Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται τὰ καθ' ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῖν παρίσταται σύμβολον. ∆ιὰ τοῦτο καὶ ἐν οἰκίαις, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρῶν, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ ∆εσπότου τοῦτό ἐστι τὸ σημεῖον· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπόθεσιν, καὶ σβέσον τὸν θυμὸν, καὶ τὰ λοιπὰ πάντα πάθη· ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παῤῥησίας, ἐλευθέραν τὴν ψυχὴν ποίησον. Ἴστε δὲ πάντως ποῖά ἐστι τὰ ἐλευθερίαν ἡμῖν παρέχοντα. ∆ιὸ καὶ Παῦλος εἰς τοῦτο ἐνάγων ἡμᾶς, εἰς τὴν ἐλευθερίαν λέγω τὴν προσήκουσαν ἡμῖν, οὕτως ἀνήγαγε, τοῦ σταυροῦ καὶ τοῦ αἵματος ἀναμνήσας τοῦ ∆εσποτικοῦ· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν τιμὴν, καὶ οὐδενὸς ἀνθρώπων ἔσῃ δοῦλος· τιμὴν τὸ αἷμα λέγων τὸ διὰ σταυροῦ. Οὐ γὰρ ἁπλῶς τῷ δακτύλῳ ἐγχαράττειν αὐτὸν δεῖ, ἀλλὰ πρότερον τῇ προαιρέσει μετὰ πολλῆς τῆς πίστεως, καὶ οὕτως ἐντυποῦν αὐτὸν τῇ ὄψει. Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν, ἐν ᾗ τὴν πληγὴν ἔλαβεν· ὁρῶν τὸ ξίφος, ἐν ᾧ τὴν καιρίαν ἐδέξατο. Εἰ γὰρ ἡμεῖς τόπους ὁρῶντες, ἐν οἷς τέμνονται οἱ κατάδικοι, φρίττομεν, ἐννόησον τί πείσεται ὁ διάβολος τὸ ὅπλον ὁρῶν, δι' οὗ πᾶσαν αὐτοῦ τὴν δύναμιν ἔλυσεν ὁ Χριστὸς, καὶ τὴν τοῦ δράκοντος ἀπέταμε κεφαλήν. Μὴ τοίνυν ἐπαισχυνθῇς τοσοῦτον ἀγαθὸν, ἵνα μή σε ἐπαισχυνθῇ ὁ Χριστὸς, ὅταν ἔρχηται μετὰ τῆς δόξης αὐτοῦ, καὶ τὸ σημεῖον ἔμπροσθεν φαίνηται λάμπον ὑπὲρ τὴν ἀκτῖνα τοῦ ἡλίου. Καὶ γὰρ φανήσεται ὁ σταυρὸς τότε φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτοὺς ἡκόντων. Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας· τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων δήγματα ἰοβόλων ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν εἰ φαρμάκων δηλητηρίων καὶ θηρίων καὶ τῶν ἄλλων τῶν τοιούτων περιγίνεται; Τοῦτον τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. ∆ιὰ τοῦτον οἱ δαίμονες οὐκέτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι, οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὕπνος· διὰ τοῦτον πάντα ἔῤῥιπται χαμαὶ, καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν. Ἂν τοίνυν εἴπῃ σοί τις, Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ τῇ φωνῇ καὶ γεγηθότι προσώπῳ· Καὶ προσκυνῶ, καὶ οὐ παύσομαί ποτε προσκυνῶν· κἂν γελάσηται, δάκρυσαι αὐτὸν, ὅτι μαίνεται. Εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι τοιαῦτα ἡμᾶς εὐηργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. ∆ιὰ γὰρ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ὁ ψυχικὸς αὐτοῦ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ἐπεὶ καὶ τὰ παιδία τοῦτο πάσχει, ὅταν τι τῶν μεγάλων ἴδῃ καὶ θαυμαστῶν· κἂν εἰς μυστήρια παιδίον ἀγάγῃς, γελάσεται. Τούτοις δὴ καὶ οἱ Ἕλληνες ἐοίκασι τοῖς παιδίοις, μᾶλλον δὲ καὶ τούτων εἰσὶν ἀτελέστεροι· διὸ καὶ ἀθλιώτεροι, ὅτι οὐκ ἐν ἀώρῳ ἡλικίᾳ, ἀλλ' ἐν τελείᾳ τὰ τῶν παιδίων πάσχουσιν· ὅθεν οὐδὲ συγγνώμης ἄξιοί εἰσιν. Ἀλλ' ἡμεῖς λαμπρᾷ τῇ φωνῇ μέγα βοῶντες καὶ ὑψηλὸν, κράζωμεν καὶ λέγωμεν, κἂν πάντες παρῶσιν Ἕλληνες, μετὰ πλείονος τῆς παῤῥησίας εἴπωμεν, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παῤῥησία καὶ ὁ στέφανος ἅπας. Ἐβουλόμην δύνασθαι καὶ μετὰ Παύλου λέγειν, ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, ἀλλ' οὐ δύναμαι, ποικίλοις πάθεσι κατεχόμενος. ∆ιὸ παραινῶ καὶ ὑμῖν καὶ πρό γε ὑμῶν ἐμαυτῷ σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ τῆς ἐκεῖθεν δόξης, καὶ τῶν αἰωνίων ἀγαθῶν. Καὶ γὰρ στρατιῶται βασιλέως ἐσμὲν οὐρανίου καὶ ὅπλα ἐνδεδύμεθα πνευματικά. Τί τοίνυν καπήλων καὶ ἀγυρτῶν, μᾶλλον δὲ σκωλήκων βίον μεταχειρίζομεν; ὅπου γὰρ βασιλεὺς, ἐκεῖ καὶ τὸν στρατιώτην εἶναι δεῖ. Καὶ γὰρ στρατιῶται γεγόναμεν, οὐ τῶν μακρὰν, ἀλλὰ τῶν ἐγγύς. Ὁ μὲν γὰρ ἐπὶ γῆς βασιλεὺς οὐκ ἂν ἀνάσχοιτο πάντας εἶναι ἐν τοῖς βασιλείοις, οὐδὲ παρὰ τὰς αὐτοῦ πλευράς· ὁ δὲ τῶν οὐρανῶν ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ πῶς δυνατὸν ἐνταῦθα ὄντας, φησὶ, παρ' ἐκεῖνον ἑστάναι τὸν θρόνον; Ὅτι καὶ Παῦλος ἐπὶ γῆς ὢν, ὅπου τὰ Σεραφὶμ ἦν, ὅπου τὰ Χερουβὶμ, καὶ ἐγγυτέρω οὗτος τοῦ Χριστοῦ, ἢ οὗτοι οἱ ἀσπιδηφόροι τοῦ βασιλέως. Οὗτοι μὲν γὰρ πολλαχοῦ τὰς ὄψεις πολλάκις περιφέρουσιν, ἐκεῖνον δὲ οὐδὲν ἐφάνταζεν, οὐδὲ περιεῖλκεν, ἀλλὰ πᾶσαν τὴν διάνοιαν πρὸς τὸν βασιλέα καὶ Κύριον τεταμένην εἶχεν. Ὥστε ἐὰν βουληθῶμεν, δυνατὸν καὶ ἡμῖν τοῦτο. Εἰ μὲν γὰρ τόπῳ διειστήκει, καλῶς ἂν ἠπόρεις· εἰ δὲ πανταχοῦ πάρεστι, τῷ σπουδάζοντι καὶ συντεταμένῳ πλησίον ἐστί.∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν, Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ.Καὶ αὐτὸς πάλιν ὁ Θεός· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ πόῤῥωθεν. Ὥσπερ οὖν αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς αὐτοῦ, οὕτω καὶ αἱ δικαιοσύναι συνάγουσιν ἡμᾶς πρὸς αὐτόν. Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ· Ἰδοὺ πάρειμι. Ποῖος πατὴρ οὕτως ἂν ὑπακούσειέ ποτε τοῖς ἐγγόνοις; ποία μήτηρ οὕτως ἐστὶ παρεσκευασμένη καὶ διηνεκῶς ἑστηκυῖα, μήποτε καλέσειεν αὐτὴν τὰ παιδία; Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, ἀλλ' ὁ Θεὸς ἕστηκε διηνεκῶς ἀναμένων, εἴ τίς ποτε καλέσειεν αὐτὸν τῶν οἰκετῶν, καὶ οὐδέποτε, καλεσάντων ἡμῶν ὡς δεῖ, παρήκουσε. ∆ιὰ τοῦτό φησιν, Ἔτι λαλοῦντός σου. Οὐκ ἀναμένω σε πληρῶσαι, καὶ εὐθέως ὑπακούσω. Καλέσωμεν τοίνυν αὐτὸν, ὡς κληθῆναι βούλεται. Πῶς δὲ βούλεται; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα· διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε ἐπικάλεσαί με, καὶ εἰσακούσομαί σου· ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ τίς ταῦτα πάντα δύναται ποιῆσαι, φησί; Τίς δὲ οὐ δύναται, εἰπέ μοι; τί γὰρ δυσχερὲς τῶν εἰρημένων; τί δὲ ἐργῶδες; τί δὲ οὐ ῥᾴδιον; Οὕτω γάρ ἐστιν οὐχὶ δυνατὰ μόνον, ἀλλὰ καὶ εὔκολα, ὅτι πολλοὶ καὶ τὸ μέτρον τῶν εἰρημένων ὑπερηκόντισαν, οὐκ ἄδικα γραμματεῖα διασπάσαντες μόνον, ἀλλὰ καὶ τὰ ὄντα ἀποδυσάμενοι πάντα· οὐ στέγῃ καὶ τραπέζῃ τοὺς πτωχοὺς ὑποδεχόμενοι, ἀλλὰ καὶ τῷ τοῦ σώματος ἱδρῶτι κάμνοντες, ὥστε αὐτοὺς διαθρέψαι· οὐ συγγενεῖς μόνον, ἀλλὰ καὶ ἐχθροὺς εὐεργετοῦντες. Τί δὲ ὅλως καὶ δύσκολον τῶν εἰρημένων· Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διάσκαψον γῆς πλέθρα τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκκον περιβαλοῦ· ἀλλὰ μετάδος τῆς οἰκίας, μετάδος τοῦ ἄρτου, τὰ ἀδίκως κείμενα γραμματεῖα διάῤῥηξον. Τί τούτων εὐκολώτερον, εἰπέ μοι; Εἰ δὲ καὶ δύσκολα εἶναι νομίζεις, σκόπει μοι καὶ τὰ ἔπαθλα, καὶ ἔσται σοι ῥᾴδια πάντα. Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις πρὸ τῶν ἀγωνιζομένων στεφάνους καὶ ἰμάτια καὶ βραβεῖα τιθέασιν· οὕτω δὴ καὶ ὁ Χριστὸς ἐν μέσῳ τίθησι τῷ σταδίῳ τὰ ἔπαθλα, καθάπερ διὰ πολλῶν χειρῶν τῶν τοῦ προφήτου ῥημάτων ἐκτείνων αὐτά. Καὶ οἱ μὲν βασιλεῖς, κἂν μυριάκις ὦσι βασιλεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτιμίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖξαι· διὸ καὶ ἓν ἕκαστον ἑκάστῳ τῶν διακόνων ἐγχειρίζοντες, οὕτως εἰσάγουσιν εἰς τὸ μέσον· ὁ δὲ βασιλεὺς ὁ ἡμέτερος τοὐναντίον πάντα ὁμοῦ συμφορήσας, ἐπειδὴ σφόδρα ἐστὶν εὔπορος καὶ οὐδὲν πρὸς ἐπίδειξιν ποιεῖ, οὕτως εἰς μέσον προτίθησιν, ἅπερ ἐκταθέντα, ἄπειρα ἔσται, καὶ πολλῶν δεήσεται τῶν κατεχουσῶν χειρῶν. Καὶ ἵνα μάθῃς τοῦτο, ἕκαστον αὐτῶν περισκόπησον μετὰ ἀκριβείας. Τότε ῥαγήσεται, φησὶ, πρώϊμον τὸ φῶς σου. Ἆρα οὐ δοκεῖ σοι ἕν τι εἶναι δῶρον; ἀλλ' οὐκ ἔστιν ἕν· καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ στεφάνους καὶ βραβεῖα καὶ ἕτερα ἔπαθλα. Καὶ, εἰ βούλεσθε, λύσαντες δείξομεν τὸν πλοῦτον ἅπαντα, καθὼς ἡμῖν οἷόν τε ἐπιδεῖξαι· μόνον μὴ ἀποκάμητε· καὶ πρῶτον μάθωμεν, τί ἐστι, Ῥαγήσεται. Τὸ ταχὺ καὶ δαψιλὸς ἡμῖν ἐμφαίνει, καὶ πῶς σφόδρα ἐφίεται τῆς ἡμετέρας σωτηρίας, καὶ πῶς ὠδίνει τὰ ἀγαθὰ αὐτὰ προελθεῖν καὶ ἐπείγεται, καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην· δι' ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται καὶ τὸ ἄπειρον τῆς περιουσίας. Τί δέ ἐστι Πρώϊμον; Τουτέστιν, οὐ μετὰ τὸ ἐν τοῖς πειρασμοῖς γενέσθαι, οὐδὲ μετὰ τὴν τῶν κακῶν ἔφοδον, ἀλλὰ προφθάνει. Καθάπερ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα τὸ ταχὺ πάλιν ἐμφαίνων, οὕτως εἶπεν· ὥσπερ ἄνω ἔλεγεν, Ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖον δὲ λέγει φῶς, καὶ τί ποτέ ἐστι τοῦτο τὸ φῶς; Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ' ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας, τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς πόλεις τὰς βασιλικὰς, τὰς σκηνάς. Ἂν γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει καὶ ἀπαλλαγήσῃ γεέννης καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τῶν βρυγμῶν τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ὀδυνηρῶν, καὶ τῆς στενοχωρίας καὶ τῆς θλίψεως καὶ τοῦ σκότους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι, καὶ τῶν ποταμῶν τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν τῆς ὀδύνης χωρίων, καὶ ἀπελεύσῃ ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, ἔνθα πολλὴ ἡ χαρὰ καὶ εἰρήνη καὶ ἀγάπη καὶ τρυφὴ καὶ εὐφροσύνη· ἔνθα ζωὴ αἰώνιος, καὶ δόξα ἄῤῥητος, καὶ κάλλος ἄφραστον· ἔνθα αἰώνιοι σκηναὶ, καὶ ἡ δόξα τοῦ βασιλέως ἡ ἀπόῤῥητος, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἔνθα ὁ νυμφὼν ὁ πνευματικὸς, καὶ αἱ παστάδες τῶν οὐρανῶν, καὶ αἱ παρθένοι αἱ τὰς φαιδρὰς ἔχουσαι λαμπάδας, καὶ οἱ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντες· ἔνθα τὰ παλάτια ὑπάρχει τοῦ ∆εσπότου, καὶ τὰ ταμιεῖα τὰ βασιλικά. Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπεδείξατο, καὶ πῶς πάντα συνεφόρησεν; Οὕτω καὶ τῶν ἑξῆς ῥήσεων ἑκάστην ἀναπτύξαντες, πολλὴν εὑρήσομεν τὴν περιουσίαν καὶ πέλαγος ἀχανές. Μὴ οὖν ἀναβαλλώμεθα, μηδὲ ὀκνῶμεν ἐλεεῖν τοὺς δεομένους· μὴ, παρακαλῶ· ἀλλὰ κἂν πάντα ῥῖψαι δέῃ, κἂν εἰς πῦρ ἐμβληθῆναι, κἂν ξίφους κατατολμῆσαι, κἂν κατὰ μαχαιρῶν ἅλλεσθαι, κἂν ὁτιοῦν παθεῖν, πάντα φέρωμεν εὐκόλως, ὥστε δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν παρ' ἑαυτοῖς. Ἀλλὰ καὶ τὸν ἐγκεχειρισμένον τὴν ἐνέργειαν τῶν θείων μυστηρίων μετὰ πολλῆς θεραπεύωμεν τῆς τιμῆς· μεγάλη γὰρ ἡ τῶν ἱερέων ἀξία. Ὧν ἂν ἀφῆτε, φησὶν, ἀφέωνται αἱ ἁμαρτίαι. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, καὶ ὑπερεκπερισσοῦ ἡγεῖσθε αὐτοὺς ἐν τιμῇ. Σὺ μὲν γὰρ τὰ σαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διαθῇ καλῶς, οὐδείς σοι τῶν ἄλλων ἔσται λόγος· ὁ δὲ ἱερεὺς κἂν τὸν οἰκεῖον οἰκονομήσῃ βίον καλῶς, τὸν δὲ σὸν μὴ μετὰ ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν πονηρῶν εἰς τὴν γέενναν ἄπεισι, καὶ πολλάκις ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ὑμετέρων ἀπόλλυται, κἂν μὴ πάντα τὰ ἥκοντα εἰς αὐτὸν ἀπαρτίσῃ καλῶς. Εἰδότες οὖν τοῦ κινδύνου τὸ μέγεθος, πολλὴν ἀπονέμετε αὐτῷ εὔνοιαν· ὃ καὶ Παῦλος ᾐνίξατο λέγων, ὅτι Ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. ∆ιὸ πολλῆς δεῖ θεραπείας ἀπολαύειν αὐτούς. Ἐὰν δὲ ἐπιβαίνητε μετὰ τῶν ἄλλων αὐτοῖς καὶ ὑμεῖς, οὐδὲ τὰ ὑμέτερα καλῶς διακείσεται. Ἕως μὲν γὰρ ἂν ἐν εὐθυμίᾳ διάγῃ ὁ κυβερνήτης, ἐν ἀσφαλείᾳ ἔσται καὶ τὰ τῶν ἐπιβατῶν· ἂν δὲ λοιδορουμένων ἐκείνων καὶ ἀπεχθῶς ἐχόντων πρὸς αὐτὸν, οὐ ταλαιπω ρῆσαι οὐδὲ ἀγρυπνεῖν ὁμοίως δύναται, οὔτε τὴν τέχνην διασώζειν, καὶ ἄκων μυρίοις αὐτοὺς περιβαλεῖ κακοῖς. Οὕτω καὶ ὁ ἱερεὺς, ἂν μὲν ἀπολαύῃ τῆς παρ' ὑμῶν θεραπείας, καὶ τὰ ὑμέτερα διαθεῖναι καλῶς δυνήσεται· ἂν δὲ ἀθυμίᾳ αὐτοὺς περιβάλητε, τὰς χεῖρας ἐκλύσαντες, εὐχειρώτους μεθ' ὑμῶν αὐτοὺς ποιήσετε τοῖς κύμασι, κἂν σφόδρα γενναῖοι ὦσιν. Ἐννόησον τί περὶ τῶν Ἰουδαίων φησὶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα λέγουσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Νῦν δὲ οὐκ ἔστιν εἰπεῖν, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ ἱερεῖς, ἀλλ', Ἐπὶ τῆς τοῦ Χριστοῦ· τὴν γὰρ ἐκείνου διεδέξαντο διδασκαλίαν. ∆ιὸ καὶ Παῦλός φησιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐχ ὁρᾷς ἐπὶ τῶν ἔξωθεν ἀρχόντων ἅπαντας ὑποκύπτοντας, καὶ γένει βελτίους ὄντας πολλάκις καὶ βίῳ καὶ συνέσει τῶν δικαζόντων αὐτούς; ἀλλ' ὅμως διὰ τὸν δεδωκότα οὐδὲν τούτων ἐννοοῦσιν, ἀλλ' αἰδοῦνται τὴν ψῆφον τοῦ βασιλέως, κἂν ὁστισοῦν ὁ λαβὼν τὴν ἀρχὴν ᾖ. Εἶτα ἂν μὲν ἄνθρωπος χειροτονήσῃ, τοσοῦτος ὁ φόβος· τοῦ Χριστοῦ δὲ χειροτονοῦντος, καὶ ὑπερορῶμεν τὸν χειροτονούμενον καὶ λοιδορούμεθα καὶ μυρίοις ὀνείδεσι πλύνομεν; καὶ τοὺς ἀδελφοὺς ἡμῶν κωλυθέντες κρίνειν, κατὰ τῶν ἱερέων τὴν γλῶσσαν ἀκονῶμεν; Καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια, ὅταν τὴν μὲν ἐν τῷ ὀφθαλμῷ τῷ ἡμετέρῳ δοκὸν οὐ κατανοῶμεν, τὸ δὲ κάρφος τοῦ ἑτέρου πικρῶς περιεργαζώμεθα; οὐκ οἶσθα, ὅτι χαλεπώτερον σαυτῷ ποιεῖς τὸ δικαστήριον οὕτω δικάζων; Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλ' ἐλεῶν καὶ δακρύων. Οὐ μὴν διὰ τοῦτό φημι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, κἂν ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος ᾖ. Σὺ δὲ ἂν σαυτῷ προσέχῃς, οὐδὲν παραβλαβήσῃ εἰς τὰ ἐγκεχειρισμένα αὐτῷ παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ δι' ὄνου φωνὴν ἀφεθῆναι ἐποίησε, καὶ διὰ μάντεως εὐλογίας πνευματικὰς ἐχαρίσατο, καὶ ἐν ἀλόγῳ στόματι καὶ ἐν ἀκαθάρτῳ γλώττῃ τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους, πολλῷ μᾶλλον δι' ὑμᾶς τοὺς εὐγνώμονας, καὶ εἰ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον. Οὐδὲ γὰρ ὁ καθαρὸς ἀπὸ τῆς οἰκείας ἐπισπᾶται αὐτὸ καθαρότητος, ἀλλὰ χάρις ἐστὶν ἡ τὸ πᾶν ἐργαζομένη. Πάντα γὰρ, φησὶ, δι' ὑμᾶς, εἴτε Παῦλος, εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς. Ἃ γὰρ ἐγκεχείρισται ὁ ἱερεὺς, Θεοῦ μόνον ἐστὶ δωρεῖσθαι· καὶ ὅπουπερ ἂν ἡ ἀνθρωπίνη φθάσῃ φιλοσοφία, ἐλάττων τῆς χάριτος ἐκείνης φανεῖται. Καὶ ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθύμως τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἀλλ' ἵνα μὴ, ῥᾳθυμούντων τινῶν τῶν προεστώτων, ὑμεῖς οἱ ἀρχόμενοι ἑαυτοῖς πολλάκις ἐπισωρεύητε τὰ κακά. Καὶ τί λέγω τοὺς ἱερεῖς; οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ, ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει γλῶτταν, καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα. Καὶ γὰρ οὐδὲ δίκαιον ἦν διὰ τὴν ἑτέρου κακίαν, εἰς τὰ σύμβολα τῆς σωτηρίας ἡμῶν τοὺς πίστει προσιόντας παραβλάπτεσθαι. Ταῦτ' οὖν ἅπαντα εἰδότες, καὶ τὸν Θεὸν φοβώμεθα, καὶ τοὺς ἱερέας αὐτοῦ ἐντίμως ἔχωμεν, πᾶσαν αὐτοῖς ἀπονέμοντες τιμὴν, ἵνα καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ ὑπὲρ τῆς εἰς ἐκείνους θεραπείας πολλὴν λάβωμεν παρὰ Θεοῦ τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δευτέρα 31 Οκτωβρίου 2016
ΛΗ. Περὶ τοῦ μὴ ἐπαισχύνεσθαι ὁμολογεῖν τὸν τίμιον σταυρὸν
10:36:00 π.μ.
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΕΚΛΟΓΑΙ ΔΙΑΦΟΡΩΝ ΛΟΓΩΝ , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΤΟΜΟΣ 63

Εκλογαί εκ
διαφόρων Λόγων
ΛΗʹ.Περὶ τοῦ μὴ ἐπαισχύνεσθαι ὁμολογεῖν τὸν τίμιον σταυρὸν,
καὶ ὡς δι' αὐτοῦ ἔσωσεν ἡμᾶς ὁ Χριστὸς, καὶ ὡς δεῖ ἐν αὐτῷ καυχᾶσθαι, καὶ περὶ ἀρετῆς,
καὶ ὅπως ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ περὶ ἐλεημοσύνης.
Τοῦτό ἐστιν, ἀδελφοί μου,
τὸ σημεῖον, ὅπερ ὁ ∆εσπότης πᾶσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ
μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ
τοῦ προφήτου· τὸν σταυρὸν λέγων καὶ τὸν θάνατον καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν.
Καὶ πάλιν ἑτέρως δηλῶν τοῦ σταυροῦ τὴν ἰσχὺν, ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ
ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· τουτέστιν, Ὅταν σταυρώσητέ με, φησὶ, καὶ
νομίσητε περιγενέσθαι μου, τότε μάλιστα εἴσεσθέ μου τὴν ἰσχύν. Καὶ καλῶς εἶπεν ὁ
Χριστός. Μετὰ γὰρ τὸ σταυρωθῆναι Χριστὸν, τὰ Ἰουδαϊκὰ ἔθη ἐπαύσαντο, τὸ κήρυγμα
ἤνθησε, πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐξετάθη ὁ λόγος, καὶ γῆ καὶ θάλαττα, καὶ
οἱκουμένη καὶ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διαπαντὸς ἀνακηρύττουσι· μηδεὶς τοίνυν
αἰσχυνέσθω τὰ σεμνὰ τῆς σωτηρίας ἡμῶν σύμβολα, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δι'
ὃ καὶ ζῶμεν καὶ δι' ὃ ἐσμέν· ἀλλ' ὡς στέφανον, οὕτω περιφέρωμεν τὸν σταυρὸν τοῦ
Χριστοῦ.

39.ΛΟΓΟΣ ΛΘʹ. Περὶ τοῦ, ὅτι πολλὰς ὁδοὺς ἡμῖν ὁ Θεὸς ἔδωκε
πρὸς τὸ μὴ ἁμαρτάνειν, ἐὰν θέλωμεν· καὶ ὅτι τὸν μέλλοντα ἐπιτυχεῖν τῆς βασιλείας
τῶν οὐρανῶν πάσας δεῖ φυλάττειν τὰς ἐντολάς· τὸν δὲ τινὰ μὲν κατορθοῦντα, τινὰ
δὲ παραβαίνοντα, ἐν τῇ γεέννῃ γνῶναί ἐστι τὴν διαφορὰν πρὸς τοὺς ἄλλους.
Πάλιν ἀναγκάζομαι, ἀγαπητοὶ,
κατηγορῆσαι τῶν παρόντων πραγμάτων. Καὶ τί πάθω; οὐκ ἐβουλόμην, ἀλλ' ἀναγκάζομαι.
Εἰ μὲν γὰρ ἦν σιγήσαντα καὶ μηδὲν εἰπόντα τῶν γενομένων ἀφανίσαι διὰ τῆς σιγῆς
τὰ γινόμενα, ἔδει σιγᾷν· εἰ δὲ τοὐναντίον γίνεται (οὐ γὰρ μόνον οὐκ ἀφανίζεται,
ἡμῶν σιγώντων, ἀλλὰ καὶ χαλεπώτερα γίνεται), ἀναγκαῖον εἰπεῖν. Ὁ γὰρ κατηγορῶν
τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον, οὐκ ἀφίησι περαιτέρω προελθεῖν. Οὐδεμία
γάρ ἐστιν οὕτως ἀναίσχυντος ψυχὴ καὶ ἰταμὴ, ὡς συνεχῶς ἀκούουσα κακιζόντων αὐτήν
τινων, μὴ ἐντρέπεσθαι, μηδὲ καθυφεῖναι τῆς κακίας τῆς πολλῆς. Ἔνι γὰρ, ἔνι καὶ
τοῖς ἀναισχύντοις μικρόν τι αἰδοῦς· ὁ Θεὸς γὰρ ἐνέσπειρε τὴν αἰδὼ τῇ φύσει τῇ ἡμετέρᾳ.
Ἐπειδὴ γὰρ ὁ φόβος οὐκ ἤρκει ῥυθμίσαι ἡμᾶς, καὶ πολλὰς ἑτέρας κατεσκεύασεν ὁδοὺς
τοῦ μὴ ἁμαρτάνειν· οἷον, τὸ κατηγορεῖσθαι ἄνθρωπον, τὸ δεδοικέναι νόμους τοὺς
κειμένους, τὸ δόξης ἐρᾷν, τὸ φιλίας ἀντιποιεῖσθαι· πᾶσαι γὰρ αὗται αἱ ὁδοὶ τοῦ
μὴ ἁμαρτάνειν εἰσί. Πολλάκις γὰρ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, διὰ φόβον ἀνθρώπων
ἐγένετο. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι· πρότερον μὴ ἁμαρτάνειν μαθεῖν, εἶτα τὸ
διὰ τὸν Θεὸν τοῦτο ποιεῖν ὕστερον κατορθώσομεν. Ἐπεὶ διὰ τί Παῦλος τοὺς μέλλοντας
κρατεῖν τῶν ἐχθρῶν οὐκ ἀπὸ τοῦ φόβου προτρέπει τοῦ Θεοῦ, ἀλλὰ ἀπὸ τοῦ τὴν ἐκδικίαν
ἀναμένειν; Τοῦτο γὰρ ποιῶν, φησὶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Τέως γὰρ τοῦτο βούλεται, κατορθωθῆναι τὴν ἀρετήν. Ὅπερ οὖν ἔλεγον, ἔνεστί τι αἰσχυντηρὸν
ἐν ἡμῖν. Πολλὰ φυσικὰ ἔχομεν ἀγαθὰ πρὸς τὴν ἀρετήν· οἷον, πρὸς τὸ ἐλεεῖν ἀπὸ φύσεως
κινούμεθα πάντες ἄνθρωποι, καὶ οὐδὲν οὕτως ἀγαθὸν ἐν τῇ φύσει ἡμῶν ἐστιν ἄλλο, ὡς
τοῦτο. Ὅθεν ἄν τις εἰκότως ἐξετάσειε, διὰ τί τοῦτο μάλιστα τῇ φύσει ἡμῶν ἐνέσπαρται,
τὸ κατακλᾶσθαι δάκρυσι, τὸ ἐπικάμπτεσθαι, τὸ ἑτοίμους εἶναι. Οὐδεὶς φύσει ἐστὶν
ἀργὸς, οὐδεὶς φύσει ἐστὶν ἀκενόδοξος, οὐδεὶς φύσει ἐστὶ ζήλου κρείττων, ἀλλὰ τὸ
ἐλεεῖν πᾶσιν ἔγκειται φύσει, κἂν ὠμός τις ᾖ, κἂν ἀπηνής. Καὶ τί θαυμαστόν· θηρία
ἐλεοῦμεν· οὕτως ἐκ περιουσίας ἡμῖν ὁ ἔλεος ἔγκειται. Κἂν σκύμνον ἴδωμεν λέοντος,
πάσχομέν τι· ἐπὶ δὲ ὁμοφύλου πολλῷ πλέον. Ὅρα πόσοι ἀνάπηροι· καὶ τοῦτο ἱκανὸν
εἰς ἔλεον ἡμᾶς ἀγαγεῖν. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ἐλεημοσύνη. ∆ιὸ οἱ ἱερεῖς
τούτῳ ἐχρίοντο, καὶ οἱ βασιλεῖς καὶ οἱ προφῆται· τῆς γὰρ τοῦ Θεοῦ φιλανθρωπίας
εἶχον σύμβολον τὸ ἔλαιον. Πάλιν ἐμάνθανον, ὅτι τὸν ἄρχοντα πλέον ἐλέου δεῖ ἔχειν·
ἐδήλου, ὅτι καὶ τὸ Πνεῦμα εἰς ἄνθρωπον δι' ἔλεον μέλλει ἔρχεσθαι. Ἐπειδὴ ὁ Θεὸς
ἐλεεῖ τοὺς ἀνθρώπους καὶ φιλανθρωπεύεται, διὰ τοῦτο ἐλαίῳ ἐχρίοντο. Καὶ γὰρ τὴν
ἱερωσύνην ἀπὸ ἐλέους ἐποίησε· καὶ βασιλεῖς ἐλαίῳ ἐχρίοντο. Ἐλεεῖς γὰρ, φησὶ, πάντας,
ὅτι πάντα δύνασαι. Κἂν ἄρχοντά τις ἐπαινῇ, οὐδὲν οὔτως αὐτῷ πρέπον ἐρεῖ, ὡς ἔλεος·
τοῦτο γὰρ ἀρχῆς ἴδιον, τὸ ἐλεεῖν. Ἐννόησον ὅτι δι' ἔλεον ὁ κόσμος συνεστάθη, καὶ
μίμησαι τὸν ∆εσπότην. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ
πᾶσαν σάρκα. Κἂν ἁμαρτωλοὺς εἴπῃς, κἂν δικαίους εἴπῃς, πάντες τοῦ ἐλέους τοῦ
Θεοῦ δεόμεθα, πάντες ἀπολαύομεν αὐτοῦ, κἂν αὐτὸς ᾖ Παῦλος, κἂν Πέτρος, κἂν Ἰωάννης.
Καὶ ἄκουσον αὐτῶν λεγόντων· οὐδὲν δεῖ λόγων τῶν ἡμετέρων. Τί γάρ φησιν ὁ μακάριος
οὗτος; Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ποίησα. Τί οὖν; μετὰ ταῦτα οὐκ ἐδεῖτο ἐλέους; ἄκουσον
τί φησι· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ
σὺν ἐμοί. Καὶ περὶ Ἐπαφροδίτου φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ'
ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ
σχῶ· καὶ πάλιν, Ἐβαρήθημεν, φησὶν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ
ζῇν. Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες
ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύσεται·
καὶ πάλιν, Ἐῤῥύσθην ἐκ στόματος λέοντος· καὶ ῥύσεταί με ὁ Κύριος. Καὶ πανταχοῦ
εὐρήσομεν τοῦτο αὐτὸν καυχώμενον, ὅτι ἐλέῳ ἐσώθη. Καὶ Πέτρος δὲ ἀπὸ τοῦ ἐλεηθῆναι
τοιοῦτος ἦν· ἄκουε γὰρ τοῦ Χριστοῦ πρὸς αὐτὸν λέγοντος, ὅτι Ἠθέλησεν ὁ σατανᾶς
σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον, καὶ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου.
Καὶ Ἰωάννης ἐν ἐλέῳ τοιοῦτος ἦν· καὶ πάντες δὲ ἁπλῶς· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος·
Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Πάντες γὰρ δεόμεθα τοῦ ἐλέους
τοῦ Θεοῦ· Ἔλεος γὰρ Θεοῦ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. Εἰ δὲ οὗτοι ἐδέοντο τοῦ ἐλέους
τοῦ Θεοῦ, τί ἄν τις εἴποι περὶ τῶν λοιπῶν; Πόθεν γὰρ, εἰπέ μοι, τὸν ἥλιον ἀνατέλλει
ἐπὶ πονηροὺς καὶ ἀγαθούς; Τί δὲ, εἰ μόνον ἐνιαυτὸν τὸν ὑετὸν ἐπέσχεν, οὐκ ἂν ἅπαντα
ἀπώλεσε; τί δὲ, εἰ ἐπομβρίαν εἰργάσατο; τί δὲ, εἰ ὑπερέβρεξε; τί δὲ, εἰ μυίας ἔπεμψεν;
Ἀλλὰ τί λέγω; εἰ οὕτως ἐποίησεν, οἷόν ποτε, οὐκ ἂν ἅπαντες ἀπώλοντο; Τί ἐστιν ἄνθρωπος,
ὅτι μιμνήσκῃ αὐτοῦ; Εὔκαιρον εἰπεῖν νῦν· Ἂν ἀπειλήσῃ τῇ γῇ μόνον, πάντες εἷς ἐγένοντο
τάφος. Ὡς σταγὼν ὕδατος ἀπὸ κάδου, φησὶν, οὕτω τὰ ἔθνη ἐνώπιον αὐτοῦ· ὡς σίελος
λογισθήσονται, ὡς ῥοπὴ ζύγου. Ὡς εὔκολον ἡμῖν τὴν τρυτάνην κινῆσαι, οὕτως αὐτῷ
πάντα ἀπολέσαι, καὶ ποιῆσαι πάλιν. Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν ἡμῶν, καὶ ὁρῶν
ἡμᾶς καθ' ἑκάστην ἁμαρτάνοντας, καὶ μὴ κολάζων, οὐχὶ ἐλέῳ διαβαστάζει; Ἐπεὶ καὶ
τὰ κτήνη, ἐλέῳ ἐστίν· Ἀνθρώπους γὰρ καὶ κτήνη σώσεις, Κύριε. Εἶδεν ἐπὶ τὴν γῆν,
καὶ ἔπλησεν αὐτὴν ζώων. ∆ιὰ τί; διὰ σέ. Σὲ δὲ διὰ τί ἐποίησε; δι' ἀγαθότητα. Οὐδὲν
ἐλαίου κρεῖττον· φωτός ἐστιν αἴτιον, καὶ ἐκεῖ φωτὸς αἴτιον. Καὶ ἀνατελεῖ, φησὶν
ὁ προφήτης, πρώϊμον τὸ φῶς σου, ἐὰν ποιήσῃς ἔλεον εἰς τὸν πλησίον. Καὶ ὥσπερ τὸ
ἔλαιον τοῦτο τὸ φῶς κατέχει· οὕτως ἡ ἐλεημοσύνη ἐκεῖ φῶς μέγα ἡμῖν χαρίζεται καὶ
θαυμάσιον. Πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν· ἄκουε γὰρ αὐτοῦ λέγοντος·
Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ἄλλοτε δὲ, Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι.
Καὶ πανταχοῦ ἄνω καὶ κάτω περὶ τούτου ὁρᾷς αὐτὸν μεριμνῶντα. Καὶ πάλιν· Μανθανέτωσαν
δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι· καὶ πάλιν, Ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα
τοῖς ἀνθρώποις. Ἄκουε δὲ καὶ ἄλλου τινὸς λέγοντος· Ἐλεημοσύνη ἐκ θανάτου ῥύεται.
Ἐὰν δὲ τὸν ἔλεον ἀνέλῃς, Κύριε, τίς στήσεται; καὶ ἐὰν εἰσέλθῃς, φησὶν, εἰς κρίσιν
μετὰ τοῦ δούλου σου. Μέγα τι ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοῦτο γὰρ ἄνθρωπος
ἐλεήμων· μᾶλλον δὲ τοῦτο ὁ Θεὸς, τὸ ἐλεεῖν. Ὁρᾷς ὅση τοῦ ἐλέους τοῦ Θεοῦ ἡ ἰσχύς;
τοῦτο πάντα ἐποίησε, τοῦτο τὸν κόσμον εἰργάσατο δι' ἀγαθότητα μόνον· διὰ τοῦτο
καὶ γέενναν ἠπείλησεν, ἵνα βασιλείας τύχωμεν· βασιλείας δὲ τυγχάνομεν δι' ἔλεον.
∆ιὰ τί γὰρ μόνος ὢν τοσούτους ἐποίησεν; οὐ δι' ἀγαθότητα; οὐ διὰ φιλανθρωπίαν; Ἂν
ἐρωτήσῃς, ∆ιὰ τί τόδε καὶ τόδε; πανταχοῦ τὴν ἀγαθότητα εὑρήσεις. Ἐλεήσωμεν τοὺς
πλησίον, ἵνα ἐλεηθῶμεν αὐτοί· οὐκ ἐκείνοις μᾶλλον, ἢ ἡμῖν αὐτοῖς συνάγομεν τὸν ἔλεον
τοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅταν σφοδρὰ ᾖ τοῦ πυρὸς ἡ φλόξ· τὸ ἔλεον τοῦτο τοῦ
πυρός ἐστι σβεστικὸν, ἡμῖν δὲ φωτὸς αἴτιον· οὕτω τοῦ πυρὸς τῆς γεέννης διὰ τούτου
ἀπαλλαγησόμεθα· ἐπεὶ πόθεν σπλαγχνισθήσεται καὶ ἐλεήσει; Ἀπὸ τῆς ἀγάπης ὁ ἔλεος
γίνεται. Οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ ἀνελεήμονα εἶναι. Ὥσπερ δὲ αἰσθήσεις
ἡμῖν πέντε εἰσὶ, καὶ πάσαις εἰς δέον κεχρῆσθαι δεῖ, οὕτω καὶ πάσαις ταῖς ἀρεταῖς.
Εἰ δέ τις σωφρονοίη μὲν, ἀνελεήμων δὲ εἴη· ἢ ἐλεήμων μὲν ᾖ, πλεονεκτοίη δέ· ἢ ἀπέχοιτο
μὲν τῶν ἀλλοτρίων, τῶν δὲ αὑτοῦ μὴ μεταδοίη· πάντα εἰκῆ γέγονεν. Οὐ γὰρ ἀρκεῖ μία
μόνον ἀρετὴ παραστῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς
δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς καὶ πάσης αὐτῆς. Ἄκουε γὰρ αὐτοῦ λέγοντος τοῖς
αὐτοῦ μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν
πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ πάλιν, Ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων,
ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· τουτέστιν, ἐν τῇ ἀναστάσει. Οὐ
γὰρ δὴ εἰς βασιλείαν εἰσελεύσεται· οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀναστάσεως
βασιλείαν καλεῖν. Μίαν ἐὰν λύσῃ, φησὶν, ἐλάχιστος κληθήσεται· ὥστε πασῶν ἡμῖν
δεῖ. Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεημοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη μόνη ἐλλείπῃ,
εἰς τὸ πῦρ ἀπελευσόμεθα· Ἀπέλθετε γὰρ, φησὶν, οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον,
τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι
ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με. Εἶδες πῶς
οὐδὲν ἕτερον ἐγκληθέντες, διὰ τοῦτο μόνον ἀπώλοντο; Καὶ αἱ παρθένοι διὰ τοῦτο μόνον
ἐξεβλήθησαν τοῦ νυμφῶνος· καίτοι γε σωφροσύνην εἶχον. Εἰρήνην, φησὶ, μετὰ πάντων
διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐννόησον τοίνυν, ὅτι
χωρὶς μὲν σωφροσύνης οὐκ ἔστιν ἰδεῖν τὸν Κύριον· οὐ πάντως δὲ μετὰ σωφροσύνης
δυνατὸν ἰδεῖν· πολλάκις γὰρ ἕτερον ἐνεπόδισε. Πάλιν, ἂν πάντα κατορθώσωμεν, τὸν
δὲ πλησίον οὐδὲν ὠφελήσωμεν, οὐδὲ οὕτως εἰσελευσόμεθα εἰς τὴν βασιλείαν. Πόθεν
δῆλον· Ἀπὸ τῶν τὰ τάλαντα πιστευθέντων οἰκετῶν· ἐκεῖ γὰρ ἡ ἀρετὴ πᾶσα ἀκέραιος ἦν,
καὶ οὐδὲν ἐλέλειπτο, ἀλλ' ἐπειδὴ περὶ τὴν ἐργασίαν ὀκνηρὸς γέγονεν, εἰκότως ἐξεβάλλετο.
Ἔστι καὶ ἀπὸ λοιδορίας μόνης εἰς γέενναν ἐμπεσεῖν· Ὁ γὰρ λέγων, φησὶ, τῷ ἀδελφῷ
αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Κἂν ἅπαντά τις κατορθώσῃ, ὑβριστὴς
δὲ ᾖ, οὐκ εἰσελεύσεται. Καὶ μή τις ὠμότητα καταγινωσκέτω τοῦ Θεοῦ, εἰ τοὺς τοῦτο
ἐπταικότας ἐκβάλλει τῆς βασιλείας τῶν οὐρανῶν. Εἰ γὰρ ἐπ' ἀνθρώπων, κἂν ὁτιοῦν
τῶν παρανόμων ἐργάσηταί τις, ἐξέπεσε τῆς τοῦ βασιλέως ὄψεως, κἂν ἕνα νόμον τῶν
κειμένων παραβῇ· κἂν συκοφαντήσῃ κατηγορῶν, ἀπώλεσε τὴν ἀρχήν· κἂν μοιχεύσῃ καὶ
ἁλῷ, ἀνάξιος γέγονε· κἂν μυρία ᾖ κατορθωκὼς, ἀπόλλυται· κἂν φόνον ἐργάσηται καὶ
δειχθῇ, καὶ τοῦτο ἱκανὸν αὐτὸν διαφθεῖραι· εἰ οἱ τῶν ἀνθρώπων νόμοι τοσαύτης ἀπολαύουσι
τῆς φυλακῆς. πολλῷ μᾶλλον οἱ τοῦ Θεοῦ. Ἀλλ' ἀγαθός ἐστι, φησί. Μέχρι τίνος τὸν
μωρὸν τοῦτον λόγον φθεγγόμεθα; Μωρὸν δὲ εἶπον, οὐχ ὅτι οὐκ ἀγαθός ἐστιν, ἀλλ' ὅτι
τὴν ἀγαθότητα αὐτοῦ νομίζομεν εἰς ταῦτα χρησίμην ἡμῖν εἶναι, καίτοι μυρία πολλάκις
διαλεχθέντων ἡμῶν περὶ τούτου. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Μὴ εἴπῃς, Ὁ οἰκτιρμὸς
αὐτοῦ ὁ πολὺς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. Οὐχὶ κωλύει λέγειν ἡμᾶς, Ὁ
οἰκτιρμὸς αὐτοῦ πολύς· οὐ τοῦτο παραινεῖ, ἀλλὰ βούλεται ἡμᾶς καὶ συνεχῶς λέγειν
τοῦτο, καὶ διὰ τοῦτο πάντα κινεῖ Παῦλος· ἀλλὰ διὰ τὰ ἑξῆς· μὴ ἐπὶ τούτῳ, φησὶ,
θαύμαζε τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐπὶ τῷ ἁμαρτάνειν καὶ λέγειν, Τὸ πλῆθος τῶν ἁμαρτιῶν
μου ἐξιλάσεται. ∆ιὰ γὰρ τοῦτο τοσαῦτα περὶ ἀγαθότητος διαλεγόμεθα, οὐχ ἵνα ταύτῃ
θαῤῥοῦντες πάντα πράττωμεν, ἐπεὶ ἡ ἀγαθότης ἐπὶ λύμῃ ἔσται τῆς ἡμετέρας σωτηρίας,
ἀλλ' ἵνα μὴ ἀπογινώσκωμεν ἐν τοῖς ἁμαρτήμασιν, ἀλλὰ μετανοῶμεν. Τὸ γὰρ χρηστὸν
τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, οὐκ εἰς πλείονα κακίαν· εἰ δὲ μοχθηρὸς γένῃ διὰ
τὴν χρηστότητα, σὺ διαβάλλεις μᾶλλον αὐτὴν παρὰ τοῖς ἀνθρώποις (πολλοὺς γὰρ ὁρῶ
κατηγοροῦντας τῆς μακροθυμίας τοῦ Θεοῦ), ὥστε δίκην δώσεις, οὐκ εἰς δέον αὐτῇ
χρησάμενος. Φιλάνθρωπος ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος κριτής· συγχωρῶν ἁμαρτίας, ἀλλ'
ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὑπερβαίνει ἀδικίας, ἐξαίρει ἀνομίας, ἀλλὰ
καὶ ἐξέτασιν ποιεῖται. Πῶς οὖν οὐκ ἐναντία; Οὐκ ἐναντία, ἂν τοῖς χρόνοις αὐτὰ
διέλωμεν. Ἐξαίρει ἀνομίας ἐνταῦθα καὶ διὰ λουτροῦ καὶ διὰ μετανοίας· ἐξέτασιν
ποιεῖται τῶν πεπραγμένων ἐκεῖ διὰ πυρὸς καὶ βασάνων. Ἂν τοίνυν, κἂν ὦ μυρία,
φησὶν, ἐργασάμενος κακὰ, καὶ δι' ἓν ἐξ αὐτῶν ἐκβάλωμαι, καὶ τῆς βασιλείας ἐκπίπτω,
τίνος ἕνεκεν οὐκ ἐργάζομαι πάντα τὰ κακά; Ἀγνώμονος οἰκέτου ὁ λόγος, ἀλλ' ὅμως
καὶ τοῦτον ἐπιλυσόμεθα τὸν λόγον. Μὴ ἐργάζου τὰ κακὰ, ἵνα σαυτὸν ὠφελήσῃς.
Βασιλείας μὲν γὰρ πάντες ὁμοίως ἐκπεσούμεθα, ἐν δὲ γεέννῃ οὐ τὴν αὐτὴν δώσομεν
δίκην πάντες, ἀλλ' ὁ μὲν μείζονα, ὁ δὲ ἡμερωτέραν. Εἰ μὲν γὰρ σὺ κἀκεῖνος
κατεφρονήσατε, καὶ ὁ τὰ πολλὰ, καὶ ὁ τὰ ὀλίγα, ὀμοίως ἐκπεσεῖσθε τῆς βασιλείας·
εἰ δὲ οὐχ ὁμοίως κατεφρονήσατε, ἀλλ' ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον, ἐν τῇ γεέννῃ τῆς
διαφορᾶς αἰσθήσεσθε. Τί οὖν, φησὶν, ἀπειλεῖ τοῖς ἐλεημοσύνην μὴ δεδωκόσιν εἰς τὸ
πῦρ ἀπελεύσεσθαι, καὶ οὐχ ἁπλῶς εἰς τὸ πῦρ, ἀλλ' εἰς τὸ ἡτοιμασμένον τῷ διαβόλῳ
καὶ τοῖς ἀγγέλοις αὐτοῦ; τίνος ἕνεκεν καὶ διὰ τί; Οὐδὲν οὕτω τὸν Θεὸν παροξύνει,
ἀλλὰ πάντων αὐτὸ προτίθησι τῶν δεινῶν. Εἰ γὰρ τοὺς ἐχθροὺς φιλεῖν δεῖ· ὁ καὶ τοὺς
φίλους διαφθείρων, καὶ τῶν Ἑλλήνων κατὰ τοῦτο χείρων ὢν, τίνος οὐκ ἔσται κολάσεως
ἄξιος; Ὥστε ἐνταῦθα τὸ μέγεθος τοῦ ἁμαρτήματος μετὰ τοῦ διαβόλου ἐποίησεν αὐτὸν
ἀπελθεῖν. Οὐαὶ γὰρ τῷ ἐλεημοσύνην μὴ ποιοῦντι. Εἰ δὲ ἐπὶ τῆς Παλαιᾶς τοῦτο ἦν,
πολλῷ μᾶλλον ἐπὶ τῆς Καινῆς· εἰ ἔνθα συγκεχώρητο χρημάτων κτῆσις καὶ ἀπόλαυσις
καὶ ἐπιμέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας· πόσῳ μᾶλλον
ἔνθα κελευόμεθα πάντα ῥῖψαι; Τί γὰρ οὐκ ἐποίουν ἐκεῖνοι; δεκάτας, καὶ πάλιν δεκάτας
παρεῖχον, ὀρφανοῖς, χήραις, προσηλύτοις ἐπήρκουν. Ἀλλά μοί τις θαυμάζων τινὰ, ἔλεγε,
∆εκάτας δίδωσιν ὁ δεῖνα. Πόσης αἰσχύνης τοῦτο γέμει, εἰ ὃ ἐπὶ τῶν Ἰουδαίων οὐκ ἦν
θαυμασμοῦ, τοῦτο ἐπὶ τῶν Χριστιανῶν θαυμαστὸν γέγονεν; Εἰ τότε κίνδυνος ἦν, τὸ
δεκάτας ἀπολιπεῖν, ἐννόησον ὅσον ἐστὶ νῦν. Ἡ μέθη πάλιν οὐ κληρονομεῖ τὴν
βασιλείαν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκοῦν, εἰ κἀγὼ κἀκεῖνος ἐν τοῖς αὐτοῖς,
οὐ μικρὰ παραμυθία. Τί οὖν; Μάλιστα μὲν οὐ τῆς αὐτῆς σὺ κἀκεῖνος ἀπολαύσετε
τιμωρίας· ἄλλως δὲ, οὐδὲ παραμυθία τοῦτό ἐστι. Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει
παραμυθίαν, ὅταν σύμμετρα ᾖ τὰ δεινά· ὅταν δὲ ὑπερβαίνῃ καὶ ἐν ἐκστάσει ἡμᾶς
ποιῇ, οὐκέτι ἀφίησι λαβεῖν παραμυθίαν. Εἰπὲ γὰρ τῷ καταικιζομένῳ, καὶ εἰς τὴν
πυρὰν ἐμβεβηκότι, ὅτι Καὶ ὁ δεῖνα τοῦτο πάσχει· ἀλλ' οὐδὲ αἰσθήσεται τῆς
παραμυθίας. Οὐχὶ πάντες ὁμοῦ ἀπώλοντο οἱ Ἰσραηλῖται; ποίαν τοῦτο αὐτοῖς παραμυθίαν
ἔφερεν; οὐχὶ μᾶλλον αὐτὸ τοῦτο αὐτοὺς ἐλύπει; διὸ καὶ ἔλεγον, Ἀπολώλαμεν, ἐξολώλαμεν,
παρανηλώμεθα. Ποία τοίνυν αὕτη παραμυθία; Μάτην ἑαυτοὺς παραμυθούμεθα ταύταις
ταῖς ἐλπίσι· μία μόνη παραμυθία ἐστὶ, τὸ μὴ ἐμπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον·
ἐμπεσόντας δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα κλαυθμὸς,
ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον. Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ μοι,
παραμυθίαν, ἐν θλίψει καὶ στενοχωρίᾳ ὤν; ἐν σαυτῷ γὰρ ἔσῃ λοιπόν. Μὴ, δέομαι καὶ
παρακαλῶ, μὴ ἑαυτοὺς εἰκῆ ἀπατῶμεν, καὶ τούτοις τοῖς λόγοις παραμυθώμεθα, ἀλλὰ
ταῦτα πράττωμεν, ἅπερ ἡμᾶς σῶσαι δυνήσεται. Συγκαθίσαι τῷ Χριστῷ πρόκειται, καὶ
σὺ περὶ τούτων ἀκριβολογῇ; Εἰ γὰρ μηδὲν ἕτερον ἦν ἁμάρτημα, ὑπὲρ τῶν ῥημάτων τούτων
πόσην κόλασιν ὑποστῆναι ὑμᾶς ἐχρῆν, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω ταλαίπωροι καὶ ῥᾴθυμοί
ἐσμεν, ὡς, προκειμένης τοσαύτης τιμῆς, ταῦτα λέγειν; Ὅταν δὲ ἐννοήσῃς τότε τοὺς
κατωρθωκότας, οὐ τήκῃ πλέον; ὅταν ἴδῃς ἀπὸ δούλων καὶ ἀπὸ δυσγενῶν ὀλίγα καμόντας
ἐνταῦθα, καὶ τοῦ θρόνου μετέχοντας ἐκεῖ τοῦ βασιλικοῦ, οὐχὶ τῆς κολάσεώς σοι ταῦτα
χείρονα ἔσται; Εἰ γὰρ νῦν ὁρῶν εὐδοκιμοῦντας, καίτοι οὐδὲν πάσχων κακὸν, πάσης
τιμωρίας χεῖρον ὑπὸ τούτου μόνου διαφθείρῃ, καὶ πενθεῖς σαυτὸν καὶ δακρύεις, καὶ
μυρίων εἶναι θανάτων κρίνεις ἄξιον, τί τότε ὑποστήσῃ; Εἰ γὰρ μὴ γέεννα ἦν, αὐτὴ
ἡ ἔννοια τῆς βασιλείας οὐκ ἦν ἱκανὴ ἀπολέσαι καὶ διαφθεῖραι; Καὶ ὅτι τοῦτο οὕτως
ἕξει, ἱκανὸν ἀπὸ τῆς πείρας τῶν πραγμάτων μαθεῖν. Μὴ τοίνυν εἰκῆ ψυχαγωγῶμεν ἑαυτοὺς
τοῖς τοιούτοις ῥήμασιν· ἀλλὰ προσέχωμεν καὶ φροντίζωμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ
ἀρετῆς ἐπιμελώμεθα, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν ἑαυτοὺς διεγείρωμεν, ἵνα
καταξιωθῶμεν τυχεῖν τῆς τοσαύτης δόξης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. μεθ' οὗ
τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι κράτος, δόξα, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου