αʹ. Πολλὰ καὶ μεγάλα περὶ τοῦ Ἀβραὰμ εἰπὼν, καὶ περὶ τῆς πίστεως αὐτοῦ καὶ τῆς δικαιοσύνης καὶ τῆς παρὰ τοῦ Θεοῦ τιμῆς, ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς; ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου πάλιν. Τοσαύτη τῶν πνευματικῶν λόγων ἡ δύναμις. Τὸν γὰρ ἐξ ἐθνῶν, τὸν ἄρτι προσελθόντα, τὸν οὐδὲν ἐργασάμενον, οὐ μόνον τοῦ Ἰουδαίου τοῦ πιστοῦ οὐδὲν ἔφησεν ἔλαττον ἔχειν, ἀλλ' οὐδὲ τοῦ πατριάρχου· μᾶλλον δὲ, εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ πολλῷ πλέον. Τοσαύτη γὰρ ἡμῶν ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡμετέρας τύπον εἶναι. Καὶ οὐκ εἶπεν, Εἰ δὲ ἐκείνῳ ἐλογίσθη, εἰκὸς ὅτι καὶ ἡμῖν, ἵνα μὴ ποιήσῃ αὐτὸ συλλογισμόν· ἐξ αὐθεντίας δὲ τῶν θείων φθέγγεται νόμων, καὶ τῆς Γραφῆς ἀπόφασιν αὐτὸ ὅλον ποιεῖ. ∆ιὰ τί γὰρ ἐγράφη, φησὶν, ἀλλ' ἢ ἵνα μάθωμεν, ὅτι καὶ ἡμεῖς οὕτω δικαιούμεθα; τῷ γὰρ αὐτῷ Θεῷ πεπιστεύκαμεν ὑπὲρ τῶν αὐτῶν πραγμάτων,
εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν προσώπων. Εἰπὼν δὲ τὴν πίστιν ἡμῶν, λέγει καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ἄφατον, ἣν ἀεὶ περιστρέφει, τὸν σταυρὸν εἰς μέσον φέρων· ὃ καὶ νῦν ἐδήλωσεν εἰπών· Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. Ὅρα πῶς τὴν αἰτίαν εἰπὼν τοῦ θανάτου, τὴν αὐτὴν καὶ ἀπόδειξιν ἀναστάσεως ποιεῖται. ∆ιὰ τί γὰρ ἐσταυρώθη, φησίν; Οὐ δι' οἰκείαν ἁμαρτίαν· καὶ δῆλον ἐκ τῆς ἀναστάσεως. Εἰ γὰρ ἦν ἁμαρτωλὸς, πῶς ἀνέστη; εἰ δὲ ἀνέστη, εὔδηλον ὅτι ἁμαρτωλὸς οὐκ ἦν· εἰ δὲ ἁμαρτωλὸς οὐκ ἦν, πῶς ἐσταυρώθη; ∆ι' ἑτέρους. Εἰ δὲ δι' ἑτέρους, πάντως ἀνέστη. Ἵνα γὰρ μὴ λέγῃς, Πῶς τοσούτοις ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι δυνάμεθα δικαιωθῆναι; ἔδειξε τὸν πάντα ἀπαλείψαντα τὰ ἁμαρτήματα, ἵνα καὶ ἐκ τῆς πίστεως τοῦ Ἀβραὰμ, δι' ἧς ἐδικαιώθη, καὶ ἐκ τῆς τοῦ πάθους τοῦ σωτηρίου, δι' οὗ τῶν ἁμαρτημάτων ἀπηλλάγημεν, βεβαιώσῃ τὸν λόγον. Εἰπὼν δὲ αὐτοῦ τὸν θάνατον, λέγει καὶ τὴν ἀνάστασιν. Οὐ γὰρ διὰ τοῦτο ἀπέθανεν, ἵνα ὑπευθύνους ἔχῃ κολάσει, καὶ καταδίκους, ἀλλ' ἵνα εὐεργετήσῃ· ἐπὶ τούτῳ γὰρ καὶ ἀπέθανε καὶ ἀνέστη, ἵνα δικαίους ἐργάσηται. ∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τί ἐστιν, Εἰρήνην ἔχωμεν; Τινὲς μέν φασιν, ὅτι Μὴ δὴ στασιάζωμεν φιλονεικοῦντες τὸν νόμον εἰσαγαγεῖν· ἐμοὶ δὲ δοκεῖ περὶ πολιτείας ἡμῖν λοιπὸν διαλέγεσθαι. Ἐπειδὴ γὰρ πολλὰ περὶ πίστεως διαλεχθεὶς καὶ τῆς διὰ τῶν ἔργων δικαιοσύνης, αὐτὴν προὔθηκεν· ἵνα μή τις νομίσῃ ῥᾳθυμίας ὑπόθεσιν εἶναι τὰ λεγόμενα, φησίν· Εἰρήνην ἔχωμεν· τουτέστι, Μηκέτι ἁμαρτάνωμεν, μηδὲ πρὸς τὰ πρότερα ἐπανερχώμεθα· τοῦτο γάρ ἐστι πόλεμον ἔχειν πρὸς τὸν Θεόν. Καὶ πῶς δυνατὸν, φησὶ, τὸ μηκέτι ἁμαρτάνειν; Πῶς τὸ πρότερον ἐγένετο δυνατόν; Εἰ γὰρ τοσούτων ὄντες ὑπεύθυνοι, πάντων ἀπηλλάγημεν διὰ τοῦ Χριστοῦ, πολλῷ μᾶλλον ἐν οἷς ἐσμεν μεῖναι δι' αὐτοῦ δυνησόμεθα. Οὐ γάρ ἐστιν ἴσον μὴ οὖσαν εἰρήνην λαβεῖν, καὶ δοθεῖσαν κατασχεῖν, ἐπειδήπερ ἡ κτῆσις τῆς φυλακῆς χαλεπώτερον· ἀλλ' ὅμως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη. Οὐκοῦν ἔσται καὶ τὸ εὐκολώτερον ἡμῖν εὐκατόρθωτον, ἂν ἐχώμεθα τοῦ καὶ ἐκεῖνα ἡμῖν ἠνυκότος. Ἐνταῦθα δὲ οὐ τὸ εὔκολον αἰνίττεσθαί μοι δοκεῖ μόνον, ἀλλὰ καὶ τὸ εὔλογον. Εἰ γὰρ αὐτὸς ἡμᾶς κατήλλαξεν ἐκπεπολεμωμένους, εὔλογον μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαχέναι τῷ Πατρί. ∆ι' αὐτοῦ γὰρ, φησὶ, καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει. Εἰ τοίνυν μακρὰν ὄντας προσήγαγε, πολλῷ μᾶλλον ἐγγὺς γενομένους καθέξει. βʹ. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τὰ δύο τίθησι, καὶ τὰ παρ' αὐτοῦ καὶ τὰ παρ' ἡμῶν. Ἀλλὰ τὰ μὲν αὐτοῦ ποικίλα καὶ πολλὰ καὶ διάφορα· καὶ γὰρ ἀπέθανε δι' ἡμᾶς, καὶ κατήλλαξεν ἡμᾶς, καὶ προσήγαγε, καὶ χάριν ἔδωκεν ἄφατον· ἡμεῖς δὲ τὴν πίστιν εἰσηνέγκαμεν μόνον· διό φησιν, Ἐν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν. Ποίαν, εἰπέ μοι, χάριν; Τὸ καταξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλάνης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι, τὸ πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν· εἰς τοῦτο γὰρ ἡμᾶς προσήγαγεν, ἵνα ταῦτα λάβωμεν τὰ δῶρα· οὐδὲ γὰρ ἁπλῶς ἵνα ἁμαρτημάτων ἄφεσις γένηται καὶ ἀπαλλαγὴ μόνον, ἀλλ' ἵνα καὶ μυρίων ἀπολαύσωμεν ἀξιωμάτων. Καὶ οὐδὲ ἐν τούτοις ἔστη, ἀλλὰ καὶ ἕτερα ἐπηγγείλατο, τὰ ἀπόῤῥητα ἐκεῖνα καὶ νοῦν καὶ λόγον ὑπερβαίνοντα ἀγαθά. ∆ιόπερ ἀμφότερα τέθεικε· τῷ μὲν γὰρ εἰπεῖν, Τὴν χάριν, τὰ παρόντα ἐδήλωσεν ἅπερ ἐλάβομεν· τῷ δὲ εἰπεῖν, Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, τὰ μέλλοντα ἐξεκάλυψεν ἅπαντα. Καὶ καλῶς εἶπεν, Ἐν ᾗ ἑστήκαμεν. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ χάρις· οὐκ ἔχει τέλος, οὐκ οἶδε πέρας, ἀλλὰ καὶ ἐπὶ μείζονα ἀεὶ πρόεισιν· ὅπερ ἐπ' ἀνθρώπων οὐκ ἔνι. Οἷόν τι λέγω· ἔλαβέ τις ἀρχὴν καὶ δόξαν καὶ δυναστείαν, ἀλλ' οὐχ ἕστηκεν ἐπὶ ταύτης διηνεκῶς, ἀλλὰ ταχέως αὐτῆς ἐκπίπτει, κἂν μὴ ἄνθρωπος ἀφέληται, θάνατος ἐπελθὼν ἀφαιρήσεται πάντως. Τὰ δὲ τοῦ Θεοῦ οὐ τοιαῦτα· οὔτε γὰρ ἄνθρωπος, οὐ χρόνος, οὐ περίστασις πραγμάτων, οὐκ αὐτὸς ὁ διάβολος, οὐχ ὁ θάνατος ἐπελθὼν ἐκβαλεῖν αὐτῶν ἡμᾶς δυνήσεται· ἀλλ' ὅταν ἀποθάνωμεν, τότε ἀκριβέστερον αὐτὰ κατέχομεν, καὶ πλειόνων ἀεὶ προϊόντες ἀπολαύομεν. Ὥστε εἰ διαπιστεῖς τοῖς μέλλουσιν, ἀπὸ τῶν παρόντων καὶ ὧν ἔλαβες ἤδη, καὶ ἐκείνοις πίστευε. ∆ιὰ γὰρ τοῦτο εἶπε, Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἵνα μάθῃς οἵαν ψυχὴν τὸν πιστὸν ἔχειν δεῖ. Οὐδὲ γὰρ ὑπὲρ τῶν δεδομένων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων ὡς δεδομένων πεπληροφορῆσθαι χρή· καυχᾶται γάρ τις ἐπὶ τοῖς ἤδη παρασχεθεῖσιν. Ἐπεὶ οὖν καὶ ἡ τῶν μελλόντων ἐλπὶς οὕτω βεβαία καὶ σαφὴς, ὡς ἡ τῶν δεδομένων, καὶ ἐπ' ἐκείνῃ, φησὶν, ὁμοίως καυχώμεθα· διὰ τοῦτο καὶ δόξαν αὐτὰ ἐκάλεσεν. Εἰ γὰρ εἰς τὴν τοῦ Θεοῦ συντελεῖ δόξαν, πάντως ἐκβήσεται, εἰ καὶ μὴ δι' ἡμᾶς, ἀλλὰ δι' αὐτόν. Καὶ τί λέγω, φησὶν, ὅτι τὰ μέλλοντα ἀγαθὰ ἄξια καυχήσεως; Αὐτὰ μὲν οὖν τὰ παρόντα κακὰ ἱκανὰ ἡμᾶς καλλωπίσαι, καὶ ποιῆσαι ἐν αὐτοῖς ἐναβρύνεσθαι· διὸ καὶ ἐπήγαγεν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Ἐννόησον τοίνυν ἡλίκα τὰ μέλλοντα, ὅταν καὶ ἐπὶ τοῖς δοκοῦσιν εἶναι λυπηροῖς μέγα φρονῶμεν. Τοσαύτη ἡ τοῦ Θεοῦ δωρεὰ, καὶ οὕτως οὐδὲν αὐτῆς ἀηδές. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων οἱ μὲν ἀγῶνες πόνον ἔχουσι καὶ ὀδύνην καὶ ταλαιπωρίαν, οἱ δὲ στέφανοι καὶ τὰ ἔπαθλα τὴν ἡδονὴν κομίζουσιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τῶν ἐπάθλων τὰ παλαίσματα οὐχ ἧττον ἡμῖν ἡδίω. Ἐπειδὴ γὰρ πολλοὶ μὲν οἱ πειρασμοὶ τότε ἦσαν, ἡ δὲ βασιλεία ἐν ἐλπίσι, καὶ τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν προσδοκίᾳ, τοῦτο δὲ τοὺς ἀσθενεστέρους ἐξέλυσε, καὶ πρὸ τῶν στεφάνων ἤδη δίδωσιν αὐτοῖς τὰ βραβεῖα, λέγων ὅτι καὶ ἐν ταῖς θλίψεσι δεῖ καυχᾶσθαι. Καὶ οὐκ εἶπε, ∆εῖ καυχᾶσθαι ὑμᾶς, ἀλλὰ, Καυχώμεθα, φησὶν, ἡμεῖς, ἐν τῷ οἰκείῳ προσώπῳ παραίνεσιν εἰσάγων. Εἶτα ἐπειδὴ ἐδόκει ξένον εἶναι καὶ παράδοξον τὸ εἰρημένον, εἰ τὸν λιμῷ παλαίοντα, καὶ ἐν ἁλύσει καὶ ἐν βασάνοις ὄντα, καὶ ὑβριζόμενον καὶ ὀνειδιζόμενον καυχᾶσθαι δεῖ, κατασκευάζει λοιπὸν αὐτό· καὶ τὸ δὴ μεῖζον, ὅτι ἄξια καυχήσεως εἶναί φησιν, οὐ δι' ἐκεῖνα τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ δι' αὐτὰ τὰ παρόντα· καὶ γὰρ αὐταὶ καθ' ἑαυτὰς αἱ θλίψεις ἀγαθὸν πρᾶγμά ἐστι. Τίνος ἕνεκεν; Ὅτι εἰς ὑπομονὴν ἀλείφουσι. ∆ιόπερ εἰπὼν, Καυχώμεθα ἐν ταῖς θλίψεσι, καὶ τὴν αἰτίαν προσέθηκε, λέγων· Εἰδότες, ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται. Ὅρα πάλιν τὴν φιλονεικίαν Παύλου, πῶς εἰς τὸ ἐναντίον περιτρέπει τὸν λόγον. Ἐπειδὴ γὰρ αἱ θλίψεις μάλιστα ἀπαγορεύειν ἐποίουν ὑπὲρ τῶν μελλόντων αὐτοὺς, καὶ εἰς ἀπόγνωσιν ἐνέβαλλον, λέγει ὅτι δι' αὐτὰς μὲν οὖν ταύτας χρὴ θαῤῥεῖν, καὶ μὴ ἀπογινώσκειν τὰ μέλλοντα. Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, φησὶν, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐ γὰρ μόνον οὐκ ἀναιρετικαὶ τῆς τοιαύτης ἐλπίδος αἱ θλίψεις, ἀλλὰ καὶ κατασκευαστικαί. Ἔχει μὲν γὰρ καὶ πρὸ τῶν μελλόντων μέγιστον καρπὸν τὴν ὑπομονὴν ἡ θλῖψις, καὶ τὸ δόκιμον ποιεῖν τὸν πειραζόμενον· συντελεῖ δέ τι καὶ πρὸς τὰ μέλλοντα· τὴν γὰρ ἐλπίδα ἀκμάζειν ἐν ἡμῖν ποιεῖ. Οὐδὲν γὰρ οὕτω χρηστὰ ἐλπίζειν παρασκευάζει, ὡς ἀγαθὸν συνειδός. γʹ. Οὐδεὶς γοῦν τῶν ὀρθῶς βεβιωκότων ἀπιστεῖ περὶ τῶν μελλόντων, ὥσπερ οὖν τῶν ἠμελημένων πολλοὶ πονηρῷ πιεζόμενοι συνειδότι, οὐδὲ κρίσιν οὐδὲ ἀντίδοσιν εἶναι βούλονται. Τί οὖν; ἐν ἐλπίσιν ἡμῖν τὰ ἀγαθά; Ἐν ἐλπίσι μὲν, ἀλλ' οὐκ ἀνθρωπίναις, αἳ διαπίπτουσι καὶ καταισχύνουσι πολλάκις τὸν ἐλπίσαντα, τοῦ προσδοκηθέντος προΐστασθαι τελευτήσαντος, ἢ ζῶντος μεταβληθέντος. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ βεβαία καὶ ἀκίνητος ἡ ἐλπίς. Ὁ γὰρ ἐπαγγειλάμενος ἀεὶ ζῇ, ἡμεῖς τε οἱ μέλλοντες αὐτῶν ἀπολαύσεσθαι, κἂν ἀποθάνωμεν, ἀναστησόμεθα πάλιν, καὶ οὐδὲν ὅλως ἐστὶν ὃ δύναται ἡμᾶς καταισχῦναι, ὡς εἰκῆ καὶ μάτην καὶ ἐπὶ σαθραῖς ἐπαρθέντας ἐλπίσιν. Ἀπαλλάξας τοίνυν αὐτοὺς ἱκανῶς ἀμφισβητήσεως ἁπάσης διὰ τούτων τῶν ῥημάτων, οὐχ ἵστησι μέχρι τῶν παρόντων τὸν λόγον, ἀλλὰ καὶ τὰ μέλλοντα πάλιν ἐπάγει, εἰδὼς τοὺς ἀσθενεστέρους καὶ τὰ παρόντα ζητοῦντας, καὶ οὐκ ἀρκουμένους τούτοις. Καὶ πιστοῦται αὐτὰ ἀπὸ τῶν ἤδη δοθέντων. Ἵνα γὰρ μή τις λέγῃ, Τί οὖν, εἰ μὴ βούλεται ἡμῖν χαρίσασθαι ὁ Θεός; ὅτι μὲν γὰρ δύναται καὶ μένει καὶ ζῇ, πάντες ἴσμεν· πόθεν δὲ, ὅτι καὶ βουλήσεται; Ἀπὸ τῶν ἤδη γεγενημένων. Ποίων γεγενημένων; Τῆς ἀγάπης, ἢν περὶ ἡμᾶς ἐπεδείξατο. Τί ποιήσας, φησί; Πνεῦμα ἅγιον δούς. ∆ιόπερ εἰπὼν, Ἡ ἐλπὶς οὐ καταισχύνει, ἐπήγαγε τὴν ἀπόδειξιν τούτου, λέγων, Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν. Καὶ οὐκ εἶπε, ∆έδοται, ἀλλ' Ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν, τὸ δαψιλὲς ἐμφαίνων. Ὃ γὰρ μέγιστον ἦν δῶρον, τοῦτο ἔδωκεν, οὐκ οὐρανὸν καὶ γῆν καὶ θάλατταν, ἀλλ' ὃ τούτων ἁπάντων τιμιώτερον ἦν, καὶ ἀγγέλους ἐξ ἀνθρώπων καὶ υἱοὺς Θεοῦ καὶ ἀδελφοὺς τοῦ Χριστοῦ κατεσκεύαζε. Τί δέ ἐστι τοῦτο; Τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ οὐκ ἐβούλετο μεγάλοις ἡμᾶς μετὰ τοὺς πόνους στεφάνοις δωρήσασθαι, οὐκ ἂν πρὸ τῶν πόνων τοσαῦτα ἔδωκεν ἀγαθά· νῦν δὲ τὸ θερμὸν αὐτοῦ τῆς ἀγάπης δείκνυται ἐντεῦθεν, ὅτι οὐκ ἠρέμα καὶ κατὰ μικρὸν ἡμᾶς ἐτίμησεν, ἀλλ' ἀθρόον τὴν πηγὴν τῶν ἀγαθῶν ἐξέχεε, καὶ ταῦτα πρὸ τῶν ἀγώνων, Ὥστε κἂν μὴ σφόδρα ᾖς ἄξιος, μὴ ἀπογίνωσκε, ἔχων μεγάλην συνήγορον τοῦ δικάζοντος τὴν ἀγάπην. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς εἰπὼν, Ἡ ἐλπὶς οὐ καταισχύνει, οὐ τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλὰ τῇ ἀγάπῃ τοῦ Θεοῦ τὸ πᾶν ἀνέθηκεν. Εἰπὼν δὲ τοῦ Πνεύματος τὴν δόσιν, μεταβαίνει πάλιν λοιπὸν ἐπὶ τὸν σταυρὸν, λέγων οὕτως· Ἔτι γὰρ ὁ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ γὰρ ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἂν ἕλοιτό τις ταχέως ἀποθανεῖν, ἐννόησον τοῦ ∆εσπότου σου τὴν ἀγάπην, ὅταν μὴ ὑπὲρ ἐναρέτων αὐτὸς, ἀλλ' ὑπὲρ ἁμαρτωλῶν καὶ ἐχθρῶν φαίνηται σταυρωθείς· ὅπερ καὶ μετὰ ταῦτά φησιν· Ὅτι, εἰ, ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, πολλῷ οὖν μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Καὶ δοκεῖ μὲν ταυτολογία εἶναι τὰ εἰρημένα, οὐκ ἔστι δὲ τῷ μετὰ ἀκριβείας προσέχοντι. Σκόπει δέ· Βούλεται πιστώσασθαι περὶ τῶν μελλόντων αὐτούς· καὶ πρῶτον μὲν ἀπὸ τῆς τοῦ δικαίου γνώμης ἐντρέπει, εἰπὼν, ὅτι ἐπληροφορήθη κἀκεῖνος, Ὅτι ὃ ἐπήγγελται Θεὸς, δυνατός ἐστι καὶ ποιῆσαι· ἔπειτα ἀπὸ τῆς χάριτος τῆς δοθείσης, εἶτα ἀπὸ τῶν θλίψεων, ὅτι ἱκαναὶ εἰς ἐλπίδα ἡμᾶς ἀγαγεῖν· καὶ ἀπὸ τοῦ Πνεύματος πάλιν, οὗπερ ἐλάβομεν· λοιπὸν δὲ καὶ ἀπὸ τοῦ θανάτου καὶ τῆς ἡμετέρας κακίας τῆς ἔμπροσθεν τοῦτο κατασκευάζει. Καὶ δοκεῖ μὲν, ὅπερ ἔφθην εἰπὼν, ἓν εἶναι τὸ εἰρημένον, εὑρίσκεται δὲ καὶ δύο καὶ τρία καὶ πολλῷ πλείονα ὄντα· πρῶτον μὲν, ὅτι ἀπέθανε· δεύτερον δὲ, ὅτι ὑπὲρ ἀσεβῶν· τρίτον δὲ, ὅτι κατήλλαξεν, ὅτι ἔσωσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἀθανάτους ἐποίησεν, ὅτι υἱοὺς εἰργάσατο καὶ κληρονόμους. Οὐ τοίνυν ἀπὸ τοῦ θανάτου μόνον ἰσχυρίζεσθαι χρὴ, φησὶν, ἀλλὰ καὶ ἀπὸ τοῦ δοθέντος ἡμῖν διὰ τοῦ θανάτου· καίτοι γε εἰ καὶ τεθνήκει μόνον ὑπὲρ ἡμῶν τοιούτων ὄντων, μέγιστον ἦν δεῖγμα ἀγάπης τὸ γεγενημένον· ὅταν δὲ φαίνηται καὶ ἀποθνήσκων δωρούμενος, καὶ τοιαῦτα δωρούμενος καὶ τοιούτοις οὖσι, πᾶσαν ὑπερβολὴν ἀποκρύπτει τὰ γεγενημένα, καὶ τὸν σφόδρα ἀναίσθητον εἰς πίστιν ἄγει. Οὐδὲ γὰρ ἄλλος ἐστὶν ὁ μέλλων σώζειν ἡμᾶς, ἀλλ' ἐκεῖνος ὁ οὕτω φιλήσας ἁμαρτωλοὺς ὄντας, ὡς καὶ ἑαυτὸν ἐκδοῦναι. Εἶδες πόσην ἔχει τὸ χωρίον τοῦτο κατασκευὴν πρὸς τὴν τῶν μελλόντων ἐλπίδα; Πρὸ μὲν γὰρ τούτου, δύο δύσκολα ἦν πρὸς σωτηρίαν ἡμῖν, τὸ καὶ ἁμαρτωλοὺς εἶναι, καὶ διὰ τοῦ θανάτου τοῦ ∆εσπότου δεῖν σωθῆναι· ὅπερ καὶ ἀπίθανον ἦν πρὶν ἢ γενέσθαι, καὶ πολλῆς δεόμενον τῆς ἀγάπης ἵνα γένηται· νυνὶ δὲ ἐπειδὴ ταῦτα ἐξέβη, τὰ λειπόμενα εὐκολώτερα· καὶ γὰρ φίλοι γεγόναμεν, καὶ θανάτου λοιπὸν οὐ δεῖ. Ὁ τοίνυν τῶν ἐχθρῶν οὕτω φεισάμενος, ὥστε μὴ φείσασθαι τοῦ Παιδὸς, φίλων ὄντων οὐ προστήσεται, ὅτε λοιπὸν οὐδὲ τοῦ τὸν Παῖδα ἐκδοῦναι χρεία, Ἢ γὰρ διὰ τὸ μὴ βούλεσθαί τις, ἢ διὰ τὸ μὴ δύνασθαι, κἂν βούληται, πολλάκις οὐ σώζει· ὧν οὐδὲν ἔστιν εἰπεῖν ἐπὶ τοῦ Θεοῦ, ἐξ ὧν τὸν Υἱὸν ἐξέδωκεν. Ὅτι δὲ καὶ δύναται, καὶ αὐτὸ ὁμοίως ἀπέδειξεν ἐξ ὧν ἁμαρτωλοὺς ὄντας ἐδικαίωσε. Τί οὖν λοιπὸν τὸ κωλύον ἐστὶ τυχεῖν τῶν μελλόντων ἡμᾶς; Οὐδέν. Εἶτα πάλιν, ἵνα μὴ ἁμαρτωλοὺς καὶ ἐχθροὺς καὶ ἀσθενεῖς ἀκούσας καὶ ἀσεβεῖς, μέλλῃς αἰσχύνεσθαι καὶ ἐρυθριᾷν, ἄκουσον τί φησιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. Τί ἐστιν, Οὐ μόνον δέ; Οὐ μόνον ἐσώθημεν, φησὶν, ἀλλὰ καὶ καυχώμεθα δι' αὐτὸ τοῦτο, δι' ὃ νομίζει τις ἡμᾶς ἐγκαλύπτεσθαι. Τὸ γὰρ ἐν τοσαύτῃ πονηρίᾳ ζῶντας ἡμᾶς σωθῆναι, τοῦ σφόδρα ἀγαπηθῆναι παρὰ τοῦ σώζοντος μέγιστον σημεῖόν ἐστιν. Οὐ γὰρ δι' ἀγγέλων ἢ ἀρχαγγέλων, ἀλλὰ δι' αὐτοῦ τοῦ Μονογενοῦς ἔσωσεν. Ὥστε καὶ τὸ σῶσαι, καὶ τὸ τοιούτους ὄντας σῶσαι, καὶ τὸ διὰ τοῦ Μονογενοῦς τοῦτο ποιῆσαι, καὶ οὐδὲ ἁπλῶς διὰ τοῦ Μονογενοῦς, ἀλλὰ διὰ τοῦ αἵματος αὐτοῦ, μυρίους ἡμῖν καυχήσεως πλέκει στεφάνους. Οὐδὲν γὰρ ἴσον εἰς δόξης λόγον καὶ παῤῥησίας τοῦ φιλεῖσθαι παρὰ τοῦ Θεοῦ καὶ τοῦ φιλεῖν αὐτὸν τὸν ἀγαπῶντα. Τοῦτο τοὺς ἀγγέλους ποιεῖ λαμπροὺς, τοῦτο τὰς ἀρχὰς καὶ τὰς δυνάμεις, τοῦτο βασιλείας μεῖζον· διὰ τοῦτο καὶ Παῦλος πρὸ τῆς βασιλείας τοῦτο ἐτίθει· διὰ τοῦτο καὶ τὰς ἀσωμάτους μακαρίζω δυνάμεις, ὅτι καὶ φιλοῦσιν αὐτὸν, καὶ πάντα ὑπακούουσιν. Ἐντεῦθεν γοῦν αὐτοὺς καὶ ὁ προφήτης ἐθαύμαζε, λέγων· ∆υνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ· ἐντεῦθεν καὶ τὰ Σεραφὶμ ὁ Ἡσαΐας ἀνεκήρυττε, τὴν μεγάλην αὐτῶν ἐνδεικνύμενος ἀρετὴν ἐκ τοῦ ἑστάναι πλησίον τῆς δόξης ἐκείνης, ὅπερ μεγίστης ἀγάπης σημεῖον ἦν.
δʹ. Ζηλώσωμεν τοίνυν καὶ ἡμεῖς τὰς ἄνω δυνάμεις, καὶ μὴ μόνον ἐγγὺς τοῦ θρόνου στῆναι σπουδάσωμεν, ἀλλὰ καὶ ἔνοικον αὐτὸν ἔχειν τὸν ἐπὶ τοῦ θρόνου καθήμενον. Ἐκεῖνος μὲν γὰρ καὶ μισοῦντας ἐφίλησε, καὶ φιλῶν διατελεῖ· καὶ γὰρ Τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Σὺ δὲ φιλοῦντα γοῦν ἀγάπησον· φιλεῖ γάρ. Καὶ πῶς, φησὶν, ὁ φιλῶν γέενναν καὶ κόλασιν καὶ τιμωρίαν ἠπείλησε; ∆ι' αὐτὸ τοῦτο τὸ φιλεῖν· καὶ γὰρ ἐκκόπτων σου τὴν πονηρίαν, καὶ ὥσπερ τινὶ χαλινῷ τῷ φόβῳ κατέχων σου τὴν ἐπὶ τὰ χείρω ῥύμην, πάντα ποιεῖ καὶ πραγματεύεται, καὶ διὰ τῶν χρηστῶν καὶ διὰ τῶν λυπηρῶν ἀναστέλλων σε τῆς ἐπὶ τὰ κάτω φορᾶς, καὶ πρὸς ἑαυτὸν ἐπανάγων καὶ ἀπάγων κακίας πάσης, ἣ γεέννης ἐστὶ χαλεπωτέρα. Εἰ δὲ γελᾷς ἐπὶ τοῖς εἰρημένοις, καὶ μυριάκις ἐν πονηρίᾳ ζῇν ἐθέλεις, ἢ μίαν κολάζεσθαι ἡμέραν, θαυμαστὸν οὐδέν· καὶ γὰρ καὶ τοῦτό σου τῆς ἀτελοῦς γνώμης σημεῖον, καὶ τῆς μέθης καὶ τῆς ἀνιάτου νόσου· ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ ὅταν ἴδῃ τὸν ἰατρὸν ἢ πῦρ ἢ τομὴν ἐπάγοντα, φεύγει καὶ ἀποπηδᾷ ὀλολύζοντα καὶ σπαραττόμενα, καὶ μᾶλλον αἱρεῖται διηνεκεῖ σηπεδόνι σώματος ἐναπολέσθαι, ἢ πρόσκαιρον ὑπομείναντα πόνον, τῆς μετὰ ταῦτα ἀπολαύειν ὑγείας. Οἱ δὲ νοῦν ἔχοντες ἴσασιν, ὅτι τὸ νοσεῖν τοῦ τέμνεσθαι χαλεπώτερον, ὥσπερ οὖν τὸ κακῶς εἶναι τοῦ κολάζεσθαι χεῖρον· τὸ μὲν γὰρ θεραπεύεσθαι καὶ ὑγιαίνειν ἐστὶ, τὸ δὲ ἀπόλλυσθαι καὶ ἐν ἀῤῥωστίᾳ εἶναι διηνεκεῖ. Ὅτι δὲ ἀῤῥωστίας ὑγεία βέλτιον, παντί που δῆλον· ἐπεὶ καὶ τοὺς λῃστὰς, οὐχ ὅταν διορύττωνται τὰς πλευρὰς, δακρύειν ἄξιον, ἀλλ' ὅταν διορύττωσι τοίχους καὶ φονεύωσιν. Εἰ γὰρ βέλτιον ψυχὴ σώματος, ὥσπερ οὖν καὶ βέλτιον, ταύτης ἀπολλυμένης, μᾶλλον στένειν δίκαιον καὶ ὀδύρεσθαι· εἰ δὲ μὴ αἰσθάνοιτο, καὶ ταύτῃ μειζόνως αὐτὴν πενθεῖν δεῖ. Καὶ γὰρ τοὺς ἐρῶντας ἀκόλαστον ἔρωτα τῶν πυρεττόντων χαλεπῶς μᾶλλον ἐλεεῖν ἄξιον, καὶ τοὺς μεθύοντας τῶν βασανιζομένων. Καὶ εἰ ταῦτα χαλεπώτερα, φησὶ, διὰ τί μᾶλλον αὐτὰ αἱρούμεθα; Ὅτι πολλοῖς τῶν ἀνθρώπων, κατὰ τὴν παροιμίαν, ἀρέσκει τὰ χείρω, καὶ ταῦτα αἱροῦνται, τὰ ἀμείνω παρατρέχοντες. Ὅπερ καὶ ἐν ἐδέσμασιν ὁρᾷν ἔστι, καὶ ἐν πολιτείαις, καὶ ἐν ζήλοις βίων, καὶ ἐν ἡδονῆς ἀπολαύσει, καὶ ἐν γυναιξὶ, καὶ ἐν οἰκίαις, καὶ ἐν ἀνδραπόδοις, καὶ ἐν ἀγροῖς, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων γινόμενον. Τί γὰρ ἥδιον, εἰπέ μοι, γυναιξὶν ἢ ἄῤῥεσι μίγνυσθαι; γυναιξὶν ἢ ἡμιόνοις; Ἀλλ' ὅμως πολλοὺς εὑρήσομεν γυναῖκας μὲν παρατρέχοντας, ἀλόγοις δὲ μιγνυμένους, καὶ ἀῤῥένων σώμασιν ἐνυβρίζοντας, καίτοι τὰ κατὰ φύσιν τῶν παρὰ φύσιν ἡδίω. Ἀλλ' ὅμως εἰσὶ πολλοὶ τὰ καταγέλαστα καὶ ἀηδῆ καὶ κόλασιν ἔχοντα ὡς ἡδέα διώκοντες. Ἐκείνοις γὰρ ἡδέα ταῦτα εἶναι δοκεῖ, φησίν. Ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἂν εἶεν ἄθλιοι, ὅτι καὶ ἡδέα νομίζουσιν εἶναι τὰ οὐχ ἡδέα. Οὕτω καὶ τὴν κόλασιν τῆς ἁμαρτίας χείρω τίθενται· οὐκ ἔστι δὲ, ἀλλὰ τοὐναντίον ἅπαν. Εἰ γὰρ κακὸν ἦν τοῖς ἁμαρτάνουσιν, οὐκ ἂν προσέθηκε κακοῖς κακὰ ὁ Θεὸς, οὐδὲ χείρους ἂν αὐτοὺς ποιῆσαι ἐθέλησεν· ὁ γὰρ πάντα ποιῶν, ὥστε σβεσθῆναι τὴν κακίαν, οὐκ ἂν αὐτὴν ηὔξησεν. Οὐκ ἄρα τὸ κολάζεσθαι κακὸν τῷ πλημμελοῦντι, ἀλλὰ τὸ οὕτως ἔχοντα μὴ κολάζεσθαι, ὥσπερ οὖν τὸ τὸν ἀῤῥωστοῦντα μὴ θεραπεύεσθαι. Οὐδὲν γὰρ οὕτω κακὸν ὡς ἐπιθυμία ἄτοπος· ἄτοπον δὲ ὅταν εἴπω, καὶ τὴν τῆς τρυφῆς λέγω, καὶ τὴν τῆς δόξης τῆς ἀκαίρου, καὶ τὴν τῆς δυναστείας, καὶ τὴν ἁπάντων ἁπλῶς τῶν ὑπὲρ τὴν χρείαν πραγμάτων. Ὁ γὰρ τοιοῦτος ὁ τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶν βίον, δοκεῖ μὲν πάντων εἶναι μακαριώτερος, πάντων δέ ἐστιν ἀθλιώτερος, δεσποίνας χαλεπὰς καὶ τυράννους ἐπεισάγων αὐτοῦ τῇ ψυχῇ. ∆ιὰ τοῦτο ἐπίπονον ὁ Θεὸς ἡμῖν τὸν πάροντα ἐποίησε βίον, ἵνα ἐκείνης ἡμᾶς ἀπαλλάξῃ τῆς δουλείας, καὶ εἰς καθαρὰν ἐλευθερίαν ἀγάγῃ· διὰ τοῦτο καὶ κόλασιν ἠπείλησε, καὶ πόνους συνεκλήρωσεν ἡμῶν τῇ ζωῇ, τὸ χαῦνον ἐπισφίγγων. Οὕτω γοῦν καὶ οἱ Ἰουδαῖοι, ὅτε μὲν τῷ πηλῷ καὶ τῇ πλινθουργίᾳ προσδεδεμένοι ἦσαν, καὶ ἐπιεικεῖς ἦσαν, καὶ τὸν Θεὸν ἐκάλουν συνεχῶς, ὅτε δὲ ἐλευθερίας ἀπήλαυσαν, καὶ ἐγόγγυζον, καὶ παρώξυναν τὸν ∆εσπότην, καὶ μυρίοις ἑαυτοὺς περιέπειρον κακοῖς. Τί οὖν, φησὶν, ἂν εἴποις πρὸς τοὺς ὑπὸ θλίψεως περιτραπέντας πολλάκις; Ὅτι οὐ τῆς θλίψεως ἔργον ἡ περιτροπὴ, ἀλλὰ τῆς ἀσθενείας τῆς ἐκείνων. Οὐδὲ γὰρ, εἴ τις στόμαχον ἄῤῥωστον ἔχων, μὴ δέχοιτο πικρὸν φάρμακον δυνάμενον αὐτὸν καθᾶραι, ἀλλὰ καὶ ἐπιτρίβοιτο, οὐ τὸ φάρμακον αἰτιασόμεθα, ἀλλὰ τὴν ἀῤῥωστίαν τοῦ μέλους, ὥσπερ οὖν καὶ ἐνταῦθα τὴν εὐκολίαν τῆς γνώμης. Καὶ γὰρ ὁ ὑπὸ θλίψεως περιτρεπόμενος, πολλῷ μᾶλλον ὑπὸ ἀνέσεως τοῦτο πείσεται· εἰ γὰρ δεδεμένος πίπτει (τοῦτο γὰρ ἡ θλῖψις), πολλῷ μᾶλλον λελυμένος· εἰ σφιγγόμενος περιτρέπεται, πολλῷ μᾶλλον χαυνούμενος. Καὶ πῶς δυνήσομαι, φησὶ, μὴ περιτραπῆναι θλιβόμενος; Ἂν ἐννοήσῃς ὅτι, κἂν θέλῃς κἂν μὴ θέλῃς, οἴσεις τὸ ἐπενεχθέν· ἀλλ' ἂν μὲν εὐχαρίστως, κερδανεῖς τὰ μέγιστα, ἂν δὲ ἀποδυσπετῶν καὶ ἀλύων καὶ δυσφημῶν, οὔτε τὴν συμφορὰν ἐλάττω ταύτῃ ποιήσεις, καὶ μεῖζον ἐργάσῃ τὸ κλυδώνιον. Ταῦτα οὖν ἐννοοῦντες, ὃ τῆς ἀνάγκης ἐστὶ, ποιῶμεν τῆς προαιρέσεως εἶναι τῆς ἡμετέρας· οἷόν τι λέγω· Παῖδά τις ἀπέβαλε γνήσιον, τὴν οὐσίαν ἕτερος ἅπασαν· ἂν ἐννοήσῃς, ὅτι λυθῆναι μὲν τὸ γεγενημένον οὐκ ἔνι, ἔνι δέ τι καρπώσασθαι καὶ ἐκ τῆς ἀνιάτου συμφορᾶς τὸ γενναίως ἐνεγκεῖν τὸ συμβὰν, καὶ ἀντὶ τῶν ῥημάτων τῶν δυσφήμων εὐφημίαν ἀνενέγκῃς τῷ ∆εσπότῃ, οὕτω τὰ ἀβουλήτως ἐπενεχθέντα κακὰ, προαιρέσεως ἔσται σοι κατορθώματα. Εἶδες υἱὸν ἁρπαγέντα ἄωρον; Εἰπὲ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Εἶδες οὐσίαν κενωθεῖσαν; Εἰπὲ, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Εἶδες πονηροὺς εὐπραγοῦντας, καὶ δικαίους δυσημεροῦντας καὶ μυρία πάσχοντας δεινὰ, οὐκ ἔγνως δὲ τῶν γενομένων εὑρεῖν τὴν αἰτίαν; Εἰπὲ, Κτηνώδης ἐγενόμην παρὰ σοὶ, πλὴν ἐγὼ διαπαντὸς μετὰ σοῦ. Εἰ δὲ καὶ τὴν αἰτίαν ζητεῖς, ἐννόησον ὅτι ἔστησεν ἡμέραν, καθ' ἢν μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ πᾶσαν ἐκβαλεῖς ἀπορίαν· τὴν γὰρ ἀξίαν τότε ἕκαστος ἀπολήψεται, ὥσπερ ὁ Λάζαρος καὶ ὁ πλούσιος. Ἀναμνήσθητι τῶν ἀποστόλων· καὶ γὰρ ἐκεῖνοι μαστιζόμενοι καὶ ἐλαυνόμενοι καὶ μυρία πάσχοντες, ἔχαιρον ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καὶ σὺ τοίνυν ἂν ἀῤῥωστήσῃς, φέρε γενναίως, καὶ τῷ Θεῷ χάριτας ὡμολόγει, καὶ οὕτω τὸν αὐτὸν ἐκείνοις λήψῃ μισθόν. Πῶς δὲ ἐν ἀῤῥωστίᾳ ὢν καὶ ὀδύναις δυνήσῃ τῷ ∆εσπότῃ χάριν εἰδέναι; Ἂν φιλῇς αὐτὸν γνησίως. Εἰ γὰρ εἰς κάμινον ἐμπεσόντες οἱ παῖδες οἱ τρεῖς, καὶ ἐν δεσμωτηρίοις ὄντες ἕτεροι καὶ ἐν μυρίοις ἄλλοις κακοῖς, οὐ διέλιπον εὐχαριστοῦντες· πολλῷ μᾶλλον οἱ ἐν νόσοις ὄντες καὶ ἐν ἀῤῥωστίαις χαλεπαῖς κατεχόμενοι τοῦτο δυνήσονται ποιεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν, ὃ μὴ νικᾷ πόθος· ὅταν δὲ καὶ Θεοῦ πόθος ᾖ, πάντων ἐστὶν ὑψηλότερος, καὶ οὔτε πῦρ, οὐ σίδηρος, οὐ πενία, οὐκ ἀῤῥωστία, οὐ θάνατος, οὐκ ἄλλο τι τῶν τοιούτων φανεῖται δεινὸν τῷ τοιοῦτον κεκτημένῳ τὸν ἔρωτα, ἀλλὰ πάντων καταγελάσας, πρὸς τὸν οὐρανὸν πτήσεται, καὶ τῶν ἐκεῖ διατριβόντων οὐδὲν ἔλαττον διακείσεται, οὐδὲν ἕτερον ὁρῶν, οὐκ οὐρανὸν, οὐ γῆν, οὐ θάλατταν, ἀλλὰ πρὸς ἓν μόνον κάλλος τεταμένος τὸ τῆς δόξης ἐκείνης· καὶ οὔτε τὰ λυπηρὰ αὐτὸν τοῦ παρόντος ταπεινῶσαι δυνήσεται βίου, οὔτε ἐπᾶραι καὶ φυσῆσαι τὰ χρηστὰ καὶ ἡδονὴν ἔχοντα. Ἐρασθῶμεν τοίνυν τοῦτον τὸν ἔρωτα (τούτου γὰρ ἴσον οὐδὲν) καὶ διὰ τὰ παρόντα, καὶ διὰ τὰ μέλλοντα· μᾶλλον δὲ πρὸ τούτων, δι' αὐτὴν τὴν τοῦ ἔρωτος φύσιν· ἀπαλλαγησόμεθα γὰρ καὶ τῶν κατὰ τὸν παρόντα βίον καὶ τῶν κατὰ τὸν μέλλοντα αἰῶνα κολαστηρίων, καὶ τῆς βασιλείας ἀπολαυσόμεθα. Πλὴν οὔτε γεέννης ἀπαλλαγὴ, οὔτε βασιλείας ἀπόλαυσις, μέγα τι πρὸς τὸ λεχθήσεσθαι μέλλον· τούτων γὰρ ἁπάντων μεῖζον τὸ τὸν Χριστὸν ἐρώμενον ἔχειν ὁμοῦ καὶ ἐραστήν. Εἰ γὰρ ἐπ' ἀνθρώπων τοῦτο συμβαῖνον πάσης ἡδονῆς ἐστιν ἀνώτερον, ὅταν ἐπὶ Θεοῦ τὰ ἀμφότερα ἐκβαίνῃ, ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται τὴν μακαριότητα ταύτης τῆς ψυχῆς; Οὐκ ἔστιν οὐδεμία ἄλλη, ἀλλ' ἡ πεῖρα μόνη. Ἵν' οὖν διὰ τῆς πείρας μάθωμεν τὴν πνευματικὴν ταύτην εὐφροσύνην καὶ τὸν μακάριον βίον καὶ τὸν θησαυρὸν τῶν μυρίων ἀγαθῶν, πάντα ἀφέντες ἐκείνης ἐχώμεθα τῆς ἀγάπης, καὶ εἰς εὐφροσύνην ἡμετέραν καὶ εἰς δόξαν τοῦ ποθουμένου Θεοῦ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Μονογενεῖ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου