Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής
ΟΜΙΛΙΑ Ιʹ.
Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰ κόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν·» καὶ εἰς τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
αʹ. Ἐλάττων ἡμῖν ὁ σύλλογος σήμερον, καὶ βραχὺ τὸ θέατρον τῶν συνδεδραμηκότων. Τίνος ἕνεκεν, καὶ διὰ τί; Τάχα τινὲς ἠρυθρίασαν μετὰ τὴν αἰσθητὴν τράπεζαν εἰς τὴν πνευματικὴν ταύτην ἑστίασιν παραγενέσθαι, καὶ τοῦτο αὐτοῖς αἴτιον γεγένηται τῆς ἀπολείψεως· ἀλλ᾽ ἀκουέτωσαν σοφοῦ τινος λέγοντος· Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Οὐκ ἔστιν αἰσχύνης ἄξιον, τραπέζης μετασχόντα σωματικῆς ἐλθεῖν ἐπὶ τὴν πνευματικὴν ἑστίασιν. Οὐδὲ γὰρ καθάπερ τὰ ἀνθρώπινα πράγματα, οὕτω καὶ τὰ πνευματικὰ καιροῖς ἀφωρισμένοις διατετύπωται. Ἡ γὰρ περὶ τῶν πνευματικῶν διάλεξις πάντα τῆς ἡμέρας τὸν καιρὸν ἐπιτήδειον ἔχει. Καὶ τί λέγω τῆς ἡμέρας τὸν καιρόν; Κἂν νὺξ καταλάβῃ, οὐδὲ οὕτω κώλυμα γί νεται τῇ πνευματικῇ διδασκαλίᾳ. Διὰ τοῦτο καὶ ὁ Παῦ λος ἔλεγε Τιμοθέῳ γράφων· Ἐπίστηθι εὐκαίρως, ἀκαί ρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ πάλιν ἄκουε τοῦ μακαρίου Λουκᾶ λέγοντος, ὅτι Μέλλων ἐξιέ ναι, φησὶ, τῇ ἐπαύριον ὁ Παῦλος ἀπὸ τῆς Τρωάδος, διελέγετο αὐτοῖς, καὶ παρέτεινε τὸν λόγον μέχρι μεσονυκτίου.
Μή τι ὁ καιρὸς ἐλυμήνατο, εἰπέ μοι, ἢ διέκοψε τὸν τῆς διδασκαλίας λόγον; Ὁ νήφων ἀκροατὴς, κἂν ἠριστηκὼς ᾖ, ἄξιος ἂν εἴη τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, ὥσπερ οὖν ὁ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς, κἂν ἄσιτος διαμείνῃ, οὐδεμίαν ἐντεῦθεν δέξεται τὴν ὠφέλειαν. Καὶ ταῦτα λέγω οὐ τὸν τόνον τῆς νηστείας ἐκλύων, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἐπαινῶν καὶ ἀπο δεχόμενος τοὺς νηστεύοντας· ἀλλὰ βουλόμενος διδάξαι ὑμᾶς, λογισμῷ τινι νήφοντι μετιέναι τὰ πνευματικὰ, καὶ μὴ συνηθείᾳ κατακολουθεῖν. Οὐ γὰρ τὸν μεταλαβόντα τροφῆς αἰσχρὸν παραλαβεῖν τῇ πνευματικῇ ταύτῃ διδα σκαλίᾳ, ἀλλὰ τὸ ῥᾳθυμούσῃ διανοίᾳ, καὶ τὸ ὑπὸ τῶν παθῶν πολιορκεῖσθαι, καὶ μὴ καταστέλλειν τὰ τῆς σαρ κὸς σκιρτήματα. Οὐ τὸ φαγεῖν κακὸν, μὴ γένοιτο, ἀλλ᾽ ἡ ἀδηφαγία βλαβερὸν, καὶ τὸ ὑπὲρ τὴν χρείαν ἐμ πίπλασθαι, καὶ διαῤῥήγνυσθαι τὴν γαστέρα· τοῦτο γὰρ καὶ τὴν ἡδονὴν τὴν ἀπὸ τῆς τροφῆς λυμαίνεται· ὥσπερ οὖν οὐδὲ τὸ οἴνου συμμέτρου μετασχεῖν πονηρὸν, ἀλλὰ τὸ μέθῃ ἑαυτὸν ἐκδοῦναι, καὶ τῶν λογισμῶν τὸ κριτήριον παρατρέψαι διὰ τῆς ἀμετρίας. Εἰ δὲ δι᾽ ἀσθένειαν σω ματικὴν, ἀγαπητὲ, μὴ δύναιο ἄσιτος παρατείνειν τὴν ἡμέραν, οὐδεὶς εὖ φρονῶν ὑπὲρ τούτου σοι ἐγκαλέσαι δυνήσεται. Δεσπότην γὰρ ἔχομεν ἥμερον καὶ φιλάνθρω πον, καὶ οὐδὲν τῶν ὑπὲρ δύναμιν παρ᾽ ἡμῶν ἐκζητοῦντα. Οὐδὲ γὰρ τὴν ἀποχὴν τῶν βρωμάτων, καὶ τὴν νηστείαν ἁπλῶς ἀπαιτεῖ παρ᾽ ἡμῶν γίνεσθαι, οὐδὲ δι᾽ αὐτὸ τοῦτο, ἵνα ἄσιτοι διαμένωμεν μόνον, ἀλλ᾽ ἵνα ἀφιστῶντες ἑαυ τοὺς ἀπὸ τῶν βιωτικῶν πραγμάτων, πᾶσαν τὴν σχολὴν ἐν τοῖς πνευματικοῖς ἀναλίσκωμεν. Ὡς εἰ μετὰ νηφού σης διανοίας τὸν ἑαυτὼν βίον οἰκονομῶμεν, καὶ περὶ τὰ πνευματικὰ πᾶσαν τὴν σχολὴν ἐπιδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίωμεν, ὡς τὴν χρείαν μόνον πλη ροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα τὸν βίον καταναλίσκειν, οὐδὲ χρεία ἡμῖν ἦν τῆς βοηθείας τῆς ἀπὸ τῆς νηστείας. Ἀλλ᾽ ἐπειδὴ ῥᾴθυμός ἐστιν ἡ φύσις ἡ ἀν θρωπίνη, καὶ τῇ ἀνέσει καὶ τῇ τρυφῇ μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος τὴν ἀπὸ τῆς νηστείας ἡμῖν ἰατρείαν ἐπενόησεν ὁ φιλάνθρω πος Δεσπότης, ἵνα καὶ τὰ τῆς τρυφῆς ἡμῖν ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα μεταγάγωμεν ἐπὶ τὴν τῶν πνευματικῶν ἐργασίαν. Ἂν τοίνυν ὦσί τινες τῶν ἐνταῦθα συνιόντων ὑπὸ ἀσθενείας σωματικῆς κω λυόμενοι, καὶ μὴ δυνάμενοι, ἄσιτοι διαμένειν, τούτοις παραινῶ καὶ τὴν ἀσθένειαν τὴν σωματικὴν παραμυ θεῖσθαι, καὶ τῆς διδασκαλίας ταύτης τῆς πνευματικῆς μὴ ἀποστερεῖν ἑαυτοὺς, ἀλλὰ ταύτῃ μᾶλλον πλείονα τὴν σπουδὴν ἐπιδείκνυσθαι. βʹ. Εἰσὶ γὰρ, εἰσὶν ὁδοὶ πολλῷ μείζους τῆς ἀποχῆς τῶν βρωμάτων, αἱ δυνάμεναι τὰς θύρας ἡμῖν ἀνοίγειν τῆς παῤῥησίας τῆς πρὸς τὸν Θεόν. Ὁ τροφῆς τοίνυν μετα λαμβάνων, καὶ νηστεύειν μὴ δυνάμενος, δαψιλεστέραν τὴν ἐλεημοσύνην ἐπιδεικνύσθω, εὐχὰς ἐκτενεῖς, τὴν προθυμίαν ἐπιτεταμένην ἐχέτω περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων· ἐνταῦθα οὐδὲν ἡ τοῦ σώματος ἀσθένεια ἐμπόδιον ἡμῖν γίνεται· τοῖς ἐχθροῖς καταλλαττέσθω, πᾶσαν μνησικακίαν ἐξοριζέτω τῆς ἑαυτοῦ ψυχῆς. Ἂν ταῦτα κατορθοῦν βούληται, τὴν ἀληθῆ νηστείαν ἐπεδεί ξατο, καὶ ἣν μάλιστα πάντων ἀπαιτεῖ παρ᾽ ἡμῶν ὁ Δε σπότης. Ἐπεὶ καὶ ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων διὰ τοῦτο κελεύει γίνεσθαι, ἵνα χαλινοῦντες τὰ σκιρτή ματα τῆς σαρκὸς, εὐήνιον αὐτὴν ἐργαζώμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ τῆς νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπι δείκνυσθαι, λανθάνομεν ἑαυτοὺς τὰ μέγιστα ζημιούμε νοι. Εἰ γὰρ καὶ μετὰ νηστείας ἡ τῶν προειρημένων κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς ὀνίνησι, πολλῷ μᾶλ λον εἰ μηδὲ τῷ φαρμάκῳ τῆς νηστείας χρήσασθαι δυνά μενοι, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα. Ταῦτα δὴ μαθόντες παρ᾽ ἡμῶν, παρακαλῶ, οἱ νηστεύειν δυνάμενοι, αὐτοί τε καθ᾽ ὅσον οἷόν τε ἐπιτείνετε ὑμῶν τὴν καλὴν ταύτην καὶ ἐπαινετὴν προθυμίαν. Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνα καινοῦται. Ἡ γὰρ νηστεία τὸ μὲν σῶμα κατατείνει, καὶ χαλινοῖ τὰ ἄτακτα σκιρτήματα, τὴν δὲ ψυχὴν διαυγε στέραν ἐργάζεται, καὶ πτεροῖ, καὶ μετάρσιον καὶ κού φην ποιεῖ. Καὶ τοὺς ἀδελφοὺς δὲ τοὺς ὑμετέρους, ὅσοι διὰ σωματικὴν ἀσθένειαν νηστεύειν οὐ δύνανται, προ τρέπεσθε μὴ ἀπολιμπάνεσθαι τῆς πνευματικῆς ταύτης τροφῆς, διδάσκοντες αὐτοὺς, καὶ τὰ παρ᾽ ἡμῶν αὐτοῖς διαπορθμεύοντες, καὶ δεικνύντες, ὅτι ὁ φαγὼν καὶ πιὼν μετρίως οὐκ ἀνάξιός ἐστι ταύτης τῆς ἀκροάσεως, ἀλλ᾽ ὁ ῥᾴθυμος καὶ διακεχυμένος. Καὶ λέγετε πρὸς αὐτοὺς καὶ τὸ ἀποστολικὸν λόγιον, ὅτι Καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει, καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐ χαριστεῖ τῷ Θεῷ. Καὶ ὁ νηστεύων τοίνυν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι δύναμιν ἔσχε δυναμένην ἀντισχεῖν πρὸς τὸν πό νον τῆς νηστείας· καὶ ὁ ἐσθίων πάλιν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι οὐδὲν αὐτὸν τοῦτο λυμήνασθαι δύναται πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, ἐὰν θέλῃ. Τοσαύτας γὰρ ἡμῖν ὁδοὺς ἔτεμεν ὁ φιλάνθρωπος Θεὸς, ὅσας οὐδὲ εἰπεῖν ἔστι, δι᾽ ὧν δυνατόν ἐστιν ἡμᾶς, ἐὰν βουλώμεθα, τῆς ἀνωτάτω παῤῥησίας μετασχεῖν. Ταῦτα οὖν ἀρκούντως τῶν ἀπο λειφθέντων ἕνεκεν διελέχθημεν, περιελόντες αὐτῶν τῆς αἰσχύνης τὴν πρόφασιν, καὶ δείξαντες, ὅτι οὐ δεῖ ἐπὶ τούτῳ αἰσχύνεσθαι· οὐ γὰρ τὸ φαγεῖν αἰσχύνην ἡμῖν προξενεῖ, ἀλλὰ τὸ κακόν τι διαπράξασθαι. Μεγάλη αἰ σχύνη ἡ ἁμαρτία· ἐὰν ταύτην ἐργασώμεθα, οὐ μόνον αἰσχύνεσθαι ὀφείλομεν, ἀλλὰ καὶ ἐγκαλύπτεσθαι, καὶ καθάπερ οἱ προσκεκρουκότες, οὕτως ἑαυτοὺς ταλα νίζειν· μᾶλλον δὲ μηδὲ τότε ἀπαγορεύειν ἑαυτοὺς, ἀλλὰ πρὸς ἐξομολόγησιν ἐπείγεσθαι καὶ πρὸς εὐγνωμοσύνην. Τοιοῦτον γὰρ ἔχομεν Δεσπότην, οὐδὲν ἕτερον παρ᾽ ἡμῶν ἐπιζητοῦντα μετὰ τὴν τῆς ἁμαρτίας πρᾶξιν, εἴ ποτε διὰ ῥᾳθυμίαν ἁλῶμεν, ἢ τὸ ὁμολογῆσαι τὰ ἐπταισμένα, καὶ μέχρι τούτου στῆναι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπε σεῖν. Ἐὰν δὲ τροφῆς συμμέτρου μεταλάβωμεν, μηδέποτε αἰσχυνώμεθα· σώματι γὰρ ἡμᾶς τοιούτῳ συνέπλεξεν ὁ Δεσπότης, ᾧ μὴ δυνατὸν ἑτέρως συνεστάναι, εἰ μὴ ταύ της μεταλάβοι, μόνον τὰ τῆς ἀμετρίας ἐκκοπτέσθω· τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐ εξίαν τὰ μέγιστα συμβάλλεται. Ἢ οὐχ ὁρᾶτε καθ᾽ ἑκάστην ἡμέραν ἀπὸ τῶν πολυτελῶν τραπεζῶν καὶ τῆς ἀμέτρου ἀδηφαγίας τὰ μυρία ἐπαγόμενα νοσή ματα; Πόθεν ποδαλγίαι; πόθεν καρηβαρίαι; πόθεν ὁ τῶν χυμῶν τῶν διεφθαρμένων πλεονασμός; πόθεν τὰ ἄλλα μυρία νοσήματα; Οὐκ ἀπὸ τῆς ἀμετρίας καὶ τοῦ πλέον τοῦ δέοντος ἐγχέειν ἑαυτοῖς τὸ ἄκρατον; Καθά περ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτί ζεται, καὶ ὑποβρύχιον γίνεται· οὕτω καὶ ὁ ἄνθρωπος, ὅταν τῇ ἀδηφαγίᾳ καὶ τῇ μέθῃ ἑαυτὸν ἐκδῷ, κατὰ κρη μνῶν ἄπεισι, καὶ ὑποβρύχιον ἀπεργάζεται τὸν λογισμὸν, καὶ κεῖται λοιπὸν καθάπερ νεκρὸς ἔμψυχος, πρὸς μὲν τὰ κακὰ πολλάκις ἐνεργεῖν δυνάμενος, πρὸς δὲ τὰ ἀγαθὰ ἅπαντα οὐδὲν ἄμεινον τῶν νεκρῶν διακείμενος.
γʹ. Διὸ παρακαλῶ, κατὰ τὸν μακάριον Παῦλον, Τῆς σαρ κὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, ἀλλὰ πρὸς τὸ συνεστάναι, καὶ δύνασθαι μετὰ πλείονος προθυμίας ἐν τῇ τῶν πνευματικῶν ἐργασίᾳ πολλὴν τὴν σπουδὴν ἐπιδείκνυσθαι. Ταῦτα δὴ πάντα διαλεγόμενοι πρὸς τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους, πείθετε αὐτοὺς τῆς πνευματι κῆς ταύτης τροφῆς μηδέποτε ἑαυτοὺς ἀποστερεῖν, ἀλλὰ κἂν ἠριστηκότες ὦσιν, ἐρχέσθωσαν μετὰ πάσης προθυ μίας, ἵνα δεξάμενοι τὴν ἐντεῦθεν διδασκαλίαν, δύνωνται γενναίως ἵστασθαι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ἡμεῖς δὲ λοιπὸν φέρε τὴν συνήθη τράπεζαν ὑμῖν παρα θῶμεν, καὶ τῆς σπουδῆς τῆς περὶ τὴν ἀκρόασιν ἀμειψώ μεθα τὴν ὑμετέραν ἀγάπην, καὶ τὸ χρέος ἐκτίσωμεν, ὅπερ ὀφείλομεν ὑμῖν. Ἴστε γὰρ πάντως καὶ μέμνησθε, ὅτι περὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως ἀρξάμενοι δια λέγεσθαι, ὑπὸ τοῦ καιροῦ στενοχωρηθέντες οὐκ ἰσχύσα μεν παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, ἀλλ᾽ εἰς τὸν περὶ τῶν θηρίων λόγον τὴν διδασκαλίαν ἐτελέσαμεν δεικνύν τες, ὅτι τὴν κατ᾽ αὐτῶν ἀρχὴν πρότερον ἔχων ὁ ἄνθρω πος, διὰ τὴν τῆς παρακοῆς ἁμαρτίαν ταύτην ἀφῃρέθη. Διὸ βουλόμεθα σήμερον τὰ λειπόμενα ὑμῖν ἀποδόντες, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψαι. Ἀλλ᾽ ἵνα ὑμῖν σαφὴς ἡμῶν ὁ λόγος γένηται, ἀναγκαῖον ὑμᾶς ὑπομνῆσαι, ποῦ τότε τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν ἀρξά μενοι, οὕτω τὰ λείποντα ἀναπληρώσωμεν. Ποῦ οὖν τὸν λόγον τότε κατελύσαμεν; Εἰπόντες εἰς τὸ, Ποιή σωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσ σης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐπειδὴ εἰς πολὺ μῆκος ὁ λόγος ἐξετάθη, καὶ πολὺ πέλαγος ἡμῖν ἐτέχθη νοημάτων, οὐ συνεχωρήθη ἡμῖν περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στάντες τῶν ἑξῆς οὐκ ἐφηψάμεθα. Διόπερ ἀναγκαῖον νῦν αὐτὴν τὴν ἀκολουθίαν ἀναγνῶναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα εἰδέναι ἔχοιτε, τίνα ἐστὶν, ἃ μέλλομεν ἐρεῖν πρὸς ὑμᾶς. Εὐθέως οὖν ἐπήγαγεν ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίη σεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρα νοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Βραχέα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκείμενος θησαυρὸς τοῖς βραχέσι τούτοις ῥήμασι. Πνεύματι γὰρ φθεγγόμε νος ὁ μακάριος οὗτος προφήτης, ἀπόῤῥητά τινα ἡμᾶς νῦν διδάσκειν βούλεται. Ἐπειδὴ γὰρ εἶπε· Ποιήσωμεν ἄνθρωπον, καὶ βουλὴν, ὡς εἰπεῖν, καὶ σκέψιν προσ έθηκεν ὁ τῶν ἁπάντων δημιουργὸς, διὰ τοῦ σχήματος τούτου τὴν τιμὴν ἐπιδεικνύμενος τὴν περὶ τοῦ μέλλον τος διαπλάττεσθαι, καὶ πρὸ τῆς διαπλάσεως ἐδίδαξεν ἡμᾶς· καὶ τὸ μέγεθος τῆς ἀρχῆς, ἧς μέλλει ἐγχειρί ζειν τῷ δημιουργεῖσθαι μέλλοντι. Εἰπὼν οὖν· Ποιή σωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν, ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Ὅρα πῶς ἐκ προοιμίων τὸν θησαυρὸν ἡμῖν τὸν ἐγκεκρυμμένον ὑποδείκνυσι. Πνεύματι γὰρ θείῳ φθεγγόμενος ὁ προφήτης, καὶ τὰ μηδέπω ὑφεστῶτα ὡς ὑφεστῶτα καὶ γεγενημένα ὁρᾷ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, εἰπών· Ποιήσωμεν ἄνθρωπον, νῦν λέγει· Καὶ ἀρχέτωσαν; Λανθάνον τι μυστήριον ἡμῖν ἐντεῦθεν ἤδη λοιπὸν παραδηλοῖ. Τίνες ἀρχέτωσαν; Ἦ δῆλον ὅτι τὴν τῆς γυναικὸς αἰνιττόμενος διάπλασιν τοῦτο εἴρηκεν. Ὁρᾷς ὅπως οὐδέν ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ ἁπλῶς καὶ εἰκῆ κείμενον, ἀλλὰ καὶ τὸ τυχὸν ῥῆμα πολὺν ἔχει ἐναποκείμενον τὸν θησαυρόν. δʹ. Καὶ μὴ ξενίσῃ σε, ἀγαπητὲ, τὸ εἰρημένον. Τοιοῦτον γὰρ ἔθος ἅπασι τοῖς προφήταις, περὶ τῶν μηδέπω γε γενημένων ὡς γεγενημένων διαλέγεσθαι. Ἐπειδὴ γὰρ τοῖς πνευματικοῖς ἑώρων ὀφθαλμοῖς τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν μέλλοντα γίνεσθαι, διὰ τοῦτο ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν κείμενα κατοπτεύοντες τὰ πράγματα, οὕτως ἅπαντα διελέγοντο. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ μακαρίου Δαυῒδ λέγοντος, καὶ πρὸ τοσούτων γενεῶν τὰ κατὰ τὸν σταυρὸν τοῦ Χριστοῦ προφητεύον τος καὶ βοῶντος· Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου· καὶ πάλιν, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. Ὁρᾷς πῶς τὰ μέλλοντα μετὰ χρόνον πολὺν ἔσεσθαι ὡς ἤδη γεγενημένα προανεφώνει; Οὕτω καὶ ὁ μακάριος οὗτος προφήτης ἤδη αἰνιττόμενος ἡμῖν τὴν τῆς γυναικὸς διάπλασιν αἰνιγματωδῶς φησι, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Εἶτα προϊὼν πάλιν σαφέστερόν φησι, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Σκόπει πόσῃ κέχρηται τῇ ἀκριβείᾳ, καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγων, ἵνα δυνηθῇ ἐναποτεθῆναι τῇ τῶν ἀκροατῶν δια νοίᾳ τὰ λεγόμενα. Εἰ γὰρ μὴ τοῦτο ἦν αὐτῷ τὸ σπουδα ζόμενον, ἤρκει εἰπεῖν, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄν θρωπον· ἀλλὰ πάλιν προστίθησι· Κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς διὰ τῶν προλαβόντων, κατὰ τί εἴρηται τὸ, Κατ᾽ εἰκόνα, διὰ τοῦτο πάλιν ἐνταῦθα τὸν αὐτὸν ἐπαναλαμβάνων λόγον, φησὶ, Κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ ἵνα μηδὲ ἀναίσχυντον καταλίπῃ ἀπολογίας πρόφασιν τοῖς μάχεσθαι βουλομένοις τοῖς τῆς Ἐκκλησίας δόγμασι, κατὰ μικρὸν προϊὼν διδάσκει τὰ αὐτὰ πάλιν, ὅτι κατὰ τὸ ἄρχειν καὶ ὑποτεταγμένα ἔχειν ἅπαντα τὰ δημιουργήματα, κατὰ τοῦτο τῷ τῆς εἰκόνος ὀνόματι ἐχρήσατο. Τέως δὲ ἴδωμεν τί φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίη σεν αὐτούς. Ὅπερ ἀνωτέρω ᾐνίξατο, εἰπὼν, Καὶ ἀρχέτωσαν, καὶ ἐνταῦθα σαφέστερον εἶπε· καὶ αὐτὸ δὲ ὅμως κεκρυμμένως ἡμᾶς ἐδίδαξεν· οὐδέπω γὰρ περὶ τῆς διαπλάσεως ἡμᾶς διδάξας, οὐδὲ εἰπὼν, πόθεν ἡ γυνὴ παρήχθη, φησίν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἶδες\ πῶς τὸ μηδέπω γεγονὸς ὡς γεγονὸς διηγήσατο; Τοιοῦτον γὰρ οἱ πνευματικοὶ ὀφθαλμοί· οὐδὲ γὰρ οὕτως οἱ σωματικοὶ οὗτοι ὀφθαλμοὶ τὰ ὁρώμενα βλέπειν δύ νανται, ὡς οἱ τοῦ πνεύματος ὀφθαλμοὶ τὰ μὴ ὁρώμεναι, μηδὲ τὰ ὑφεστῶτα. Εἰπὼν τοίνυν, Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, ὡς πρὸς ἀμφοτέρους τὴν εὐλογίαν ποιεῖται, καί φησι· Καὶ ηὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε, τῶν ἰχθύων τῆς θαλάσσης. Ἰδοὺ τὸ ἐξαίρετον τῆς εὐλογίας. Τὸ γὰρ, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ ἐπὶ τῶν ἀλόγων ζώων, καὶ ἐπὶ τῶν ἑρπετῶν ἴδοι τις ἂν εἰρημένον· τὸ δὲ, Κατακυ ριεύσατε, καὶ ἄρχετε, ἐπὶ τοῦ ἀνθρώπου καὶ τῆς γυ ναικός. Ὅρα φιλανθρωπίαν Δεσπότου· καὶ πρὶν ἢ παρ αγαγεῖν αὐτὴν, κοινωνὸν αὐτὴν τῆς ἀρχῆς ἀπεργάζεται, καὶ τῆς εὐλογίας αὐτὴν ἀξιοῖ. Καὶ ἄρχετε, φησὶ, τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρα νοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
εʹ. Εἶδες ἐξουσίαν ἄφατον; εἶδες ἀρχῆς μέγεθος; εἶδες πάντα τὰ δημιουργηθέντα ὑπὸ τὴν τούτου ὑποταγὴν γενόμενα; Μηδὲν λοιπὸν μικρὸν φαντασθῇς περὶ τοῦ ζώου τούτου τοῦ λογικοῦ, ἀλλ᾽ ἐννοῶν τῆς τιμῆς τὸ μέγεθος, καὶ τὴν περὶ αὐτὸ εὔνοιαν τοῦ Δεσπότου, ἐκπλήττου τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρα νοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Θέα μοι τῶν ῥημάτων τὴν ἀκρίβειαν, ἀγαπητὲ, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλαν θρωπίαν, καὶ μηδὲν ἁπλῶς παραδράμῃς τῶν εἰρημέ νων. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον· ὡς πρὸς τοὺς δύο ἡ διάλεξις γί νεται, καὶ ταῦτα, μηδέπω τῆς γυναικὸς παραχθεί σης. Εἶτα ἵνα μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν ἀγα θότητα, ὅρα πῶς οὐ μέχρι τοῦ ἀνθρώπου καὶ τῆς γυ ναικὸς τῆς μηδέπω παραχθείσης τὴν φιλανθρωπίαν ἐπιδείκνυται, καὶ τὴν ὑπερβάλλουσαν φιλοτιμίαν, ἀλλὰ καὶ μέχρις αὐτῶν τῶν ἀλόγων. Εἰπὼν γὰρ, Ὑμῖν ἔσται εἰς βρῶσιν, ἐπήγαγε, Καὶ πᾶσι τοῖς θη ρίοις τῆς γῆς. Ὅρα πάλιν ἑτέραν ἄβυσσον φιλανθρω πίας. Οὐ μόνον γὰρ τῶν ἀλόγων τῶν ἡμέρων, καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτηδείων, καὶ πρὸς ὑπηρεσίαν, πρόνοιαν πεποίηται, ἀλλὰ καὶ τῶν θηρίων. Καὶ τίς ἂν κατ᾽ ἀξίαν ἐφίκοιτο τῆς ἀπείρου ταύτης ἀγαθότη τος; Ὑμῖν ἔσται εἰς βρῶσιν, φησὶ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρα νοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Πολλὴ τοῦ Δεσπότου δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τὸν ὑπ᾽ αὐτοῦ δημιουργηθέντα πρόνοια. Ἐπειδὴ γὰρ αὐτὸν παρήγαγε, καὶ πάσαν αὐτῷ τὴν ἀρ χὴν τῆς δημιουργίας ἐνεχείρισεν, ἵνα μὴ εὐθέως καὶ ἐκ προοιμίων ὁρῶν τῶν ἀλόγων τὸ πλῆθος, δυσχεραίνειν ἔχῃ, ὡς οὐ μὴ δυνάμενος ἀρκέσαι πρὸς τὴν τῶν τοσού των ζώων τροφὴν, πρὶν ἢ κἂν ἔννοιαν αὐτόν τινα δέ ξασθαι περὶ τούτου, προλαβὼν ὁ ἀγαθὸς Δεσπότης πα ραμυθούμενος αὐτὸν, ὡς εἰπεῖν, καὶ δεικνὺς ὡς καὶ αὐ τὸς καὶ τὰ ἄλογα πάντα πολλὴν ἕξει τὴν ἀφθονίαν, τῆς γῆς τῷ προστάγματι τοῦ Δεσπότου πρὸς τὴν διατροφὴν τούτων ὑπηρετουμένης, εἰπὼν, Ὑμῖν ἔσται εἰς βρῶ σιν, εὐθέως ἐπήγαγε, Καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρ ποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Πάντα ὅσα προσέταξεν ὁ Δημιουργὸς, φησὶν, εἰς ἔργον ἐξῆλθε, καὶ πάντα εἰς τὴν προσήκουσαν εὐταξίαν ἀπο κατέστη· διά τοι τοῦτο εὐθέως ἐπήγαγε, Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.
ϛʹ. Τίς ἂν κατ᾽ ἀξίαν ἀνυμνήσειε τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα διὰ μιᾶς λέξεως εἰποῦσα, Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, πάντων τῶν μετὰ ταῦτα ἀντιλέγειν ἐπιχειρούντων τὴν γλῶτταν ἐπεστόμισε. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, φησὶ, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη. Ἐπειδὴ γὰρ ἐφ᾽ ἑκάστου τῶν δημιουργηθέντων ἔλεγε, Καὶ εἶδεν ὁ Θεὸς ὅτι κα λὸν, νῦν ὅτε τὰ πάντα συνετελέσθη, καὶ τὰ τῆς ἕκτης ἡμέρας ἔργα τέλος ἔλαβε, καὶ ὁ μέλλων πάντων τῶν δη μιουργηθέντων ἀπολαύειν εἰς τὸ μέσον παρήχθη, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Σκόπει πῶς συλλαβὼν τὰ δημιουργη θέντα ἅπαντα διὰ τῆς λέξεως ταύτης τῆς, Πάντα, πᾶσι τοῖς δημιουργηθεῖσι τὸν ἔπαινον ἀπεκλήρωσεν. Οὐδὲ γὰρ εἰποῦσα, Ἅπαντα, ἠρκέσθη, ἀλλ᾽ ἐπήγαγεν, Ὅσα ἐποίησε· καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ, Καὶ ἰδοὺ καλὰ, καὶ, Λίαν καλὰ, φησὶ, τοῦτ᾽ ἔστι, πάνυ καλά. Ὅταν οὖν ὁ Δεσπότης, ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καλὰ καὶ πάνυ καλὰ τὰ δημιουργή ματα προσείποι, τίς ἂν τολμήσειε, κἂν αὐτομανίας ᾖ πεπληρωμένος, διᾶραι τὸ στόμα καὶ ἀντιφθέγξασθαι τοῖς ὑπὸ τοῦ Θεοῦ ῥηθεῖσιν; Ἐπειδὴ γὰρ ἐν τοῖς ὁρωμένοις οὐ μόνον φῶς ἐδημιουργήθη, ἀλλὰ καὶ σκότος ἀπ᾽ ἐναν τίας τῷ φωτὶ, καὶ οὐ μόνον ἡμέρα, ἀλλὰ καὶ νὺξ ἀπ᾽ ἐναντίας τῇ ἡμέρᾳ, καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδιδομέ νων σπερμάτων, οὐ μόνον βοτάναι χρήσιμοι, ἀλλὰ καὶ ὀλέθριαι, καὶ δένδρα οὐ μόνον ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα, καὶ ζῶα οὐ μόνον ἥμερα, ἀλλὰ καὶ ἄγρια καὶ ἀτίθασσα· καὶ ἐπὶ τῶν ἐκ τῶν ὑδάτων ἀναδοθέντων, οὐ μόνον ἰχθύες, ἀλλὰ καὶ κήτη καὶ ἕτερα θηρία θαλάτ τια· καὶ γῆ οὐ μόνον οἰκουμένη, ἀλλὰ καὶ ἀοίκητος· καὶ οὐ μόνον ὕπτια πεδία, ἀλλὰ καὶ ὄρη καὶ νάπαι· καὶ ἐπὶ τῶν πετεινῶν, οὐ μόνον ἥμερα καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτήδεια, ἀλλὰ καὶ ἄγρια καὶ ἀκάθαρτα ζῶα, καὶ ἰκτῖ νες, καὶ γῦπες, καὶ ἕτερα πολλὰ τοιαῦτα· καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, οὐ μόνον ἥμερα ζῶα, ἀλλὰ καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντες, καὶ λέοντες, καὶ παρ δάλεις· καὶ ἐπὶ τοῦ ἀέρος πάλιν οὐ μόνον ὑετοὶ καὶ ἄνεμοι ἐπιτήδειοι, ἀλλὰ καὶ χάλαζαι, καὶ χιόνες· καὶ εἴ τις καθ᾽ ἕκαστον ἐπεξιέναι βούλοιτο, πολλὰ εὑρήσει ἐφ᾽ ἑκάστῳ τῶν δημιουργηθέντων, οὐ μόνον ἡμῖν (οὐ) χρήσιμα, ἀλλὰ καὶ βλαβερὰ νομιζόμενα· ἵν᾽ οὖν μηδενὶ ἐξῇ τῶν μετὰ ταῦτα πρὸς τὰ δημιουργηθέντα ἀποβλε πόντων ἐπισκήπτειν τοῖς γεγενημένοις, καὶ λέγειν· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; καὶ, Τὸ μὲν καλῶς γεγένηται, τὸ δὲ οὐ καλῶς· διὰ τοῦτο ἡ ἁγία Γραφὴ πάντας, ὡς εἰπεῖν, τοὺς ἀγνωμονεῖν ἐπιχειροῦντας ἐπιστομίζουσα, κατὰ τὴν ἕκτην ἡμέραν μετὰ τὴν ἁπάντων δημιουργίαν, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Τί ταύτης τῆς ἀξιοπιστίας ἴσον γένοιτ᾽ ἂν, ὅταν αὐτὸς ὁ δημιουργὸς τῶν ἁπάντων ψηφίζηται, καὶ λέγῃ, ὅτι πάντα τὰ γεγενημένα καλὰ, καὶ καλὰ λίαν; Ὅταν τοίνυν ἴδῃς τινὰ ἐξ οἰκείων λογισμῶν κι νούμενον, καὶ βουλόμενον ἀντιφθέγξασθαι τῇ θείᾳ Γρα φῇ, ὡς μαινόμενον ἀποστράφηθι· μᾶλλον δὲ μηδὲ ἀποστραφῇς, ἀλλ᾽ ἐλεῶν αὐτὸν τῆς ἀγνοίας, πάραγε τὸ παρὰ τῆς θείας Γραφῆς εἰρημένον, καὶ λέγε, ὅτι Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ εἶπεν, Ἰδοὺ καλὰ λίαν· καὶ ἴσως ἐπισχεῖν αὐτοῦ δυνήσῃ τὴν ἀκόλαστον γλῶτταν. Εἰ γὰρ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, ἐπειδὰν ἴδωμέν τινας τῶν ἐν ἀξιώμασι ψηφιζομένους τοῖς γεγενημένοις, οὐκ ἀντιτείνομεν, ἀλλὰ συγκατατιθέ μεθα, καὶ τῆς οἰκείας κρίσεως πολλάκις προτιμῶ μεν τὴν παρ᾽ ἐκείνων ψῆφον· πολλῷ μᾶλλον ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἁπάν των, τοῦτο ποιεῖν χρὴ, καὶ μαθόντας τὴν παρ᾽ αὐτοῦ ψῆφον, κατακοιμίζειν τοὺς ἡμετέρους λογισμοὺς, καὶ μηδὲν περαιτέρω τολμᾷν, ἀλλ᾽ εἰδέναι καὶ πεπληροφο ρῆσθαι, ὅτι πάντα λόγῳ τινὶ καὶ φιλανθρωπίᾳ παρ᾽ αὐ τοῦ παρήχθη, καὶ οὐδέν ἐστιν ἁπλῶς καὶ εἰκῆ γεγενη μένον· ἀλλὰ κἂν ἡμεῖς διὰ τὴν ἀσθένειαν τῶν ἡμετέ ρων λογισμῶν ἀγνοῶμεν τὴν χρείαν τῶν γεγενημένων, αὐτὸς κατὰ τὴν αὑτοῦ σοφίαν καὶ εὐμήχανον φιλανθρω πίαν ἅπαντα παρήγαγε.
ζʹ. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῖ, ἡμέρα ἕκτη. Τῷ τέλει τῆς ἕκτης ἡμέρας καὶ τὸ τέλος τῶν δημιουργημάτων ἁπάντων ἐπέθηκε· διὰ τοῦτο καὶ ἐπήγα γε· Καὶ συνετελέσθησαν ὁ οὐρανὸς, καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. Σκόπει τὸ ἀνεπαχθὲς καὶ ἀπέριττον τῆς θείας Γραφῆς. Τῶν συνεκτικωτάτων στοιχείων μνημο νεύσασα, οὐκέτι κατὰ μέρος τῶν λοιπῶν ἐμνήσθη, ἀλλ᾽ εἰποῦσα, Συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ, φησὶ, καὶ πᾶς ὁ κόσμος αὐτῶν· ἐμφαίνουσα διὰ τούτου τὰ κατὰ τὴν γῆν ἅπαντα καὶ τὸν οὐρανόν. Κόσμος γὰρ τῆς γῆς τὰ ἐξ αὐτῆς ἀναδιδόμενα, ἡ βλάστη τῶν βοτανῶν, τῶν καρπῶν ἡ φορὰ, τῶν δένδρων οἱ καρποὶ, τὰ ἄλλα ἅπαντα, οἷς αὐτὴν ὁ Δημιουργὸς κατεκόσμησε· καὶ τοῦ οὐρανοῦ πάλιν κόσμος, ἥλιος, σελήνη, τῶν ἄστρων ἡ ποικιλία, καὶ τὰ ἐν μέσῳ ἅπαντα δημιουργήματα. Διὰ τοῦτο τοῦ οὐρανοῦ καὶ τῆς γῆς μνημονεύσασα ἡ θεία Γραφὴ, πᾶσαν τὴν δημιουργίαν διὰ τούτων τῶν στοι χείων συμπεριέλαβε. Καὶ συνετέλεσε, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε. Σκόπει πῶς καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγει, ἵνα μάθωμεν ὅτι μέχρι τῆς ἕκτης ἡμέρας τὰ τῆς δημιουργίας ἅπαντα γεγένηται. Συνετέλεσε γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε. Τί ἐστι, Καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδό μῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε; Θέα πῶς ἀνθρωπίνως καὶ διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἅπαντα διαλέγεται ἡ θεία Γραφή· οὐδὲ γὰρ ἦν ἄλλως ἡμᾶς συνιέναι τι τῶν λεγομένων μὴ τοσαύτης ἀξιωθέν τας συγκαταβάσεως. Καὶ κατέπαυσε, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. Ἔστη, φησὶ, τοῦ δημιουργεῖν, καὶ παρ άγειν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Πάντα γὰρ ὅσα ἐχρῆν παρήγαγε, καὶ τὸν μέλλοντα τούτων ἀπολαύειν ἐδημιούργησε. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὴν ἡμέ ραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατ έπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιεῖν. Ἐπειδὴ γὰρ ἔστη δημιουργῶν, καὶ πάν τα ὅσα ἐβουλήθη κατὰ τὴν οἰκείαν φιλανθρωπίαν παρ ήγαγεν εἰς τὸ μέσον τῷ οἰκείῳ προστάγματι, καὶ τέλος ἐπέθηκε τοῖς δημιουργουμένοις κατὰ τὴν ἕκτην ἡμέραν· οὐδὲν δὲ ἕτερον ἐβούλετο παραγαγεῖν ἐν τῇ ἑβδόμῃ διὰ τὸ πάντα ὅσα ἐβούλετο πεπληρῶσθαι· ἵν᾽ ἔχῃ τι προτέ ρημα καὶ ἡ ἡμέρα αὕτη, καὶ μὴ δοκῇ ἔλαττόν τι ἔχειν διὰ τὸ μηδὲν ἐν αὐτῇ δεδημιουργῆσθαι, εὐλογίας αὐτὴν ἀξιοῖ. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὴν ἡμέ ραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν. Τί οὖν; αἱ λοιπαὶ οὐκ ἦσαν εὐλογημέναι; Ναὶ, φησὶν, ἀλλ᾽ ἤρκει ἐκείναις ἀντὶ πάσης εὐλογίας τὸ καθ᾽ ἑκάστην αὐτῶν τὰ δημιουργήματα παραχθῆναι· διὸ ἐπ᾽ ἐκείνων μὲν οὐκ εἶπεν, Εὐλόγησεν, ἐπὶ δὲ τῆς ἑβδόμης μόνης τοῦτο εἰπὼν προσέθηκε, Καὶ ἡγίασεν αὐτήν. Τί ἐστι, Καὶ ἡγίασεν αὐτήν; Ἀφώρισεν αὐτήν. Εἶτα διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ καὶ τὴν αἰτίαν δι᾽ ἣν εἴρηκεν, Καὶ ἡγίασεν αὐτὴν, προσέθηκεν, Ὅτι ἐν αὐτῇ κατέπαυ σεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. Ἤδη ἐντεῦθεν ἐκ προοιμίων αἰνιγματω δῶς διδασκαλίαν ἡμῖν ὁ Θεὸς παρέχεται, παιδεύων τὴν μίαν ἡμέραν ἐν τῷ κύκλῳ τῆς ἑβδομάδος ἅπασαν ἀνα τιθέναι καὶ ἀφορίζειν τῇ τῶν πνευματικῶν ἐργασίᾳ. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης ἐν ἓξ ἡμέραις τὰ τῆς δημιουργίας ἅπαντα πληρώσας, τὴν ἑβδόμην εὐλογίας ἀξιώσας ἡγίασε, διὰ τὸ ἐν αὐτῇ καταπαῦσαι ἀπὸ τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι. Ἀλλ᾽ ἐντεῦθεν πάλιν ὁρῶ πέλαγος ἀχανὲς νοημάτων ἡμῖν τικτόμενον, καὶ βούλομαι μὴ ἁπλῶς αὐτὸ παραδραμεῖν, ἀλλὰ καὶ ὑμᾶς κοινωνοὺς λαβεῖν τῆς ἐμπορίας ταύτης τῆς πνευματι κῆς. Τί οὖν ἐστι τὸ ἐντεῦθεν ἀνακύπτον ἡμῖν ζήτημα; Τῆς θείας Γραφῆς ἐνταῦθα λεγούσης, ὅτι κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστός φησιν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Οὐ δοκεῖ ἐκ τῆς προφορᾶς τῶν ῥημά των ἐναντίωσίς τις εἶναι ἐν τοῖς λεγομένοις; Ἀλλὰ μὴ γένοιτο· οὐδὲν γὰρ ἐναντίον τῶν ἐν τῇ θείᾳ Γραφῇ κει μένων. Ἐνταῦθα γὰρ εἰποῦσα ἡ Γραφὴ, ὅτι κατέπαυ σεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, διδάσκει ἡμᾶς ὅτι τοῦ δημιουργεῖν καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρ άγειν ἐπαύσατο κατὰ τὴν ἑβδόμην ἡμέραν· ὁ δὲ Χρι στὸς λέγων, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, τὴν διηνεκῆ αὐτοῦ πρόνοιαν ἡμῖν πα ραδηλοῖ, καὶ ἐργασίαν λέγει τὸ διακρατεῖν τὰ γεγενη μένα, καὶ τὴν διαμονὴν αὐτοῖς χαρίζεσθαι, καὶ ἡνιοχεῖν τὸν σύμπαντα χρόνον. Εἰ γὰρ μὴ τοῦτο ἦν, πῶς ἂν συν έστη τόδε τὸ πᾶν, μὴ τῆς ἄνωθεν χειρὸς κυβερνώσης καὶ διοικούσης καὶ τὰ ὁρώμενα ἅπαντα καὶ τὸ τῶν ἀνθρώπων γένος; Καὶ ἐάν τις βουληθῇ μετὰ πολλῆς τῆς εὐγνωμο σύνης ἅπαντα κατ᾽ εἶδος ἐποπτεῦσαι τὰ καθ᾽ ἑκάστην ἡμέραν ἐπ᾽ εὐεργεσίᾳ ἡμετέρᾳ ὑπὸ τοῦ τῶν ἁπάντων δημιουργοῦ ἐπιτελούμενα, ἄβυσσον εὑρήσει φιλανθρω πίας. Ποῖος γὰρ λογισμὸς, ἢ ποία διάνοια ἐφικέσθαι δυ νήσεται τῆς ἀφάτου ἀγαθότητος, ἣν περὶ τὸ τῶν ἀνθρώ πων γένος ἐνδείκνυται, ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονη ροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν χορηγῶν; Τάχα περαι τέρω τοῦ δέοντος τὸν λόγον ἐξετείναμεν, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο ποιήσαντες, ἀλλ᾽ ἵνα δι᾽ ὑμῶν μάθωσιν οἱ ἀπολειφθέντες, ὅσον ἑαυτοὺς ἐζημίωσαν, διὰ τὴν σωμα τικὴν τροφὴν ἀποστερήσαντες ἑαυτοὺς τῆς πνευματικῆς διδασκαλίας. Ἀλλ᾽ ἵνα μὴ ἐπιτείνηται αὐτοῖς τὰ τῆς ἀθυμίας, τὴν ἀδελφικὴν περὶ αὐτοῖς ἐπιδείξασθε εὔνοιαν, διαβιβάσαντες αὐτοῖς τὰ παρ᾽ ἡμῶν εἰρημένα· τοῦτο γὰρ γνησίας ἀγάπης τεκμήριον. Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων οἱ τοῦτο ποιοῦντες, καὶ τὰ ἀπὸ τῆς τραπέζης τοῖς αὐτῶν γνωρίμοις διαφυλάττοντες, μέγι στον ἀγάπης τεκμήριον ἐκφέρουσι, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο γινόμενον πολὺν ἡμῖν παρέξει τὸν ἔπαινον· πάλιν γὰρ εἰς ἡμᾶς τὰ τῆς ὠφελείας περι στήσεται. Ὁ γὰρ τὸν πλησίον διδάσκειν σπουδάζων, οὐ τοσοῦτον ἐκεῖνον εὐεργετεῖ, ὅσον ἑαυτῷ μείζονα προξε νεῖ τὸν μισθὸν, καὶ διπλοῦν καρποῦται τὸ κέρδος, τῆς τε παρὰ τοῦ Θεοῦ ἀμοιβῆς πλείονος ἀπολαύων, καὶ αὐτὸς δι᾽ ὧν τὸν ἀδελφὸν διδάσκειν ἐπιχειρεῖ, εἰς ὑπόμνησιν ἐρχόμενος, καὶ ἀνανεῶν παρ᾽ ἑαυτῷ τὴν μνήμην τῶν εἰ ρημένων. ηʹ. Τὸ κέρδος τοίνυν ἐννοοῦντες τὸ ὑμέτερον, μὴ φθονή σητε τοῖς ἀδελφοῖς τοῖς ὑμετέροις, ἀλλὰ νῦν μὲν τὰ παρ᾽ ἡμῶν λεγόμενα παρ᾽ ὑμῶν μανθανέτωσαν. Ἵνα δὲ μὴ ἐν χάριτος μέρει παρ᾽ ὑμῶν μέλλωσι ταῦτα διδάσκεσθαι, ἕλκετε αὐτοὺς πρὸς ἡμᾶς, πείθοντες ὡς οὐδέποτε κώλυμα γίνεται πρὸς τὴν διδασκαλίαν τὴν πνευματικὴν ἡ τῆς τροφῆς τῆς σωματικῆς μετάληψις· ἀλλὰ δεῖ πάντα και ρὸν ἐπιτήδειον ἡγεῖσθαι πρὸς τὴν τῶν πνευματικῶν λό γων διάλεξιν. Ἂν ταῦτα μετὰ ἀκριβείας ἴδωμεν, δυνησό μεθα καὶ ἐπὶ οἰκίας διατρίβοντες, καὶ μετὰ τὴν ἑστία σιν, καὶ πρὸ τῆς ἑστιάσεως μετὰ χεῖρας λαβόντες τὰ θεῖα βιβλία τὴν ἐξ αὐτῶν καρποῦσθαι ὠφέλειαν, καὶ τὴν πνευματικὴν τροφὴν τῇ ψυχῇ παρέχειν. Ὥσπερ γὰρ τὸ σῶμα δεῖται τῆς αἰσθητῆς τροφῆς, οὕτω καὶ ἡ ψυχὴ χρῄζει καθημερινῆς ὑπομνήσεως, καὶ τροφῆς πνευμα τικῆς, ἵνα νευρουμένη ἀντέχειν δύνηται πρὸς τὰς ἐπανα στάσεις τῆς σαρκὸς, καὶ πρὸς τὸν διηνεκῆ πολέμιον τὸν ἐπικείμενον ἡμῖν, καὶ αἰχμάλωτον ἡμῶν ἀπεργαζό μενον τὴν ψυχὴν, ἐὰν κἂν πρὸς βραχὺ ῥᾳθυμῆσαι βου ληθῶμεν. Διὸ καὶ ὁ προφήτης Δαυῒδ μακάριον ἐκεῖνον ἐκάλεσε τὸν ἐν τῷ νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτός· καὶ ὁ μακάριος δὲ Μωϋσῆς, παιδεύων τὸ τῶν Ἰουδαίων ἔθνος, ἐδίδασκεν αὐτοὺς λέγων, Φαγὼν καὶ πιὼν, καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Ὁρᾷς πῶς καὶ τότε μάλιστα προσήκει, μετὰ τὴν τῆς τροφῆς ἀπόλαυσιν, τὴν πνευματικὴν ἑστίασιν ἑαυ τοῖς παρατιθέναι, ἵνα μηδὲ μετὰ τὴν πλησμονὴν τῆς σω ματικῆς τροφῆς ῥᾳθυμήσαντα ἡ ψυχὴ εἰς ὄλεθρόν τινα ἐκπέσῃ, καὶ χώραν δῷ ταῖς τοῦ διαβόλου μηχαναῖς, πάντα καιρὸν ἐπιτηροῦντος καὶ βουλομένου καιρίαν ἡμῖν δοῦναι τὴν πληγήν; Καὶ πάλιν δὲ ἑτέρωθι ἔλεγεν ὁ αὐ τὸς οὗτος προφήτης· Κοιταζόμενοι καὶ διανιστάμενοι μνημονεύετε Κυρίου τοῦ Θεοῦ ὑμῶν. Εἶδες πῶς οὐδέ ποτε ἡμᾶς προσήκει τὴν μνήμην ταύτην ἐκβαλεῖν τῆς ψυχῆς, ἀλλ᾽ ἐγκεκολαμμένην ἔχειν τῷ συνειδότι, καὶ διηνεκῶς ἐναγωνίους εἶναι, καὶ μηδέποτε ἀνακωχὴν ἑαυτοῖς παρέχειν, ἀλλὰ τὴν μανίαν εἰδότας τοῦ τὴν πρὸς ἡμᾶς ἔχθραν ἀραμένου, νήφειν καὶ ἐγρηγορέναι, καὶ ἀποτειχίζειν αὐτῷ τὰς ἐφόδους, καὶ μηδέποτε ἀμελεῖν τροφῆς πνευματικῆς; τοῦτο γὰρ ἡμῶν ἡ σωτηρία, τοῦ το ὁ πλοῦτος ὁ πνευματικὸς, τοῦτο ἡ ἀσφάλεια. Ἐὰν οὕτως ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν τειχίζωμεν, καὶ δι᾽ ἀναγνώσεως, καὶ δι᾽ ἀκροάσεως, καὶ διαλέξεως πνευ ματικῆς, δυνησόμεθα καὶ αὐτοὶ ἀχείρωτοι γενέσθαι, καὶ τοῦ πονηροῦ δαίμονος ἄκυρα ποιῆσαι τὰ μηχανήματα, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΑʹ.
Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μι μεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία.
αʹ. Οἶδα ὅτι κατέτεινα ὑμῶν τὸν λογισμὸν ἐν ταῖς παρελθούσαις ἡμέραις τοῖς βαθυτέροις νοήμασι· διὰ τοῦτο βούλομαι σήμερον ἀφελεστέραν ὑμῖν παρα θεῖναι διδασκαλίαν. Καθάπερ γὰρ τὸ σῶμα ὑπὸ τῆς νηστείας κατεσκληκὸς δεῖται μικρᾶς ἀνέσεως, ἵν᾽ οὕτω πάλιν ἀκμαζούσῃ τῇ προθυμίᾳ πρὸς τοὺς τῆς νηστείας ἀγῶνας ἐπαποδύσηται· οὕτω καὶ ἡ ψυχὴ χρῄζει διανα παύεσθαι καὶ ἀνίεσθαι. Οὔτε γὰρ ἀεὶ κατατείνειν χρὴ, οὔτε δὲ ἀνιέναι, ἀλλὰ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο ποιεῖν, καὶ οὕτως ἡνιοχεῖν καὶ τῆς ψυχῆς τὴν κατάστα σιν, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα. Ὥσπερ γὰρ τὸ ἀεὶ κατατείνειν τοῖς πόνοις ἀποκναίειν ποιεῖ καὶ ἀναπίπτειν· οὕτω τὸ διηνεκῶς ἀνιέναι εἰς ῥᾳθυμίαν ἄγει. Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς, καὶ ἐπὶ τοῦ σώματος συμβαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο πανταχοῦ ἡ συμμετρία καλόν. Καὶ τοῦτο αὐτὸ διδάσκει ἡμᾶς ὁ τῶν ὅλων Θεὸς, καὶ δι᾽ αὐτῶν τῶν δημιουργημάτων, ἃ πρὸς τὴν ἡμετέραν σύστασιν παρήγαγε. Καὶ ἵνα μάθητε, ἐπὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς, τοῦ φωτὸς λέγω καὶ τοῦ σκότους, τὸν λόγον γυ μνάσωμεν. Ἐπειδὴ γὰρ τὴν μὲν ἡμέραν ἀφώρισεν ἐπ᾽ ἐργασίᾳ τῇ τῶν ἀνθρώπων φύσει, τὸ δὲ τῆς νυκτὸς σκό τος εἰς ἄνεσιν καὶ ἀνακωχὴν τῶν πόνων, μέτρα καὶ ὅρους ἑκατέροις ἔπηξεν, ὥστε καὶ ἅπαντας ἡμᾶς τῆς ἐκεῖθεν εὐεργεσίας ἀπολαύειν. Ὅτι γὰρ τὸ φῶς τῆς ἡμερινῆς ἐργασίας ἐστὶ καιρὸς, ἄκουε τοῦ Δαυῒδ λέ γοντος, Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ, ἕως ἑσπέρας. Καὶ κα λῶς εἶπεν, Ἕως ἑσπέρας· καταλαβούσης γὰρ τῆς ἑσπέ ρας, τὸ φῶς ὑποχωρεῖ, καὶ ἐπελθὸν τὸ σκότος κατακοιμί ζει τὴν ἀνθρωπίνην φύσιν, καὶ τὸ σῶμα πεπονηκὸς δια ναπαύει, καὶ τὰς αἰσθήσεις ἁπάσας ἀνίησι, καὶ καθά περ τροφὸς ἀρίστη τὰ αἰσθητήρια ἅπαντα τῇ παρ᾽ ἑαυτῆς ἐπιμελείᾳ τῶν πόνων καὶ τῶν καμάτων ἀνιεῖσα. Ἐπειδὰν δὲ πληρωθῇ τῆς νυκτὸς τὸ μέτρον, ἐπιστάσης τῆς τοῦ φωτὸς παρουσίας καὶ διεγειράσης, παρασκευά ζει ἀκμαζούσαις ταῖς αἰσθήσεσι προσβαλεῖν ταῖς ἡλια καῖς ἀκτῖσι, καὶ τῶν συνήθων ἔργων ἅπτεσθαι νεαρᾷ καὶ ζεούσῃ τῇ προθυμίᾳ. Τοῦτο καὶ ἐπὶ τῶν τροπῶν τοῦ ἐνιαυτοῦ ἔστιν ἰδεῖν γεγενημένον. Τὸν γὰρ χειμῶνα δια δέχεται ἔαρ, καὶ οὕτως ἐπιστάντος τοῦ θέρους κατα λαμβάνει τὸ μετόπωρον, ἵνα τῇ ἐναλλαγῇ τῆς τῶν ἀέρων κράσεως διαναπαύηται ἡμῶν τὰ σώματα, καὶ μήτε ἐπὶ πλέον τῷ κρυμῷ πηγνύμενα διαφθείρηται, μήτε ὑπὸ τῆς τοῦ θέρους σφοδρότητος ἐπὶ πολὺ θερμαινόμενα διαλύη ται· διὰ τοῦτο ἐγγυμνάζεσθαι παρασκευάζει πρὸ μὲν τοῦ χειμῶνος τῷ μετοπώρῳ, πρὸ δὲ τοῦ θέρους τῷ ἔαρι. Καὶ εἴ τις εὐγνωμόνως ἅπαντα σκοπεῖν βούλοιτο, εὑρή σει ἐν ἅπασι τοῖς δημιουργηθεῖσι τάξιν τινὰ καὶ λόγον, καὶ οὐδὲν ἁπλῶς καὶ εἰκῆ γεγενημένον. Τοῦτο καὶ ἐπὶ τῶν σπερμάτων τῶν ἐκ τῆς γῆς ἀναδιδομένων ἄν τις κατίδοι. Οὔτε γὰρ κατὰ τὸν αὐτὸν καιρὸν ἅπαντα ἐκδί δωσιν ἡ γῆ, οὔτε ὁ αὐτὸς καιρὸς ἐπιτήδειος πρὸς τὴν ἐπιμέλειαν τῶν ἐξ αὐτῆς βλαστανόντων· ἀλλ᾽ οἶδε τὸν ἁρμόζοντα καιρὸν ὁ γηπόνος, παρὰ τῆς τοῦ Θεοῦ δοθεί σης σοφίας τοῦτο μεμαθηκὼς, καὶ ἐπίσταται πότε μὲν δεῖ τὰ σπέρματα καταβαλεῖν, πότε δὲ τῶν δένδρων τὰ φυτὰ καὶ τῆς ἀμπέλου τοῖς κόλποις τῆς γῆς παρακατα θέσθαι, καὶ πότε μὲν θήγειν τὴν δρεπάνην πρὸς τὸν ἀμητὸν, πότε δὲ τὸν καρπὸν τῆς ἀμπέλου δρέπεσθαι, καὶ τοὺς βότρυας ἐκτέμνειν, καὶ κατὰ ποῖον καιρὸν ἐκ λέγειν τῆς ἐλαίας τὸν καρπόν. Καὶ εὑρήσεις, εἰ βού λοιο κατὰ μέρος διερευνᾶσθαι ταῦτα ἅπαντα, πολλὴν σοφίαν καὶ παρὰ τοῖς τὴν γῆν ἐργαζομένοις ἐναποκει μένην. Καὶ οὐκ ἐπὶ τῆς γῆς τοῦτο ἔστιν ἰδεῖν μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης. Καὶ γὰρ ἐνταῦθα πάλιν ἑτέραν θαυμαστὴν σοφίαν ἔστιν ἰδεῖν. Οἶδε γὰρ ὁ κυβερ νήτης, πότε δεῖ καθελκύσαι τὸ πλοῖον, καὶ ἐκ τοῦ λιμέ νος ἐκβαλεῖν, καὶ τὰ πελάγη περαιώσασθαι. Καὶ πολ λὴν μάλιστα παρὰ τούτοις ἔστιν ἰδεῖν τὴν σύνεσιν, ἣν ἡ τοῦ Θεοῦ σοφία ἐναπέθετο τῇ ἀνθρωπίνῃ φύσει. Οὐδὲ γὰρ οὕτως οἱ τὰς λεωφόρους διατρέχοντες ἴσασι μετὰ ἀκριβείας τὰς ἀτραποὺς, ὡς οὗτοι οἳ ἐν τοῖς ὕδασι μετὰ ἀσφαλείας τὴν πορείαν ποιοῦνται. Διὸ καὶ ἡ Γραφὴ ἐκπληττομένη τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ σοφίαν ἔλε γεν· Ὁ δοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ποῖος ἀνθρώπινος λογισμὸς δύναται ταῦτα κατ ιδεῖν; Κατὰ τὸν αὐτὸν λόγον εὕροι τις ἂν καὶ ἐν τῇ μεταλήψει τῆς τροφῆς τῆς ἀνθρωπίνης ταῦτα διατετα γμένα. Καὶ γὰρ καθ᾽ ἕκαστον καιρὸν, καὶ καθ᾽ ἑκάστην τροπὴν τοῦ ἐνιαυτοῦ, διαφόρους ἡμῖν τροφὰς ὁ Δεσπότης κεχάρισται· καὶ καθάπερ ἀρίστη τροφὸς, οὕτως ἡ γῆ τὰ παρ᾽ ἑαυτῆς ἡμῖν δωροφορεῖ, τῷ ἐπιτάγματι τοῦ δη μιουργοῦ ὑπηρετουμένη.
βʹ. Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλέον τοῦτον ἐκτείνω τὸν λόγον, ἔξεστιν ὑμῖν συνετοῖς οὖσι τὰ λοιπὰ ἅπαντα ἀναλέγε σθαι. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σο φώτερος ἔσται. Οὐδὲ γὰρ ἐπὶ τῆς ἡμετέρας τροφῆς τοῦτο μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς τῶν ἀλόγων. Καὶ δυνήσεσθε, εἰ βουληθείητε, καὶ ἐκ πολλῶν ἑτέ ρων διερευνώμενοι καταμαθεῖν τοῦ ἀριστοτέχνου Θεοῦ τὴν ἄφατον σοφίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀγαθότη τα, καὶ ὡς ἕκαστον τῶν γεγενημένων λόγῳ τινὶ παρ ήχθη. Κατὰ τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ καιροῦ τῆς ἁγίας Τεσσαρακοστῆς εὑρήσομεν νῦν ἡμῖν διατετυπωμένον. Καθάπερ γὰρ ἐν ταῖς λεωφόροις εἰσὶ σταθμοὶ καὶ κατ αγώγια, ὥστε τοὺς ὁδίτας κεκμηκότας διαναπαύεσθαι, καὶ τῶν πόνων λήγοντας, οὕτω πάλιν ἅπτεσθαι τῆς ὁδοιπορίας, καὶ ἐν τῇ θαλάσσῃ δὲ ἀκταὶ καὶ αἰγιαλοὶ καὶ λιμένες εἰσὶν, ὥστε κἀκεῖ τοὺς ναυτιλλομένους μετὰ τὸ πολλὰ κύματα διαδραμεῖν, καὶ πρὸς τὰς τῶν ἀνέμων ἐμβολὰς ἀντιστῆναι, μικρὸν ἀνεθέντας, οὕτω πάλιν τῆς ναυτιλίας ἅπτεσθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, ἐπὶ τῆς ἁγίας Τεσσαρακοστῆς, τοῖς τὸν δρόμον τῆς νη στείας καταδεξαμένοις, καθάπερ σταθμοὺς, καὶ κατ αγώγια, καὶ ἀκτὰς, καὶ αἰγιαλοὺς, καὶ λιμένας, τὰς δύο ταύτας ἡμέρας τῆς ἑβδομάδος βραχύ τι διαναπαύεσθαι κεχάρισται ὁ Δεσπότης, ἵνα καὶ τὸ σῶμα μικρὸν ἀνέν τες ἀπὸ τῶν πόνων τῆς νηστείας, καὶ τὴν ψυχὴν παρα μυθησάμενοι, πάλιν παρελθουσῶν τῶν δύο τούτων ἡμε ρῶν, τῆς αὐτῆς ὁδοῦ μετὰ προθυμίας ἅπτωνται οἱ τὴν καλὴν ταύτην καὶ ἐπωφελῆ ὁδοιπορίαν ποιούμενοι. Φέρε οὖν καὶ ἡμεῖς, ἐπειδὴ τῆς ἀνέσεώς ἐστιν ἡμέρα σήμερον, παρακαλέσωμεν ὑμῶν τὴν ἀγάπην, τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα κέρδη μετὰ ἀσφαλείας φυλάττειν, ἵνα μικρὸν διαναπαυσάμενοι, πάλιν προσθήκην ἐργά σησθε τοῖς προλαβοῦσι, καὶ οὕτω κατὰ μικρὸν με γάλην τὴν ἐμπορίαν ἑαυτοῖς κατασκευάσαντες, οὕτως εἰς τὴν κυρίαν ἡμέραν ἀπαντήσητε, καὶ πεπληρωμέ νην ὑμῶν τὴν ὁλκάδα τὴν πνευματικὴν εἰς τὸν λιμένα τῆς ἁγίας ἑορτῆς εἰσαγάγητε. Ὥσπερ γὰρ τὰ παρὰ τοῦ Δεσπότου γεγενημένα ἅπαντα, καθάπερ ὁ λόγος ἀπέδειξε, καὶ ἡ τῶν πραγμάτων διδάσκει μαρτυρία, λόγῳ τινὶ δεδημιούργηται, χρείαν ἀναγκαίαν ἀποπλη ροῦντα· οὕτω καὶ τὰ παρ᾽ ἡμῶν γινόμενα προσήκει μὴ ἁπλῶς, μηδὲ μάτην γίνεσθαι, ἀλλ᾽ ἐπ᾽ ὠφελείᾳ καὶ κέρδει τῆς σωτηρίας τῆς ἡμετέρας. Εἰ γὰρ οἱ τὰ βιω τικὰ μετιόντες πράγματα οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπι τηδεύματος ἅψασθαι, μὴ πρότερον τὸ ἐκεῖθεν κέρδος περισκοπήσαντες· πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τοῦτο ποιεῖν, καὶ μὴ ἁπλῶς τὰς ἑβδομάδας τῶν νηστειῶν παρατρέχειν, ἀλλὰ διερευνᾶσθαι τὴν ἑαυτῶν συνείδη σιν, καὶ τὸν λογισμὸν βασανίζειν, καὶ σκοπεῖν τί μὲν ἐν ταύτῃ τῇ ἑβδομάδι ἡμῖν κατώρθωται, τί δὲ ἐν τῇ ἑτέρᾳ, καὶ τίνα προσθήκην ἐδεξάμεθα εἰς τὴν ἐπιοῦ σαν, καὶ ποῖον τῶν ἐν ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ᾽ ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ποιεῖσθαι ἐπιμέλειαν τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας, οὐδὲ τῆς ἀσιτίας, ἣν ὑπομένομεν, μάλιστα εἰ φαινοίμεθα ἐλάττους τῶν περὶ τὴν συλλογὴν τῶν χρημάτων τοσαύτην σπου δὴν ποιουμένων· εὑρήσεις γὰρ ἕκαστον ἐκείνων πᾶσαν ἀγρυπνίαν ἐπιδεικνύμενον, ὥστε ἐφ᾽ ἑκάστης ἡμέρας προστιθέναι τοῖς προτέροις, καὶ οὐδέποτε κόρον λαμβά νοντα, ἀλλ᾽ ὅσῳ ἂν αὔξηται αὐτῷ τὰ τῆς περιουσίας, τοσούτῳ μᾶλλον καὶ τὴν ἐπιθυμίαν καὶ τὴν σπουδὴν ἐκτεινομένην. Εἰ τοίνυν ἔνθα καὶ τὰ τῆς σπουδῆς ἀνό νητα, καὶ τὰ τῆς περιουσίας πολλάκις πολλὴν ἐργά ζεται τῇ τῆς ψυχῆς σωτηρίᾳ τὴν λύμην, τοσαύτην ἐπιδείκνυται τὴν ἀγρυπνίαν, πῶς τοῦτο μᾶλλον οὐχὶ ποιεῖν χρὴ, ἔνθα πολλὴ ἀπὸ τῆς σπουδῆς ἡ ὠφέλεια, καὶ ἄφατος ὁ μισθὸς, καὶ τὸ κέρδος ἄπειρον; Ἐκεῖ μὲν γὰρ καὶ μετὰ τούτων ἁπάντων πολλὴ ἡ ἀδηλία· ἀβέ βαιος γὰρ τῶν χρημάτων ἡ κτῆσις· οὐκ ἐπειδὴ μόνον, τῆς τελευτῆς ἐπιστάσης, ἐνταῦθα μένοντα, οὐδεμίαν ὄνησιν παρέχει τῷ ταῦτα συνάγοντι, ἀλλ᾽ ὅτι καὶ τῶν χρημάτων ὧδε μενόντων τὰς ὑπὲρ τούτων εὐθύνας μετὰ πολλῆς τῆς σφοδρότητος ἀπαιτεῖσθαι ἀναγκάζεται. Ἔστι καὶ ὅτε πολλάκις καὶ πρὸ τῆς τελευτῆς μετὰ τοὺς πολλοὺς πόνους, καὶ τοὺς ἱδρῶτας, καὶ τὰς ταλαι πωρίας, καθάπερ καταιγίδος τινὸς προσπεσούσης τῆς τῶν πραγμάτων περιστάσεως, ἀθρόον ὁ πολλὴν τὴν περιουσίαν τοῦ πλούτου κεκτημένος, τῶν σφόδρα πε νήτων γέγονε πενέστερος. Καὶ ταῦτα καθ᾽ ἑκάστην ἡμέραν ἔστιν ἰδεῖν συμβαίνοντα. Ἐπὶ μέντοι τῆς πνευ ματικῆς ἐμπορίας οὐδὲν ἔστι τοιοῦτον δεῖσαί ποτε· αὕτη γὰρ βεβαία μένει καὶ ἀκίνητος, καὶ ἔνθα μάλιστα χρῄζομεν αὐτῆς, ἐκεῖ πολλὴν ἡμῖν παρέχει τὴν ἐξ αὐ τῆς παραμυθίαν.
γʹ. Ὡς οὖν καιρὸν ἔχομεν, παρακαλῶ, κἂν γοῦν τὴν αὐτὴν ἐκείνοις εἰσενέγκωμεν σπουδὴν περὶ τὴν πνευ ματικὴν ταύτην ἐμπορίαν, καὶ μηδέποτε παυσώμεθα τοῦτο μεριμνῶντες, εἴ τι κατώρθωται ἡμῖν, καὶ εἴ τινα τῶν ἐνοχλούντων ἡμῖν παθῶν διὰ τῆς πολλῆς ἀγρυπνίας εἰς φυγὴν ἐτρέψαμεν, ἵν᾽ ἔχοντες τὴν ἀπὸ τοῦ συνειδότος πληροφορίαν, πολλὴν καρπωσώμεθα τὴν ἡδονήν. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ζητούμε νον, ἵνα καθ᾽ ἑκάστην ἡμέραν ἐνταῦθα παραγινώμεθα, καὶ περὶ τῶν αὐτῶν συνεχῶς ἀκούωμεν, καὶ τὴν τεσ σαρακοστὴν πᾶσαν νηστεύοντες ὦμεν. Εἰ γὰρ μὴ μέλλοιμέν τι κερδαίνειν ἐκ τῆς ἐνταῦθα συνεχοῦς ἐλεύσεώς τε καὶ παραινέσεως, καὶ ἀπὸ τοῦ τῆς νη στείας καιροῦ προσφέρειν τι τῶν χρησίμων εἰς τὴν ἑαυτῶν ψυχὴν, ταῦτα οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελήσει, ἀλλὰ καὶ μείζονος ἡμῖν κατακρίσεως ἀφορμὴ γενήσε ται, ὅταν τοσαύτης ἐπιμελείας ἀπολαύοντες, οἱ αὐτοὶ διαμένωμεν, καὶ μήτε ὁ ὀργίλος ἐπιεικὴς γένηται, μήτε ὁ θυμώδης εἰς πραότητα μεταβάλλοιτο, μήτε ὁ βάσκανος εἰς φιλοφροσύνην ἑαυτὸν ἀναγάγῃ, μήτε ὁ περὶ τὰ χρήματα μεμηνὼς, ἀποστὰς τοῦ πάθους, πρὸς ἐλεη μοσύνην ἑαυτὸν παρασκευάσῃ καὶ τὴν τῶν πενήτων δια τροφὴν, μήτε ὁ ἀκόλαστος σώφρων γένοιτο, μήτε ὁ περὶ τὴν κενὴν ταύτην δόξαν ἐπτοημένος μάθῃ ταύτης ὑπερ ορᾷν, καὶ τῆς ἀληθοῦς ἐφίεσθαι δόξης, μήτε ὁ περὶ τὴν ἀγάπην τὴν περὶ τὸν πλησίον ῥᾴθυμος, διαναστήσας αὐτὸν παιδεύσῃ, μὴ μόνον τῶν τελωνῶν μὴ εἶναι ἐλάτ των, (Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, φησὶ, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;) ἀλλ᾽ ἵνα παρασκευάζῃ αὐτοῦ τὸν λο γισμὸν, καὶ τοὺς ἐχθροὺς ἡμέρως ὁρᾷν, καὶ πολλὴν περὶ αὐτοὺς τὴν ἀγάπην ἐπιδείκνυσθαι. Ἐὰν μὴ τούτων περι γενοίμεθα τῶν παθῶν, καὶ τῶν ἄλλων τῶν ἐν ἡμῖν τι κτομένων, καθ᾽ ἑκάστην ἐνταῦθα παραγινόμενοι, καὶ συνεχοῦς ἀκροάσεως ἀπολαύοντες, καὶ τοσαύτης διδα σκαλίας μετέχοντες, καὶ τὴν ἀπὸ τῆς νηστείας ἔχοντες βοήθειαν, ποία ἡμῖν ἔσται συγγνώμη; ποία δὲ ἀπολο γία; Εἰπὲ γάρ μοι, παρακαλῶ, εἰ τὸν παῖδα τὸν σὸν θεάσῃ καθ᾽ ἑκάστην ἀπιόντα ἡμέραν εἰς τὸ διδασκα λεῖον, καὶ τοῦ χρόνου προϊόντος μηδὲν πλέον ἐκεῖθεν κερδαίνοντα, ἆρα ἀνεκτῶς οἴσεις; οὐχὶ δὲ καὶ τῷ παιδὶ μάστιγας ἐπιθήσεις, καὶ τῷ διδασκάλῳ μέμψῃ; εἶτα εἰ μάθοις, ὅτι τὰ μὲν παρὰ τοῦ διδασκάλου πάντα γεγέ νηται, καὶ οὐδὲν λέλειπται, ἡ δὲ ῥᾳθυμία τοῦ παιδὸς αἰτία πάντων καθέστηκεν, οὐχὶ πᾶσαν τὴν ἀγανάκτησιν ἐπὶ τὸν παῖδα μεταθήσεις, τῆς αἰτίας ἀφεὶς τὸν διδάσκαλον; Τὸ αὐτὸ δὴ καὶ ἐνταῦθα γίνεσθαι δίκαιον. Ἡμεῖς γὰρ, καθάπερ ἐτάχθημεν παρὰ τῆς τοῦ Θεοῦ χάριτος, ὡς τέκνα πνευματικὰ καθ᾽ ἑκάστην ἡμέραν εἰς τὸ διδα σκαλεῖον τοῦτο καλοῦντες, τὴν σωτηριώδη διδασκαλίαν ὑμῖν παρατίθεμεν, οὐ τὰ ἀπὸ τῆς οἰκείας διανοίας φθεγ γόμενοι, ἀλλὰ τὰ παρὰ τοῦ Δεσπότου διὰ τῶν θείων Γρα φῶν ἡμῖν δωρηθέντα διδάγματα, ταῦτα εἰς μέσον προ τιθέντες, καὶ ταῦτα συνεχῶς ἐνηχοῦντες. Εἰ τοίνυν, ἡμῶν πᾶσαν σπουδὴν καὶ ἀγρυπνίαν ἐπιδεικνυμένων, καὶ ἐφ᾽ ἑκάστης ἐπὶ τὴν ὁδὸν τῆς ἀρετῆς ὁδηγούντων, ὑμεῖς τοῖς αὐτοῖς ἐπιμένετε, ἐννοήσατε ὅση καὶ ἡμῖν ἔσται ὀδύνη, καὶ ὑμῖν ἡ κατάγνωσις, ἵνα μηδὲν πλέον εἴπω Εἰ γὰρ καὶ ἀνευθύνους ἡμᾶς δείκνυσι τὸ μηδὲν παρα λιπεῖν τῶν εἰς τὴν ὑμετέραν οἰκοδομὴν ἡκόντων, ἀλλ᾽ ὅμως ἐπειδὴ κηδόμεθα τῆς ὑμετέρας σωτηρίας, οὐ δυνά μεθα πράως φέρειν. Ἐπεὶ καὶ ὁ διδάσκαλος ἐπειδὰν ἴδῃ τὸν μαθητὴν μηδὲν καρπούμενον παρὰ τῆς αὐτοῦ σπου δῆς, οὐχ ὡς ἔτυχεν ἀλγεῖ καὶ ὀδυνᾶται, ὁρῶν ἑαυτὸ μάτην πονούμενον.
δʹ. Ταῦτα λέγω νῦν, οὐχ ἵνα λυπήσω τὴν ὑμετέραν ἀγάπην, ἀλλ᾽ ἵνα διεγείρω καὶ παρασκευάσω, μήτε ἁπλῶς κατατείνειν τὸ σῶμα τῇ νηστείᾳ, μήτε εἰκῆ καὶ μάτην τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς παρατρέ χειν. Καὶ τί λέγω τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς, ὅπου γε ἡμᾶς προσήκει, μήτε μίαν ὅλως ἡμέραν παρα πέμπεσθαι, εἰ οἷόν τε, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς, ἐν ᾗ μὴ κέρδος πνευματικὸν ἑαυτοῖς ἐναποτιθέμεθα, ἢ δι᾽ εὐχῆς, ἢ δι᾽ ἐξομολογήσεως, ἢ δι᾽ εὐποιίας, ἢ δι᾽ ἑτέρας τινὸς ἐργασίας πνευματικῆς; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἄῤῥητα ἐκεῖνα ῥήματα ἀκού σας, ἃ μέχρι τῆς σήμερον οὐδεὶς ἔγνω, ἐβόα λέγων· Καθ᾽ ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν· διδάσκων ἡμᾶς, ὅτι οὕτως ἑαυτὸν τοῖς κιν δύνοις τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐξεδίδου, ὡς παρ᾽ αὐτὸν τὸν θάνατον γίνεσθαι ἐφ᾽ ἑκάστης ἡμέρας, καὶ ὅπερ ἡ φύσις οὐκ ἐδέχετο (ἑνὶ γὰρ θανάτῳ πάντες ὑποκείμεθα) τοῦτο ἡ φιλονεικία τῆς προαιρέσεως αὐτοῦ κατώρθου, εἰ καὶ ὁ φιλάνθρωπος Θεὸς ἐπὶ πλέον αὐτὸν διετήρει διὰ τὴν τῶν λοιπῶν σωτηρίαν· εἰ τοίνυν ἐκεῖνος ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ γῆς φαινόμενος, καθ᾽ ἑκάστην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπο λογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθω μάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον ἡμῖν προσὸν ἱκανὸν εἰς αὐτὸ τῆς ἀπ ωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιού μενοι σπουδὴν, κἂν γοῦν ταῦτα διορθοῦν; ὅταν δὲ ὁ αὐτὸς πολλάκις εὑρίσκοιτο, μὴ μόνον ἓν ἐλάττωμα ἔχων, ἀλλὰ καὶ πλείονα, καὶ ὀργίλος ᾖ, καὶ ἀκόλαστος, καὶ πλεονέκτης, καὶ βάσκανος, καὶ θυμώδης, καὶ μήτε ταῦτα διορθοῦν βούλοιτο, μήτε τῶν τῆς ἀρετῆς ἔργων ἐφά πτεσθαι, ποία λοιπὸν ἂν γένοιτο σωτηρίας ἐλπίς; Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, ἵνα ἕκαστος τῶν ἀκουόν των τὸ κατάλληλον ἑαυτῷ φάρμακον δεχόμενος ἐκ τῶν παρ᾽ ἡμῶν λεγομένων, σπουδάσῃ ταχέως, καὶ τῶν ἐν οχλούντων παθῶν ἀπαλλαγεὶς πρὸς ὑγίειαν ἐπανελθεῖν, καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν ἑαυτὸν ἐπιτήδειον κα ταστῆσαι. Καὶ γὰρ ἐπὶ τῶν καμνόντων τὰ σώματα, κἂν μυριάκις ὁ ἰατρὸς ἐπιθῇ τὰ φάρμακα, ὁ δὲ ἄῤῥωστος μὴ ἀνέχηται ἐπιμένειν τὴν ἀπὸ τοῦ φαρμάκου θεραπείαν, ἀλλὰ πολλάκις δυσχεραίνων μετὰ τὸ ἐπιθεῖναι τὸν ἰατρὸν, οὐκ ἀνεχόμενος τῆς ἀλγηδόνος ἀποῤῥίπτοι τοῦτο, καὶ μὴ καταδέξοιτο τὴν ἐξ αὐτοῦ ὠφέλειαν, οὐδεὶς ἂν τῶν εὖ φρονούντων μέμψοιτο τῷ ἰατρῷ τῷ τὰ παρ᾽ ἑαυτοῦ πάντα εἰσαγαγόντι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα ἡμεῖς μὲν τὸ φάρμακον τὸ ἀπὸ τῆς διδασκαλίας τῆς πνευματικῆς κατασκευάσαντες ἐπιτίθεμεν· ὑμέτερον δὲ ἂν εἴη λοιπὸν καὶ ἀνέχεσθαι τῶν ἀλγηδόνων, καὶ τῆς θε ραπείας ἀπόνασθαι, καὶ ἀπαλλαγέντας τῆς νόσου πρὸς τὴν ἀληθῆ ὑγίειαν ἐπανελθεῖν. Οὕτω γὰρ καὶ αὐτοὶ πολ λὴν τῆς ὠφελείας τὴν αἴσθησιν λήψεσθε, καὶ ἡμεῖς οὐ μικρὰν ἕξομεν τὴν παραμυθίαν, ὁρῶντες τοὺς πρότερον κάμνοντας, οὕτω ταχέως πρὸς ὑγίειαν ἐπανελθόντας. Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, εἰ καὶ μὴ πρό τερον, κἂν γοῦν ἐκ τοῦ παρόντος σπουδαζέτω, ὅπερ οἶδεν ἐνοχλοῦν αὐτῷ ἐλάττωμα τῶν ἄλλων πλέον πα θῶν, τοῦτο ἐκτέμνειν τῆς ψυχῆς, καὶ τῷ εὐσεβεῖ λογισμῷ, καθάπερ μαχαίρᾳ τινὶ πνευματικῇ χρώμενος, οὕτως ἑαυτὸν τοῦ πάθους ἀπαλλαττέτω. Δέδωκε γὰρ ἡμῖν ὁ Θεὸς λογισμὸν ἀρκοῦντα, καὶ δυνάμενον, εἰ βου ληθείημεν μικρὸν διαβλέψαι, ἑκάστου τῶν ἐν ἡμῖν τικτομένων παθῶν περιγίνεσθαι. Διὰ τοῦτο καὶ τῶν ἁγίων ἡμῖν ἁπάντων τοὺς βίους καὶ τὴν πολιτείαν διὰ τῶν θείων Γραφῶν ἀνάγραπτον καταλέλοιπεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα μαθόντες, ὡς τῆς αὐτῆς ἡμῖν ὄν τες φύσεως, ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, μὴ ῥᾳθυμῶμεν περὶ τὴν ταύτης ἐργασίαν. εʹ. Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος Παῦ λος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι, καὶ ὥσ περ εἰς ἀρχέτυπον εἰκόνα τινὰ, εἰς τὴν τούτου ψυχὴν ἐνορῶν, ἐκπλήττομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ λογίζομαι, ὅτι πᾶσαν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσε· καὶ ἡμῶν ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, ὅταν καὶ τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐ τοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐν τοσαύτῃ καιρῶν δυσ κολίᾳ γεγονὼς, καθ᾽ ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἑλκό μενος, σπαραττόμενος, καὶ δημοσίᾳ συρόμενος ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων, οἳ καὶ νομίσαντες αὐτὸν πολλάκις τεθνάναι, τότε λοιπὸν, ὡς εἰς ἔργον ἀγαγόντες τὴν φονικὴν αὐτῶν γνώμην, οὕτω κατέλιπον; Εὑρίσκε ταί τις ἡμῶν τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδεικνύμενος, οὕτως ἀναπεπτωκότων, καὶ τοσαύτῃ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδεδωκότων; Ἀλλ᾽ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κη ρύγματος καθ᾽ ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος. Ἡνίκα γὰρ εἰς ἀνάγκην κατέστη διὰ τὴν τῶν ψευδαποστόλων ἀπάτην τὰ ἑαυτοῦ διηγεῖσθαι· οὕτω γὰρ ἦν αὐτῷ τοῦτο βαρὺ καὶ ἐπαχθὲς, ὡς καὶ ἀνα δύεσθαι, καὶ μηδέποτε βούλεσθαι ταῦτα εἰς μέσον ἄγειν, ἀλλὰ καὶ τολμᾷν ἑαυτὸν καλεῖν βλάσφημον, καὶ διώκτην· ἐπειδὴ δὲ πολλὴν εἶδε τὴν ἀνάγκην, ὑπὲρ τοῦ ἀποῤῥά ψαι τὰ στόματα τῶν ἀπατεώνων, καὶ μικρὰν δοῦναι τὴν παραψυχὴν τοῖς μαθητευομένοις, οὕτω πως ἤρξατο μετὰ τὸ πολλὰ ἕτερα εἰπεῖν· Ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλό θεον, οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, παιδεύων ἡμᾶς μήποτε ἁπλῶς ἄνευ ἀνάγκης, καὶ μηδενὸς καταναγκάζοντος, τὰ ὑφ᾽ ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴ γέ τινες ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ, φησὶν, ἐν ἀφρο σύνῃ λέγω, τολμῶ κἀγώ· τοῦτ᾽ ἔστιν, ἐπειδὴ πολλὴν ὁρῶ τὴν ἀνάγκην, τολμῆσαι βούλομαι, καὶ ἀφροσύνης ἔργον ἐπιδείξασθαι. Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ. Ἐπὶ τού τοις, φησὶ μέγα φρονοῦσι· μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγε, Διάκονοι Χριστοῦ εἰσι, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. ϛʹ. Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν. Ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύ νην ἐκάλεσε τὸ γεγενημένον ὑπ᾽ αὐτοῦ, καίτοι εἰς τοσαύ την ἀνάγκην καταστὰς, οὐδὲ οὕτως ἠρκέσθη τοῖς εἰρημέ νοις· ἀλλ᾽ ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκείνους ὑπερακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλ αυτίας αὐτὸν ταῦτα φθέγγεσθαι, πάλιν ἀφροσύνην καλεῖ τὸ παρ᾽ αὐτοῦ λεγόμενον, μονονουχὶ λέγων· μὴ γὰρ οὐκ οἶδα, ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς προσιστάμενον καὶ οὐκ ἐμοὶ πρέπον; ἀλλ᾽ ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ μοι, φησὶ, παρα φροσύνης ῥήματα φθεγγομένῳ. Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατ ορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττειν ἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώ πων θηρᾶσθαι δόξαν ἐκπομπεύοντες, καὶ εἰς μέσον προ τιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς πα ρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες. Ἀλλ᾽ οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν. Ἀλλὰ τί; Διάκο νοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λέγω, ὑπὲρ ἐγώ· εἶτα λοιπὸν ἐντεῦθεν ἐκεῖνα εἰς μέσον ἄγει, ὧν οἱ ψευδ απόστολοι οὐδὲν ἦσαν ἐπιδεδειγμένοι. Πῶς γὰρ οἱ καὶ τῇ ἀληθείᾳ πολεμοῦντες, πρὸς τὸ ἐμποδίσαι τῷ κηρύγ ματι τῆς εὐσεβείας πάντα διαπραττόμενοι, καὶ τῶν ἀφελεστέρων τὰς διανοίας παρασαλεύοντες; Εἰπὼν τοί νυν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρείας αὐτοῦ κατορθώματα, καί φησιν· Ἐν κόποις περισσο τέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τί λέγεις; Ξένον τι καὶ παράδοξόν ἐστι τὸ παρὰ σοῦ λεγόμενον. Ἔστι γὰρ πολλάκις θάνατον ὑπο μεῖναι; Ναὶ, φησὶν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· διδάσκων ἡμᾶς, ὅτι τοιούτοις διηνεκῶς ἑαυτὸν κινδύνοις ἐξεδίδου διὰ τὸ κήρυγμα τοῖς θάνατον αὐτῷ τίκτουσιν, ἀλλ᾽ ἡ τοῦ Θεοῦ χάρις ἐν αὐτοῖς μέσοις τοῖς κινδύνοις τὸν ἀθλητὴν διεφύλαττεν, ὥστε τοῖς μαθητευομένοις πολλὴν γίνεσθαι παρ᾽ αὐτοῦ τὴν ὠφέλειαν. Ἐν θανά τοις, φησὶ, πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσ σαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐν πόλεσιν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύ νοις ἐν θαλάσσῃ. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπη τοὶ, τὰ εἰρημένα· ἕκαστον γὰρ τούτων καθ᾽ ἑαυτὸ μόνον πέλαγος ἡμῖν ὑποδείκνυσι πειρασμῶν. Οὐδὲ γὰρ ἁπλῶς ὁδοιπορίαν μίαν εἶπεν· ἀλλ᾽, Ὁδοιπορίαις, φησὶ, πολ λάκις· οὐδὲ κίνδυνον ποταμῶν, ἀλλὰ πολλοὺς καὶ διαφό ρους κινδύνους, καὶ πάντα μετὰ πολλῆς τῆς ὑπερβολῆς ὑπέμεινε. Καὶ μετὰ ταῦτα ἅπαντα πάλιν φησίν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. ζʹ. Ὅρα πάλιν ἄλλο πέλαγος ἡμῖν πειρασμῶν ἀνοιγό μενον. Εἰπὼν γὰρ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ πάλιν ἡμᾶς διδάσκει τὰς ἐπισυστάσεις, καὶ τὰς συστροφὰς ἃς ὑπέμεινεν, οὕτω λέγων· Ἡ ἐπισύστασίς μου ἡ καθ᾽ ἡμέραν, ἡ μέ ριμνα πασῶν τῶν Ἐκκλησιῶν. Ἰδοὺ πάλιν καὶ τοῦτο ἱκανὸν κατόρθωμα, εἰ καὶ μόνον τυγχάνει, εἰς αὐτὴν αὐτὸν ἐναγαγεῖν τὴν ἄκραν κορυφὴν τῆς ἀρετῆς· Ἡ μέριμνα, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν, οὐχὶ μιᾶς, καὶ δύο, καὶ τριῶν, ἀλλὰ πασῶν τῶν κατὰ τὴν οἰκουμέ νην. Ὅσην γὰρ ἥλιος διατρέχει γῆν τὰς οἰκείας ἀκτῖνας ἀφιεὶς, τοσαύτην καὶ ὁ μακάριος οὗτος εἶχε τὴν μέριμναν καὶ τὴν φροντίδα. Εἶδες πλάτος ψυχῆς; εἶδες διανοίας μέγεθος; Καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα, ὡς εἰπεῖν, τὰ εἰρημένα ἀποκρύπτει. Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαὶ, πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία· πόση ἡ ἀγρυπνία· πόση ἡ μέριμνα. Ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα τοῦ παιδὸς αὐτῆς πυρέττοντος, καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακά ριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλ λον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο; Σκόπει γάρ μοι λέξεως ἔμφασιν. Οὐκ εἶπε, τίς σκανδα λίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι; ἀλλὰ Πυροῦμαι, φησὶ, τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δηλῶν, καὶ μονονουχὶ δεικνὺς ἐμπυριζόμενον ἑαυτὸν, καὶ καιόμενον ἔνδοθεν ὑπὲρ τῶν τὰ σκάνδαλα ὑπομενόντων. Οἶδα ὅτι εἰς πολὺ μῆκος ἐξέτεινα τὴν διδασκαλίαν, καὶ ταῦτα προῃρη μένος σήμερον συστεῖλαι, ἵνα μικρὸν ἐκ τοῦ τῆς νηστείας πόνου ἀνεθῆναι δυνηθῆτε· ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἐμπεσὼν εἰς τὸν πλοῦτον τῶν κατορθωμάτων τοῦ ἁγίου τούτου, καθάπερ ὑπὸ ῥύμης ὑδάτων σφοδροτάτης, οὕτω τὴν γλῶτταν παρεσύρην. Διὸ μέχρι τούτου στήσας τὸν λόγον, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πά θεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον, καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργα στηρίου ἑστηκὼς, ἐπειδὴ ἠβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπήλαυσε τῆς ἄνωθεν φιλοτιμίας. Καὶ ἡμεῖς τοίνυν, ἐὰν βουληθῶμεν τὰ παρ᾽ ἑαυτῶν ἐπιδεί ξασθαι, οὐδὲν τὸ κωλύον τῶν αὐτῶν ἡμᾶς ἀπολαῦσαι. Φιλότιμος γὰρ ὁ Δεσπότης, καὶ Βούλεται πάντας ἀν θρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ θεῖν. Ἀξίους τοίνυν ἑαυτοὺς κατασκευάσωμεν, καὶ μετὰ προθυμίας ζεούσης τῆς ἀρετῆς ὀψὲ γοῦν ποτε ἐπιλαβώμεθα, καὶ τῶν ἐν ἡμῖν παθῶν τὴν διόρθωσιν ἐπιδειξάμενοι ἐπιτηδείους ἑαυτοὺς ἀπεργασώμεθα πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχήν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου