ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 12 ΟΜΙΛΙΑ ΙΒ.Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως·

Παρασκευή 30 Σεπτεμβρίου 2016

12 ΟΜΙΛΙΑ ΙΒ.Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως·



Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ ΙΒʹ

Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γε νέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»


αʹ. Φέρε δὴ σήμερον πληρώσωμεν ἡμῶν τὴν ὑπόσχεσιν, καὶ τῆς συνήθους ἁψώμεθα διδασκαλίας, καὶ τῇ ἀκολου θίᾳ τῶν πρῴην εἰρημένων συνάψωμεν καὶ τὰ μέλλοντα νῦν ῥηθήσεσθαι, Ἴστε γὰρ, ὅτι καὶ ἅπαξ καὶ δεύτερον σπεύδοντας ἡμᾶς, καὶ βουλομένους τοῦτο ποιῆσαι, ἡ περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια τὴν γλῶτταν ἡμῖν εἰς τὴν πρὸς ἐκείνους παραίνεσιν μετήγαγε. Ποτὲ μὲν γὰρ τοὺς νενοσηκότας τῶν ἀδελφῶν, καὶ διὰ συνηθείας πρόληψιν ἀποσχίζοντας ἑαυτοὺς τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, καὶ τὴν ἡδονὴν τῆς ἁγίας ἑορτῆς ἡμῖν ἀκρωτηριάζοντας, διὰ τῆς πολλῆς παρα κλήσεως καὶ συμβουλῆς ἐπείθομεν, μὴ ἐπὶ πολὺ χωρί ζειν ἑαυτοὺς τῆς τοῦ Χριστοῦ ποίμνης, μηδὲ ἔξω τοῦ σηκοῦ τούτου τοῦ πνευματικοῦ πλανᾶσθαι, καὶ τῷ μὲν λόγῳ καὶ τῷ ὀνόματι ἡμῖν ἡνῶσθαι, τῇ δὲ ἀληθείᾳ Ἰου δαίοις κατακολουθεῖν τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ λύχνῳ προσηλωμένοις, μετὰ τὴν ἔλλαμψιν τοῦ τῆς δικαιοσύνης ἡλίου· ποτὲ δὲ τῶν ἐνταῦθα συλλεγομέ νων τοὺς ἀμυήτους παρεκαλέσαμεν ἐπιδραμεῖν τῇ κλήσει τῇ πνευματικῇ, καὶ πάντα ὕπνον, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξαμένους, πόθῳ ζέοντι, καὶ προθυμίᾳ συντετα μένῃ ἑτοίμους ἑαυτοὺς πρὸς τὴν ὑποδοχὴν τῆς βασιλικῆς δωρεᾶς ἀπεργάσασθαι, καὶ σπεῦσαι πρὸς τὸν τὴν ἄφεσιν τῶν πεπλημμελημένων δωρούμενον, καὶ τὰ μυρία ἀγαθὰ μετὰ δαψιλείας παρέχοντα.



 Ἐπεὶ οὖν καὶ τῶν περὶ τὴν τοῦ πάσχα ἑορτὴν σφαλλομένων, καὶ διὰ τῆς νομιζομένης ταύτης μικρᾶς παρατηρήσεως μεγάλα ἑαυτοὺς ζημιούν των, τὴν ἡμῖν ἁρμόττουσαν πρόνοιαν ἐποιησάμεθα, κατάλληλον αὐτῶν τῷ τραύματι τὴν θεραπείαν ἐπαγα γόντες, καὶ τοῖς ἀμυήτοις τὴν προσήκουσαν νουθεσίαν προσηγάγομεν, ἀκόλουθον ἂν εἴη λοιπὸν, ἐπειδὴ πρὸς τὰ κατεπείγοντα τῶν νοσημάτων ἔστημεν, καὶ τὸ αὐτῶν ἐπληρώσαμεν, κοινῇ πᾶσιν ὑμῖν σήμερον ἑστίασιν πα ραθεῖναι τὴν πνευματικήν. Ὥσπερ γὰρ πρὶν ἢ τῶν ἀδελ φῶν τῶν ἡμετέρων τὴν ἐπιμέλειαν ποιήσασθαι, εἰ τὴν πρὸς ἐκείνους παραίνεσιν καταλιπόντες, τῆς ἀκολουθίας ἐχόμενοι, παρείδομεν κάμνοντας αὐτοὺς, εἰκότως ἄν τις ἡμῖν μέμψαιτο ὡς τὸν ἐπιτήδειον καιρὸν παραδραμοῦ σιν· οὕτω νῦν, ἐπειδὴ μηδὲν παραλέλειπται τῶν εἰς δύ ναμιν ἡμετέραν, ἀλλὰ τὸν τῆς διδασκαλίας λόγον ἐποιη σάμεθα, καὶ τὸ ἀργύριον κατεβάλομεν, καὶ τὰ σπέρματα τῇ γῇ ταύτῃ τῇ πνευματικῇ παρακατεθέμεθα, ἀκό λουθόν ἐστι πάλιν τὰ παρὰ τοῦ μακαρίου Μωϋσέως ἀνα γνωσθέντα εἰς μέσον προθεῖναι, ἵνα τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴκαδε ἀναχωρήσωμεν. Τίνα οὖν ἐστιν, ἀκούσωμεν. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Σκόπει μοι πάλιν τοῦ θαυ μαστοῦ τούτου προφήτου τὴν σύνεσιν, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τὴν διδασκαλίαν. Μετὰ γὰρ τὸ διηγή σασθαι ἡμῖν κατὰ μέρος τὰ τῆς δημιουργίας ἅπαντα, καὶ τὰ ἔργα τῶν ἓξ διελθεῖν ἡμερῶν, καὶ τὴν τοῦ ἀν θρώπου δημιουργίαν, καὶ τὴν ἐξουσίαν τὴν παρασχεθεῖ σαν αὐτῷ πάντων τῶν ὁρωμένων, νῦν πάλιν ἀνακεφα λαιούμενος τὰ πάντα, φησίν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο. Ἄξιον ἐνταῦθα ζη τῆσαι, τίνος ἕνεκεν βίβλον αὐτὴν καλεῖ οὐρανοῦ τε καὶ γῆς, καίτοι πολλὰ ἕτερα τῆς βίβλου περιεχούσης, καὶ διδασκούσης ἡμᾶς, καὶ περὶ ἑτέρων πλειόνων, καὶ περὶ τῆς τῶν δικαίων ἀρετῆς, καὶ περὶ τῆς τοῦ Θεοῦ φιλαν θρωπίας, καὶ τῆς συγκαταβάσεως, ἣν ἐπεδείξατο περί τε τὸν πρωτόπλαστον, καὶ περὶ ἅπαν τὸ τῶν ἀνθρώπων γένος, καὶ περὶ ἑτέρων δὲ πολλῶν, ἅπερ οὐκ ἂν εἴη τοῦ παρόντος καιροῦ καταλέγειν. Μὴ ξενισθῇς, ἀγαπητέ· ἔθος γὰρ τοῦτο τῇ θείᾳ Γραφῇ, μὴ πανταχοῦ κατὰ μέρος ἡμῖν ἅπαντα διηγεῖσθαι, ἀλλ᾽ ἀπὸ τῶν συνεκτικωτάτων ἀρχομένην καταλιμπάνειν τὰ ἑξῆς σκοπεῖν τοῖς εὐγνώ μοσιν ἀκοαῖς δεχομένοις τὰ λεγόμενα. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὕτως ἐστὶν, ἐξ αὐτῶν τῶν νῦν ἀνεγνωσμένων τοῦτο δῆλον ὑμῖν καθίστημι. Ἰδοὺ γὰρ ἐν τοῖς προλα βοῦσι διδάξασα ἡμᾶς ἡ θεία Γραφὴ τὴν κατὰ μέρος ἁπάντων δημιουργίαν, νῦν οὐ πάντων μέμνηται, ἀλλά φησιν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἑξῆς.

βʹ. Ὁρᾷς πῶς πάντα τὸν λόγον εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν περιστρέφει, ἡμῖν καταλιμπάνουσα ἐκ τούτων πάντα τὰ ἄλλα συνιδεῖν; Ὅταν γὰρ εἴπῃ οὐρανὸν καὶ γῆν, πάντα ὁμοῦ συνελοῦσα εἶπε, τά τε ἐν τῇ γῇ, τά τε ἐν τῷ οὐρανῷ. Ὥσπερ οὖν ἐπὶ τῆς τῶν δημιουργημάτων διη γήσεως οὐ πάντα καθεξῆς λέγει, ἀλλὰ τῶν συνεκτικω τάτων μνημονεύουσα, οὐκέτι καθ᾽ ἓν ἡμῖν ἅπαντα διη γεῖται· οὕτω καὶ τὴν βίβλον πᾶσαν, εἰ καὶ πολλὰ ἕτερα περιέχει, βίβλον γενέσεως οὐρανοῦ τε καὶ γῆς ὠνόμα σεν, ἡμῖν καταλιμπάνουσα λοιπὸν διὰ τῆς τούτων μνή μης ἀναλογίζεσθαι, ὅτι πάντα ἀνάγκη ἐν ταύτῃ τῇ βίβλῳ περιέχεσθαι τὰ ὁρώμενα, τά τε ἐν τῷ οὐρανῷ, τά τε ἐν τῇ γῇ. ᾟ ἡμέρᾳ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρα νὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσ ωπον τῆς γῆς. Πολὺς ὁ ἐγκεκρυμμένος θησαυρὸς τοῖς βραχέσι τούτοις ῥήμασι· διὸ προσήκει μετὰ πολλῆς τῆς συνέσεως, ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος ὁδηγουμένους ἡμᾶς ἀναπτύξαι τὰ εἰρημένα, καὶ κοινωνοὺς ὑμᾶς λαβεῖν τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον τὰ μέλλοντα προγινῶσκον, ἵνα μηδενὶ τῶν μετὰ ταῦτα ἐξῇ φιλονεικεῖν, καὶ ἀπεναντίας τῇ θείᾳ Γραφῇ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπιφέρειν τοῖς τῆς Ἐκκλησίας δόγμασι, καὶ νῦν πάλιν, μετὰ τὸ διδάξαι τῶν δημιουργη θέντων τὴν τάξιν, καὶ τί μὲν πρῶτον παρήχθη, τί δὲ δεύ τερον, καὶ ὅτι τὰ ἀπὸ τῆς γῆς σπέρματα τῷ λόγῳ καὶ τῷ προστάγματι ὑπηρετουμένη τοῦ Δεσπότου ἐξέδωκεν ἡ γῆ, καὶ πρὸς τὰς ὠδῖνας διηγέρθη, οὔτε τοῦ ἡλίου πρὸς συνέργειαν δεηθεῖσα, (πῶς γὰρ τοῦ μηδέπω δη μιουργηθέντος;) οὔτε τῆς τῶν ὑετῶν ἐπομβρίας, οὔτε τῆς τοῦ ἀνθρώπου ἐργασίας· οὐδὲ γὰρ οὗτος ἦν παρα χθεὶς εἰς τὸ μέσον· διὰ τοῦτο πάλιν κατὰ μέρος πάντων μνημονεύει, ἵνα τῶν ἀναισχυντεῖν ἐπιχειρούντων ἐπιστο μίσῃ τὴν ἀκόλαστον γλῶτταν. Τί γάρ φησιν; ᾟ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς,  καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Τοῦτο βούλεται εἰπεῖν, ὅτι τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι τὰ πρό τερον μὴ ὄντα εἰς τὸ εἶναι ὑπέστη, καὶ ἅπερ οὐκ ἦν, ταῦτα ἀθρόον ἐδείκνυτο. Ὁ χόρτος, ὁ ἐκ τῆς γῆς ἀνα διδόμενος· χόρτον δὲ ὅταν εἴπῃ, τὰ σπέρματα ἅπαντα λέ γει. Καὶ περὶ τῶν ὑετῶν διδάσκουσα ἡμᾶς, πάλιν ἡ θεία Γραφὴ ἐπήγαγεν· Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν· τοῦτ᾽ ἔστιν, οὐδέπω οὐδὲ ὑετοὶ ἄνωθεν κατεφέροντο· καὶ μετὰ τοῦτο λοιπὸν δείκνυσιν ἡμῖν, ὅτι οὐδὲ τῆς τοῦ ἀν θρώπου ἐργασίας ἐδεήθη· Ἄνθρωπος γὰρ, φησὶν, οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν· μονονουχὶ βοῶσα, καὶ λέγουσα τοῖς μετὰ ταῦτα ἅπασιν, ὅτι ταῦτα ἀκούοντες μάθετε, πῶς ἐξ ἀρχῆς ἅπαντα παρήχθη τὰ ἀπὸ τῆς γῆς ἀναδι δόμενα, καὶ μὴ τῇ ἐπιμελείᾳ τῶν τὴν γῆν θεραπευόντων τὸ πᾶν λογίζεσθε, μηδὲ ἐκείνοις τὰς ὠδῖνας ταύτας ἐπιγράφετε, ἀλλὰ τῷ λόγῳ καὶ τῷ ἐπιτάγματι τῷ ἐξ ἀρχῆς πρὸς αὐτὴν παρὰ τοῦ δημιουργήσαντος αὐτὴν γε νομένῳ. Ταῦτα δὲ ἅπαντα γίνεται, ἵνα μάθωμεν, ὅτι οὐκ ἐδεήθη τῆς τῶν ἄλλων στοιχείων συνεργείας πρὸς τὴν τῶν οἰκείων σπερμάτων ἀνάδοσιν, ἀλλ᾽ ἠρκέσθη τῷ ἐπι τάγματι τοῦ δημιουργοῦ. Καὶ τὸ δὴ θαυμαστὸν καὶ πα ράδοξον, οὗτος ὁ νῦν τῷ οἰκείῳ λόγῳ πρὸς τὴν τῶν τοσού των σπερμάτων βλάστην αὐτὴν διεγείρας, καὶ τὴν οἰκείαν δύναμιν ἐπιδειξάμενος, ὑπερβαίνουσαν τὸν ἀνθρώπινον λογισμὸν, ταύτην αὐτὴν τὴν βαρεῖαν, καὶ τὸν τοσοῦτον κόσμον ἐπὶ τῶν οἰκείων νώτων φέρουσαν ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσε, καθὼς ὁ προφήτης φησὶν, Ὁ θεμελιώσας ἐπὶ τῶν ὑδάτων τὴν γῆν. Ποῖος λογισμὸς ἀνθρώ πινος ἐφικέσθαι τούτων δυνήσεται; Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι οἰκίας οἰκοδομούμενοι, καὶ θεμελίους κατα βάλλειν βουλόμενοι, πρότερον διασκάπτοντες, καὶ εἰς τὸ βάθος κατιόντες, κἂν μικρὰν νοτίδα ἴδωσι, πάντα ποιοῦ σιν, ὥστε πᾶσαν αὐτὴν ἐξαντλῆσαι, καὶ οὕτω τοὺς θε μελίους καταβαλεῖν· διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δη μιουργὸς ἀπεναντίας τῇ ἀνθρωπίνῃ φύσει ἅπαντα δη μιουργεῖ, ἵνα μάθῃς καὶ ἐκ τούτων αὐτοῦ τὴν ἄφατον δύναμιν, καὶ ὅτι, ἐπειδὰν βουληθῇ, καὶ αὐτὰ τὰ στοιχεῖα τὰ ἐναντία τῇ οἰκείᾳ ἐνεργείᾳ ἐπιδείκνυται, τῷ ἐπι τάγματι τοῦ δημιουργήσαντος ὑπηρετούμενα.

γʹ. Καὶ ἵνα σαφέστερον ὑμῖν γένηται τὸ λεγόμενον, τέως ἐπ᾽ αὐτοῦ τοῦ προκειμένου τὸν λόγον γυμνάσωμεν, καὶ  τότε καὶ ἐφ᾽ ἕτερον μεταβησόμεθα. Τοῦτο γὰρ αὐτὸ ἐναν τίον ἐστὶ τῇ φύσει τῶν ὑδάτων, τὸ οὕτω βαρὺ σῶμα φέ ρειν· καὶ τῇ γῇ πάλιν ἐναντίον τὸ ἐπὶ τοιούτῳ θεμελίῳ τὴν ἕδραν ἔχειν. Καὶ τί θαυμάζεις; Κἂν γὰρ ἐφ᾽ ἑκά στου τῶν γενομένων διερευνῆσαι βουληθῇς, εὑρήσεις τοῦ δημιουργήσαντος ἄπειρον τὴν δύναμιν, καὶ ὅτι τῇ οἰκείᾳ βουλήσει ἡνιοχεῖ πάντα τὰ ὁρώμενα. Τοῦτο γὰρ καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν ἰδεῖν γινόμενον· τὸ γὰρ δαπανητικὴν ἔχον ἐνέργειαν, καὶ πάντων περιγινόμενον, καὶ πᾶσαν ὕλην λίθων, καὶ ξύλων, καὶ σωμάτων, καὶ σιδήρου μετ᾽ εὐκολίας καταναλίσκον, ἐπειδὴ προσέταξεν ὁ δημιουργὸς, σωμάτων ἁπαλῶν καὶ φθαρτῶν οὐχ ἥψατο, ἀλλ᾽ ἀβλα βεῖς τοὺς παῖδας διεφύλαττεν ἐν μέσῃ τῇ καμίνῳ. Καὶ μὴ θαυμάσῃς, εἰ τῶν σωμάτων αὐτῶν οὐχ ἥψατο, ἀλλ᾽ εὐταξίαν τοσαύτην ἐπεδείξατο τὸ ἄλογον στοιχεῖον ὅσην οὐδὲ ἔστιν εἰπεῖν. Οὐδὲ γὰρ ταῖς θριξὶν ἐλυμήνα το, ἀλλ᾽ ἐκύκλου μὲν αὐτοὺς, καὶ εἶχεν ἔνδον· καθάπερ δὲ ὑπακοὴν πληροῦσα ἡ τοῦ πυρὸς οὐσία, καὶ Δεσπότου ἐπιτάγματι ὑπηρετουμένη, ἀκεραίους καὶ ἀβλαβεῖς δι εφύλαττε τοὺς θαυμαστοὺς ἐκείνους παῖδας, καὶ ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ βαδίζοντες, μετὰ τοσαύτης ἀδείας ἐπὶ τῆς καμίνου διῆγον. Καὶ ἵνα μὴ νομίσῃ τις, ὅτι οὐκ ἦν ἐνέργεια πυρὸς τὸ ὁρώμενον, διὰ τοῦτο ὁ φι λάνθρωπος Δεσπότης οὐ τὴν ἐνέργειαν αὐτοῦ ἐπέδησεν, ἀλλ᾽ ἀφεὶς μένειν τὴν ἐνέργειαν αὐτοῦ τὴν καυστικὴν, τοὺς ἰδίους θεράποντας ἀνωτέρους τῆς ἐκ τούτου βλάβης εἰργάζετο. Ἀλλ᾽ ἵνα μάθωσι καὶ οἱ ἐμβαλόντες, ὅση τοῦ τῶν ὅλων Θεοῦ ἡ δύναμις, ἐπ᾽ ἐκείνων μὲν τὴν οἰκείαν ἐνέργειαν ἐπεδείκνυτο τὸ πῦρ· καὶ τὸ αὐτὸ ἐκείνους μὲν περιέστελλεν ἔνδον, τούτους δὲ ἔξω ἑστῶτας κατέφλεγε καὶ ἀνήλισκεν. Εἶδες πῶς, ὅταν ὁ Δεσπότης βούληται, ἕκαστον τῶν στοιχείων πρὸς τὴν ἐναντίαν μεθίστησιν οὐσίαν; Δημιουργὸς γάρ ἐστι καὶ Δεσπότης, καὶ πρὸς τὸ οἰκεῖον θέλημα ἅπαντα οἰκονομεῖ. Βούλεσθε καὶ ἐπὶ τῶν ὑδάτων πάλιν ἰδεῖν τὸ αὐτὸ τοῦτο γινόμενον; Καθά περ γὰρ ἐνταῦθα τὸ πῦρ τῶν μὲν ἔνδον ὄντων ἀπέσχετο, καὶ ἐπελάθετο τῆς οἰκείας ἐνεργείας, ἐπὶ δὲ τῶν ἔξω τυγχανόντων τὰ ἑαυτοῦ ἐπλήρου, οὕτω καὶ τὰ ὕδατα ὀψόμεθα τοὺς μὲν ὑποβρυχίους ἐργαζόμενα, ἑτέροις δὲ ὑποχωροῦντα, ὥστε ἀβλαβῶς αὐτοὺς διελθεῖν. Ἀναμνή σθητέ μοι νῦν τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων, καὶ τοῦ δήμου τῶν Ἑβραίων, ὅπως ἐκεῖνοι μὲν διὰ τὸ πρόσ ταγμα τοῦ Δεσπότου, τοῦ μεγάλου Μωϋσέως προηγου μένου, καθάπερ ἐπὶ ξηρᾶς, οὕτω διέβαινον διὰ τῆς θα λάσσης τῆς ἐρυθρᾶς· οἱ δὲ Αἰγύπτιοι μετὰ τοῦ Φαραὼ τὴν αὐτὴν αὐτοῖς ἐλθεῖν ὁδὸν βουληθέντες, ὑποβρύχιοι γενόμενοι κατεποντίζοντο. Οὕτως οἶδε καὶ τὰ στοιχεῖα αἰδεῖσθαι τοὺς τοῦ Δεσπότου θεράποντας, καὶ τὴν οἰ κείαν ὁρμὴν ἔσω κατέχειν. Ἀκούσωμεν ὅσοι θυμώδεις, ὅσοι ὀργίλοι, ὅσοι ὑπὸ τῶν ἄλλων παθῶν διὰ ῥᾳθυμίαν ἁλισκόμενοι τὴν ἑαυτῶν προδίδομεν σωτηρίαν, καὶ μι μησώμεθα τῶν ἀλόγων τούτων στοιχείων τὴν τοσαύτην ὑπακοὴν, ἡμεῖς οἱ λόγῳ τετιμημένοι. Εἰ γὰρ τὸ πῦρ, τὸ οὕτω δαπανητικὸν, τὸ οὕτω σφοδρὸν, σωμάτων φθαρτῶν καὶ οὕτως ἁπαλῶν ἀπέσχετο, ποίας ἂν τύχῃ συγγνώμης ἄνθρωπος, μὴ βουλόμενος τὸν ἑαυτοῦ χαλινῶσαι θυμὸν διὰ τὸ ἐπίταγμα τοῦ Δεσπότου, καὶ τὴν ὀργὴν τὴν πρὸς τὸν πλησίον ἐκβαλεῖν; Καὶ τὸ δὴ μεῖζον, ὅτι πῦρ ταύ την ἔχον τὴν οὐσίαν, τὸ καίειν λέγω, τὴν οἰκείαν ἐνέρ γειαν οὐκ ἐπεδείξατο, ὁ δὲ ἄνθρωπος, τὸ ἥμερον ζῶον, τὸ λογικὸν, τὸ ἐπιεικὲς, τὰ ἐναντία τῇ οἰκείᾳ φύσει δια πράττεται, καὶ διὰ ῥᾳθυμίαν εἰς τὴν τῶν θηρίων ὠμό τητα ἑαυτὸν ἐξάγει. Διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ πρὸς τὰ πάθη τὰ ἐνοχλοῦντα οὕτω καὶ τὰς τῶν ἀλόγων προσ ηγορίας, πολλαχοῦ δὲ καὶ τῶν θηρίων τοῖς λόγῳ τετιμη μένοις· ἐπιτίθησι· ποτὲ μὲν κύνας καλοῦσα διὰ τὸ ἀναί σχυντον καὶ ἰταμόν· Κύνες γὰρ, φησὶν, ἐνεοὶ, οὐ δυ νάμενοι ὑλακτεῖν· ποτὲ δὲ ἵππους διὰ τὸ λάγνον· Ἵπποι γὰρ θηλυμανεῖς ἐγένοντο, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζοντες· ποτὲ δὲ ὄνους, διὰ τὴν ἀγνωμοσύνην καὶ τὴν ἄνοιαν· Παρασυνεβλήθη γὰρ, φησὶ, τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ποτὲ δὲ λέοντας καὶ παρδάλεις, διὰ τὸ ἁρπα κτικὸν καὶ πλεονεκτικόν· ποτὲ δὲ ἀσπίδας, διὰ τὸ δολε ρόν· Ἰὸς γὰρ, φησὶν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ποτὲ δὲ ὄφεις καὶ ἔχεις, διὰ τὸν ἰὸν καὶ τὴν πονηρίαν, καθὼς καὶ ὁ μακάριος Ἰωάννης ἐβόα, λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; καὶ ἕτερα δὲ κατάλληλα τοῖς πάθεσιν ὀνόματα ἐπάγει, ἵνα κἂν οὕτως αἰδεσθέντες ὀψέ ποτε πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθωσι, καὶ σπεί σωνται πρὸς τὸ ὁμογενὲς, καὶ τοὺς τοῦ Θεοῦ νόμους προτιμοτέρους ἡγήσωνται τῶν οἰκείων παθῶν, οἷς διὰ ῥᾳθυμίαν ἑαυτοὺς ἐκδεδώκασιν. δʹ. Ἀλλ᾽ οὐκ οἶδα, πῶς ὑπὸ τῆς τοῦ λόγου ῥύμης εἰς ταῦτα ἐξέβημεν. Φέρε δὴ λοιπὸν ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον, καὶ ἴδωμεν τί καὶ ἕτερον σήμερον ἡμᾶς διδάξαι βούλεται ὁ μακάριος οὗτος προφήτης. Εἰπὼν γὰρ, Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, προϊὼν διηγεῖται ἡμῖν πάλιν ἀκριβέστερον τὴν τοῦ ἀν θρώπου δημιουργίαν. Καὶ ἐπειδὴ ἀνωτέρω συντόμως εἶπε· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, νῦν φησι, Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύ σησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγέ νετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Μέγα τὸ εἰρημένον, καὶ πολλῆς ἐκπλήξεως γέμον, καὶ ὑπερβαῖνον διάνοιαν ἀνθρωπίνην· Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρω πον, λαβὼν χοῦν ἀπὸ τῆς γῆς. Ὥσπερ ἐπὶ τῶν κτισμά των τῶν ὁρωμένων ἁπάντων ἔλεγον, ὅτι ἀπεναντίας τῇ φύσει τῇ ἀνθρωπίνῃ ἅπαντα διαπράττεται ὁ τῶν ὅλων δημιουργὸς, ἵνα καὶ διὰ τούτου ἡ ἄφατος αὐτοῦ δύναμις δειχθῇ· οὕτω καὶ ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως εὑ ρήσομεν νῦν γεγονός. Ὅρα γὰρ, τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσεν, ὅπερ οὐ χωρεῖ δέξασθαι λογισμὸς ἀνθρώ πινος ἄνευ πίστεως, καὶ τὰς οὐσίας δὲ πάσας ἐπειδὰν βουληθῇ, καθάπερ ἀπεδείξαμεν, ἐναντία τῇ οἰκείᾳ ἐνερ γείᾳ παρασκευάζει διαπράττεσθαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πλάσεως τοῦ ἀνθρώπου νῦν ἡμῖν ἐμφαίνει γεγονὸς ἡ θεία Γραφή. Ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄν θρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών. Τί λέγεις; Χοῦν λαβὼν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον; Ναὶ, φησὶ, καὶ οὐχ ἁπλῶς εἶπε γῆν, ἀλλὰ, Χοῦν, ὡς ἂν εἴποι τις, αὐτῆς τῆς γῆς τὸ λεπτότερον καὶ ἀτιμότερον. Μέγα σοι καὶ παράδοξον εἶναι δοκεῖ τὸ εἰρημένον· ἀλλ᾽ ἐὰν νοήσῃς τίς ὁ δημιουργὸς, οὐκέτι ἀπιστήσεις τῷ γινομένῳ, ἀλλὰ θαυμάσεις καὶ προσκυνήσεις τοῦ δημιουργοῦντος τὴν δύναμιν. Ἐὰν δὲ μέλλῃς πρὸς τὴν ἀσθένειαν τῶν σῶν λογισμῶν ταῦτα περιεργάζεσθαι, εἰκός γε κἀκεῖνό σε εἰς ἔννοιαν λαβεῖν, ὅτι ἀπὸ γῆς σῶμα οὐκ ἂν γένοιτό ποτε, ἀλλ᾽ ἢ πλίνθος, ἢ ὄστρακον, σῶμα δὲ τοιοῦτον οὐκ ἂν γένοιτο. Ὁρᾷς ὅτι ἐὰν μὴ καὶ δύναμιν εἰς ἔννοιαν λάβω μεν τοῦ δημιουργοῦντος, καὶ τοὺς οἰκείους λογισμοὺς τοὺς πολλὴν τὴν ἀσθένειαν προβεβλημένους κατευνάσω μεν, οὐ δυνάμεθα τῶν εἰρημένων τὸ ὕψος δέξασθαι; Τῶν γὰρ τῆς πίστεως ὀφθαλμῶν δεῖται τὰ λεγόμενα, καὶ ταῦτα μετὰ πολλῆς τῆς συγκαταβάσεως καὶ διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν οὕτω ῥηθέντα. Καὶ αὐτὸ γὰρ τὸ εἰπεῖν· Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐνεφύ σησεν, ἀνάξιον Θεοῦ· ἀλλὰ δι᾽ ἡμᾶς καὶ τὸ ἀσθενὲς τὸ ἡμέτερον οὕτω ταῦτα διηγεῖται ἡ θεία Γραφὴ, ἡμῖν συγκαταβαίνουσα, ἵνα ταύτης ἀξιωθέντες τῆς συγκατα βάσεως, ἀνελθεῖν πρὸς τὸ ὕψος ἐκεῖνο ἰσχύσωμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς Τέως οὐ μικρὰ ἡμῖν ἐντεῦθεν τίκτεται, ἐὰν νήφειν βουλώμεθα, ταπεινοφροσύνης διδασκαλία. Ὅταν γὰρ ἐννοήσωμεν, πόθεν ἔσχε τὴν ἀρχὴν τῆς συστάσεως ἡ φύσις ἡ ἡμετέρα, κἂν μυριάκις τὰς ὀφρῦς ἀνασπάσω μεν, συστελλόμεθα, ταπεινούμεθα, τὴν οὐσίαν ἑαυτῶν ἀναλογιζόμενοι, μετριάζειν παιδευόμεθα. Διὰ τοῦτο γὰρ καὶ ὁ Θεὸς, κηδόμενος ἡμῶν τῆς σωτηρίας, οὕτως ὡδή γησε τοῦ προφήτου τὴν γλῶτταν πρὸς τὴν ἡμετέραν δι δασκαλίαν. Ἐπειδὴ γὰρ εἶπε προλαβοῦσα ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, καὶ τὴν ἀρχὴν αὐτῷ πᾶσαν παρέδωκε τῶν ὁρωμένων, μὴ ἀγνοῶν τῆς οἰκείας οὐσίας τὴν σύ στασιν μεγάλα φαντασθῇ, καὶ ὑπερβῇ τοὺς οἰκείους ὅρους· διὰ τοῦτο ἐπαναλαμβάνουσα διδάσκει καὶ τὸν τρόπον τῆς συστάσεως, καὶ τῆς γενέσεως τὴν ἀρ χὴν, καὶ ὅθεν ὁ πρῶτος ἄνθρωπος παρήχθη, καὶ πῶς παρήχθη. Εἰ γὰρ καὶ μετὰ ταύτην τὴν διδασκαλίαν, καὶ μετὰ τὸ γνῶναι, ὅτι ἀπὸ τῆς γῆς ἔχει τὴν ἀρχὴν τῆς συστάσεως, ἐξ ἧς τὰ σπέρματα, ἐξ ἧς τὰ ἄλογα ζῶα, εἰ καὶ ἡ διάπλασις, καὶ τῆς ψυχῆς ἡ οὐσία ἡ ἀσώματος πολλὴν αὐτῷ τὴν προεδρίαν διὰ τὴν τοῦ Θεοῦ φιλαν θρωπίαν κεχάρισται· διὰ γὰρ ταύτην καὶ τὸ λογικὸς εἶ ναι, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἐδέξατο· εἰ τοίνυν καὶ ταῦτα μαθὼν, διὰ τὴν παρὰ τοῦ ὄφεως ἀπάτην ἰσοθεΐαν ἐφαντάσθη ὁ ἐκ γῆς πλασθείς· εἰ τῇ πρώτῃ διηγήσει ἠρκέσθη ὁ μακάριος οὗτος προφήτης, καὶ μὴ ἐπαναλα βὼν πάντα μετὰ ἀκριβείας ἡμᾶς ἐδίδαξε, ποῦ οὐκ ἂν μανίας ἐξωκείλαμεν;



εʹ. Ὥστε μέγιστον ἡμῖν ἐστιν εἰς διδασκαλίαν φιλοσο φίας τὸ μαθεῖν πόθεν ἐξ ἀρχῆς τὴν σύστασιν τῆς οὐσίας ἐσχήκαμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ἐπειδὴ ἀνθρώποις δι ελέγετο οὐ δυναμένοις ἑτέρως ἀκοῦσαι, ἢ ὡς ἀκοῦσαι ἡμᾶς δυνατὸν ἦν, οὕτω τῇ παχύτητι τῶν λόγων κέχρη ται, καὶ ἵνα διδάξῃ ἡμᾶς, ὅτι τοῦτον τὸν ἐκ τῆς γῆς πλασθέντα ἡ φιλανθρωπία τοῦ Δεσπότου ἐβουλήθη καὶ ψυχῆς οὐσίαν ἔχειν λογικὴν, δι᾽ ἧς τὸ ζῶον τοῦτο ἄρτιον καὶ τέλειον ἀπεδείκνυτο. Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ζωτικὴν, φησὶν, ἐνέργειαν τὸ ἐμφύσημα ἐχαρίσατο τῷ ἐκ γῆς πλασθέντι, καὶ τοῦτο ἐγένετο σύστασις τῆς οὐσίας τῆς ψυχῆς. Ἐπήγαγε γοῦν, Καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐκεῖνος ὁ πλασθεὶς, ὁ ἀπὸ τοῦ χοὸς, δεξάμενος τὸ ἐμφύσημα τὴν πνοὴν τῆς ζωῆς, Ἐγένετο, φησὶν, εἰς ψυχὴν ζῶσαν. Τί ἐστιν, Εἰς ψυχὴν ζῶσαν; Ἐνερ γοῦσαν, ἔχουσαν ὑπηρετούμενα τὰ μέλη τοῦ σώματος ταῖς αὐτῆς ἐνεργείαις, καὶ τῷ βουλήματι αὐτῆς ἑπόμενα. Ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἡμεῖς ἀντεστρέψαμεν τὴν τάξιν, καὶ τοσαύτη γέγονεν ἡ τῆς κακίας ἐπίτασις, ὡς ταύτην ἀναγκάζειν τοῖς τῆς σαρκὸς βουλήμασιν ἐξακολουθεῖν, καὶ τὴν ἐν τάξει δεσποίνης ὀφείλουσαν προκαθῆσθαι καὶ ἐπιτάττειν καταβιβάσαντες ἀπὸ τοῦ θρόνου, ὑπακούειν ταῖς τῆς σαρκὸς ἡδοναῖς καταναγκάζομεν, ἀγνοοῦντες αὐτῆς τὴν εὐγένειαν, καὶ ὅση ταύτης ἡ προεδρία τυγ χάνει. Ἐννόησον γάρ μοι τὴν τάξιν τῆς διαπλάσεως, καὶ λογίζου πρὸ τοῦ ἐμφυσήματος τοῦ Δεσπότου, ὅπερ αὐτῷ γέγονεν εἰς πνοὴν ζωῆς, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν, τί ἦν ὁ πλασθείς. Ἁπλῶς εἰκὼν ἄψυχος, καὶ ἀνενέργη τος, καὶ εἰς οὐδὲν χρήσιμος, ὥστε τὸ πᾶν καὶ τὸ εἰς τοσαύτην αὐτὸν τιμὴν ἀγαγὸν, ἐκεῖνό ἐστι τὸ παρὰ τοῦ Θεοῦ γεγονὸς εἰς αὐτὸν ἐμφύσημα. Καὶ ἵνα τοῦτο μὴ ἐκ τῶν τότε γεγενημένων, ἀλλὰ καὶ ἐκ τῶν νῦν καθ᾽ ἑκάστην ἡμέραν συμβαινόντων κατίδοις, ἐννόει μοι μετὰ τὴν τῆς ψυχῆς ἔξοδον τὸ σῶμα τοῦτο πῶς ἀηδὲς καὶ ἀτερπὲς φαίνεται· καὶ τί λέγω ἀηδὲς καὶ ἀτερπές; πῶς φευκτὸν, δυσωδίας ἐμπεπλησμένον, πάσης ἀμορφίας πεπληρωμένον, τὸ πρὸ τούτου, ἡνίκα τὴν ψυχὴν εἶχεν ἡνιοχοῦσαν, φαιδρὸν, χαρίεν, πολλῆς τῆς εὐμορφίας ἐμ πεπλησμένον, πολλῆς τῆς συνέσεως πεπληρωμένον, πολ λὴν ἐπιτηδειότητα ἔχον πρὸς τὴν τῶν ἀγαθῶν πράξεων ἐνέργειαν. Ταῦτα δὴ πάντα ἐννοοῦντες, καὶ λογιζόμενοι τὴν εὐγένειαν τῆς ἡμετέρας ψυχῆς, μηδὲν ἀνάξιον αὐτῆς διαπραττώμεθα, μηδὲ καταῤῥυπαίνωμεν αὐτὴν ταῖς ἀτόποις πράξεσι, καθέλκοντες αὐτὴν εἰς τὴν τῆς σαρκὸς ὑποταγὴν, καὶ περὶ τὴν οὕτως εὐγενῆ, καὶ τοσαύ της ἠξιωμένην προεδρίας, οὕτως ἀσυμπαθεῖς γινόμενοι, καὶ ἀγνώμονες. Διὰ γὰρ τὴν ταύτης οὐσίαν ἡμεῖς οἱ σώματι συμπεπλεγμένοι, ἐὰν βουληθῶμεν, δυνησόμεθα, τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἡμῖν συνεφαπτομένης, ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι, καὶ ἐν γῇ βαδίζοντες ὡς ἐν οὐρανῷ διάγοντες, οὕτω πολιτεύεσθαι, καὶ μηδὲν ἐκείνων ἔλαττον ἔχειν, ἀλλὰ τάχα κατά τι καὶ πλέον· καὶ πῶς, ἐγὼ λέγω. Ὅταν γὰρ εὑρεθῇ τις μετὰ τὸ σώ ματι φθαρτῷ συμπεπλέχθαι, τὰ αὐτὰ ταῖς ἄνω δυνάμεσι πολιτευόμενος, πῶς οὐ πλείονος ἀξιωθήσεται τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς, ὅτι καὶ ταῖς ἀνάγκαις τοῦ σώματος ὑποκείμενος ἀκέραιον τῆς ψυχῆς τὴν εὐγένειαν διετή ρησε; Καὶ τίς ἂν δυνηθείη, φησὶ, τοιοῦτος εὑρεθῆναί πο τε; Εἰκότως ἀδύνατον ἡμῖν τὸ πρᾶγμα νενόμισται διὰ τὸν πολὺν τῆς ἀρετῆς αὐχμόν. Εἰ δὲ βούλει μαθεῖν, ὅτι οὐκ ἔστι τοῦτο τῶν ἀδυνάτων, ἐννόησόν μοι ἐξ ἀρχῆς μέχρι τοῦ παρόντος τοὺς εὐαρεστήσαντας τῷ Δεσπότῃ, τὸν μέγαν Ἰωάννην ἐκεῖνον, τὸν τῆς στείρας υἱὸν, τὸν τῆς ἐρήμου πολίτην, Παῦλον τὸν τῆς οἰκουμένης διδά σκαλον, καὶ πάντα τῶν ἁγίων τὸν ὁρμαθὸν, οἳ τῆς αὐτῆς ἡμῖν φύσεως ἐτύγχανον, ταῖς αὐταῖς ἀνάγκαις τοῦ σώ ματος ὑποκείμενοι, καὶ μηκέτι λοιπὸν ἀδύνατον εἶναι τὸ πρᾶγμα νόμιζε, μηδὲ ὀκνηρότερος γίνου περὶ τὴν ἀρε τὴν, τοσαύτας λαβὼν τὰς ἀφορμὰς παρὰ τοῦ Δεσπότου πρὸς τὸ μετ᾽ εὐκολίας αὐτὴν ἀσπάσασθαι. Καὶ γὰρ εἰδὼς ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τὸ ἀσθενὲς ἡμῶν τῆς προαιρέσεως, καὶ τὸ εὐόλισθον, μεγάλα φάρμακα ἡμῖν κατέλιπε, τὴν ἐκ τῶν Γραφῶν ἀνάγνωσιν, ἵνα ταῦτα ἐπιθέντες ἑαυτοῖς συνεχῶς, καὶ τοὺς βίους ἀναλογιζό μενοι τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων ἀνδρῶν, εἰς ζῆλον ἐναγώμεθα, καὶ μὴ ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ φεύγωμεν κακίαν, καὶ πάντα ποιῶμεν, ὥστε μὴ ἀναξίους ἑαυτοὺς καταστῆσαι τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΓʹ
Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν.


αʹ. Ὁρῶν ὑμῶν τὸν πόθον τὸν ἀκόρεστον, καὶ τὴν ἐπιθυμίαν τὴν πολλὴν, καὶ συντεταμένην τὴν διάνοιαν, καὶ πάντας κεχηνότας, καὶ ἀνεπτερωμένους πρὸς τὴν πνευματικὴν διδασκαλίαν, καίτοι πολλὴν ἐμαυτῷ πενίαν συνειδὼς, συνεχῶς καὶ καθ᾽ ἑκάστην ἡμέραν τὴν πτωχὴν ταύτην καὶ εὐτελῆ τράπεζαν ὑμῖν παρατιθέναι σπουδάζω, θαῤῥῶν ὅτι τῇ ἐπιθυμίᾳ ἐκκαιόμενοι μετὰ προθυμίας δέξεσθε τὰ λεγόμενα, ἐπεὶ καὶ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμά των τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Ὅταν μὲν γὰρ διεγη γερμένην ἔχωσι τὴν ὄρεξιν οἱ δαιτυμόνες, κἂν πτωχή τις τυγχάνῃ ἡ τράπεζα, κἂν εὐτελὴς ᾖ ὁ ἑστιάτωρ, μετὰ πολλῆς τῆς ἡδονῆς δαπανῶσι τὰ παρατιθέμενα· ὅταν δὲ καταβεβλημένην ἔχωσιν ὄρεξιν οἱ ἑστιώμενοι, κἂν πολυ                     τελὴς τυγχάνῃ ἡ τράπεζα, καὶ ἔχῃ καὶ διάφορα τὰ ἐδέ σματα, οὐδὲν ὄφελος, οὐκ ὄντων τῶν δυναμένων χρή σασθαι τοῖς παρασκευασθεῖσιν. Ἐνταῦθα δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ προθυμία ὑμῶν διεγηγερμένη τυγχάνει, καὶ ἡ τράπεζα πνευματικὴ, μετὰ πολλοῦ τοῦ πόθου καὶ αὐτοὶ λέγομεν, εἰδότες ὅτι νηφούσαις ἀκοαῖς παρατιθέμεθα τὰ θεῖα ταῦτα διδάγματα. Ἐπεὶ καὶ γη πόνος ἐπειδὰν λιπαρὰν εὕρῃ καὶ βαθύγειον ἄρουραν τὰ παρ᾽ ἑαυτοῦ πάντα εἰς αὐτὴν ἐπιδειξάμενος, καὶ τοὺς αὔλακας ἀνατεμὼν, καὶ τὸ ἄροτρον ἑλκύσας, καὶ τὰς ἀκάνθας ἀνασπάσας, μετὰ δαψιλείας καταβάλλει τὰ σπέρματα, καὶ ταῖς χρησταῖς ἐλπίσιν ἤδη τρεφό μενος καθ᾽ ἑκάστην ἡμέραν τὴν βλάστησιν ἀναμένει τῶν καταβληθέντων, τῷ γονίμῳ τῆς γῆς προσέχων, καὶ πολλαπλασίονα τῶν σπερμάτων ἕτοιμος ὢν ὑποδέξασθαι τὸν ἀμητόν. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ὁρῶντες ὑμῶν ἐφ᾽ ἑκάστης ἡμέρας αὐξανομένην τὴν προθυμίαν, τὸν πόθον ἀκμάζοντα, τὴν σπουδὴν ἐπίδοσιν λαμβάνουσαν, καὶ περὶ ὑμῶν χρηστὰς ἔχομεν τὰς ἐλπίδας, καὶ αὐτοὶ πλείονι προθυμίᾳ καὶ σπουδῇ τὰ εἰς δύναμιν ἡμετέραν εἰσφέρειν ἐπειγόμεθα εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγά πης, εἰς δόξαν Θεοῦ, εἰς καύχημα τῆς τοῦ Θεοῦ Ἐκκλη σίας. Φέρε οὖν, εἰ δοκεῖ, μικρὰ τῶν πρῴην εἰρημένων ἀναλαβόντες, ἀκολούθως τοῖς σήμερον ἀναγνωσθεῖσιν ἐπ εξέλθωμεν. Τί δὲ ἡμῖν ἦν τὸ πρῴην κινούμενον, καὶ μέχρι ποῦ τὸν λόγον ἐκτείναντες κατελύσαμεν τὴν διδασκαλίαν, ἀναγκαῖον εἰπεῖν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄν θρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄν θρωπος εἰς ψυχὴν ζῶσαν. Ὅπερ τότε ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ διηνεκῶς λέγων οὐ παύσομαι, ὅτι πολλὴ καὶ ἄφατος ἡ φιλανθρωπία τοῦ κοινοῦ πάντων Δεσπότου ἡ περὶ τὸ γένος τὸ ἡμέτερον. Καὶ γὰρ πολλῇ συγκαταβάσει ἐχρήσατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ πολ λῆς τιμῆς ἠξίωσε τουτὶ τὸ ζῶον, τὸν ἄνθρωπον λέγω, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων δεικνὺς, ὡς πάντων τῶν ὁρωμένων πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυ ται. Οὐδὲν γὰρ κωλύει καὶ σήμερον τὰ αὐτὰ διερευνήσα σθαι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καθάπερ γὰρ ἡ τῶν θυ μιαμάτων φύσις, ὅσῳ ἂν ὑπὸ τῶν δακτύλων τῶν ἡμετέρων περιστρέφηται, πλείονα τὴν εὐωδίαν παρέχει· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν γινόμενον ὅσῳ ἄν τις ἐπὶ πλέον ταύτας ἐπιέναι σπουδάζοι, τοσούτῳ μᾶλ λον κατοπτεύειν δύναται τὸν ἐγκεκρυμμένον θησαυρὸν, καὶ πολὺν καὶ ἄφατον τὸν πλοῦτον ἐντεῦθεν καρποῦσθαι. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λα βὼν ἀπὸ τῆς γῆς. Σκόπει μοι τὴν διαφορὰν εὐθέως ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν λόγων. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων τῶν δημιουργηθέντων ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς τὸν τρόπον λέγων τῆς δημιουργίας, ὅτι Εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτω στερέωμα· καὶ, Συναχθήτω τὸ ὕδωρ, φησί· καὶ, Γενη θήτωσαν φωστῆρες· καὶ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζω σῶν· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Εἶδες πῶς λόγῳ τὰ πάντα ἐδημιουργήθη; Ἀλλ᾽ ἴδωμεν λοιπὸν ἐπὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας τί φησι. Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον. Ὅρα πῶς διὰ τῆς τῶν ῥημάτων συγκαταβάσεως, οἷς διὰ τὴν ἡμετέραν ἀσθένειαν ἐχρήσα το, ὁμοῦ καὶ τὸν τρόπον τῆς δημιουργίας διδάσκει, καὶ τὸ ἐνηλλαγμένον καὶ μονονουχὶ, ἵνα ἀνθρωπίνως εἴπω, ταῖς χερσὶν αὐτὸν διαπλαττόμενον ὑποδείκνυσι τοῦ Θεοῦ, κα θὼς καὶ ἕτερος προφήτης φησίν· Αἱ χεῖρές σου ἐποίη σάν με, καὶ ἔπλασάν με. Εἰ γὰρ προσέταξεν ἁπλῶς, εἰπέ μοι, ἐκ τῆς γῆς ἀναδοθῆναι τὸν ἄνθρωπον, οὐκ ἂν παρήχθη τὸ προσταχθέν; Ἀλλ᾽ ἵνα διὰ τοῦ τρόπου τῆς δη μιουργίας διδασκαλίαν ἡμῖν ἐναποθῆται διηνεκῆ, ὥστε μὴ πλέον τι τῆς φύσεως φαντάζεσθαι, διὰ τοῦτο οὕτω μετὰ ἀκριβείας ἅπαντα διηγεῖται, καί φησιν· Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς.



βʹ. Ὅρα καὶ ἐν τούτῳ αὐτῷ τὴν τιμήν. Οὐ γὰρ ἁπλῶς γῆν λαμβάνει, ἀλλὰ χοῦν, τὸ λεπτότατον, ὡς ἂν εἴποι τις, τῆς γῆς, καὶ τοῦτον αὐτὸν τὸν χοῦν τὸν ἀπὸ τῆς γῆς τῷ οἰκείῳ προστάγματι εἰς σώματος φύσιν μετέστησεν. Ὥσπερ γὰρ αὐτὴν τὴν οὐσίαν τῆς γῆς οὐχ ὑφεστῶσαν παρήγαγεν, οὕ τω καὶ νῦν, ὅτε ἐβουλήθη, τὸν χοῦν ἀπὸ τῆς γῆς εἰς σῶμα μετέστησεν. Ἐνταῦθα ἀναβοῆσαι καλὸν τὸ παρὰ τοῦ μα καρίου Δαυῒδ εἰρημένον· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; ὅτι ἀπὸ χοὸς τοιοῦτον ζῶον ἀνέδειξε, καὶ εἰς τοσ αύτην τιμὴν ἀνήγαγε, καὶ τοσαύτας εὐεργεσίας εἰς αὐτὸν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπιδείκνυται, δεικνὺς διὰ πάν των τὴν οἰκείαν φιλανθρωπίαν. Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐνταῦθά τινες τῶν ἀγνωμόνων, ἐξ οἰκείων λογισμῶν κινούμενοι, καὶ οὐδὲν θεοπρεπὲς ἐννοοῦντες, οὔτε τὴν συγκατάβασιν τῶν ῥημάτων λογιζόμενοι, λέ γειν ἐπιχειροῦσιν, ὅτι ἐκ τῆς τοῦ Θεοῦ οὐσίας ἐστὶν ἡ ψυχή. Ὢ τῆς μανίας· ὢ τῆς παραφροσύνης· πόσας ὁδοὺς ἀπωλείας ὁ διάβολος ἔτεμε τοῖς αὐτὸν θεραπεύειν βου λομένοις; Καὶ ἵνα μάθῃς, σκόπει πῶς ἀπεναντίας ἀλ λήλοις ἔρχονται. Οἱ μὲν γὰρ αὐτῶν ἐπιλαβόμενοι τῆς λέξεως τῆς λεγούσης, ὅτι Ἐνεφύσησε, λέγουσιν, ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τυγχάνουσιν αἱ ψυχαί· ἕτεροι πάλιν φασὶν, ὅτι καὶ εἰς τὴν τῶν ἀτιμοτάτων ἀλόγων οὐσίαν μεθίστανται αὗται. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ᾽ ἄν; Ἐπειδὴ γὰρ ἐσκοτίσθη ὁ λογισμὸς αὐτῶν, καὶ τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν ἠγνόησαν, καθάπερ πηρωθέντες τὸ ὄμμα τῆς διανοίας, ἀπεναντίας ἀλλήλοις κατὰ κρημνῶν φέρονται, οἱ μὲν ὑπὲρ τὴν ἀξίαν αὐτὴν ἀνάγοντες, οἱ δὲ παρὰ τὴν ἀξίαν κατάγοντες. Εἰ γὰρ μέλλοιεν διὰ τὸ λέγειν τὴν Γραφὴν, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ στόμα περιτιθέναι τῷ Θεῷ, ἀνάγκη καὶ χεῖρας αὐτῷ περι άπτειν· ἐπειδὴ εἶπεν, Ἔπλασε τὸν ἄνθρωπον. Ἀλλ᾽ ἵνα μὴ βουλόμενοι τὴν ἐκείνων ληρωδίαν εἰς μέσον προτιθέναι, ἀναγκαζώμεθα καὶ αὐτοὶ τὰ μὴ πρέποντα φθέγγεσθαι, φέρε δὴ λοιπὸν τὴν μὲν ἄνοιαν αὐτῶν, καὶ τὴν πολλὴν φρε νοβλάβειαν ἐκτρεπώμεθα, κατακολουθήσωμεν δὲ τῷ σκο πῷ τῆς θείας Γραφῆς ἑαυτὴν ἑρμηνευούσης, μόνον ἐὰν ἡμεῖς μὴ τῇ παχύτητι τῶν ῥημάτων προσέχωμεν, ἀλλ᾽ ἐκεῖνο ἐννοῶμεν, ὅτι αἰτία τῆς τῶν λέξεων παχύτητος ἡ ἀσθένεια τυγχάνει ἡ ἡμετέρα. Οὐδὲ γὰρ ἦν ἑτέρως τὴν ἀκοὴν τὴν ἀνθρωπίνην δέξασθαι τὰ λεγόμενα, μὴ τοσαύ της ἀπολαύσασαν τῆς συγκαταβάσεως. Ἐννοοῦντες τοίνυν καὶ τὴν ἑαυτῶν ἀσθένειαν, καὶ ὅτι περὶ Θεοῦ ἐστι τὰ λεγό μενα, οὕτω δεχώμεθα τὰ εἰρημένα, ὡς εἰκὸς περὶ Θεοῦ λέ γεσθαι, μὴ εἰς σωμάτων σχηματισμὸν καὶ μελῶν σύνθεσιν τὸ Θεῖον κατάγοντες, ἀλλὰ θεοπρεπῶς ἅπαντα νοοῦντες. Ἁπλοῦν γὰρ καὶ ἀσύνθετον καὶ ἀσχημάτιστον τὸ Θεῖον· ἐπεὶ εἰ μέλλοιμεν ἐξ ἑαυτῶν ὁρμώμενοι, καὶ μελῶν σύνθε σιν περιτιθέναι τῷ Θεῷ, λανθάνομεν ἑαυτοὺς εἰς τὴν Ἑλ ληνικὴν ἀσέβειαν ἐκπίπτοντες. Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, τὴν αὐτὴν νόει δύναμιν τῷ, Γενηθήτω· καὶ πάλιν ὅταν ἀκούσῃς, ὅτι Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, τοῦτο πάλιν λογίζου, ὅτι ἔδοξεν αὐτῷ, καθάπερ τὰς ἀσω μάτους δυνάμεις παρήγαγεν, οὕτω καὶ τὸ σῶμα τοῦτο τὸ ἀπὸ τοῦ χοὸς ψυχὴν ἔχειν λογικὴν τὴν τοῖς μέλεσι τοῦ σώ ματος κεχρῆσθαι δυναμένην. Δημιουργηθὲν γὰρ τουτὶ τὸ σῶμα κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, καθάπερ ὄργα νον ἔκειτο δεόμενον τοῦ κινοῦντος αὐτὸ, μᾶλλον δὴ καθά περ λύρα χρῄζουσά τινος τοῦ δυναμένου διὰ τῆς οἰκείας τέχνης καὶ σοφίας, ὥσπερ διὰ δονάκων τινῶν, διὰ τῶν με λῶν τῶν ἐν ἑαυτῷ τὴν προσήκουσαν μελῳδίαν ἀναφέρειν τῷ Δεσπότῃ. Ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐ τοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Τί ἐστιν; Ἐνεφύσησε πνοὴν ζωῆς; Τὸ σῶμα, φησὶ, τοῦτο τὸ δημιουργηθὲν ἐβουλήθη καὶ προσέταξε ζω τικὴν ἔχειν δύναμιν, ἥτις ἐγένετο τῷ ζώῳ εἰς ψυχὴν ζῶσαν, τοῦτ᾽ ἔστιν ἐνεργοῦσαν, καὶ τὴν ἑαυτῆς τέχνην διὰ τῆς τῶν μελῶν κινήσεως ἐπιδείκνυσθαι δυναμένην. γʹ. Καὶ σκόπει καὶ ἐν αὐτῷ τούτῳ τὴν διαφορὰν τοῦ θαυ μαστοῦ τούτου ζώου τοῦ λογικοῦ, καὶ τῆς τῶν ἀλόγων δη μιουργίας. Ἐπ᾽ ἐκείνων μὲν γάρ φησιν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ ὁμοῦ ἀνεδίδοτο ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα· καὶ ἐπὶ τῆς γῆς πάλιν ὡσαύτως· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ οὕτως, ἀλλὰ πρότερον ἀπὸ τοῦ χοὸς τὸ σῶμα δημιουρ γεῖται, καὶ μετὰ ταῦτα ἡ ζωτικὴ δύναμις αὐτῷ δίδοται, ὅπερ ἐστὶν ἡ τῆς ψυχῆς οὐσία. Διὰ τοῦτο καὶ περὶ τῶν ἀλόγων ἔλεγε Μωϋσῆς, ὅτι Τὸ αἷμα αὐτοῦ ἡ ψυχὴ αὐ τοῦ ἐστιν. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐσία τίς ἐστιν ἀσώμα τος καὶ ἀθάνατος πολλὴν πρὸς τὸ σῶμα τὴν ὑπεροχὴν κε κτημένη, καὶ τοσαύτην, ὅσην εἰκὸς τὸ ἀσώματον τοῦ σώ ματος. Ἀλλ᾽ ἴσως εἴποι τις ἂν, καὶ τίνος ἕνεκεν, εἰ τιμιώ τερον ἡ ψυχὴ τοῦ σώματος, τὸ ἔλαττον πρῶτον δημιουρ γεῖται, καὶ τότε τὸ μεῖζον καὶ ὑπερέχον; Οὐχ ὁρᾷς, ἀγα πητὲ, ὅτι καὶ ἐπὶ τῆς κτίσεως τὸ αὐτὸ τοῦτο γέγονεν; Ὥσπερ γὰρ οὐρανὸς, καὶ γῆ, καὶ ἥλιος καὶ σελήνη, καὶ τὰ ἄλλα πάντα ἐδημιουργήθη, καὶ τὰ ζῶα τὰ ἄλογα, καὶ μετὰ ταῦτα ἅπαντα ὁ ἄνθρωπος, ὁ τούτων ἁπάντων τὴν ἀρχὴν μέλλων ἐγχειρίζεσθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν αὐτῇ τῇ διαπλάσει τοῦ ἀνθρώπου πρότερον τὸ σῶμα παράγεται, καὶ τότε ἡ ψυχὴ ἡ τιμιωτέρα. Ὃν γὰρ τρόπον τὰ ἄλογα τὰ πρὸς ὑπηρεσίαν μέλλοντα τῷ ἀνθρώπῳ εἶναι χρήσιμα, πρὸ τοῦ ἀνθρώπου δημιουργεῖται, ἵνα ἑτοίμην ἔχῃ τὴν ὑπηρεσίαν ὁ μέλλων τῆς τούτων χρείας ἀπολαύειν· οὕτω καὶ πρὸ τῆς ψυχῆς τὸ σῶμα δημιουργεῖται, ἵνα ἐπει δὰν κατὰ τὴν ἀπόῤῥητον αὐτοῦ σοφίαν ἡ ψυχὴ παραχθῇ, ἔχῃ τὰς οἰκείας ἐνεργείας ἐπιδείκνυσθαι διὰ τῆς τοῦ σώ ματος κινήσεως. Καὶ ἐφύτευσε, φησὶν, ὁ Θεὸς παράδει σον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄν θρωπον, ὃν ἔπλασεν. Ἐπειδὴ τὴν οἰκείαν φιλανθρωπίαν ἐπεδείξατο ὁ τῶν ὅλων Δεσπότης, καὶ δι᾽ ὃν πάντα τὰ ὁρώ μενα ἐδημιούργησεν, καὶ παρήγαγεν εἰς μέσον, εὐθέως ἄρχεται τὰς εἰς αὐτὸν εὐεργεσίας κατατίθεσθαι. Καὶ ἐφύ τευσεν ὁ Θεὸς, φησὶ, παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνα τολάς. Σκόπει καὶ ἐνταῦθα, ἀγαπητὲ, ὅτι ἐὰν μὴ θεο πρεπῶς τὰ ῥήματα δεχώμεθα, εἰς βαθὺν κρημνὸν ἀνάγκη κατενεχθῆναι. Τί γὰρ ἂν εἰπεῖν ἔχοιεν, καὶ ἐπὶ τούτου τοῦ ῥήματος, οἱ πάντα τὰ περὶ τοῦ Θεοῦ λεγόμενα ἀνθρωπί νως ἐκλαμβάνειν τολμῶντες; Καὶ ἐφύτευσεν ὁ Θεὸς, φησὶ, παράδεισον. Τί οὖν; εἰπέ μοι· σκαπάνης ἐδεήθη καὶ γεωργίας, καὶ τῆς ἄλλης ἐπιμελείας, ἵνα καλλωπίσῃ τὸν παράδεισον; Μὴ γένοιτο. Πάλιν γὰρ καὶ ἐνταῦθα τὸ, Ἐφύτευσεν, οὕτω δεῖ νοεῖν, ὅτι προσέταξε παράδεισον ἐν τῇ γῇ γενέσθαι, ὥστε τὸν παραχθέντα ἄνθρωπον τούτῳ ἐνδιαιτᾶσθαι. Ὅτι γὰρ διὰ τοῦτον τὸν παράδεισον παρήγα γεν, ἄκουσον αὐτῆς τῆς Γραφῆς λεγούσης· Καὶ ἐφύτευ σεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. Διὰ τοῦτο καὶ τὸ ὄνομα τοῦ τόπου ἐντίθησιν ἐν τοῖς γράμμασιν ὁ μακάριος Μωϋσῆς, ἵνα μὴ ἐξῇ τοῖς φλυα ρεῖν μάτην βουλομένοις ἀπατᾷν τῶν ἀφελεστέρων τὰς ἀκοὰς, καὶ λέγειν, μὴ εἶναι ἐν τῇ γῇ τὸν παράδεισον, ἀλλ᾽ ἐν οὐρανῷ, καὶ μυθολογίας τινὰς τοιαύτας ὀνει ροπολεῖν. Εἰ γὰρ καὶ τοσαύτῃ χρησαμένης ἀκριβείᾳ τῆς θείας Γραφῆς, οὐ παρῃτήσαντό τινες τῶν ἐπὶ εὐ γλωττίᾳ μεγαλοφρονούντων, καὶ τῇ σοφίᾳ τῇ ἔξωθεν, ἀπεναντίας τοῖς γεγραμμένοις φθέγγεσθαι, καὶ εἰπεῖν, μὴ ἐπὶ τῆς γῆς εἶναι τὸν παράδεισον, καὶ πολλὰ ἕτερα τῶν εἰρημένων παρεγγυῶντες, μὴ ὡς γέγραπται φρο νεῖν, ἀλλ᾽ ἀπεναντίας ἔρχεσθαι, καὶ τὰ ἐπὶ τῆς γῆς εἰρημένα περὶ τῶν ἐν οὐρανοῖς νομίζειν εἰρῆσθαι· εἰ μὴ τῇ ταπεινότητι τούτων τῶν λόγων, καὶ τῇ συγκαταβάσει ὁ μακάριος Μωϋσῆς ἐχρήσατο, τοῦ ἁγίου Πνεύματος τὴν γλῶτταν αὐτοῦ κινοῦντος, ποῦ οὐκ ἂν ἐξεκυλίσθησαν, καί τοι γε τῆς ἁγίας Γραφῆς, ἐπειδὰν βούληταί τι τοιοῦτον ἡμᾶς διδάσκειν, ἑαυτὴν ἑρμηνευούσης, καὶ οὐκ ἀφιείσης πλανᾶσθαι τὸν ἀκροατήν; Ἀλλ᾽ ἐπειδὴ οἱ πολλοὶ οὐ διὰ τὸ καρπώσασθαί τι κέρδος ἐκ τῶν θείων Γραφῶν, ἀλλὰ τέρψεως ἕνεκεν τὰς ἀκοὰς ὑπέχουσι τοῖς τὰ παριστάμενα λέγουσι· διὰ τοῦτο οὐ τοῖς ὠφελοῦσιν, ἀλλὰ τοῖς τέρπειν μᾶλλον δυναμένοις προσέχειν σπουδάζουσι. Διὸ, παρα καλῶ, πᾶσι τοῖς τοιούτοις τὰς ἀκοὰς ἀποτειχίσαντες, τῷ κανόνι τῆς ἁγίας Γραφῆς κατακολουθήσωμεν. Καὶ ὅταν ἀκούσῃς, ἀγαπητὲ, ὅτι Ἐφύτευσε παράδεισον ὁ Θεὸς ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, τὸ μὲν, Ἐφύτευσε, θεοπρεπῶς ἐπὶ Θεοῦ νόει, ὅτι προσέταξε, τὸ δὲ ἑξῆς πίστευε, ὅτι καὶ παράδεισος γέγονε, καὶ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα καὶ ἡ Γραφὴ ἐπεσημήνατο. Τὸ γὰρ μὴ πιστεύειν τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις, ἀλλ᾽ ἕτερα ἐπεισάγειν ἐξ οἰκείας δια νοίας, πολὺν ἡγοῦμαι κίνδυνον φέρειν τοῖς τοῦτο ποιεῖν τολμῶσι. Καὶ ἔθετο, φησὶν, ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν.


δʹ. Ὅρα εὐθέως, πόσην τὴν τιμὴν εἰς αὐτὸν ἐπιδείκνυται. Ἔξω τοῦ παραδείσου τοῦτον δημιουργήσας, εὐθέως αὐτὸν παραγαγὼν, ἵνα διὰ τῶν πραγμάτων αἴσθησιν αὐτῷ τῆς εὐεργεσίας παράσχῃ, καὶ γνῷ διὰ τῶν ἔργων τὴν τιμὴν, ἣν εἰς αὐτὸν ἐπιδείκνυται, εἰς τὸν παράδεισον αὐτὸν εἰσ ήγαγε, Καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ τὸ, Ἔθετο, πάλιν οὕτω νοῶμεν, ἀντὶ τοῦ προσέταξεν ἐκεῖ αὐτὸν διάγειν, ἵνα καὶ ἡ ὄψις καὶ ἡ διαγωγὴ πολλὴν αὐτῷ τὴν ἡδονὴν παρέχῃ, καὶ εἰς εὐχαριστίας εὐγνωμοσύνην αὐτὸν διεγείρῃ, ἐννοοῦντα ὅσον εὐεργέτηται οὐδὲν οὐδέπω ἐπιδειξάμενος. Μὴ τοίνυν ξενιζέτω σε ἡ τοῦ Ἔθετο λέξις· ἔθος γὰρ ἀεὶ τῇ Γραφῇ δι᾽ ἡμᾶς καὶ τὴν ὠφέλειαν τὴν ἡμε τέραν ταῖς ἀνθρωπίναις κεχρῆσθαι λέξεσι. Καὶ ἵνα μάθῃς, ὅρα πῶς προλαβοῦσα, καὶ ἐπὶ τῆς τῶν ἀστέρων δημιουρ γίας τῇ αὐτῇ λέξει ἐχρήσατο εἰποῦσα, Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, οὐχ ἵνα ἐμπεπῆχθαι αὐτοὺς τῷ οὐρανῷ νοήσωμεν (καὶ γὰρ ἕκαστος αὐτῶν τὸν οἰκεῖον δρόμον διανύει τόπους ἐκ τόπων ἀμείβων), ἀλλ᾽ ἵνα διδάξῃ, ὅτι ἐν τῷ οὐρανῷ αὐτοὺς εἶναι προσέταξε, καθάπερ καὶ τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ διάγειν. Καὶ ἐξανέτειλε, φησὶν, ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύ λον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Ἰδοὺ καὶ ἕτε ρον εὐεργεσίας εἶδος πάλιν διὰ τὴν εἰς τὸν δημιουργηθέντα τιμήν. Ἐπειδὴ γὰρ αὐτὸν ἐν τῷ παραδείσῳ διάγειν ἐβου λήθη, προσέταξεν ἐκ τῆς γῆς ἀναδοθῆναι δένδρα διάφορα, ὁμοῦ καὶ τέρπειν αὐτὸν δυνάμενα διὰ τῆς θέας, καὶ πρὸς βρῶσιν ἐπιτήδεια. Πᾶν γὰρ ξύλον, φησὶν, ὡραῖον εἰς ὅρασιν, τοῦτ᾽ ἔστιν εἰς θέαν· Καὶ καλὸν εἰς βρῶσιν, τοῦτ᾽ ἔστι καὶ εὐφραίνειν δυνάμενα διὰ τῆς ὄψεως, καὶ ἡδονὴν πολλὴν παρέχοντα διὰ τῆς βρώσεως, καὶ τῷ πλήθει δὲ καὶ τῇ ἀφθονίᾳ πολλὴν τὴν εὐφροσύνην προξενοῦντα τῷ μέλλοντι τούτων ἀπολαύειν. Πᾶν γὰρ, φησὶ, ξύλον, ὅπερ ἂν εἴπῃς, ἀναδοθῆναι πεποίηκεν. Εἶδες διαγωγὴν ἀταλαί πωρον; εἶδες βίον θαυμαστόν; Καθάπερ γὰρ ἄγγελός τις, οὕτως ἐπὶ τῆς γῆς διέτριβεν ὁ ἄνθρωπος, σῶμα μὲν περι κείμενος, ἔξω δὲ τῶν σωματικῶν ἀναγκῶν τυγχάνων, καὶ καθάπερ βασιλεὺς ἁλουργίδι καὶ διαδήματι κεκοσμημέ νος, καὶ πορφυρίδα ἀναβεβλημένος, οὕτως ἐνετρύφα τῇ τοῦ παραδείσου διαγωγῇ μετὰ ἀδείας πολλὴν ἔχων τὴν ἀφθονίαν. Καὶ τὸ ξύλον, φησὶ, τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Μετὰ τὸ διδάξαι ἡμᾶς, ὅτι πᾶν ξύλον ἐξέδω κεν ἡ γῆ κατὰ τὸ τοῦ Δεσπότου πρόσταγμα, καὶ ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, τότε φησί· Καὶ τὸ ξύ λον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Προειδὼς γὰρ ὁ φιλάνθρωπος Δεσπότης, ὡς δημιουργὸς, τὴν ἐκ τῆς πολλῆς ἀδείας μέλλουσαν τοῦ χρόνου προϊόντος τίκτεσθαι βλάβην, ἀνῆκε καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παρα δείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πο νηροῦ, ἐπειδὴ μετ᾽ οὐ πολὺ μέλλει τὴν τούτου ἀποχὴν αὐτῷ κελεύειν, ἵνα εἰδέναι ἔχῃ, ὅτι χάριτι καὶ φιλαν θρωπίᾳ τὴν ἀπόλαυσιν ἔχει, καὶ ἔστι Δεσπότης καὶ δημιουργὸς καὶ τῆς αὐτοῦ φύσεως, καὶ πάντων τῶν ὁρω μένων. Διὰ τοῦτο ἤδη τοῦ ξύλου τὴν μνήμην ἐποιήσατο, καὶ διηγεῖται ἡμῖν ἐφεξῆς τῶν ποταμῶν τὰ ὀνόματα, καὶ τούτων τὸν ἀφορισμὸν, ὡς ἂν εἴποι τις, καὶ ὅτι ἐξ ἐκείνου τοῦ τὴν ἀρδείαν τῷ παραδείσῳ παρέχοντος ἕτεροι εἰς τέσσαρας ἀρχὰς διαιρεθέντες, οὕτω τὰ κλί ματα τῆς γῆς διενείμαντο. Ἀλλ᾽ ἴσως οἱ τὰ ἀπὸ τῆς οἰκείας σοφίας φθέγγεσθαι βουλόμενοι, πάλιν οὔτε πο ταμοὺς συγχωροῦσιν εἶναι τοὺς ποταμοὺς, οὔτε τὰ ὕδατα ὕδατα, ἀλλ᾽ ἕτερόν τι φαντάζεσθαι ἀναπείθουσι τοὺς ἐκδιδόναι αὐτοῖς τὰς ἀκοὰς αἱρουμένους. Ἀλλ᾽ ἡμεῖς, παρακαλῶ, τούτων μὲν μὴ ἀνεχώμεθα, ἀλλ᾽ ἀποφράτ τωμεν αὐτοῖς τὰς ἀκοὰς, πειθώμεθα δὲ τῇ θείᾳ Γραφῇ, καὶ τοῖς ὑπ᾽ αὐτῆς εἰρημένοις κατακολουθοῦντες, τὰ ὑγιῆ δόγματα σπουδάζωμεν ἐναποτίθεσθαι ταῖς ἑαυτῶν ψυχαῖς, καὶ μετὰ τούτων καὶ βίου ἀκρίβειαν ἐπιδείκνυ σθαι, ἵνα καὶ ὁ βίος μαρτυρῇ τοῖς δόγμασι, καὶ τὰ δόγματα τὸν βίον ἀξιοπιστότερον ἀποφαίνῃ. Οὔτε γὰρ ἐὰν ἔχωμεν δόγματα μὲν ὀρθὰ, βίου δὲ ἀμελῶμεν, ὄφελος ἡμῖν ἔσται τι· οὔτε ἐὰν βίον ἔχοντες, τῶν ὀρθῶν δογμάτων ἀμελῶμεν, κερδᾶναί τι χρήσιμον καὶ πρὸς σωτηρίαν ἡμετέραν δυνησόμεθα. Προσήκει γὰρ, εἰ βου λοίμεθα καὶ γεέννης ἐλευθερωθῆναι, καὶ βασιλείας ἐπιτυχεῖν, ἀμφοτέρωθεν κοσμεῖσθαι, καὶ δογμάτων ὀρθότητι, καὶ βίου ἐπιμελείᾳ. Τί γὰρ ὄφελος, εἰπέ μοι, δένδρου εἰς ὕψος πολὺ ἐκτεινομένου, καὶ τοῖς φύλλοις κομῶντος, ὅταν καρποῦ ἔρημον ᾖ; Οὕτω καὶ τὸν Χρι στιανὸν οὐδὲν ὀνίνησι τὰ ὀρθὰ δόγματα, ἐὰν τῆς κατὰ τὸν βίον πολιτείας ἀμελῇ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοὺς τοιούτους ἐμακάριζε λέγων· Μακάριος ὁ ποιήσας καὶ                         διδάξας. Τῆς γὰρ διὰ τῶν λόγων διδασκαλίας ἡ διὰ τῶν ἔργων ἀκριβεστέρα καὶ ἀξιοπιστοτέρα πολλῷ. Ὁ γὰρ τοιοῦτος καὶ σιγῶν, καὶ μὴ ὁρώμενος παιδεύειν δύναται, τοὺς μὲν διὰ τῆς θέας, τοὺς δὲ διὰ τῆς ἀκοῆς, καὶ πολλῆς ἀπολαύσεται τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας, οὐ μόνον δι᾽ ἑαυτοῦ, ἀλλὰ καὶ διὰ τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζων δοξάζεσθαι τὸν ἑαυτοῦ Δεσπότην. Ὁ τοιοῦτος διὰ μυρίων γλωσσῶν, καὶ διὰ πολλῶν στομάτων τὰς εὐχαριστίας καὶ τοὺς ὕμνους ἀνοίσει τῷ τῶν ὅλων Θεῷ. Οὐδὲ γὰρ οἱ γνώριμοι μόνον, καὶ μάρτυρες τοῦ βίου ὄντες, καὶ αὐτὸν θαυμάσονται καὶ τὸν αὐτοῦ Δεσπότην, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες παρ᾽ ἑτέρων ταῦτα μανθάνοντες, καὶ οἱ πόῤῥωθεν οἰκοῦντες, καὶ οἱ μακρὰν ἀπῳκισμένοι καὶ οὐ φίλοι μόνον, ἀλλὰ καὶ ἐχθροὶ αἰ δεσθήσονται τῆς ἀρετῆς τὴν ὑπερβολήν. Τοσαύτη γὰρ ταύτης ἡ ἰσχὺς, ὡς καὶ τῶν πολεμούντων αὐτῇ ἀπο φράττειν τὰ στόματα, καὶ τὴν γλῶτταν ἐπιστομίζειν. Καὶ ὥσπερ πρὸς τὰς ἀκτῖνας τὰς ἡλιακὰς οἱ ἀσθενεῖς τὰς ὄψεις ἀντιβλέψαι οὐ τολμῶσιν, οὕτως οὐδὲ πρὸς τὴν ἀρετὴν ἡ κακία ἀντιβλέψαι δυνήσεταί ποτε, ἀλλὰ παρα χωρήσει, καὶ νῶτα δώσει, καὶ τὴν ἧτταν ὁμολογήσει, Ὃ δὴ καὶ πεπεισμένοι ἀντεχώμεθα τῆς ἀρετῆς, καὶ μετὰ ἀσφαλείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, καὶ τῶν μικρῶν καὶ εὐτελῶν εἶναι δοκούντων ἁμαρτημάτων εἴτε ἐν λόγοις, εἴτε ἐν πράγμασιν, ἀπέχεσθαι σπουδάζωμεν. Οὕτω γὰρ οὐδέποτε τοῖς μείζοσι περιπεσούμεθα τῶν ἁμαρτημά των, ἐὰν τῶν μικρῶν ἀποσχώμεθα· καὶ τοῦ χρόνου προϊόντος δυνησόμεθα καὶ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύον τες τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τὴν κόλασιν διαφυγεῖν τὴν ἀποκειμένην, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ ματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |