ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Κ΄. Περὶ ὀργῆς καὶ θυμοῦ.

Δευτέρα 31 Οκτωβρίου 2016

Κ΄. Περὶ ὀργῆς καὶ θυμοῦ.




Κʹ. Περὶ ὀργῆς καὶ θυμοῦ.

Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; παράστηθι μαχομένοις ἐν ἀγορᾷ· ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δύνασαι ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι, ἀλλ' ὅταν καθαρεύσῃς τοῦ πάθους, τότε ἂν μᾶλλον θεωρήσῃς τὰ σά. Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστᾶται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καὶ καταγελάστως οἱ πόδες πηδῶσι καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασιν, ἀλλ' οὐδὲ τῶν ἀγρίων ὄνων, λακτίζοντες, δάκνοντες· οὕτως ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἀλλ' οἰδαίνει, φησὶν, ἡ καρδία, καὶ ταῖς ὕβρεσι δάκνεται. Οἶδα κἀγώ· διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας θαυμάζω. Ἂν γὰρ θέλωμεν, δυνατὸν διακρούσασθαι τὸ πάθος. ∆ιὰ τί γὰρ ἀρχόντων ἡμᾶς ὑβριζόντων, τοῦτο μὴ πάσχομεν; Ὅτι φόβος ἀντίῤῥοπος ἕστηκε τοῦ πάθους ἡμῖν. ∆ιὰ τί καὶ οἰκέται παρ' ὑμῶν ὑβριζόμενοι μυρία, σιγῇ πάντα φέρουσιν; Ὅτι καὶ αὐτοὶ τὸν αὐτὸν ἐπικείμενον ἔχουσι δεσμόν. Νῦν δὲ ἀνθρώπων μὲν ἕνεκα καὶ τὰ ἀφόρητα φέρομεν, καὶ πρὸς τοὺς ὑβρίζοντας λέγομεν· 


Ὁ δεῖνά με ὕβρισεν, οὐ σύ· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτην ἕξομεν τὴν εὐλάβειαν; Εἴπωμεν καὶ πρὸς τὴν ἡμετέραν ψυχήν· Ὁ Θεὸς ἡμᾶς ὑβρίζει νῦν, ὁ κελεύων σιγᾷν· μὴ σκιρτῶμεν, μηδὲ ἔστω Θεὸς, ἀτιμότερος ἀνθρώπων. Ὅταν οὖν σε λυπήσῃ τις, ἐννόησον τὰ ἡμαρτημένα σοι πρὸς τὸν Θεὸν, καὶ ὅτι τῇ πρὸς ἐκεῖνον ἐπιεικείᾳ πραότερόν σοι καταστήσεις τὸ δικαστήριον τῶν μελλουσῶν εὐθυνῶν. Ἄφετε γὰρ, φησὶ, καὶ ἀφεθήσεται ὑμῖν. Πρὸς τούτοις δὲ κἀκεῖνο σκόπησον, εἴποτε εἰς ἀγριότητα ἐξενεχθεὶς ἐκράτησας σεαυτοῦ, καὶ εἴποτε παρεσύρης ὑπὸ τοῦ πάθους, καὶ ἀμφοτέρους παράβαλε τοὺς καιρούς. Πότε σαυτὸν ἐπῄνεσας; ἡνίκα ἡττήθης, ἢ ὅτε σαυτοῦ ἐκράτησας; οὐχὶ τότε μὲν καταρώμεθα ἑαυτοῖς πολλάκις, καὶ πολὺ τὸ τῆς μεταμελείας ἡμῖν ἐπεισέρχεται, καὶ ῥημάτων ἕνεκα καὶ πραγμάτων; ὅταν δὲ περιγενώμεθα, τρυφῶμεν, γαυριῶμεν ὡς νενικηκότες. Νίκη γὰρ ἐπὶ τῆς ὀργῆς, οὐ τὸ τοῖς ἴσοις ἀμύνεσθαι· ἐσχάτη γὰρ αὕτη ἧττά ἐστιν· ἀλλὰ τὸ πράως ἐνεγκεῖν παθόντα κακῶς καὶ ἀκούσαντα. Μηδὲ πρὸς τοὺς παραινοῦντας σιγᾷν ἀντίτεινε λέγων· Οὐκ ἀνέξομαι ἵνα μου καταγελάσας ὁ δεῖνα ἀπέλθῃ· οὐ γὰρ δὴ τότε καταγελάσεται, ἀλλ' ὅταν ἐπεξέλθῃς· εἰ δὲ καὶ τότε καταγελάσεται, ὡς ἀνόητος καὶ τοῦτο πείσεται. Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων μαρτυρίαν, ἀλλ' ἀποχρῶσαν νόμιζε τὴν παρὰ τῶν συνετῶν· μᾶλλον δὲ πρὸς τὸν Θεὸν ἀνάβλεψον, κἀκεῖνός σε ἐπαινέσει· τὸν δὲ παρ' ἐκείνου θαυμαζόμενον οὐ δεῖ τὴν παρὰ τῶν ἀνθρώπων τιμὴν ἐπιζητεῖν. Κἂν χρήματά τις ἔχῃ πολλὰ καὶ κτήματα, οὕτως αὐτοῖς κεχρήσθω, ὡς πάροικος καὶ μικρὸν ὕστερον αὐτῶν ἀποστησόμενος καὶ ἑκὼν καὶ ἄκων. Κἂν ἠδικημένος τις ᾖ παρά τινος, μὴ ἀθάνατα ὀργιζέσθω, μᾶλλον δὲ μηδὲ πρόσκαιρα· Μὴ ἐπιδυέτω γὰρ, φησὶν, ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Καὶ γὰρ οἰκίας ὁλοκλήρους ἀνέτρεψε, καὶ συνηθείας ἀρχαίας διέλυσε, καὶ τραγῳδίας ἀπαραμυθήτους εἰργάσατο τοῦτο τὸ πάθος. Ὅταν οὖν ἐπηρεάζῃ σέ τις, μὴ πρὸς αὐτὸν ἴδῃς, ἀλλὰ πρὸς τὸν κινοῦντα τοῦτον δαίμονα, καὶ τὴν ὀργὴν ἅπασαν κατ' ἐκείνου κένωσον· αὐτὸν δὲ καὶ ἐλέει τὸν ὑπ' ἐκείνου κινούμενον. Εἰ γὰρ τὸ ψεύδεσθαι ἀπὸ τοῦ διαβόλου, τὸ ὀργίζεσθαι εἰκῆ πολλῷ μᾶλλον ἐκεῖθεν. Ὀργίζεσθαι μὲν οὖν οὐκ ἔνι, μηδενὸς ὄντος τοῦ παροξύνοντος· ἐπιθυμεῖν δὲ ἀνάγκη, καὶ τῆς ὄψεως τῆς εἰς τοῦτο κινούσης μὴ φαινομένης. Ὅταν σε ὑβρίσῃ τις, ἐννόησον τὴν κόλασιν ἣν κολάζεται· καὶ οὐ μόνον οὐχ ἕξεις ὀργὴν, ἀλλὰ καὶ δάκρυα ἀφήσεις. Οὐδὲ γὰρ πρὸς τὸν πυρέττοντά τις παροξύνεται, οὐδὲ πρὸς τὸν φλεγμαίνοντα, ἀλλ' ἐλεεῖ πάντας τοὺς τοιούτους καὶ δακρύει. Εἰ δὲ καὶ ἀμύνασθαι βούλει, σίγησον, καὶ καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν· ἂν δὲ δηχθεὶς ὑβρίσῃς, ἀναγκάζεις ἀληθῆ νομίζεσθαι τὰ λεγόμενα. ∆ιὰ τί γὰρ ὁ πλούσιος ἀκούων ὅτι πένης ἐστὶ, γελᾷ; ὅτι μὴ σύνοιδεν ἑαυτῷ πενίαν. Ἂν τοίνυν μέλλοιμεν γελᾷν ἐπὶ ταῖς ὕβρεσι, μεγίστην ἀπόδειξιν παρεξόμεθα τοῦ μὴ συνειδέναι τοῖς λεγομένοις. Ὕβρισέ σέ τις; παρακάλεσον τὸν Θεὸν, ὥστε ἵλεων αὐτῷ γενέσθαι ταχέως· ἀδελφός ἐστι σός· μέλος ἐστὶ σόν. Ἀλλὰ πλέον ἐπεμβαίνει μοι, φησίν. Οὐκοῦν διὰ ταῦτά σοι μείζων ὁ μισθός. ∆ιὰ ταῦτα μάλιστα τὸν θυμὸν ἀφεῖναι δίκαιον, ἐπειδὴ ἔτρωσεν αὐτὸν ὁ διάβολος. Μὴ τοίνυν ἐπιπλήξῃς καὶ σὺ, μηδὲ καταβάλῃς σαυτὸν μετ' ἐκείνου. Ἕως μὲν γὰρ ἂν ἕστηκας, δύνασαι κἀκεῖνον διασῶσαι· ἂν δὲ καὶ σαυτὸν καταῤῥίψῃς διὰ τοῦ ἀνθυβρίσαι, τίς ὑμᾶς ἀναστήσει λοιπόν; ἐκεῖνος ὁ τρωθείς; ἀλλ' οὐ δυνήσεται κείμενος. Ἀλλὰ σὺ ὁ πεσὼν μετ' ἐκείνου; καὶ πῶς, ὁ οὐκ ἀρκέσας σεαυτῷ, χεῖρα ὀρέξεις ἑτέρῳ; Ἔτρωσεν αὐτὸν ὁ διάβολος· μὴ τρώσῃς καὶ σὺ, ἀλλὰ καὶ τὸ πρότερον ἔκβαλε βέλος. Ἂν γὰρ οὕτως ἀλλήλοις ὁμιλῶμεν, ταχέως ὑγιεῖς πάντες ἐσόμεθα· ἂν δὲ κατ' ἀλλήλων καθοπλιζώμεθα, οὐδὲ τοῦ διαβόλου χρεία πρὸς τὴν ἡμετέραν ἀπώλειαν. Ἀλλ' ἔπαθες πρῶτος κακῶς; ἀλλ' οὐ τὸ κακῶς παθεῖν ἐστιν ἄθλιον, ἀλλὰ τὸ ποιῆσαι κακῶς. Μὴ γὰρ εἴπῃς· Οὐδέν ἐστι κακὸν, ἂν τὸν δεῖνα ὑβρίσω. ∆ιὰ τοῦτο μέγα ἐστὶ κακὸν, ἐπειδὴ οὐδὲν εἶναι δοκεῖ· τὰ γὰρ μηδὲν εἶναι δοκοῦντα εὐκόλως καὶ καταφρονεῖται, τὰ δὲ καταφρονούμενα καὶ αὔξεται, τὰ δὲ αὐξανόμενα καὶ ἀνίατα γίνεται. Οὐδὲν τοίνυν ἡγῇ ποιεῖν δεινὸν, τοῦ ἀδελφοῦ κατηγορῶν; πῶς οὖν καλεῖς ἀδελφόν; Εἰ δὲ οὐκ ἔστι ἀδελφὸς, πῶς λέγεις, Πάτερ ἡμῶν; τὸ γὰρ, ἡμῶν, πολλῶν ἐστι προσώπων σημαντικόν. Οὐ γὰρ δύναται πατέρα καλεῖν τὸν φιλάνθρωπον Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον· οὐδὲ γὰρ σώζει τοὺς χαρακτῆρας τῆς ἐν τῷ ἐπουρανίῳ Πατρὶ ἀγαθότητος, ἀλλ' εἰς τὸ θηριῶδες εἶδος ἑαυτὸν μετεμόρφωσε, καὶ τῆς θεϊκῆς εὐγενείας ἐξέπεσεν. Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦρος, λακτίζῃ δὲ ὡς ὄνος, μνησικακῇ δὲ ὡς κάμηλος, καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, ἁρπάζῃ δὲ ὡς λύκος, πλήττῃ δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖ ὡς ἀλώπηξ, χρεμετίζει δὲ ἐπὶ γυναιξὶν ὡς ἵππος θηλυμανὴς, πῶς δύναται ὁ τοιοῦτος τὴν υἱῷ πρέπουσαν ἀναπέμψαι φωνὴν, καὶ πατέρα ἑαυτοῦ καλεῖν τὸν Θεόν; Τί οὖν ὀνομάζεσθαι χρὴ τὸν τοιοῦτον; θηρίον; Ἀλλὰ τὰ θηρία ἑνὶ τούτων τῶν ἐλαττωμάτων κατέχεται· οὗτος δὲ πάντα συναγαγὼν ἐν ἑαυτῷ, καὶ τῆς ἐκείνων ἀλογίας γέγονεν ἀλογώτερος. Τὰ μὲν γὰρ θηρία καίτοι κατὰ φύσιν ὄντα ἄγρια, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται· οὗτος δὲ ἄνθρωπος ὢν, καὶ τὴν ἀγριότητα ἐκείνων τὴν κατὰ φύσιν εἰς τὴν ἡμερότητα μεταβάλλων τὴν παρὰ φύσιν, ποίαν ἕξει ἀπολογίαν, τὴν ἑαυτοῦ πραότητα τὴν κατὰ φύσιν εἰς ἀγριότητα ἐξάγων τὴν παρὰ φύσιν, καὶ τὸ μὲν ἄγριον φύσει ποιῶν ἥμερον, ἑαυτὸν δὲ τὸν ἥμερον φύσει ποιῶν ἄγριον, καὶ λέοντα μὲν τιθασσεύων καὶ χειροήθη ποιῶν, τὸν δὲ θυμὸν τὸν ἴδιον λέοντος κατασκευάζων ἀγριώτερον; Καὶ γὰρ τὸν μὲν λέοντα ἡμεροῖ καὶ ποιεῖ ἄνθρωπον, ἑαυτὸν δὲ περιορᾷ ἐξ ἀνθρώπου γινόμενον λέοντα· καὶ ἐκείνῳ μὲν τὰ ὑπὲρ φύσιν χαρίζεται, ἑαυτῷ δὲ οὐδὲ τὰ κατὰ φύσιν πορίζεται. Εἰ οὐδὲν οὕτως ὁμοιοῖ τῷ Θεῷ, ὡς τὸ τοῖς ἀδικοῦσιν εἶναι συγγνωμονικὸν τὸν ἀδικούμενον· πόσης οὐκ ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ ταῦτα πάντα μὴ μόνον αὐτοῖς οὐκ ἀφιέντες, ἀλλὰ καὶ τὸν Θεὸν ἐπὶ τὴν ἄμυναν τῶν ἐχθρῶν παρακαλοῦντες, καὶ κατ' αὐτῶν ἐντυγχάνοντες; Τίνα δὲ λοιπὸν ἕξουσι σωτηρίας ἐλπίδα, ὅταν καὶ ἡνίκα ἐξιλεοῦσθαι αὐτὸν δέῃ, καὶ τότε αὐτὸν παροξύνωσιν, ἱκέτου μὲν σχῆμα περικείμενοι, θηρίου δὲ φωνὰς ἀφιέντες, καὶ καθ' ἑαυτῶν τὰ τοῦ πονηροῦ βέλη ἐξακοντίζοντες; Εἰ γὰρ ὅτε ἐλέου χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς· πότε δυνήσῃ γενέσθαι φιλάνθρωπος; Ἔπαθες κακῶς, καὶ ἀμύνασθαι βούλει τὸν κακῶς σοι ποιήσαντα; ποίησον αὐτῷ καλῶς, καὶ ἠμύνω. Ἂν μὲν γὰρ ἐπεξέλθῃς, ὁμοίως καὶ σὲ κἀκεῖνον ἅπαντες μέμψονται· ἂν δὲ ἐνέγκῃς, σὲ μὲν κροτήσουσι καὶ θαυμάσονται, ἐκεῖνον δὲ κακηγορήσουσι. Τί δὲ ἐχθρῷ γένοιτ' ἂν μεῖζον κακὸν καὶ πικρότερον τοῦ τὸν ἐχθρὸν ἰδεῖν παρὰ πάντων θαυμαζόμενον καὶ κροτούμενον, ἑαυτὸν δὲ παρὰ πάντων ὑβριζόμενον ἐπ' ὄψεσι τοῦ ἐχθροῦ; Θηρίον ἐστὶν εὐκόλως ἐκπηδῶν ὁ θυμός· καὶ διὰ τοῦτο μυρίων θριγκίων καὶ διαφραγμάτων ἡμῖν δεῖ πρὸς τὸ περιγενέσθαι αὐτοῦ καὶ κατασχεῖν. ∆ιὰ γὰρ τοῦτο ἡμῖν μάλιστα τοῦτο τὸ μέρος ὥσπερ ἔκ τινων λίθων τῶν ὀστῶν ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ θεὶς, ὥστε μὴ διαῤῥήξαντά ποτε μηδὲ διατεμόντα, εὐκόλως τὸ πᾶν λυμήνασθαι ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη μεγάλη· καὶ οὐκ ἂν ἕτερον μέρος τοῦ ὅλου σώματος ταύτην ἂν τὴν βίαν ἀνάσχοιτο. Οὐχ οὕτω λέων τὰ σπλάγχνα διασπαράξαι δύναται τὰ ἡμέτερα, ὡς θυμὸς τοῖς σιδηροῖς ὄνυξι διαπαντὸς ἐγκαθήμενος ἀπόλλυσιν ἅπαντα. Οὐ γὰρ δὴ τῷ σώματι λυμαίνεται μόνον, ἀλλὰ καὶ αὐτὴν τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν. Ὅταν οὖν ἐλθών τις εἴπῃ σοι, ὅτι ὁ δεῖνά σε ὕβρισε, καὶ κακῶς σε πρὸς ἅπαντας λέγων διατελεῖ, ἐπαίνεσον πρὸς τοὺς παρόντας τὸν ὑβρικότα· καὶ, κἂν σφόδρα ὦσιν ἀνόητοι, σὲ μὲν ἐπαινέσονται καὶ θαυμάσονται, ἐκεῖνον δὲ μισήσουσιν ὡς θηρίου παντὸς χαλεπώτερον, ὅτι ὁ μὲν οὐδὲν ἠδικημένος ἐλύπησε, σὺ δὲ καὶ κακῶς παθὼν, τοῖς ἐναντίοις ἠμείψω. Πρὸς τούτοις δὲ καὶ τὰ εἰρημένα πάντα δυνήσῃ δεῖξαι ἕωλα ὄντα. Ὁ μὲν γὰρ δακνόμενος, τοῦ συνειδέναι τοῖς λεγομένοις ἀπόδειξιν παρέχεται τὸ ἀλγεῖν· ὁ δὲ καταγελάσας, αὐτῷ τούτῳ παρὰ τοῖς παροῦσι πάσης ἀπήλλαξεν ἑαυτὸν ὑποψίας. Εἰ δὲ καὶ ἐκεῖνον ἀμύνασθαι ἐπιθυμεῖς, καὶ τοῦτο ἐκ περιουσίας ἕψεται, καὶ τοῦ Θεοῦ κολάζοντος αὐτὸν ἀνθ' ὧν εἴρηκε, καὶ πρὸ τῆς κολάσεως ἐκείνης τῆς σῆς φιλοσοφίας ἀντὶ καιρίας αὐτῷ γινομένης πληγῆς. Οὐδὲν γὰρ οὕτω τοὺς ὑβρίζοντας ἡμᾶς κολάζειν εἴωθεν, ὡς τὸ τοὺς ὑβριζομένους ἡμᾶς καταγελᾷν τῶν ὕβρεων. Ὅταν δὲ ὑβρισθεὶς ἀνθυβρίσῃς, ἡττήθης, οὐχ ὑπὸ ἀνθρώπου, ἀλλ', ὅπερ ἐστὶν αἰσχρότερον, ὑπὸ πάθους ἀνελευθέρου τοῦ θυμοῦ κινηθείς· ἂν δὲ σιγήσῃς, καὶ ἐνίκησας, καὶ ἀπονητὶ τὸ τρόπαιον ἔστησας, καὶ μυρίους ἕξεις τοὺς στεφανοῦντας, καὶ τοῦ τῆς λοιδορίας ψεύδους καταγινώσκοντας. Ὁ μὲν γὰρ ἀντιλέγων, ὡς δακνόμενος ἀντερεῖν δοκεῖ· ὁ δὲ δακνόμενος, ὑπόνοιαν παρέχει τοῦ συνειδέναι τοῖς λεγομένοις· ἂν δὲ καταγελάσῃς, τῷ τε γέλωτι τὴν κατὰ σαυτοῦ ψῆφον ἐξέλυσας, καὶ τὸν ὑβρίσαντα μᾶλλον ἀλγεῖν ἐντεῦθεν ἐποίησας. Οὐδὲ γὰρ οὕτως ἥδεται τῷ μὴ ὑβρίζεσθαι, ὡς δάκνεται τῷ μὴ δύνασθαί σου καθάψασθαι. Ὅταν οὖν οὗ μάλιστα ἐπιθυμεῖ, τούτου μάλιστα ἀποστερήσῃς αὐτὸν, τοῦ παντὸς ἀπεστέρησας, ἐξευτελίσας καὶ δείξας εὐκαταφρόνητον. Οὐ γὰρ οὕτω τὸ κρατῆσαι πολεμίων λαμπροὺς ποιεῖ τοὺς βασιλεύοντας, ὡς τὸ κρατῆσαι θυμοῦ καὶ ὀργῆς· ἐκεῖ μὲν γὰρ τῶν ὅπλων καὶ τῶν στρατιωτῶν τὸ κατόρθωμα γέγονεν, ἐνταῦθα δὲ γυμνὸν σόν ἐστι τὸ τρόπαιον· καὶ ἐκεῖ μὲν καὶ ἑτέρους ἔχεις τοὺς συμμερίζοντας τὴν νίκην, ἐνταῦθα δὲ μόνος τὸ τρόπαιον ἔστησας. Ὅταν οὖν σε ὑβρίσῃ τις, φέρε γενναίως· ἑαυτὸν γὰρ, οὐ σὲ ὕβρισεν. Ἂν πλήξῃ τὴν δεξιὰν, μὴ ἀντιτείνῃς· ἐκεῖνος γάρ ἐστιν ὁ πληττόμενος, σὲ μὲν τῇ χειρὶ, ἑαυτὸν δὲ τῷ θυμῷ παίων, καὶ πονηρὰν παρὰ πάντων λαμβάνων δόξαν. Εἰ δὲ δοκεῖ σοι δύσκολα ταῦτα εἶναι, ἐννόησον ὅτι, εἰ μαινόμενός τις τὸ ἱμάτιόν σου περιέῤῥηξε, τίνα ἂν ἔφης πάσχειν κακῶς, σὲ τὸν παθόντα, ἢ ἐκεῖνον τὸν ποιήσαντα; Εὔδηλον ὅτι ἐκεῖνον. Εἶτα ἔνθα μέν σοι ἱμάτιον διαῤῥήγνυται, ὁ ποιήσας τοῦ παθόντος χαλεπώτερα πέπονθεν· ἔνθα δὲ καρδία διαῤῥήγνυται (ὁ γὰρ θυμὸς τοῦτο ποιεῖ), οὐκ ἐκεῖνον ἡγήσῃ μείζονα πεπονθέναι δεινὰ σοῦ τοῦ μηδ' ὁτιοῦν ὑπομείναντος; Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ μᾶλλον κακὸν ἀντὶ ἀγαθοῦ, καὶ μὴ προϋπάρξαντος κακοῦ, ἀποδοῦναι κακόν. Ἀλλὰ ὁ δεῖνα, φησὶ, πονηρός ἐστι, καὶ ἐλύπησε καὶ πολλά με ἠδίκησε. Βούλει αὐτὸν ἀμύνασθαι; μὴ ἀνταποδῷς, ἔασον ἀτιμώρητον, εὐχαρίστησον. Αὕτη γὰρ ὄντως ἄμυνα, κἀκείνῳ βλάβην φέρουσα, καὶ ὠφέλειαν σοί· ἀπὸ ταύτης γὰρ χαρὰ τίκτεται. Ὅταν γὰρ τοιαύτην ἔχωμεν ψυχὴν, ὥστε μηδένα ἀμύνεσθαι, ἀλλὰ πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐεργεσίαις ἀμείβεσθαι τὸν πεποιηκότα κακῶς, πῶς δυνήσεται ἀνιαθῆναι λοιπόν; Τί γὰρ, εἰπέ μοι, κακὸν πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ' οὐδὲν ξένον· θνητὸν γὰρ ἡμῖν τὸ σῶμα καὶ παθητόν. Ἀλλὰ πενία χρημάτων; ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπόκτητα καὶ ἐνταῦθα μένοντα. Ἀλλ' ἐπιβουλαὶ καὶ συκοφαντίαι; ἀλλ' οὐχ ἡμεῖς ἀδικούμεθα ἐν τούτοις, ἀλλ' ἐκεῖνοι οἱ πεποιηκότες. Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται· ἥμαρτε δὲ οὐχ ὁ παθὼν κακῶς· ἀλλ' ὁ ποιήσας κακῶς. Μηδὲν τοίνυν οὕτω σπουδάζωμεν, ἀγαπητοὶ, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες, ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἁμαρτίας χαλεπωτέραν ταύτην ἀποφηνάμενος. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς ἄνθρωπον μνησίκακον καὶ διατηροῦντα ὀργήν. Πῶς γὰρ βούλει τὸν ∆εσπότην ἥμερόν σοι γενέσθαι καὶ πρᾶον, τῷ συνδούλῳ γινόμενος αὐτὸς χαλεπὸς καὶ ἀσύγγνωστος; Ἀλλ' ὕβρισέ σε ὁ σύνδουλός σου; καὶ σὺ τὸν Θεὸν ὑβρίζεις πολλάκις· ποῦ δὲ ἴσον σύνδουλος καὶ δεσπότης; Καὶ οὗτος μὲν ἐκ πάθους καὶ ἠδικημένος ἴσως ὕβρισε, καὶ παροξυνθείς· σὺ δὲ τὸν Θεὸν ὑβρίζεις οὐκ ἠδικημένος οὐδὲ ἐπηρεασμένος, ἀλλ' εὐεργετούμενος ὑπ' αὐτοῦ καθ' ἑκάστην ἡμέραν· καὶ τίνα ἕξομεν ἀπολογίαν ἢ συγγνώμην; Ἐννόησον τοίνυν, ὅτι, εἰ βουληθείη μετὰ ἀκριβείας τὰ εἰς αὐτὸν γινόμενα ὁ Θεὸς ἐξετάζειν, οὐδεμίαν βιωσόμεθα ἡμέραν. Ἀνομίας γὰρ, φησὶν, ἐὰν παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |