Οὐδὲν γὰρ οὕτως ἡδονὴν καὶ ὑγείαν ἐργάζεται, ὡς τὸ πεινῶντα καὶ διψῶντα οὕτω τῶν προκειμένων ἅπτεσθαι, καὶ κόρον εἰδέναι τὴν χρείαν μόνην, καὶ μὴ μεῖζον τῆς δυνάμεως ἐπιτιθέναι τὸ ἄχθος τῷ σώματι. Εἰ δὲ ἀπιστεῖς μου τῷ λόγῳ, κατάμαθε τὰ ἑκατέρων σώματα, καὶ τὴν ἑκάστου ψυχήν· οὐχὶ τῶν μὲν συμμέτρως ἑστιωμένων εὔρωστα τὰ σώματα, καὶ αἱ αἰσθήσεις τὴν οἰκείαν χρείαν πληροῦσαι μετὰ πολλῆς τῆς εὐκολίας; ἐκείνων δὲ πλαδαρὰ καὶ κηροῦ παντὸς μαλακώτερα, καὶ ἑσμῷ νοσημάτων πολιορκούμενα; Καὶ γὰρ ποδαλγίαι ταχέως αὐτοῖς ἐφίπτανται, καὶ τρόμος ἄκαιρος, καὶ γῆρας ἄωρον, καὶ κεφαλαλγίαι καὶ διατάσεις καὶ στομάχων πληρώσεις καὶ ὀρέξεων ἀναιρέσεις, καὶ διηνεκῶν δέονται ἰατρῶν, καὶ συνεχῶν τῶν φαρμάκων, καὶ καθημερινῆς τῆς θεραπείας. Ταῦτα οὖν ἡδονῆς, εἰπέ μοι; καὶ τίς ἂν εἴποι τῶν εἰδότων ὅ τί ποτέ ἐστιν ἡδονή; Ἡδονὴ γὰρ γίνεται τότε, ὅταν ἐπιθυμίας ἡγουμένης ἀπόλαυσις ᾖ· ἐπεὶ, ἐὰν ἀπόλαυσις μὲν ᾖ, ἐπιθυμία δὲ μηδαμοῦ φαίνηται, τὰ τῆς ἡδονῆς πάντως οἴχεται καὶ ἠφάνισται. Καὶ καθάπερ πλοῖον μεῖζον τῆς οἰκείας συμμετρίας τὸ πλῆθος τῶν ἀγωγίμων δεξάμενον, τῷ μεγέθει τοῦ φόρτου βαρυνόμενον ὑποβρύχιον γίνεται· οὕτω καὶ ἡ ψυχὴ καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις πλείονα δεξαμένη τῆς οἰκείας δυνάμεως τὰ σιτία, ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέγουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ ναύτας καὶ κυβερνήτην καὶ πρωρέα καὶ ἐπιβάτας καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων προσαπολλύει. Ὥσπερ οὖν ἐπὶ τῶν οὕτω διακειμένων πλοίων, οὐ γαλήνη θαλάσσης, οὐκ ἐπιστήμη κυβερνήτου, οὐ ναυτῶν πλῆθος, οὐ κατασκευῆς ἐπιτηδειότης, οὐχ ὥρα ἔτους εὔκαιρος, οὐκ ἄλλο οὐδὲν τὴν οὕτω χειμαζομένην ὀνίνησι ναῦν· οὕτω δὴ καὶ ἐπὶ τῶν τρυφώντων γίνεται· οὐ διδασκαλία καὶ παραίνεσις, οὐ νουθεσία καὶ συμβουλία, οὐ φόβος τῶν μελλόντων, οὐκ αἰδὼς, οὐ κατηγορία τῶν παρόντων, καὶ ἄλλο οὐδὲν διασῶσαι δύναται τὴν οὕτω χειμαζομένην ψυχήν. Ἀλλὰ καὶ πρὸς τὴν παροῦσαν ζωὴν ὁ τοιοῦτος ἄχρηστος γίνεται, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμος· ἐντεῦθεν, οὐκ ἄλλοθεν, χαλεποῖς καὶ ἀνιάτοις ἁλίσκονται νοσήμασιν οἱ τρυφῇ συζῶντες διηνεκεῖ, καὶ διὰ τοῦτο νομίζοντες εἰς τόνδε παρῆχθαι τὸν βίον, ἵνα τρυφήσαντες, καὶ τὴν γαστέρα διαῤῥήξαντες, καὶ τὸ σῶμα πιάναντες, οὕτως ἀπέλθωσι, δαψιλεστέραν τῷ σκώληκι παρασκευάζοντες τράπεζαν τὴν ἐξ οἰκείων σαρκῶν. Καὶ γὰρ τρόμοις καὶ παρέσει καὶ φθόῃ καὶ κορύζαις καὶ ποδαλγίαις καὶ ἑτέροις πλείοσιν, ἅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γίγνονται. ∆ηλητηρίων γὰρ φαρμάκων οὐδὲν ἄμεινον αἱ τοιαῦται διακείσονται τράπεζαι· μᾶλλον δὲ εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ πολλῷ χεῖρον. Τὰ μὲν γὰρ εὐθέως ἀπήνεγκε τὸν λαβόντα, καὶ τὴν τελευτὴν ἀναισθήτως ἐπήγαγεν, ὡς μηδὲ αὐτῷ τούτῳ λυπῆσαι τὸν ἀποθανόντα· αὗται δὲ ζωὴν μυρίων θανάτων χαλεπωτέραν ἐπάγουσι τοῖς αὐτὰς περὶ πολλοῦ ποιουμένοις. Καὶ τὰ μὲν ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας· ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν· ἀλλ' ἡ μὲν ὑπερβολὴ τοῦ κακοῦ πρὸς ἔλεον ἐπικάμπτει, ἡ δὲ ὑπόθεσις τοῦ νοσήματος παροξύνει τὸν εἰδότα. Οὐδὲ γὰρ ὑπὸ τῆς φύσεως ἐπηρεάσθησαν καθάπερ ἐκεῖνοι, οὐδὲ ὑπὸ τῶν ἀνθρώπων ἐπεβουλεύθησαν, ἀλλ' αὐτοὶ δημιουργοὶ τῶν νοσημάτων ἑαυτοῖς τούτων ἐγένοντο, ἑκόντες ἑαυτοὺς ἐκριπτοῦντες εἰς τὸ τῶν κακῶν βάραθρον. Οὐχ οὕτω σκορπίος ἢ ὄφις τοῖς σπλάγχνοις ἡμῖν ἐγκαθήμενος λυμαίνεται πανταχόσε, ὡς ἡ τῆς τρυφῆς ἐπιθυμία πάντα ἀνατρέπει καὶ ἀπόλλυσι. Τοῖς μὲν γὰρ θηρίοις ἐκείνοις μέχρι τοῦ σώματος ἡ ἐπιβουλή· αὕτη δὲ ὅταν ἐγκαθεσθῇ, μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν προσαπόλλυσιν. Εἰ οὖν λύμη πάντων ἐστὶ τὸ πρᾶγμα καὶ κατάγελως ἔσχατος, ὑμῶν αὐτῶν φείσασθε τῆς τοῦ σώματος ὑγείας. Οὐ λέγω πρὸς σκληραγωγίαν ἑαυτοὺς ἀγαγεῖν, ἂν μὴ βούλησθε· τὸ περιττὸν ἀνέλωμεν, τὸ τῆς χρείας ἔξω περικόψωμεν. Ποίαν γὰρ συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ ὑπὲρ τὴν χρείαν τρυφῶντες ὦμεν; Τίνα γὰρ ἂν εἴποιμεν τρυφᾷν μᾶλλον, τὸν λαχάνοις τρεφόμενον καὶ ὑγιαίνοντα, καὶ μηδὲν ἔχοντα ἀηδὲς, ἢ τὸν Συβαριτικὴν παρατιθέμενον τράπεζαν, καὶ μυρίων γέμοντα νοσημάτων; Εὔδηλον ὅτι ἐκεῖνον. Οὐκοῦν μηδὲν πλέον ζητῶμεν τῆς χρείας, ἀλλ' ὁ μὲν ὀσπρίοις δυνάμενος ἀρκεῖσθαι καὶ ὑγιαίνειν, μηδὲν πλέον ἐπιζητείτω· ὁ δὲ ἀσθενέστερος, καὶ τῆς διὰ τῶν λαχάνων δεόμενος θεραπείας, μὴ κωλυέσθω. Εἰ δὲ καὶ τούτου τις ἀσθενέστερος εἴη, καὶ τῆς συμμέτρου τῆς ἀπὸ τῶν κρεῶν δέοιτο βοηθείας, οὐδὲ τοῦτον ἀπείρξομεν. Οὐδὲ γὰρ ἵνα ἀνέλωμεν τοὺς ἀνθρώπους καὶ διαφθείρωμεν, ταῦτα συμβουλεύομεν, ἀλλ' ἵνα τὰ περιττὰ περικόψωμεν· περιττὸν δέ ἐστιν, ὃ τῆς χρείας πλέον ἐστίν. Ὅταν γὰρ καὶ χωρὶς τούτου δυνάμεθα διάγειν ὑγιεινῶς καὶ εὐσχημόνως, περιττὸν πάντως ἐκεῖνό ἐστι προστεθέν. Οὐχ ὁρᾶτε πρὸς τίνας ἡμῖν ἡ πάλη; πρὸς τὰς ἀσωμάτους δυνάμεις. Πῶς οὖν σάρκες ὄντες τούτων περιεσόμεθα; Εἰ γὰρ πρὸς ἀνθρώπους τις παλαίων δεῖται σωφρόνως ἑστιᾶσθαι, πολλῷ μᾶλλον πρὸς δαίμονας· ὅταν δὲ μετὰ τῆς πολυσαρκίας καὶ τῷ πλούτῳ ὦμεν προσδεδεμένοι, πόθεν κρατήσαιμεν τῶν ἀντιπάλων; Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας, ὅταν ὦσι φθόγγοι ἀπαλοὶ καὶ μαλθακοὶ καὶ μὴ διατεταμένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη δουλεύειν τῇ κακίᾳ τῶν νευρῶν· οὕτω καὶ ἐπὶ τοῦ σώματος, ὅταν πολλῆς ἀπολαύῃ παρ' ἡμῶν τῆς θεραπείας, πικρὰν ὑπομένει τὴν δουλείαν ἡ ψυχή. Μὴ τοίνυν λιπαίνωμεν τὸ σῶμα, μηδὲ ἐξίτηλον αὐτὸ καὶ χαῦνον τῇ τρυφῇ καθιστῶμεν. Οὐ λέγω κατατρύχειν ἑαυτοὺς, οὐδὲ σκληραγωγεῖν, ἀλλὰ τοσοῦτον σιτεῖσθαι, ὃ καὶ ἡδονὴν ἔχει τὴν ὄντως ἡδονὴν, καὶ θρέψαι δύναται τὸ σῶμα, καὶ εὔτακτον ἡμῖν καὶ εὐάρμοστον πρὸς τὰς ἐνεργείας παρασχεῖν τῆς ψυχῆς, πεπηγὸς καλῶς καὶ συνηρμοσμένον. Ὅταν γὰρ ὑπέραντλον γένηται τῇ τρυφῇ, τοὺς γόμφους αὐτοὺς, ὡς ἄν τις εἴποι, καὶ τὰς ἁρμονίας, τῇ πλημμύρᾳ κατέχειν οὐ δύναται συμπεπηγυίας· ἐπεισελθοῦσα γὰρ ἡ πλημμύρα τὸ πᾶν διαλύει καὶ διαχεῖ. Τὸ μὲν γὰρ αὔταρκες, καὶ τροφὴ καὶ ἡδονὴ καὶ ὑγίεια· τὸ δὲ πλέον, λύμη καὶ ἀηδία καὶ νόσος. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ αὐτὴν τὴν ψυχὴν μετὰ τοῦ σώματος προσαπολλύει. Καὶ καθάπερ ἡ σφόδρα δίυγρος γῆ τίκτει τοὺς σκώληκας, οὕτω καὶ ἡ ἔμφυτος τοῦ σώματος ἐπιθυμία, τῇ τροφῇ διαβρεχομένη, τίκτει τὰς ἡδονάς· καὶ τοῦ σώματος γενομένου μαλακωτέρου, ἀνάγκη καὶ τὴν ψυχὴν συναπολαύειν τῆς λύμης. Εἰ γὰρ οἱ τὸν διυλισμένον οἶνον πίνοντες, ἐν μέμψει, τί ἂν εἴποιμεν πρὸς τοὺς ἀποδημίας διαποντίους στελλομένους ὑπὲρ οἴνου, καὶ πάντα κινοῦντας, ὥστε μηδὲν γένος λαθεῖν ἀμπέλου, καθάπερ μέλλοντας εὐθύνας διδόναι, ἢ ἐπὶ τοῖς ἐσχάτοις καταγινώσκεσθαι, εἰ μὴ παντὸς γένους ἐμφορηθεῖεν οἴνου; Ὄντως οὐδὲν οὕτω τῷ δαίμονι φίλον, ὡς τρυφὴ καὶ γαστριμαργία. Τί γὰρ οὐκ ἐργάζεται κακὸν ἡ τρυφή; χοίρους ἐξ ἀνθρώπων ποιεῖ, καὶ χοίρων χείρους. Ὁ μὲν γὰρ χοῖρος βορβόρῳ ἐγκαλινδεῖται, καὶ κόπρῳ τρέφεται· οὗτος δὲ ἐκείνης βδελυκτοτέραν σιτεῖται τράπεζαν, μίξεις ἐπινοῶν ἀθέσμους, καὶ παρανόμους ἔρωτας. Ὁ τοιοῦτος οὐδὲν δαιμονῶντος διενήνοχε. Καὶ τὸν μὲν δαιμονῶντα κἂν ἐλεῶμεν, τοῦτον δὲ ἀποστρεφόμεθα καὶ μισοῦμεν. Τί δήποτε; Ὅτι αὐθαίρετον ἐπισπᾶται μανίαν, καὶ τὸ στόμα καὶ τοὺς ὀφθαλμοὺς καὶ ῥῖνας, καὶ πάντα ἁπλῶς τὰ μέλη, ὀχετοὺς ἁμαρτίας ἐργάζεται. Εἰ δὲ καὶ τὰ ἔνδον ἴδῃς, ὄψει καὶ τὴν ψυχὴν καθάπερ ἔν τινι χειμῶνι καὶ κρυμῷ πεπηγυῖαν καὶ ναρκῶσαν, καὶ οὐδὲ τὸ σκάφος ὠφελῆσαι δυναμένην διὰ τὴν τοῦ χειμῶνος ὑπερβολήν. Οἱ γὰρ μέθῃ καὶ ἀδηφαγίᾳ δεδουλωμένοι, οὔτε ὕπνον αἱροῦνται γνήσιον καὶ εἰλικρινῆ, οὔτε ὀνειράτων ἀπαλλάττονται φοβερῶν. Πῶς οὖν οὐκ ἄτοπον, τὰ μὲν ἄλογα ζῶα μηδὲν πλέον τῆς χρείας ἐπιζητεῖν, ἀνθρώπους δὲ λογικοὺς καὶ εἰκόνι Θεοῦ τετιμημένους, κἀκείνων ἀλογωτέρους γίνεσθαι, τοὺς τῆς συμμετρίας ὑπερβαίνοντας ὅρους; πόσῳ γὰρ τῶν οὕτω διακειμένων ἀνθρώπων βελτίων ὁ ὄνος! πόσῳ ἀμείνων ὁ κύων! Τὰ μὲν γὰρ ἄν τε φαγεῖν, ἄν τε πιεῖν δέῃ, ὅρον τὴν αὐτάρκειαν οἶδε, καὶ πέρα τῆς χρείας οὐ πρόεισι· κἂν μυρίοι οἱ καταναγκάζοντες ὦσι πολλάκις, οὐκ ἀνέξεται ἐξελθεῖν εἰς ἀμετρίαν· οὗτοι δὲ καὶ τούτων ἑαυτοὺς ἀτιμοτέρους εἶναι κεκρίκασι. Καὶ τὰ μὲν ἄλογα πέρα τοῦ μέτρου τροφῆς ἀπολαύειν οὐκ ἀναγκάζουσι· κἂν ἔρηταί τις, ∆ιὰ τί; Ἵνα μὴ καταβλάψωσιν, ἐροῦσιν· ἑαυτοῖς δὲ οὐδὲ ταύτην παρέχουσι τὴν πρόνοιαν· οὕτω κἀκείνων ἑαυτοὺς εὐτελεστέρους εἶναι νομίζουσι, καὶ περιορῶσι χειμαζομένους διηνεκῶς. Οὐδὲ γὰρ ἐν τῇ ἡμέρᾳ τῆς μέθης μόνον τὴν ἐκ τῆς μέθης βλάβην ὑπομένουσιν, ἀλλὰ καὶ μετὰ τὴν ἡμέραν ἐκείνην· καὶ καθάπερ πυρετοῦ παρελθόντος, ἡ ἐκ τοῦ πυρετοῦ μένει λύμη· οὕτω καὶ μέθης ἀπελθούσης, ἡ τῆς μέθης ζάλη καὶ ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι στρέφεται· καὶ τὸ μὲν ἄθλιον σῶμα κεῖται παραλυθὲν, καθάπερ ὑπὸ ναυαγίου σκάφος· ἡ δὲ τούτου ταλαιπωροτέρα ψυχὴ, καὶ τούτου διαλυθέντος, τὸν χειμῶνα διεγείρει, καὶ τὴν ἐπιθυμίαν ἀνάπτει σφοδρότερον. Ὅσα μὲν οὖν ἀπὸ μέθης προσγίνεται τοῖς ἀνθρώποις κακὰ, εἰπεῖν αἰσχύνομαι, τῷ δὲ αὐτῶν καταλείπω συνειδότι τῷ ταῦτα ἀκριβέστερον εἰδότι. Τί γὰρ αἰσχρότερον τοῦ μεθύοντος καὶ ἁπλῶς περιφερομένου, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον ὑπομένοντος, καὶ τὰ τοῦ Θεοῦ δῶρα παρὰ τῶν ἀνοήτων βλασφημεῖσθαι παρασκευάζοντος; Πολλῶν γὰρ ἀκούω λεγόντων, ὅταν ταῦτα συμβαίνῃ τὰ πάθη· Μὴ ἔστω οἶνος. Ὢ τῆς ἀνοίας! ὢ τῆς παραπληξίας! ἄλλων ἁμαρτανόντων, ταῖς τοῦ Θεοῦ δωρεαῖς ἐγκαλεῖς; Μὴ γὰρ οἶνος ἐποίησεν, ἄνθρωπε, τοῦτο τὸ κακόν; οὐχ ὁ οἶνος, ἀλλ' ἡ ἀκολασία τῶν ἀπολαυόντων κακῶς. Εἰπὲ τοίνυν· Μὴ ἔστω μέθη, μὴ ἔστω τρυφή. Εἰ δὲ λέγεις, Μὴ ἔστω οἶνος, ἐρεῖς κατὰ μικρὸν προβαίνων, Μὴ ἔστω σίδηρος, διὰ τοὺς ἀνδροφόνους· Μὴ ἔστω νὺξ, διὰ τοὺς κλέπτας· Μὴ ἔστω φῶς, διὰ τοὺς συκοφάντας Μὴ ἔστω γυνὴ, διὰ τὰς πορνείας· καὶ πάντα ἁπλῶς ἀναιρήσεις τὰ πράγματα. Μὴ τοίνυν τὸν οἶνον διάβαλλε, ἀλλὰ τὴν μέθην, καὶ τὸν κακῶς τῷ καλῷ χρησάμενον· καὶ λαβὼν τοῦτον αὐτὸν νήφοντα, ὑπόγραψον αὐτοῦ τὴν ἀσχημοσύνην, καὶ εἰπὲ πρὸς αὐτόν· Οἶνος ἐδόθη, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀσχημονῶμεν· ἵνα γελῶμεν, οὐχ ἵνα γελώμεθα· ἵνα ὑγιαίνωμεν, οὐχ ἵνα νοσῶμεν· ἵνα ἀσθένειαν σώματος διορθώμεθα, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλλωμεν. Ἐτίμησέ σε ὁ Θεὸς τῷ δώρῳ· τί σαυτὸν ὑβρίζεις τῇ ἀμετρίᾳ; Εἰ γὰρ ὁ ἅγιος ἐκεῖνος Τιμόθεος καὶ νόσῳ κατεχόμενος, καὶ ἐπαλλήλους ἀῤῥωστίας ὑπομένων οὐ μετέλαβεν οἴνου, ἕως ἂν ἐπέτρεψεν ὁ διδάσκαλος, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, ἐν ὑγείᾳ μεθύοντες; Ἐκείνῳ μὲν γὰρ ἔλεγεν, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας· ἡμῶν δὲ ἑκάστῳ ἐρεῖ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πορνείας, διὰ τὰς πυκνάς σου αἰσχρολογίας, καὶ τὰς ἑτέρας ἐπιθυμίας τὰς πονηρὰς, ἃς ἡ μέθη τίκτειν εἴωθεν. Οἶνος εἰς εὐφροσύνην ἐδόθη· Οἶνος, γὰρ, φησὶν, εὐφραίνει καρδίαν ἀνθρώπου· ὑμεῖς δὲ καὶ ταύτην αὐτοῦ λυμαίνεσθε τὴν ἀρετήν. Ποία γὰρ εὐφροσύνη τὸ μὴ εἶναι ἐν ἑαυτοῖς, καὶ ἀλγηδόνας μυρίας ἔχειν, καὶ πάντα ὁρᾷν περιφερόμενα, καὶ σκότῳ δεινῷ κατέχεσθαι, καὶ κατὰ τοὺς πυρέττοντας δεῖσθαι τῶν ἐλαίῳ καταβρεχόντων τὰς κεφαλὰς, καὶ τὰς ἡμέρας νύκτας ἐργάζεσθαι, καὶ τὸ φῶς σκότος, καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων μηδὲ τὰ ἐν ποσὶ βλέπειν, καὶ τοῖς τοσούτοις καὶ τοιούτοις ἑαυτοὺς περιπείρειν κακοῖς; Τοῖς γὰρ ἐν μέθῃ καὶ ἀκολασίᾳ βιοῦσιν ἡ ἡμέρα πρὸς τὸ τῆς νυκτὸς μεταστρέφεται σκότος, οὐ τοῦ ἡλίου σβεννυμένου, ἀλλὰ τῆς ἐκείνων διανοίας σκοτιζομένης τῇ μέθῃ. Οἱ τῇ μέθῃ ἑαυτοὺς ἐκδιδόντες, ὅσῳ ἂν ἐκχέωσιν ἑαυτοῖς τὸν ἄκρατον, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται, καὶ ἡ μετάληψις ἀεὶ ὑπέκκαυμα τῆς δίψης γίνεται· καὶ τὰ μὲν τῆς ἡδονῆς ἠμαύρωται λοιπὸν, τὸ δὲ δίψος ἀκατάπαυστον γεγονὸς, εἰς αὐτὸν τὸν κρημνὸν τῆς μέθης κατάγει τοὺς ὑπ' αὐτῆς αἰχμαλώτους γεγενημένους. Ἐντεῦθεν μάλιστα ἄν τις ἐκπλαγείη τῆς ἀνοίας τοὺς τῇ μέθῃ προσηλωμένους, ὅτι οὐδὲ ὅσην ἐπὶ τῶν ἀσκῶν ἔχουσιν ἕτεροι τὴν φειδὼ, τοσαύτην ἐφ' ἑαυτῶν ἐπιδείκνυσθαι θέλουσιν οὗτοι. Ἐκείνους μὲν γὰρ οἱ τῶν οἴνων πρᾶται οὐκ ἐῶσι πλέον τοῦ δέοντος λαβεῖν, ὥστε μὴ διαῤῥαγῆναι· τὴν δὲ ἀθλίαν οὗτοι γαστέρα οὐδὲ ταύτης ἀξιοῦσι τῆς προνοίας, ἀλλ' ἐπειδὰν αὐτὴν ἐμπλήσωσι καὶ διαῤῥήξωσι, μέχρι τῶν ὤτων, μέχρι τῆς ῥινὸς, μέχρι τῆς φάρυγγος αὐτῆς πληροῦσιν ἅπαντα, πολλὴν ἐντεῦθεν τῷ πνεύματι, τῇ τὸ ζῶον οἰκονομούσῃ δυνάμει, κατασκευάζοντες τὴν στενοχωρίαν. Μὴ γὰρ διὰ τοῦτό σοι γέγονε φάρυγξ, ἵνα μέχρι τοῦ στόματος ἄνω σεσηπότος οἴνου καὶ τῆς ἄλλης αὐτὸν ἀποπληρώσῃς διαφθορᾶς; Οὐ διὰ τοῦτο, ἀλλ' ἵνα τὰς ἱερὰς ἀναπέμπῃς εὐχὰς τῷ Θεῷ, καὶ τοὺς θείους ἀναγινώσκῃς νόμους, καὶ τοῖς πλησίον τὰ συμφέροντα συμβουλεύῃς. Οὐδὲ γὰρ οὕτω τὰ σφοδρὰ τῶν ποταμίων ῥευμάτων τὰς ὄχθας εἴωθεν διατρώγειν καὶ ποιεῖν ὑφιζάνειν, ὡς τρυφὴ καὶ σπατάλη τὰ τῆς ὑγείας ἡμῶν ἐρείσματα πάντα ὑποσύρει ῥᾳδίως. Τὸ γὰρ παριέναι μετὰ ῥύμης τὰ βρώματα τό τε ἰσχυρὸν ἀποξέει τοῦ σώματος, καὶ τὸ τῆς ψυχῆς ἀνδρεῖον κατασύρει καὶ χαυνοῖ. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τῷ τρυφῶντι τὸ δεινὸν, ὅτι διασπᾶται, καὶ τὴν γαστέρα τὴν ἑαυτοῦ διαῤῥήγνυσι, καὶ τὴν τοῦ σώματος καὶ τῆς ψυχῆς ὑγίειαν ὑποτέμνεται· ἀλλ' ὅτι τάχιον παραῤῥεῖ καὶ παρατρέχει, καὶ μέχρι μιᾶς ἡμέρας τὴν ἐκ τούτων ἐγγινομένην αὐτῷ χορηγίαν κατασχεῖν οὐ δύναται, ἀλλὰ διαπνευσθείσης ἐκείνης, ἕτερα ἐπεμβάλλειν ἀναγκάζεται πάλιν. Οὐ τοίνυν τὸ φαγεῖν κακὸν, μὴ γένοιτο, ἀλλ' ἡ ἀδηφαγία, καὶ τὸ ὑπὲρ τὴν χρείαν ἐμπίμπλασθαι καὶ διαῤῥήγνυσθαι τὴν γαστέρα· ὥσπερ οὖν οὐδὲ τὸ οἴνου συμμέτρου μετασχεῖν πονηρὸν, ἀλλὰ τὸ μέθῃ ἑαυτὸν ἐκδοῦναι, καὶ τῶν λογισμῶν τὸ κριτήριον παρατρέψαι διὰ τῆς ἀμετρίας. Σώματι γὰρ τοιούτῳ συνέπλεξεν ἡμᾶς ὁ ∆εσπότης, ὃ μὴ δυνατὸν ἑτέρως συνεστάναι, εἰ μὴ ταύτης μεταλάβοι· μόνον τὰ τῆς ἀμετρίας ἐκκοπτέσθω· τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐεξίαν τὰ μέγιστα συμβάλλεται. Ἢ οὐχ ὁρᾶτε καθ' ἑκάστην ἡμέραν ἀπὸ τῶν πολυτελῶν τραπεζῶν, καὶ τῆς ἀμέτρου ἀδηφαγίας μυρία ἐπαγόμενα νοσήματα; Πόθεν ποδαλγίαι; πόθεν καρηβαρίαι; πόθεν ὁ τῶν χυμῶν τῶν διεφθαρμένων πλεονασμός; πόθεν τὰ ἄλλα μυρία νοσήματα; οὐκ ἀπὸ τῆς ἀμετρίας καὶ τοῦ πλέον τοῦ δέοντος ἐκχέειν ἑαυτοῖς τὸν ἄκρατον; Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς, ταχέως καταβαπτίζεται καὶ ὑποβρύχιον γίνεται· οὕτω καὶ ἄνθρωπος, ὅταν τῇ ἀδηφαγίᾳ καὶ μέθῃ ἑαυτὸν ἐκδῷ, κατὰ κρημνῶν ἄπεισι, καὶ ὑποβρύχιον ἐργάζεται τὸν λογισμὸν, καὶ κεῖται λοιπὸν καθάπερ νεκρὸς ἔμψυχος, πρὸς μὲν τὰ κακὰ πολλάκις ἐνεργεῖν δυνάμενος, πρὸς δὲ τὰ ἀγαθὰ ἅπαντα οὐδὲν ἄμεινον τῶν νεκρῶν διακείμενος. Τοσοῦτόν ἐστιν ἡ μέθη δεινὸν, ὡς καὶ τὰς αἰσθήσεις πηρῶσαι δύνασθαι, καὶ τὸν λογικὸν ἄνθρω πον, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἀναδεδεγμένον καθάπερ νεκρὸν ἀνενέργητον δεσμοῖς τισιν ἀλύτοις πεδήσασα κεῖσθαι παρασκευάζει· μᾶλλον δὲ καὶ νεκροῦ χεῖρον· ὁ μὲν γὰρ καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος, οὗτος δὲ κοινὸς ἅπασι γέλως πρόκειται. Οἱ μὲν γὰρ φίλοι, οἰκείαν τὴν αἰσχύνην λογιζόμενοι, ἐγκαλύπτονται, καὶ αἰσχύνονται· οἱ δὲ ἐχθροὶ ἐφήδονται καὶ κωμῳδοῦσι καὶ ἐπαρῶνται, μονονουχὶ ταῦτα λέγοντες τὰ ῥήματα· Τοῦτον δεῖ ὅλως ζῇν; τοῦτον δεῖ ἀναπνεῖν τὸν ἀέρα; τὸ βόσκημα, τὸν χοῖρον; καὶ τὰ ἐκ φ. ἔτι τούτων χαλεπώτερα φθεγγόμενοι. Ἅπερ φυγόντες, ἀγαπητοὶ, ὅση δύναμις, τοσοῦτον σιτεῖσθαι σπουδάσωμεν, ὃ καὶ ἡδονὴν ἔχει τὴν ὄντως ἡδονὴν, καὶ θρέψαι δύναται τὸ σῶμα, καὶ εὔτακτον ἡμῖν καὶ εὐάρμοστον πρὸς τὰς ἐνεργείας παρασχεῖν τῶν ἐντολῶν τοῦ Χριστοῦ· ἵνα καὶ τὸν παρόντα βίον εὐμαρῶς διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δευτέρα 31 Οκτωβρίου 2016
ΙΒ΄. Περὶ γαστριμαργίας καὶ μέθης.
11:13:00 π.μ.
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΕΚΛΟΓΑΙ ΔΙΑΦΟΡΩΝ ΛΟΓΩΝ , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΤΟΜΟΣ 63

Βούλεσθε ἴδωμεν τίνα ἡδονὴν
ὁ πλοῦτος ἔχει καὶ τίνα τιμήν; τὰς τραπέζας τῶν πλουτούντων ἐξετάσωμεν καὶ τῶν
πενομένων, καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ
γνησίαν καρπούμενοι ἡδονὴν, οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων
κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες,
καὶ τὰς αἰσθήσεις πληροῦντες, καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον
καταποντίζοντες, καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν, καθάπερ ἐν ναυαγίῳ τοῦ σώματος
καταποντίζοντες αὐτὴν, καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας ἐπινοοῦντες, καὶ
ἅπαν καταδεσμοῦντες τὸ σῶμα ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ, τῷ τῆς μέθης καὶ
τρυφῆς, καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι
φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι, καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες
τῇ ψυχῇ. καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, καὶ μηδένα εἰδότες τῶν
παρόντων, μήτε εἰπεῖν μήτε ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ
τὴν κλίνην ἀγόμενοι· ἢ οἱ νήφοντες καὶ ἐγρηγορότες καὶ τῇ χρείᾳ τὸ μέτρον ὁρίζοντες,
καὶ μέγιστον ἥδυσμα τὸ πεινῇν καὶ τὸ διψῇν ἔχοντες.

Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου