰ βασιλείας ἐρᾷς, τί τῶν παρόντων οὐχ ὑπερορᾷς; εἰ δικαστήριον προσδοκᾷς φοβερὸν, τί τῶν ἐνταῦθα δεινῶν οὐ καταφρονεῖς; εἰ ἀθανασίαν ἐλπίζεις, τί τοῦ θανάτου οὐ καταγελᾷς; ὅταν ταῦτα λέγῃ, μερίμνησον τί ἀπολογήσῃ. Ὅταν ἴδῃ σε τρέμοντα ζημίαν χρημάτων τὸν τοὺς οὐρανοὺς προσδοκῶντα, καὶ περιχαρῆ γενόμενον ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ τὴν ψυχὴν πάλιν προέμενον ὑπὲρ ἀργυρίου ὀλίγου, τότε φρόντισον· ταῦτα γάρ ἐστι, ταῦτα τὰ τὸν Ἕλληνα σκανδαλίζοντα. Ὥστε εἰ φροντίζεις σεαυτοῦ τῆς σωτηρίας, ὑπὲρ τούτων ἀπολογοῦ, μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων. ∆ι' ἐκεῖνο μὲν γὰρ τὸ ζήτημα οὐδείς ποτε ἐβλασφήμησε τὸν Θεὸν, διὰ δὲ τὸν πονηρὸν βίον μυρίαι πανταχοῦ βλασφημίαι. Τοῦτο τοίνυν διόρθου· ἐπεὶ πάλιν ἐρεῖ σοι ὁ Ἕλλην· Πόθεν μάθω, ὅτι δυνατὰ ἐπέταξεν ὁ Θεός; ἰδοὺ γὰρ σὺ Χριστιανὸς ὢν ἐκ προγόνων καὶ ἐντρεφόμενος τῇ καλῇ ταύτῃ θρησκείᾳ, οὐδὲν τοιοῦτον ποιεῖς. Τί οὖν ἐρεῖς; Πάντως ἐρεῖς, ὅτι ∆είξω σοι ἑτέρους ποιοῦντας, μοναχοὺς ἐν ἐρημίαις καθημένους. Εἶτα οὐκ αἰσχύνῃ Χριστιανὸς μὲν εἶναι ὁμολογῶν, πρὸς δὲ ἑτέρους πέμπων, ὡς οὐ δυνάμενος δεῖξαι, ὅτι τὰ Χριστιανῶν ἐπιδείκνυσαι; Καὶ γὰρ καὶ ἐκεῖνος εὐθέως ἐρεῖ· Οὐκοῦν ποία μοι ἀνάγκη βαδίζειν ἐπὶ τὰ ὄρη, καὶ τὰς ἐρημίας διώκειν; Εἰ γὰρ μὴ δυνατὸν ἐν μέσαις στρεφόμενον πόλεσι φιλοσοφεῖν, πολλὴ τῆς πολιτείας ταύτης ἡ κατηγορία γένοιτ' ἂν, εἰ μέλλοιμεν τὰς πόλεις ἐκλιπόντες, ἐπὶ τὰς ἐρήμους τρέχειν. Ἀλλὰ δεῖξόν μοι ἄνθρωπον γυναῖκα ἔχοντα καὶ παιδία καὶ οἰκίαν, καὶ φιλοσοφοῦντα. Τί οὖν πρὸς ταῦτα ἐροῦμεν; οὐκ ἀνάγκη κάτω κύπτειν καὶ αἰσχύνεσθαι; Οὐδὲ γὰρ ὁ Χριστὸς οὕτως ἐκέλευσεν· ἀλλὰ πῶς; Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, οὐχὶ τῶν ὀρῶν οὐδὲ τῆς ἐρημίας καὶ τῆς ἀβάτου. Καὶ ταῦτα λέγω, οὐ κακίζων τοὺς κατειληφότας τὰ ὄρη,ἀλλὰ θρηνῶν τοὺς κατοικοῦντας τὰς πόλεις, ὅτι τὴν ἀρετὴν ἐντεῦθεν ἐξήλασαν.∆ιὸ, παρακαλῶ, τὴν φιλοσοφίαν τὴν ἐκεῖθεν καὶ ἐνταῦθα εἰσαγάγωμεν, ἵνα αἱ πόλεις γένωνται πόλεις· ταῦτα τὸν Ἕλληνα ὀρθῶσαι δύναται, ταῦτα ἀπαλλάξαι μυρίων σκανδάλων. Ὥστε, εἰ βούλει κἀκεῖνον ἐλευθερῶσαι σκανδάλου, καὶ αὐτὸς μυρίων ἀπολαῦσαι μισθῶν, τὸν βίον διόρθου τὸν σαυτοῦ, καὶ πάντοθεν ἀπολάμπειν ποίει, Ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάζωσι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ καὶ ἡμεῖς τῆς ἀποῤῥήτου ἐκείνης καὶ μεγάλης ἀπολαυσόμεθα δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου