Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60
ΙΑʹ.Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θα νάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.
αʹ. Ὅπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι εἰς τὸν ἠθικὸν συνεχῶς ἐκβαίνει λόγον, οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς, διαιρῶν αὐτὰς εἰς δύο, τὸ μὲν πρῶτον τοῖς δόγμασιν ἀφορίζει, τὸ δὲ ἕτερον τῇ τῶν ἠθῶν ἐπιμελείᾳ· ἀλλ' οὐκ ἐνταῦθα οὕτως, ἀλλὰ δι' ὅλης αὐτῆς ἀναμὶξ τοῦτο ποιεῖ, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον. ∆ύο τοίνυν ἐνταῦθα νεκρώσεις εἶναί φησι, καὶ θανάτους δύο· καὶ τὴν μὲν ὑπὸ τοῦ Χριστοῦ γεγενῆσθαι ἐν τῷ βαπτίσματι, τὴν δὲ ὑφ' ἡμῶν ὀφείλειν γίνεσθαι διὰ τῆς μετὰ ταῦτα σπουδῆς. Τὸ μὲν γὰρ ταφῆναι τὰ πρότερα ἁμαρτήματα, τῆς αὐτοῦ γέγονε δωρεᾶς· τὸ δὲ μετὰ τὸ βάπτισμα μεῖναι νεκροὺς τῇ ἁμαρτίᾳ, τῆς ἡμετέρας δεῖ γενέσθαι ἔργον σπουδῆς, εἰ καὶ τὰ μάλιστα πολλὰ καὶ ἐνταῦθα τὸν Θεὸν ὁρῶμεν βοηθοῦντα ἡμῖν. Οὐ γὰρ δὴ τοῦτο ἰσχύει τὸ βάπτισμα μόνον τὸ τὰ πρότερα ἀφανίσαι πλημμελήματα, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεται. Ὥσπερ οὖν ἐν ἐκείνοις τὴν πίστιν εἰσήνεγκας, ἵνα ἀφανισθῇ· οὕτω καὶ ἐν τοῖς μετὰ ταῦτα τῆς προθυμίας ἐπίδειξαι τὴν μεταβολὴν, ἵνα μὴ πάλιν σαυτὸν καταῤῥυπάνῃς. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα συμβουλεύων φησίν·
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Εἶδες πῶς ἐπῆρε τὸν ἀκροατὴν, πρὸς τὸν ∆εσπότην εὐθέως αὐτὸν ἀναγαγὼν τὸν αὐτοῦ, καὶ πολλὴν δεῖξαι σπουδάσας τὴν ὁμοιότητα; ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Θανάτῳ, ἵνα μὴ ἀντείπῃς, ἀλλ' Ὁμοιώματι θανάτου· οὐ γὰρ ἡ οὐσία αὐτὴ ἀπέθανεν, ἀλλ' ὁ ἐξ ἁμαρτιῶν ἄνθρωπος, τουτέστιν, ἡ κακία. Καὶ οὐκ εἶπεν, Εἰ γὰρ ἐκοινωνήσαμεν τῷ ὁμοιώματι τοῦ θανάτου· ἀλλὰ τί; Εἰ γὰρ σύμφυτοι γεγόναμεν, τῷ τῆς φυτείας ὀνόματι τὸν ἐκ ταύτης καρπὸν ἡμῖν αἰνιξάμενος. Καθάπερ γὰρ τὸ σῶμα αὐτοῦ ταφὲν ἐν τῇ γῇ καρπὸν τῆς οἰκουμένης τὴν σωτηρίαν ἤνεγκεν· οὕτω καὶ τὸ ἡμέτερον ταφὲν ἐν τῷ βαπτίσματι, καρπὸν ἤνεγκε τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὴν υἱοθεσίαν, τὰ μυρία ἀγαθά· οἴσει δὲ καὶ τὸ τῆς ἀναστάσεως ὕστερον δῶρον. Ἐπεὶ οὖν ἡμεῖς μὲν ἐν ὕδατι, αὐτὸς δὲ ἐν γῇ, καὶ ἡμεῖς μὲν κατὰ τὸν τῆς ἁμαρτίας λόγον, ἐκεῖνος δὲ κατὰ τὸν τοῦ σώματος ἐτάφη, διὰ τοῦτο οὐκ εἶπε, Σύμφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁμοιώματι τοῦ θανάτου· θάνατος μὲν γὰρ καὶ τοῦτο καὶ ἐκεῖνο, ἀλλ' οὐ τοῦ αὐτοῦ ὑποκειμένου. Εἰ τοίνυν, φησὶν, ἐν τῷ θανάτῳ ἐγενόμεθα σύμφυτοι, καὶ τῆς ἀναστάσεως ἐσόμεθα· ἀνάστασιν ἐνταῦθα τὴν μέλλουσαν λέγων. Ἐπειδὴ γὰρ ἀνωτέρω περὶ θανάτου διαλεχθεὶς καὶ εἰπὼν, Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; οὐδὲν περὶ ἀναστάσεως διελέχθη σαφῶς, ἀλλὰ περὶ πολιτείας τῆς μετὰ τὸ βάπτισμα, κελεύσας ἐν καινότητι ζωῆς περιπατῆσαι· διὰ τοῦτο ἐνταῦθα τὸν αὐτὸν ἀναλαβὼν λόγον, ἐκείνην ἡμῖν λοιπὸν προαναφωνεῖ τὴν ἀνάστασιν. Καὶ ἵνα μάθῃς, ὅτι οὐ περὶ ταύτης φησὶ τῆς ἐκ τοῦ βαπτίσματος, ἀλλὰ περὶ ἐκείνης· εἰπὼν, Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, οὐκ εἶπεν, ὅτι Τοῦ ὁμοιώματος τῆς ἀναστάσεως ἐσόμεθα, ἀλλὰ, Καὶ τῆς ἀναστάσεως. Ἵνα γὰρ μὴ λέγῃς, Καὶ πῶς, εἰ μὴ ἀπεθάνομεν ὡς ἀπέθανεν, ἀναστησόμεθα ὡς ἀνέστη; ἡνίκα μὲν τοῦ θανάτου ἐμνημόνευσεν, οὐκ εἶπε, Σύμφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁμοιώματι τοῦ θανάτου· ἡνίκα δὲ τῆς ἀναστάσεως, οὐκ εἶπε, Τῷ ὁμοιώματι τῆς ἀναστάσεως, ἀλλ' Αὐτῆς τῆς ἀναστάσεως ἐσόμεθα. Καὶ οὐκ εἶπε, Γεγόναμεν, ἀλλ' Ἐσόμεθα, καὶ τούτῳ πάλιν δηλῶν τῷ ῥήματι ἐκείνην τὴν οὐδέπω γεγενημένην ἀνάστασιν, ἀλλὰ μέλλουσαν. Εἶτα βουλόμενος ἀξιόπιστον ποιῆσαι τὸν λόγον, δείκνυσιν ἑτέραν ἀνάστασιν ἐνταῦθα γενομένην πρὸ ἐκείνης, ἵνα ἀπὸ τῆς παρούσης καὶ τῇ μελλούσῃ πιστεύσῃς. Εἰπὼν γὰρ, ὅτι σύμφυτοι ἐσόμεθα τῆς ἀναστάσεως, ἐπήγαγε· Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας· ὁμοῦ καὶ αἰτίαν καὶ ἀπόδειξιν τῆς μελλούσης τιθεὶς ἀναστάσεως. Καὶ οὐκ εἶπεν, Ἐσταύρωται, ἀλλὰ, Συνεσταύρωται, ἐγγὺς ἄγων τὸ βάπτισμα τῷ σταυρῷ. ∆ιὸ καὶ ἀνωτέρω ἔλεγε, Σύμφυτοι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ γεγόναμεν, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, οὐ τὸ σῶμα τοῦτο οὕτω καλῶν, ἀλλὰ τὴν πονηρίαν ἅπασαν. Ὥσπερ γὰρ παλαιὸν ἄνθρωπον λέγει τὴν ὁλόκληρον κακίαν, οὕτω καὶ σῶμα τοῦ ἀνθρώπου ἐκείνου τὴν ἀπὸ τῶν διαφόρων μερῶν πονηρίας συγκειμένην πάλιν κακίαν. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἀπὸ τοῦ Παύλου τοῦτο αὐτὸ διὰ τῶν ἑξῆς ἑρμηνεύσαντος ἄκουσον. Εἰπὼν γὰρ, Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, ἐπήγαγε· Τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ταύτῃ γὰρ αὐτὸ εἶναι βούλομαι νεκρὸν, οὐχ ὥστε ἀφανισθῆναι καὶ ἀποθανεῖν, ἀλλ' ὥστε μὴ ἁμαρτάνειν. Καὶ προϊὼν ἔτι σαφέστερον αὐτὸ ποιεῖ· Ὁ γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Περὶ παντὸς ἀνθρώπου τοῦτό φησιν, ὅτι ὥσπερ ὁ ἀποθανὼν ἀπήλλακται τὸ λοιπὸν τοῦ ἁμαρτάνειν, νεκρὸς κείμενος, οὕτω καὶ ὁ ἀναβὰς ἀπὸ τοῦ βαπτίσματος· ἐπειδὴ γὰρ ἅπαξ ἀπέθανεν ἐκεῖ, νεκρὸν δεῖ μένειν διαπαντὸς τῇ ἁμαρτίᾳ. βʹ. Εἰ τοίνυν ἀπέθανες ἐν τῷ βαπτίσματι, μένε νεκρός· καὶ γὰρ ἕκαστος ἀποθανὼν, οὐκέτι ἁμαρτάνειν δύναιτ' ἄν· εἰ δὲ ἁμαρτάνεις, λυμαίνῃ τοῦ Θεοῦ τὴν δωρεάν. Ἀπαιτήσας τοίνυν τοσαύτην ἡμᾶς φιλοσοφίαν, καὶ τὸν στέφανον ταχέως ἐπήγαγε, λέγων· Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ. Καίτοι καὶ τοῦτο πρὸ τοῦ στεφάνου μέγιστος στέφανος, τὸ κοινωνῆσαι τῷ ∆εσπότῃ· πλὴν ἀλλὰ καὶ ἕτερον δίδωμί σοι, φησὶν, ἔπαθλον. Ποῖον δὴ τοῦτο; Τὴν αἰώνιον ζωήν. Πιστεύομεν γὰρ, φησὶν, ὅτι καὶ συζήσομεν αὐτῷ. Καὶ πόθεν τοῦτο δῆλον; Εἰδότες, ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. Καὶ σκόπει πάλιν αὐτοῦ τὴν φιλονεικίαν, καὶ πῶς ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας θορυβεῖσθαι διὰ τὸν σταυρὸν καὶ τὸν θάνατον, δείκνυσιν ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαῤῥεῖν λοιπόν. Μὴ γὰρ, ἐπειδὴ ἅπαξ ἀπέθανε, φησὶ, νομίσῃς αὐτὸν θνητὸν εἶναι· καὶ γὰρ διὰ τοῦτο αὐτὸ ἀθάνατος μένει· θανάτου γὰρ θάνατος ὁ θάνατος αὐτοῦ γέγονε· καὶ ἐπειδὴ ἀπέθανε, καὶ διὰ τοῦτο οὐκ ἀποθνήσκει· καὶ γὰρ ἐκεῖνον τὸν θάνατον Τῇ ἁμαρτίᾳ ἀπέθανε. Τί ἐστι, Τῇ ἁμαρτίᾳ; Τουτέστιν, οὐδὲ ἐκείνῳ ὑπεύθυνος ἦν, ἀλλὰ διὰ τὴν ἁμαρτίαν τὴν ἡμετέραν. Ἵνα γὰρ αὐτὴν ἀνέλῃ, καὶ ἐκκόψῃ τὰ νεῦρα αὐτῆς καὶ τὴν δύναμιν ἅπασαν, διὰ τοῦτο ἀπέθανεν. Εἶδες πῶς ἐφόβησεν; Εἰ γὰρ οὐκ ἀποθνήσκει δεύτερον, οὐδὲ λουτρόν ἐστι δεύτερον· εἰ δὲ λουτρὸν οὐκ ἔστι δεύτερον, μηδὲ σὺ πρὸς ἁμαρτίαν ἐπιῤῥεπῶς ἔχε. Ταῦτα γὰρ πάντα λέγει, πρὸς ἐκεῖνο ἱστάμενος τὸ, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, καὶ τὸ, Ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ. Πρόῤῥιζον τοίνυν τὴν τοιαύτην ὑπόληψιν ἀναιρῶν, ἅπαντα ταῦτα τίθησιν. Ὃ δὲ ζῇ, τῷ Θεῷ ζῇ, φησί· τουτέστιν ἀκαταλύτως, ὡς μηκέτι κρατεῖσθαι ὑπὸ τοῦ θανάτου. Εἰ γὰρ καὶ τὸν πρότερον θάνατον οὐχ ὑπεύθυνος ὢν ἀπέθανεν, ἀλλὰ διὰ τὴν ἑτέρων ἁμαρτίαν· πολλῷ μᾶλλον νῦν οὐκ ἀποθανεῖται, καταλύσας αὐτήν. Ὃ καὶ ἐν τῇ πρὸς Ἑβραίους ἔλεγεν· Ἅπαξ γὰρ, φησὶν, ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας, ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. ∆είκνυσι δὲ καὶ τῆς κατὰ Θεὸν ζωῆς τὴν ἰσχὺν, καὶ τῆς ἁμαρτίας τὴν δύναμιν· τῆς μὲν κατὰ Θεὸν ζωῆς, ὅτι οὐκέτι ἀποθανεῖται· τῆς δὲ ἁμαρτίας, ὅτι εἰ τὸν ἀναμάρτητον αὕτη παρεσκεύαζεν ἀποθανεῖν, τοὺς ὑπευθύνους ὄντας πῶς οὐκ ἀπολεῖ; Εἶτα, ἐπειδὴ περὶ τῆς αὐτοῦ ζωῆς διελέχθη, ἵνα μὴ λέγῃ τις, Τί οὖν πρὸς ἡμᾶς τὸ εἰρημένον; ἐπήγαγεν· Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς, φησὶ, νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ. Καλῶς εἶπε, Λογίζεσθε, ἐπειδὴ ὄψει παραστῆσαι τὸ λεγόμενον τέως οὐκ ἔστι. Καὶ τί λογιζόμεθα, φησί; Νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὁ γὰρ οὕτω ζῶν πάσης ἐπιλήψεται ἀρετῆς, αὐτὸν ἔχων σύμμαχον τὸν Ἰησοῦν· τοῦτο γάρ ἐστιν, Ἐν Χριστῷ. Εἰ γὰρ νεκροὺς ὄντας ἀνέστησε, πολλῷ μᾶλλον ζῶντας κατασχεῖν δυνήσεται. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ. Οὐκ εἶπε, Μὴ οὖν ζήτω ἡ σὰρξ, μηδὲ ἐνεργείτω, ἀλλ' Ἡ ἁμαρτία μὴ βασιλευέτω· οὐ γὰρ τὴν φύσιν ἦλθεν ἀνελεῖν, ἀλλὰ τὴν προαίρεσιν διορθῶσαι. Εἶτα δεικνὺς, ὅτι οὐ βίᾳ καὶ ἀνάγκῃ κατεχόμεθα ὑπὸ τῆς πονηρίας, ἀλλ' ἑκόντες, οὐκ εἶπε, Μὴ τυραννείτω, ὅπερ ἀνάγκης ἦν, ἀλλὰ, Μὴ βασιλευέτω. Καὶ γὰρ ἄτοπον εἰς βασιλείαν ἀγομένους τῶν οὐρανῶν, βασιλίδα τὴν ἁμαρτίαν ἔχειν, καὶ καλουμένους συμβασιλεῦσαι τῷ Χριστῷ, αἱρεῖσθαι γενέσθαι τῆς ἁμαρτίας αἰχμαλώτους· ὥσπερ ἂν εἴ τις τὸ διάδημα ῥίψας ἀπὸ τῆς κεφαλῆς, δαιμονώσῃ γυναικὶ καὶ προσαιτούσῃ καὶ ῥάκια περιβεβλημένῃ δουλεύειν ἐθέλοι. Εἶτα, ἐπειδὴ βαρὺ τὸ περιγενέσθαι ἁμαρτίας, ὅρα πῶς καὶ κοῦφον ἔδειξε, καὶ τὸν πόνον παρεμυθήσατο εἰπὼν, Ἐν τῷ θνητῷ ὑμῶν σώματι. Τοῦτο γὰρ δείκνυσι προσκαίρους ὄντας τοὺς ἀγῶνας, καὶ ταχέως καταλυομένους· ὁμοῦ δὲ καὶ τῶν προτέρων ἡμᾶς ἀναμιμνήσκει κακῶν, καὶ τῆς τοῦ θανάτου ῥίζης· ἐντεῦθεν γὰρ καὶ παρὰ τὴν ἀρχὴν θνητὸν γέγονεν. Ἀλλ' ἔξεστι καὶ θνητὸν ἔχοντα σῶμα, μὴ ἁμαρτάνειν. Εἶδες τὴν περιουσίαν τῆς τοῦ Χριστοῦ χάριτος; Ὁ μὲν γὰρ Ἀδὰμ οὐδέπω θνητὸνἔχων, ὤλισθε· σὺ δὲ καὶ θανάτου λαβὼν ὑπεύθυνον ὂν, στεφανωθῆναι δυνήσῃ. Καὶ πῶς βασιλεύει, φησὶν, ἡ ἁμαρτία; Οὐκ ἀπὸ τῆς οἰκείας δυνάμεως, ἀλλ' ἀπὸ τῆς σῆς ῥᾳθυμίας. ∆ιὰ τοῦτο εἰπὼν, Μὴ βασιλευέτω, καὶ τὸν τρόπον δείκνυσι τῆς τοιαύτης βασιλείας, ἐπάγων καὶ λέγων· Εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ. Οὐ γάρ ἐστι τιμὴ τὸ μετ' ἐξουσίας αὐτῷ πάντα χαρίζεσθαι, ἀλλ' ἐσχάτη δουλεία καὶ ἀτιμίας ἐπίτασις. Ὅταν γὰρ ἃ βούλεται πράττῃ, τότε ἐλευθερίας ἐστέρηται πάσης· ὅταν δὲ κωλύηται, τότε μάλιστα τὴν οἰκείαν ἀξίαν διατηρεῖ. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλ' ὅπλα δικαιοσύνης. γʹ. Οὐκοῦν μέσον τὸ σῶμα κακίας καὶ ἀρετῆς, καθάπερ οὖν καὶ τὰ ὅπλα· ἑκάτερα δὲ τὰ ἔργα παρὰ τὸν χρώμενον γίνεται· ὥσπερ ἂν εἰ καὶ στρατιώτης ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενος, καὶ λῃστὴς κατὰ τῶν ἐνοικούντων ὁπλιζόμενος, τοῖς αὐτοῖς φράττοιντο ὅπλοις· οὐ γὰρ τῆς παντευχίας τὸ ἔγκλημα, ἀλλὰ τῶν εἰς τὸ κακὸν χρωμένων. Ὃ δὴ καὶ ἐπὶ τῆς σαρκὸς ἔστιν εἰπεῖν, τοῦτο κἀκεῖνο γινομένης παρὰ τὴν τῆς ψυχῆς γνώμην, οὐ παρὰ τὴν οἰκείαν φύσιν. Ἂν μὲν γὰρ περιεργάσῃ κάλλος ἀλλότριον, ὅπλον ἀδικίας γέγονεν ὁ ὀφθαλμὸς, οὐ παρὰ τὴν οἰκείαν ἐνέργειαν (ὀφθαλμοῦ γὰρ τὸ ὁρᾷν, οὐ τὸ κακῶς ὁρᾷν), ἀλλὰ παρὰ τὴν τοῦ κελεύσαντος λογισμοῦ πονηρίαν· ἂν δὲ χαλινώσῃς αὐτὸν, δικαιοσύνης γέγονεν ὅπλον. Οὕτω καὶ ἐπὶ γλώττης, οὕτω καὶ ἐπὶ χειρῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Καλῶς δὲ τὴν ἁμαρτίαν ἀδικίαν ἐκάλεσεν· ἢ γὰρ ἑαυτόν τις, ἢ τὸν πλησίον ἁμαρτάνων ἀδικεῖ, μᾶλλον δὲ ἑαυτὸν πρὸ τοῦ πλησίον. Ἀπαγαγὼν τοίνυν τῆς πονηρίας, ἄγει πρὸς τὴν ἀρετὴν, λέγων· Ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας. Ὅρα πῶς ἀπὸ τῶν ὀνομάτων γυμνῶν προτρέπει, ἐκεῖ μὲν ἁμαρτίαν εἰπὼν, ἐνταῦθα δὲ τὸν Θεόν. ∆είξας γὰρ ὅσον τὸ μέσον τῶν βασιλευόντων, πάσης συγγνώμης τὸν στρατιώτην ἐξέβαλε, τὸν ἀφέντα μὲν τὸν Θεὸν, ἐπιθυμήσαντα δὲ ὑπὸ τὴν τῆς ἁμαρτίας τάττεσθαι βασιλείαν. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς τοῦτο κατασκευάζει λέγων, Ὡς ἐκ νεκρῶν ζῶντας. ∆ιὰ γὰρ τούτων δείκνυσι κἀκείνης τὴν λύμην, καὶ τῆς τοῦ Θεοῦ δωρεᾶς τὸ μέγεθος. Ἐννοήσατε γὰρ, φησὶ, τίνες ἦτε, καὶ τί γεγόνατε. Τίνες οὖν ἦτε; Νεκροὶ καὶ ἀπολωλότες ἀπώλειαν οὐδαμόθεν διορθωθῆναι δυναμένην· οὐδὲ γὰρ ἦν τις ὁ βοηθῆσαι δυνάμενος. Καὶ τίνες ἐξ ἐκείνων γεγόνατε τῶν νεκρῶν; Ζῶντες ζωὴν ἀθάνατον. Καὶ διὰ τίνος; ∆ιὰ τοῦ πάντα δυναμένου Θεοῦ. Οὐκοῦν καὶ ὑπὸ τοῦτον τάττεσθαι δίκαιον μετὰ προθυμίας τοσαύτης, μεθ' ὅσης εἰκὸς τοὺς ἀπὸ νεκρῶν ζῶντας γενομένους. Καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Οὐκοῦν οὐ πονηρὸν τὸ σῶμα, εἴ γε ὅπλον δικαιοσύνης αὐτὸ γενέσθαι δυνατόν. Ὅπλον δὲ εἰπὼν, ἐδήλωσεν, ὅτι καὶ πόλεμος ἐφέστηκε χαλεπός. ∆ιὸ καὶ παντευχίας ἡμῖν δεῖ ἰσχυρᾶς, καὶ γνώμης γενναίας, καὶ τὰ τῶν πολέμων τούτων ἐπισταμένης καλῶς, καὶ πρό γε πάντων στρατηγοῦ. Ἀλλ' ὁ μὲν στρατηγὸς παρέστηκεν, ἀεὶ πρὸς συμμαχίαν ἕτοιμος ὢν, καὶ ἀχείρωτος μένων, καὶ τὰ ὅπλα δὲ ἰσχυρὰ κατεσκεύασεν ἡμῖν, δεῖ δὲ λοιπὸν προαιρέσεως τῆς εἰς δέον αὐτὰ μεταχειριζομένης, ὥστε καὶ τῷ στρατηγῷ πείθεσθαι, καὶ τὸ ὅπλα ὑπὲρ τῆς πατρίδος τίθεσθαι. Παρακελευσάμενος τοίνυν ἡμῖν οὕτω μεγάλα, καὶ ὅπλων καὶ μάχης καὶ πολέμων ἀναμνήσας, ὅρα πῶς πάλιν θαῤῥύνει τὸν στρατιώτην, καὶ ἀλείφει τὴν προθυμίαν, λέγων· Ἁμαρτία γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν. Εἰ οὖν ἁμαρτία ἡμῶν οὐκέτι κυριεύει, τίνος ἕνεκεν τοσαῦτα παρεγγυᾷς, λέγων· Μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι· καὶ, Μὴ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ; Τί οὖν ἐστι τὸ λεγόμενον; Σπερματικόν τινα καταβάλλεται λόγον ἐνταῦθα, ὃν ὕστερον ἀναπτύσσειν μέλλει, καὶ μετὰ πολλῆς ἐργάζεσθαι τῆς κατασκευῆς. Τίς οὖν ἐστιν οὗτος ὁ λόγος; Τὸ σῶμα ἡμῶν πρὸ μὲν τῆς τοῦ Χριστοῦ παρουσίας εὐχείρωτον ἦν τῇ ἁμαρτίᾳ. Μετὰ γὰρ τὸν θάνατον καὶ πολὺς παθῶν ἐπεισῆλθεν ἐσμός· διόπερ οὐδὲ σφόδρα κοῦφον ἦν πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς δρόμον. Οὔτε γὰρ Πνεῦμα παρῆν τὸ βοηθοῦν, οὔτε βάπτισμα τὸ νεκρῶσαι δυνάμενον, ἀλλ' ὥσπερ τις ἵππος δυσήνιος, ἔτρεχε μὲν, διημάρτανε δὲ πολλάκις, τοῦ νόμου τὰ πρακτέα καὶ τὰ μὴ τοιαῦτα διαγορεύοντος μὲν, πλέον δὲ οὐδὲν τῆς διὰ τῶν ῥημάτων παραινέσεως τοῖς ἀγωνιζομένοις εἰσφέροντος· ἐπειδὴ δὲ ὁ Χριστὸς παραγέγονε, τὰ παλαίσματα λοιπὸν εὐκολώτερα γέγονε. ∆ιὸ καὶ μείζονα ἡμῖν προετέθη τὰ σκάμματα, ἅτε μείζονος μετεσχηκόσι τῆς βοηθείας. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς σαφέστερον λέγει, τέως δὲ αὐτὸ αἰνίττεται διὰ βραχέων ἐνταῦθα, δεικνὺς, ὅτι ἐὰν μὴ σφόδρα ἑαυτοὺς ὑποκατακλίνωμεν, οὐ περιέσται ἡμῶν ἡ ἁμαρτία. Οὐ γάρ ἐστι νόμος ὁ κελεύων μόνον, ἀλλὰ καὶ χάρις ἡ καὶ τὰ πρότερα ἀφεῖσα, καὶ πρὸς τὰ μέλλοντα ἀσφαλιζομένη. Ἐκεῖνος μὲν γὰρ μετὰ τοὺς πόνους τοὺς στεφάνους ἐπήγγελτο, αὕτη δὲ πρότερον ἐστεφάνωσε, καὶ τότε εἰς τοὺς ἀγῶνας εἵλκυσεν. Ἐμοὶ δὲ δοκεῖ οὐδὲ πάντα τὸν βίον τοῦ πιστοῦ ἐνταῦθα αἰνίττεσθαι, ἀλλὰ σύγκρισιν βαπτίσματος ποιεῖσθαι καὶ τοῦ νόμου· ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ὁ μὲν γὰρ νόμος ἐλέγχει τὴν παράβασιν, ἡ δὲ χάρις λύει τὴν παράβασιν. Ὥσπερ οὖν ἐκεῖνος ἐλέγχων συνίστησι τὴν ἁμαρτίαν, οὕτως αὕτη συγχωροῦσα οὐκ ἀφίησιν εἶναι ὑπὸ ἁμαρτίαν· ὥστε διπλῇ τῆς τυραννίδος εἶ ταύτης ἀπηλλαγμένος, τῷ τε μὴ ὑπὸ νόμον εἶναι, καὶ τῷ χάριτος ἀπολελαυκέναι. δʹ. Ἐπειδὴ τοίνυν τούτοις ἀναπνεῦσαι πεποίηκε τὸν ἀκροατὴν, ἀσφαλίζεται πάλιν αὐτὸν, ἐξ ἀντιθέσεως παραίνεσιν εἰσάγων, καὶ λέγων οὕτω· Τί οὖν; ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν; Μὴ γένοιτο. Πρῶτον μὲν γὰρ τῇ ἀπαγορεύσει, διὰ τὸ σφόδρα ἄτοπον εἶναι τὸ λεγόμενον, κέχρηται· ἔπειτα δὲ καὶ εἰς παραίνεσιν ἐξάγει τὸν λόγον, καὶ δείκνυσι πολλὴν οὖσαν τὴν εὐκολίαν τῶν ἀγώνων, οὕτω λέγων· Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε, ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς
δικαιοσύνην; Οὔπω λέγω τὴν γέενναν, φησὶν, οὐδὲ τὴν πολλὴν ἐκείνην κόλασιν, ἀλλὰ τὴν ἐνταῦθα αἰσχύνην, ὅταν δοῦλοι γίνησθε, καὶ ἑκόντες δοῦλοι, καὶ ἁμαρτίας δοῦλοι, καὶ ἐπὶ τοιούτῳ μισθῷ, ὥστε πάλιν ἀποθανεῖν. Εἰ γὰρ πρὸ τοῦ βαπτίσματος θάνατον εἰργάσατο σωματικὸν, καὶ τοσαύτης ἐδεήθη τῆς θεραπείας τὸ ἕλκος, ὥστε τὸν ∆εσπότην ἁπάντων εἰς θάνατον κατελθεῖν, καὶ οὕτω λῦσαι τὸ κακὸν, μετὰ τὴν τοσαύτην δωρεὰν, καὶ ἐλευθερίαν, λαμβάνουσά σε ἑκόντα αὕτη πάλιν ὑποκατακλινόμενον, τί οὐκ ἐργάσεται; Μὴ τοίνυν ἐπὶ τοσοῦτον δράμῃς βάραθρον, μηδὲ ἑκὼν σεαυτὸν προδῷς. Ἐπὶ μὲν γὰρ τῶν πολέμων καὶ ἄκοντες παραδίδονται πολλάκις οἱ στρατιῶται· ἐνταῦθα δὲ ἂν μὴ αὐτὸς αὐτομολήσῃς, οὐδείς σου περιέσται. Ἐντρέψας τοίνυν ἀπὸ τοῦ πρέποντος, φοβεῖ καὶ ἀπὸ τῶν ἐπάθλων, καὶ τίθησιν ἀμφοτέρων τὰ ἐπίχειρα, δικαιοσύνην καὶ θάνατον· θάνατον δὲ οὐ τοιοῦτον, ἀλλὰ πολλῷ χαλεπώτερον. Εἰ γὰρ οὐκέτι ἀποθανεῖται Χριστὸς, τίς λύσει τὸν θάνατον ἐκεῖνον; Οὐδείς. Οὐκοῦν ἀνάγκη διόλου κολάζεσθαι καὶ τιμωρεῖσθαι· οὐκέτι γὰρ θάνατος παραγίνεται αἰσθητὸς, καθάπερ ἐνταῦθα, ἀναπαύων τὸ σῶμα, καὶ τῆς ψυχῆς διαιρῶν· Ἔσχατος γὰρ ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ὅθεν ἀθάνατος ἔσται ἡ κόλασις, ἀλλ' οὐχὶ τοῖς ὑπακούουσι Θεῷ, ἀλλὰ δικαιοσύνη, καὶ τὰ ἐκ ταύτης βλαστάνοντα ἀγαθὰ, ἔσται τὰ ἔπαθλα, Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. Ἐντρέψας ἀπὸ τῆς δουλείας, φοβήσας ἀπὸ τῶν ἐπάθλων καὶ προτρέψας, ἀνορθοῖ πάλιν ἀπὸ τῆς μνήμης τῶν εὐεργεσιῶν αὐτούς. ∆ιὰ γὰρ τούτων δείκνυσιν, ὅτι τε μεγάλων ἀπηλλάγησαν κακῶν, καὶ ὅτι οὐκ ἐξ οἰκείων πόνων, καὶ ὅτι τὰ μέλλοντα εὐκολώτερα. Καθάπερ γάρ τις ὠμοῦ τυράννου τὸν αἰχμάλωτον ἐξελόμενος, καὶ παραινῶν μὴ παλινδρομῆσαι πρὸς αὐτὸν, ἀναμιμνήσκει τῆς χαλεπῆς αὐτοῦ τυραννίδος· οὕτω καὶ ὁ Παῦλος ἐμφαντικώτατα τὰ παρελθόντα ἐνδείκνυται κακὰ διὰ τοῦ εὐχαριστεῖν τῷ Θεῷ. Οὐδὲ γὰρ ἀνθρωπίνης ἰσχύος ἦν, φησὶν, ἐκείνων ἡμᾶς ἀπαλλάξαι πάντων, ἀλλὰ τῷ Θεῷ χάρις τῷ τοσαῦτα καὶ βουληθέντι καὶ δυνηθέντι. Καὶ καλῶς εἶπεν, Ὑπηκούσατε ἐκ καρδίας· οὐδὲ γὰρ ἠναγκάσθητε οὐδὲ ἐβιάσθητε, ἀλλ' ἑκόντες μετὰ προθυμίας ἀπέστητε. Τοῦτο δὲ καὶ ἐγκωμιάζοντός ἐστιν ὁμοῦ, καὶ καθαπτομένου. Οἱ γὰρ ἑκόντες προσελθόντες, καὶ μηδεμίαν ὑπομείναντες ἀνάγκην, ποίαν ἂν σχοίητε συγγνώμην, τίνα δὲ ἀπολογίαν ἐπὶ τὰ πρότερα παλινδρομοῦντες; Εἶτα ἵνα μάθῃς, ὅτι οὐ τῆς αὐτῶν εὐγνωμοσύνης μόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν γέγονεν, εἰπὼν, Ὑπηκούσατε ἐκ καρδίας, ἐπήγαγεν, Εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. Ἡ μὲν γὰρ ὑπακοὴ ἡ ἐκ καρδίας τὸ αὐτεξούσιον δηλοῖ, τὸ δὲ παραδοθῆναι, τὴν τοῦ Θεοῦ βοήθειαν αἰνίττεται. Τίς δὲ ὁ τύπος τῆς διδαχῆς; Ὀρθῶς ζῇν καὶ μετὰ πολιτείας ἀρίστης. Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ. ∆ύο ἐνταῦθα δείκνυσι τοῦ Θεοῦ δωρεὰς, τό τε ἁμαρτίας ἐλευθερῶσαι, καὶ τὸ δουλῶσαι τῇ δικαιοσύνῃ, ὅπερ ἐλευθερίας ἁπάσης ἄμεινόν ἐστι. Καὶ γὰρ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις παῖδα ὀρφανὸν λαβὼν ὑπὸ βαρβάρων εἰς τὴν αὐτῶν ἀπενεχθέντα γῆν, μὴ μόνον τῆς αἰχμαλωσίας ἀπαλλάξειεν, ἀλλὰ καὶ πατέρα ἑαυτὸν αὐτῷ κηδεμονικὸν ἐπιστήσειε, καὶ εἰς μεγίστην ἀξίαν ἀγάγοι· ὃ δὴ καὶ ἐφ' ἡμῶν γέγονεν. Οὐ γὰρ μόνον τῶν παλαιῶν κακῶν ἠλευθέρωσεν, ἀλλὰ καὶ εἰς ἀγγελικὸν ἤγαγε βίον, καὶ ὁδὸν ἡμῖν πολιτείας ἔτεμεν ἀρίστης, τῇ τῆς δικαιοσύνης ἀσφαλείᾳ παραδοὺς, καὶ τὰ παλαιὰ ἀποκτείνας κακὰ, καὶ νεκρώσας τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐπὶ τὴν ζωὴν χειραγωγήσας ἡμᾶς τὴν ἀθάνατον. Μένωμεν τοίνυν ταύτην ζῶντες· πολλοὶ γὰρ τῶν δοκούντων ἐμπνεῖν καὶ βαδίζειν, νεκρῶν ἀθλιώτερον διάκεινται. εʹ. Καὶ γὰρ διάφοροι νεκρότητός εἰσι τρόποι· καὶ ἔστιν εἷς μὲν ὁ τοῦ σώματος, καθ' ὃν ὁ Ἀβραὰμ νεκρὸς ὢν, οὐκ ἦν νεκρός· Ὁ γὰρ Θεὸς, φησὶν, οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ἕτερος ὁ τῆς ψυχῆς, ὃν ὁ Χριστὸς αἰνιττόμενος ἔλεγεν. Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· ἄλλος ὁ καὶ ἐπαινετὸς, ὁ διὰ τῆς
φιλοσοφίας γινόμενος, περὶ οὗ φησιν ὁ Παῦλος· Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ἕτερος ὁ καὶ τούτου γεγενημένος αἴτιος, ὁ ἐπὶ τοῦ βαπτίσματος· Ὁ γὰρ παλαιὸς ἡμῶν ἄνθρωπος, φησὶν, ἐσταύρωται, τουτέστι νενέκρωται. Ταῦτ' οὖν εἰδότες, ἐκείνην μὲν φύγωμεν τὴν νέκρωσιν, καθ' ἣν καὶ ζῶντες ἀποθνήσκομεν· ταύτην δὲ μὴ δείσωμεν, καθ' ἣν ὁ κοινὸς ἔπεισι θάνατος. Τὰς δὲ ἑτέρας δύο, ὧν ἡ μέν ἐστι μακαριστὴ ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα, ἡ δὲ ἐπαινετὴ ἡ παρ' ἡμῶν καὶ τοῦ Θεοῦ κατορθουμένη, καὶ ἑλώμεθα καὶ ζηλώσωμεν. Τούτων δὲ τῶν δύο τὴν μὲν ὁ ∆αυῒδ μακαρίζει λέγων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι· τὴν δὲ ὁ Παῦλος θαυμάζει, Γαλάταις γράφων, ὅτι Οἱ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν. Τῆς δὲ ἑτέρας συζυγίας τὴν μὲν εὐκαταφρόνητον εἶναί φησιν ὁ Χριστὸς λέγων· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· τὴν δὲ φοβερὰν, Φοβήθητε γὰρ τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
∆ιὸ ταύτην φυγόντες, ἐκείνην ἑλώμεθα τὴν νεκρότητα, τὴν μακαριζομένην καὶ θαυμαζομένην, ἵνα τῶν ἑτέρων τῶν δύο τὴν μὲν φύγωμεν, τὴν δὲ φοβηθῶμεν. Οὐδὲγὰρ ὄφελος ἡμῖν οὐδὲν τὸν ἥλιον ὁρῶσι, καὶ ἐσθίουσι καὶ πίνουσιν, ἂν μὴ ἡ διὰ τῶν ἀγαθῶν ἔργων ζωὴ παρῇ. Τί γὰρ ὄφελος, εἰπέ μοι, βασιλέως ἁλουργίδα μὲνπερικειμένου καὶ ὅπλα ἔχοντος, οὐδένα δὲ ὑπήκοον κεκτημένου, ἀλλὰ προκειμένου πᾶσι τοῖς βουλομένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν; Οὕτω καὶ Χριστιανοῦ οὐδὲν ἔσται κέρδος πίστιν μὲν ἔχοντος καὶ τὴν ἀπὸ τοῦ βαπτίσματος δωρεὰν, πᾶσι δὲ τοῖς πάθεσι ὑποκειμένου· μείζων γὰρ οὕτως ἡ ὕβρις ἔσται, καὶ πλείων ἡ αἰσχύνη. Ὥσπερ γὰρ ἐκεῖνος ὁ τὸ διάδημα περικείμενος καὶ τὴν ἁλουργίδα, οὐ μόνον οὐδὲν ἀπὸ τῆς στολῆς κερδανεῖ ταύτης εἰς τὴν οἰκείαν τιμὴν, ἀλλὰ καὶ ἐκείνην καθυβρίζει διὰ τῆς οἰκείας αἰσχύνης· οὕτω καὶ ὁ πιστὸς βίον διεφθαρμένον ζῶν, οὐ μόνον οὐδὲν ἐντεῦθεν αἰδέσιμος ἔσται, ἀλλὰ καὶ μειζόνως καταγέλαστος. Ὅσοι γὰρ, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Καὶ Ἑβραίοις δὲ ἐπιστέλλων, ἔλεγεν· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας; Καὶ μάλα εἰκότως· καὶ γὰρ ὑπέταξά σοι πάντα τὰ πάθη, φησὶ, διὰ τοῦ βαπτίσματος. Τί οὖν γέγονεν, ὅτι εἰς τοσαύτην ἐξύβρισας δωρεὰν, καὶ γέγονας ἕτερος ἀνθ' ἑτέρου; Ἀπέκτεινα καὶ ἔθαψά σου τὰ πρότερα πλημμελήματα, καθάπερ σκώληκας· τί τοίνυν ἕτερα ἔτεκες; καὶ γὰρ σκωλήκων χείρω τὰ ἁμαρτήματα· οὗτοι μὲν γὰρ τὸ σῶμα, ἐκεῖνα δὲ τὴν ψυχὴν λυμαίνεται, καὶ πλείονα ποιεῖ τὴν δυσωδίαν. Ἀλλ' ἡμεῖς οὐκ αἰσθανόμεθα· διόπερ αὐτὴν οὐδὲ ἐκκαθᾶραι σπεύδομεν. Οὐδὲ γὰρ ὁ μεθύων οἶδε πόση τοῦ σεσηπότος οἴνου ἡ βδελυγμία, ἀλλ' ὁ μὴ μεθύων ἀκριβῶς ταῦτα ἐπίσταται. Οὕτω καὶ ἐπὶ τῶν ἁμαρτημάτων ὁ μὲν σωφρόνως ζῶν, μετὰ ἀκριβείας οἶδε τὸν βόρβορον ἐκείνων καὶ τὴν κηλῖδα· ὁ δὲ τῇ πονηρίᾳ ἑαυτὸν ἐκδοὺς, καθάπερ μέθῃ τινὶ κεκαρωμένος, οὐδὲ αὐτὸ τοῦτο οἶδεν, ὅτι νοσεῖ. Καὶ τοῦτο μάλιστα τῆς κακίας τὸ χαλεπώτατον, ὅτι οὐδὲ ἰδεῖν ἀφίησι τοὺς εἰς αὐτὴν ἐμπεσόντας τῆς οἰκείας λύμης τὸ μέγεθος, ἀλλ' ἐν βορβόρῳ κείμενοι μύρων ἀπολαύειν νομίζουσι· διόπερ οὐδὲ ἀπαλλάττεσθαι δύνανται, ἀλλὰ σκωλήκων γέμοντες, ὥσπερ λίθοις τιμίοις καλλωπιζόμενοι, οὕτως ἐναβρύνονται. ∆ιὰ ταῦτα αὐτοὺς οὐδὲ ἀποκτεῖναι ἐθέλουσιν, ἀλλὰ καὶ τρέφουσι καὶ αὔξουσιν ἐν ἑαυτοῖς, ἕως ἂν αὐτοὺς πρὸς τοὺς τοῦ μέλλοντος αἰῶνος παραπέμψωσι σκώληκας. Καὶ γὰρ ἐκείνων οὗτοι πρόξενοι· οὐ πρόξενοι δὲ μόνον, ἀλλὰ καὶ πατέρες εἰσὶν ἐκείνων τῶν μηδέποτε τελευτώντων. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησίν. Οὗτοι τὴν γέενναν ἀνάπτουσι τὴν μηδέποτε σβεννυμένην. Ἵν' οὖν ταῦτα μὴ γένηται, τὴν πηγὴν τῶν κακῶν ἀνέλωμεν, καὶ τὴν κάμινον σβέσωμεν, καὶ τὴν ῥίζαν τῆς πονηρίας κάτωθεν ἀνασπάσωμεν· ἐπεὶ καὶ δένδρον πονηρὸν ἂν ἀποτέμῃς ἄνωθεν, οὐδὲν πλέον ἐποίησας, τῆς ῥίζης κάτω μενούσης, καὶ τὰ αὐτὰ βλαστανούσης πάλιν. Τίς οὖν ἡ ῥίζα τῶν κακῶν; Μάθε παρὰ τοῦ καλοῦ φυτουργοῦ, τοῦ τὰ τοιαῦτα ἀκριβῶς ἐπισταμένου, καὶ τὴν ἄμπελον τὴν πνευματικὴν θεραπεύοντος, καὶ τὴν οἰκουμένην γεωργοῦντος ἅπασαν. Τίνα οὖν οὗτός φησιν εἶναι τὴν αἰτίαν τῶν κακῶν ἁπάντων; Τὴν τῶν χρημάτων ἐπιθυμίαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν, φησὶν, ἡ φιλαργυρία. Ἐντεῦθεν μάχαι καὶ ἔχθραι καὶ πόλεμοι, ἐντεῦθεν φιλονεικίαι καὶ λοιδορίαι καὶ ὑποψίαι καὶ ὕβρεις, ἐντεῦθεν φόνοι καὶ κλοπαὶ καὶ τυμβωρυχίαι· διὰ ταύτην οὐ πόλεις καὶ χῶραι μόνον, ἀλλὰ καὶ ὁδοὶ, καὶ οἰκουμένη καὶ ἀοίκητος, καὶ ὄρη, καὶ νάπαι, καὶ βουνοὶ καὶ πάντα ἁπλῶς αἱμάτων γέμει καὶ φόνων. Καὶ οὐδὲ τῆς θαλάττης ἀπέσχετο τουτὶ τὸ κακὸν, ἀλλὰ καὶ ἐκεῖ μετὰ πολλῆς εἰσεκώμασε τῆς μανίας, τῶν πειρατῶν αὐτὴν πολιορκούντων πάντοθεν, καὶ καινόν τινα λῃστείας ἐπινοούντων τρόπον. ∆ιὰ ταύτην καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι, καὶ οἱ τῆς συγγενείας ἐκινήθησαν θεσμοὶ, καὶ τὰ τῆς οὐσίας αὐτῆς διέφθαρται δίκαια. ʹ. Ἡ γὰρ τῶν χρημάτων τυραννὶς οὐ κατὰ τῶν ζώντων μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀποθανόντων τὰς τοιαύτας ὥπλισε δεξιάς· καὶ οὐδὲ τῷ θανάτῳ πρὸς αὐτοὺς σπένδονται, ἀλλὰ θήκας ἀναῤῥηγνύντες, καὶ κατὰ νεκρῶν σωμάτων τὰς μιαρὰς ἐκτείνουσι χεῖρας, οὐδὲ τὸν ἀπαλλαγέντα τῆς ζωῆς τῆς ἑαυτῶν ἀφιέντες ἀπηλλάχθαι ἐπιβουλῆς. Καὶ ὅσα ἂν εὕρῃς κακὰ, κἂν ἐν οἰκίᾳ, κἂν ἐν ἀγορᾷ, κἂν ἐν δικαστηρίοις, κἂν ἐν βουλευτηρίοις, κἂν ἐν βασιλείοις, κἂν ὁπουδήποτε, ἐντεῦθεν πάντα ὄψει βλαστάνοντα. Τοῦτο γάρ ἐστι, τοῦτο τὸ κακὸν ὃ πάντα αἱμάτων καὶ φόνων ἐνέπλησε, τοῦτο τὴν φλόγα τῆς γεέννης ἀνῆψε, τοῦτο τῆς ἐρημίας τὰς πόλεις οὐδὲν ἄμεινον διακεῖσθαι ἐποίησεν, ἀλλὰ καὶ πολλῷ χεῖρον. Τοὺς μὲν γὰρ ταῖς ὁδοῖς ἐφεδρεύοντας καὶ φυλάσσεσθαι ῥᾴδιον, ἅτε οὐ διὰ παντὸς ἐπιτιθεμένους· οἱ δὲ ἐν μέσαις ταῖς πόλεσιν ἐκείνους μιμούμενοι, τοσούτῳ χείρους ἐκείνων, ὅσῳ καὶ δυσφύλακτοι μᾶλλον αὐτῶν, καὶ μετὰ παῤῥησίας ταῦτα τολμῶσιν, ἃ μετὰ τοῦ λανθάνειν ἐκεῖνοι. Τοὺς γὰρ ἐπ' ἀναιρέσει τῆς πονηρίας αὐτῶν κειμένους νόμους, τούτους καὶ εἰς συμμαχίαν ἕλκοντες, τῶν τοιούτων φόνων καὶ μιασμάτων τὰς πόλεις ἐνέπλησαν. Ἢ οὐ φόνος, εἰπέ μοι, καὶ φόνου χεῖρον, τὸ λιμῷ παραδοῦναι πένητα καὶ εἰς δεσμωτήριον ἐμβαλεῖν, καὶ μετὰ τοῦ λιμοῦ καὶ βασάνοις ἐκδοῦναι καὶ μυρίοις αἰκισμοῖς; Κἂν γὰρ αὐτὸς ταῦτα μὴ ποιῇς, παρέχῃς δὲ τὴν αἰτίαν τοῦ γίνεσθαι, τῶν διακονουμένων μᾶλλον αὐτὰ ἐργάζῃ. Ὁ μὲν γὰρ ἀνδροφόνος ὁμοῦ τὸ ξίφος ἐνέπηξε, καὶ μικρὸν λυπήσας χρόνον οὐκέτι περαιτέρω προάγει τὴν βάσανον· σὺ δὲ ταῖς συκοφαντίαις, ταῖς ἐπηρείαις, ταῖς ἐπιβουλαῖς τὸ φῶς ἐργαζόμενος αὐτῷ σκότος, καὶ ἐν ἐπιθυμίᾳ καθιστὰς τοῦ μυριάκις ἀποθανεῖν, ἐννόησον ὅσους ἐργάζῃ ἀνθ' ἑνὸς θανάτους. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι ἁρπάζεις καὶ πλεονεκτεῖς, οὐχ ὑπὸ πενίας ὠθούμενος οὐδὲ λιμοῦ σε καταναγκάζοντος, ἀλλ' ἵνα ὁ τοῦ ἵππου χαλινὸς ἀλείφηται πολλῷ τῷ χρυσῷ, καὶ ὁ τῆς οἰκίας ὄροφος, καὶ αἱ τῶν κιόνων κεφαλαί. Καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν, καὶ τῶν ἀποῤῥήτων σοι κοινωνήσαντα ἀγαθῶν, καὶ οὕτω παρὰ τοῦ ∆εσπότου σου τιμηθέντα, ἵνα λίθους καλλωπίσῃς καὶ ἔδαφος καὶ σώματα ἀλόγων ζώων οὐδὲ αἰσθανομένων τοῦ κόσμου τούτου, εἰς μυρίας ἐμβάλλῃς συμφοράς; Καὶ ὁ μὲν κύων ἐν ἐπιμελείᾳ πολλῇ, ὁ δὲ ἄνθρωπος, μᾶλλον δὲ ὁ Χριστὸς, διὰ τὸν κύνα καὶ πάντα τὰ εἰρημένα εἰς ἔσχατον κατακλείεται λιμόν. Τί ταύτης τῆς συγχύσεως χεῖρον; τί τῆς παρανομίας ταύτης χαλεπώτερον; πόσοι ποταμοὶ πυρὸς ἀρκέσουσι τῇ τοιαύτῃ ψυχῇ; Ὁ μὲν κατ' εἰκόνα τοῦ Θεοῦ γεγενημένος ἕστηκεν ἀσχημονῶν διὰ τὴν σὴν ἀπανθρωπίαν· αἱ δὲ ὄψεις τῶν ἡμιόνων τῶν τὴν γυναῖκα φερουσῶν τὴν σὴν πολλῷ καταλάμπονται χρυσίῳ, καὶ τὰ δέρματα καὶ τὰ ξύλα τὰ τὴν στέγην ἐκείνην ὑφαίνοντα· κἂν θρόνον κατασκευάσαι δέῃ, κἂν ὑποπόδιον, πάντα ὑπὸ χρυσοῦ καὶ ἀργύρου κατασκευάζονται· τὸ δὲ τοῦ Χριστοῦ μέλος, καὶ δι' ὃν ἐξ οὐρανοῦ παραγέγονε, καὶ τὸ τίμιον αἷμα ἐξέχεεν, οὐδὲ τῆς ἀναγκαίας ἀπολαύει τροφῆς διὰ τὴν πλεονεξίαν τὴν σήν. Ἀλλ' αἱ μὲν κλῖναι ἀργύρῳ πάντοθέν εἰσι περιβεβλημέναι, τὰ δὲ σώματα τῶν ἁγίων καὶ τῆς ἀναγκαίας ἀπεστέρηται σκέπης· καὶ πάντων σοι γέγονεν ἀτιμότερος ὁ Χριστὸς, καὶ οἰκετῶν καὶ ἡμιόνων καὶ κλίνης καὶ θρόνου καὶ ὑποποδίου. Τὰ γὰρ ἔτι τούτων ἀτιμότερα σκεύη παρίημι καταλιμπάνων ὑμῖν εἰδέναι. Εἰ δὲ φρίττεις ταῦτα ἀκούων, ἀπόστηθι πράσσων, καὶ οὐδέν σε βλάψει τὰ εἰρημένα· ἀπόστηθι, καὶ στῆθι τῆς μανίας ταύτης· καὶ γὰρ μανία σαφὴς ἡ περὶ ταῦτα σπουδή.
∆ιὸ ταῦτα ἀφέντες ἀναβλέψωμεν ὀψὲ γοῦν ποτε εἰς τὸν οὐρανὸν, ἀναμνησθῶμεν τῆς μελλούσης ἡμέρας, ἐννοήσωμεν τὸ φοβερὸν δικαστήριον καὶ τὰς ἠκριβωμένας εὐθύνας καὶ τὴν ἀδέκαστον ψῆφον· λογισώμεθα, ὅτι ταῦτα πάντα ὁρῶν ὁ Θεὸς, οὐ κεραυνοὺς ἄνωθεν πέμπει· καίτοι γε οὐ σκηπτῶν ἄξια τὰ γινόμενα μόνον. Ἀλλ' οὔτε τοῦτο ποιεῖ, οὔτε τὴν θάλασσαν ἡμῖν ἐπαφίησιν, οὐ τὴν γῆν ῥήγνυσι μέσην, οὐ τὸν ἥλιον σβέννυσιν, οὐ τὸν οὐρανὸν ῥίπτει μετὰ τῶν ἀστέρων, οὐ πάντα ἁπλῶς ἐκ μέσου ποιεῖ, ἀλλ' ἀφίησιν ἐν τάξει εἶναι καὶ διακονεῖσθαι ἡμῖν τὴν κτίσιν ἅπασαν.
Ταῦτ' οὖν λογισάμενοι, τῆς φιλανθρωπίας τὸ μέγεθος φρίξωμεν, καὶ πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθωμεν· ὡς νῦν γε τῶν ἀλόγων οὐδὲν ἄμεινον διακείμεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐκεῖνα μὲν γὰρ ἀγαπᾷ τὰ συγγενῆ, καὶ ἀρκεῖται τῇ κοινωνίᾳ τῆς φύσεως εἰς τὴν πρὸς ἄλληλα φιλοστοργίαν. Σὺ δὲ μετὰ τῆς φύσεως μυρίας ἔχων ὑποθέσεις συναγούσας σε καὶ σφιγγούσας πρὸς τὰ οἰκεῖα μέλη, τὸ τετιμῆσθαι λόγῳ, τὸ μετέχειν εὐσεβείας, τὸ κοινωνῆσαι μυρίων ἀγαθῶν, ἐκείνων ἀγριώτερος γέγονας,
εἰς μὲν τὰ ἀνότητα πολλὴν τὴν σπουδὴν ἐνδεικνύμενος, τοὺς δὲ ναοὺς τοῦ Θεοῦ καὶ λιμῷ καὶ γυμνότητι παρορῶν ἀπολλυμένους, πολλάκις δὲ καὶ μυρίοις περιβάλλων κακοῖς. Εἰ γὰρ δόξης ἐρῶν ταῦτα ποιεῖς, πολλῷ μᾶλλον τὸν ἀδελφὸν τοῦ ἵππου θεραπεύειν δεῖ. Ὅσῳ γὰρ βελτίων ὁ τῆς εὐεργεσίας ἀπολαύων, τοσούτῳ καὶ λαμπρότερός σοι πλέκεται τῆς τοιαύτης σπουδῆς ὁ στέφανος· ὡς νῦν γε τοῖς ἐναντίοις περιπίπτων, καὶ μυρίους ἐπισπώμενος κατὰ σεαυτοῦ κατηγόρους, οὐκ
αἰσθάνῃ. Τίς γάρ σε οὐκ ἐρεῖ κακῶς; τίς γάρ σε οὐ γράψεται τῆς ἐσχάτης ὠμότητος καὶ μισανθρωπίας, ὁρῶν τὸ μὲν τῶν ἀνθρώπων ἀτιμάζοντα γένος, τὸ δὲ τῶν ἀλόγων πρὸ τῶν ἀνθρώπων ποιούμενον, καὶ μετὰ τῶν ἀλόγων τὴν οἰκίαν καὶ τὰ ἔπιπλα; Οὐκ ἤκουσας τῶν ἀποστόλων λεγόντων, ὅτι οἱ πρῶτοι τὸν λόγον δεξάμενοι καὶ οἰκίας καὶ χωρία ἐπώλουν, ἵνα τοὺς ἀδελφοὺς τρέφωσι; Σὺ δὲ καὶ οἰκίας καὶ χωρία ἁρπάζεις, ἵνα ἵππον κοσμήσῃς καὶ ξύλα καὶ δέρματα, καὶ τοίχους καὶ ἔδαφος.
Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ταύτην μαίνονται τὴν μανίαν, καὶ τοὺς ἄνδρας εἰς τὴν τοιαύτην ἀλείφουσι ματαιοπονίαν, πανταχοῦ μᾶλλον ἢ ἐν τοῖς ἀναγκαίοις δαπανᾷν ἀναγκάζουσαι· κἂν ἐγκαλέσῃ τις ὑπὲρ τούτων, μεμελετήκασιν ἀπολογίαν πολλῆς κατηγορίας γέμουσαν. Καὶ γὰρ ταῦτα κἀκεῖνα γίνεται, φησί. Τί φής; οὐ δέδοικας τοιαῦτα φθεγγόμενος, καὶ μετὰ τῶν
ἵππων καὶ τῶν ἡμιόνων, καὶ τῶν κλινῶν καὶ τῶν ὑποποδίων τὸν Χριστὸν πεινῶντα ἀριθμῶν; μᾶλλον δὲ οὐδὲ μετὰ τούτων, ἀλλὰ τὸ μὲν πλέον μέρος τούτοις, ἐκείνῳ δὲ μόλις ὀλίγον ἀπονέμων μέρος. Οὐκ οἶσθα, ὅτι πάντα αὐτοῦ, καὶ σὺ, καὶ τὰ σά; οὐκ οἶσθα, ὅτι καὶ σῶμα αὐτὸς διέπλασε, καὶ ψυχὴν ἐχαρίσατο, καὶ τὸν κόσμον ἀπένειμεν ἅπαντα; Σὺ δὲ οὐδὲ μικρὰν τούτῳ ἀντιδίδως ἀμοιβήν· ἀλλ' ἂν μὲν οἰκίσκον μικρὸν ἐκμισθώσῃς, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν μισθὸν ἀπαιτεῖς, τὴν δὲ κτίσιν αὐτοῦ
πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ μισθὸν καταβαλεῖν, ἀλλὰ τῇ κενοδοξίᾳ καὶ σαυτὸν καὶ τὰ σαυτοῦ πάντα ἐξέδωκας· καὶ γὰρ ἐκεῖθεν ἅπαντα ταῦτα ἤρτηνται. Οὐδὲ γὰρ ἵππος βελτίων ἂν γένοιτο πρὸς τὴν ἀρετὴν αὐτοῦ, τὸν κόσμον περιθέμενος τοῦτον, οὔτε ὁ καθήμενος ἐπ' αὐτοῦ ἄνθρωπος, ἀλλ' ἔστιν ὅτε καὶ ἀτιμότερος. Πολλοὶ γὰρ ἀφέντες τὸν ὀχούμενον, πρὸς τὸν κόσμον τοῦ ἵππου τρέπουσι τοὺς ὀφθαλμοὺς, καὶ τοὺς ἑπομένους οἰκέτας καὶ
τοὺς προηγουμένους καὶ τοὺς σοβοῦντας· τὸν δὲ ὑπὸ τούτων δορυφορούμενον καὶ μισοῦσι, καὶ ἀποστρέφονται ὡς κοινὸν ἐχθρόν. Ἀλλ' οὐχ ὅταν τὴν ψυχὴν κοσμῇς, τοῦτο συμβαίνει, ἀλλὰ καὶ ἄνθρωποι καὶ ἄγγελοι καὶ ὁ τῶν ἀγγέλων ∆εσπότης, πάντες σοι τὸν στέφανον πλέκουσιν. Ὥστε, εἰ δόξης ἐρᾷς, ἀπόστηθι τούτων ὧν νῦν ποιεῖς, καὶ μὴ τὴν οἰκίαν, ἀλλὰ τὴν ψυχὴν καλλώπιζε, ἵνα γένῃ λαμπρὸς καὶ περιφανής· ὡς νῦν γε οὐδέν σου γένοιτ' ἂν εὐτελέστερον ἐρήμην ἔχοντος τὴν ψυχὴν, καὶ τὸ τῆς οἰκίας προβαλλομένου κάλλος. Εἰ δὲ οὐκ ἀνέχῃ τῶν παρ' ἐμοῦ λεγομένων, ἄκουσον τί τῶν ἔξωθέν τις ἐποίησε, καὶ αἰσχύνθητι τὴν γοῦν ἐκείνων φιλοσοφίαν. Λέγεται γάρ τις ἐκείνων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀπαστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει, ἐπειδὴ καὶ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστορεσμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου· εἶτα ἐγκαλούμενος εἰπεῖν, διὰ τὸ μηδαμοῦ τῆς οἰκίας ἑτέρωθι τοῦτο ἐξεῖναι ποιῆσαι, εἰς τὴν ὄψιν ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου. Ὁρᾷς πῶς καταγέλαστος ὁ τὰ ἔξωθεν καλλωπίζων ἐστὶ, καὶ παρὰ πᾶσιν εὐκαταφρόνητος τοῖς νοῦν ἔχουσι; Καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ εἰ τὴν σύνοικόν τις ἀφεὶς τὴν σὴν ῥάκια περικεῖσθαι, καὶ ἠμελημένην εἶναι, τὰς θεραπαινίδας λαμπρᾷ περιέβαλε στολῇ, πράως ἂν ἤνεγκας, ἀλλὰ παρωξύνθης, καὶ ὕβριν ἂν τὸ πρᾶγμα ἔφησας εἶναι τὴν ἐσχάτην. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Ὅταν γὰρ τοὺς μὲν τοίχους καὶ τὸ ἔδαφος καὶ τὰ ἔπιπλα καὶ τὰ ἄλλα πάντα καλλωπίζῃς, ἐλεημοσύνην δὲ μὴ παρέχῃς δαψιλῆ, μηδὲ τὴν ἄλλην ἀσκῇς φιλοσοφίαν, οὐδὲν ἕτερον ἢ τοῦτο ποιεῖς, μᾶλλον δὲ τὸ πολλῷ χαλεπώτερον. Τῆς μὲν γὰρ δούλης καὶ τῆς δεσποίνης οὐδὲν τὸ μέσον, τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς πολὺ τὸ διάφορον· εἰ δὲ τῆς σαρκὸς, πολλῷ μᾶλλον τῆς ψυχῆς καὶ τῆς οἰκίας, καὶ τῆς ψυχῆς καὶ τῆς κλίνης καὶ τοῦ ὑποποδίου. Ποίας οὖν ἄξιος ἀπολογίας ἂν εἴης, ταῦτα μὲν ἅπαντα ἀργυρίῳ πολλῷ περιβάλλων, ἐκείνην δὲ περιορῶν ῥακοδυτοῦσαν, αὐχμῶσαν, πεινῶσαν, τραυμάτων γέμουσαν, ὑπὸ μυρίων σπαραττομένην κυνῶν, καὶ μετὰ ταῦτα ἅπαντα καὶ δοξάζεσθαι ἀπὸ τοῦ καλλωπισμοῦ τῶν ἔξωθεν περικειμένων νομίζων; ὃ δὴ μάλιστα τῆς ἐσχάτης παραπληξίας ἐστὶ, τὸ γελώμενον καὶ ὀνειδιζόμενον, καὶ ἀσχημονοῦντα καὶ ἀτιμαζόμενον, καὶ εἰς ἐσχάτην ἐμπίπτοντα· κόλασιν, ἔτι καὶ ἐγκαλλωπίζεσθαι τούτοις. ∆ιὸ παρακαλῶ, ταῦτα πάντα ἐννοήσαντες ἀνανήψωμεν ὀψὲ γοῦν ποτε, καὶ ἡμῶν αὐτῶν γενώμεθα, καὶ τὸν κόσμον τοῦτον ἀπὸ τῶν ἔξωθεν εἰς τὴν ψυχὴν μετενέγκωμεν. Οὕτω γὰρ καὶ αὐτὸς ἄσυλος μένει, καὶ ἡμᾶς τοῖς ἀγγέλοις ἴσους ἐργάζεται, καὶ τὰ ἀκίνητα προξενήσει καλά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου