Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής
ΟΜΙΛΙΑ ΙΔʹ.
Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν
.αʹ. Πάλιν, εἰ βούλεσθε, καὶ σήμερον τῆς ἀκολουθίας τῶν χθὲς εἰρημένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν τὴν πνευματικὴν ὑφᾶναι σπουδάσομεν. Πολλὴ γὰρ καὶ τῶν πρόσφατον ἀναγνωσθέντων ἡ ἐγκεκρυμμένη δύναμις, καὶ προσήκει πρὸς τὸ βάθος ἡμᾶς καθιέντας, καὶ ἅπαντα μετὰ ἀκριβείας διερευνησαμένους τὸ ἐξ αὐτῶν καρπώσασθαι. Εἰ γὰρ οἱ τοὺς ἀπὸ τῆς θαλάσσης λίθους εὑρίσκειν βουλόμενοι, τοσοῦτον πόνον καὶ ταλαιπωρίαν ὑπομένουσι, τῇ τῶν ὑδάτων ῥύμῃ ἑαυτοὺς ἐκδιδόντες, ἵνα τῶν σπουδαζομένων ἐπιτύχωσι· πολλῷ μᾶλλον ἡμᾶς ἀκόλουθον συντεῖναι τὴν διάνοιαν, καὶ τὰ ἐν τῷ βάθει κατοπτεύσαντας τῶν εἰρημένων, οὕτω τῶν τιμίων τού των λίθων ἐπιλαβέσθαι. Ἀλλὰ μὴ δείσῃς, ἀγαπητὲ, βάθος ἀκούων. Οὐ γάρ ἐστιν ἐνταῦθα ὑδάτων ἄτακτος φορὰ, ἀλλὰ Πνεύματος χάρις καταυγάζουσα ἡμῶν τὴν διάνοιαν, καὶ τὴν εὕρεσιν τῶν ζητουμένων μετ᾽ εὐκολίας ἡμῖν παρεχομένη, καὶ πάντα πόνον ἐπικουφίζουσα.
Ἐκείνων μὲν οὖν τῶν λίθων ἡ εὕρεσις οὐ σφόδρα ὤνησε τὸν ἐπιτυχόντα, πολλάκις δὲ καὶ κατέβλαψε, καὶ μυρίων ναυαγίων ὑπόθεσις αὐτῷ γέγονε, καὶ οὐ τοσαύτην ἀπὸ τῆς εὑρέσεως ἐκαρπώσατο τὴν εὐφροσύνην, ὅσην μετὰ τὴν εὕρεσιν τὴν ἀηδίαν ὑπέμεινε τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ἀναπτερώσας καθ᾽ ἑαυτοῦ, τοὺς πλεονέκτας διεγείρας εἰς τὸν κατ᾽ αὐτοῦ πόλεμον. Οὕτως οὐ μόνον οὐδὲν ὄφελος εἰς τὸν βίον εἰσάγει τὸν ἡμέτερον ἡ ἐκείνων εὕρεσις, ἀλλὰ καὶ πολλῶν πολέμων ὑπόθεσις γίνεται. Ὕλη γάρ ἐστι πλεονεξίας, καὶ κάμινον ἀνάψασα φιλαρ γυρίας, πολιορκεῖ τὴν ψυχὴν τῶν ἁλόντων. Ἐπὶ δὲ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων οὐδέν ἐστι δεῖσαί τι τοιοῦτον, ἀλλὰ καὶ ὁ πλοῦτος ὁ ἐντεῦθεν συλλεγόμενος ἄφατος, καὶ ἡ ἡδονὴ ἀμάραντος, καὶ ἐκ πολλοῦ τοῦ περιόντος νικῶσα πᾶσαν τὴν ἐκεῖθεν προσγινομένην τοῖς ἀνθρώποις εὐφροσύνην. Καὶ τοῦτο ἄκουε τοῦ Δαυῒδ λέγοντος, ὅτι Ἐπιθυμητὰ τὰ λόγιά σου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Ὁρᾷς πῶς τὰς τιμιωτέρας νομιζομένας τῶν ὑλῶν εἰς μέσον παραγαγὼν, οὐ μόνον ταύτῃ τῇ συγκρίσει οὐκ ἠρκέσθη, ἀλλὰ καὶ προσέθηκε, Πολὺν, καὶ τότε τὴν ἐντεῦθεν ἡμῖν ὑπεροχὴν ἐδήλωσεν; Ὑπὲρ χρυσίον, φησὶ, καὶ λίθον τίμιον πολύν. Οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ τὰ θεῖα λόγια, ἀλλ᾽ ἐπειδὴ ταύτας μόνας τὰς ὕλας παρὰ τοῖς ἀνθρώ ποις εἶδε τὴν ἀνωτάτω προεδρίαν ἐχούσας, διὰ τοῦτο ταύτας παραγαγὼν εἰς μέσον, οὕτω τὴν ὑπεροχὴν ἔδειξε, καὶ τὴν ἐπιθυμίαν τῶν τοῦ Πνεύματος λογίων σφοδροτέραν οὖσαν. Καὶ ἵνα μάθητε, ὅτι τοῦτο ἔθος ἀεὶ τῇ θείᾳ Γραφῇ τοῖς αἰσθητοῖς παραβάλλειν πράγμασι τὴν ἐντεῦθεν ὠφέλειαν, καὶ οὕτω τὴν ὑπεροχὴν ἐπιδείκ νυσθαι, ἄκουε καὶ τῶν ἑξῆς. Ἐπήγαγε γοῦν· Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ ἐνταῦθα οὐκ ἐπειδὴ τοσοῦτο μόνον ἐστὶ γλυκύτερα, οὐδὲ ἐπειδὴ το σαύτην παρέχειν δύναται τὴν ἡδονὴν, ἀλλ᾽ ἐπειδὴ οὐδὲν ἕτερον εἶχεν ἐν τοῖς αἰσθητοῖς παραβάλλειν τῇ ἡδονῇ τῶν θείων λογίων· διὰ τοῦτο τούτων μνημονεύσας, οὕτω πάλιν τὴν ὑπεροχὴν ἔδωκε, καὶ τὴν ἡδονὴν πλείονα ἔφησεν εἶναι τῶν πνευματικῶν διδαγμάτων. Τῷ αὐτῷ κανόνι εὑρήσεις καὶ τὸν Χριστὸν ἐν τοῖς Εὐαγγελίοις κεχρημένον. Ὅτε γὰρ τοῖς μαθηταῖς διελέγετο, καὶ ἐπιθυμοῦσι μαθεῖν τὴν ἑρμηνείαν τῆς παραβολῆς τοῦ σπείραντος τὸ καλὸν σπέρμα ἐν τῷ ἀγρῷ, καὶ τοῦ ἐχθροῦ τοῦ τὰ ζιζάνια ἀναμέσον τοῦ σίτου ἐπεμβαλόντος. κατὰ μέρος πᾶσαν διέλυσε τὴν παραβολὴν, εἰπὼν τίς ἦν τὸ καλὸν σπέρμα σπείρας, καὶ τίς ὁ ἀργὸς, καὶ τίνα ἐστὶ τὰ ζιζάνια, καὶ τίς ὁ ταῦτα κατασπείρας, καὶ τίνες οἱ θερίζοντες, καὶ τίς ὁ θερισμὸς, καὶ ὅτε πάντα σαφῶς αὐτοῖς ἐξεκάλυψε, τότε φησίν· Οἱ δίκαιοι ἐκλάμψου σιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν· οὐκ ἐπειδὴ τοσαύτην μόνην τὴν λαμπηδόνα ἕξουσιν οἱ δίκαιοι, ἀλλὰ δεικνὺς ὅτι πολλῷ μείζονα· τοσαύτην δὲ εἶπεν, ἐπειδὴ μείζονα ταύτης εἰκόνα ἐν τοῖς ὁρωμένοις οὐκ ἦν εὑρεῖν. Ἐπειδὰν οὖν τι τοιοῦτον ἀκούσωμεν, μὴ μέχρι τῶν λεγομένων ἐναπομείνωμεν, ἀλλὰ ἀναλο γιζώμεθα ἀπὸ τῶν αἰσθητῶν καὶ ὁρωμένων τῶν πνευ ματικῶν μάλιστα τὴν ὑπεροχήν. Εἰ τοίνυν καὶ τὴν ἐπι θυμίαν σφοδροτέραν ἔστιν ἐνταῦθα εὑρεῖν, καὶ τὴν ἡδονὴν ἀκριβεστέραν (θεῖα γάρ ἐστι τὰ λόγια καὶ πνευματικὰ, καὶ πολλὴν δυνάμενα τίκτειν τῇ ψυχῇ τὴν εὐφροσύνην τὴν πνευματικὴν), μετὰ πολλοῦ τοῦ πόθου, καὶ σφοδρᾶς τῆς ἐπιθυμίας τὰς ἀκοὰς ὑπέχωμεν τοῖς λεγομένοις, ἵνα τὸν ἀληθῆ πλοῦτον ἐντεῦθεν ἑαυτοῖς περιποιησάμενοι, καὶ πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν πολλὰ δεξάμενοι τὰ σπέρματα, οὕτως οἴκαδε ἀναχωρῶμεν
βʹ. Ἀκούσωμεν τοίνυν τίνα ἐστὶ τὰ σήμερον ἀναγνω σθέντα· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, καὶ φροντίδα βιωτικὴν, οὕτω τοῖς λεγομένοις προσέχετε· θεῖοι γάρ εἰσι νόμοι ἄνωθεν ἐκ τῶν οὐρανῶν κατενεχθέντες διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰ γὰρ βασιλικῶν γραμμάτων ἀναγινωσκομέ νων πολλὴ γίνεται ἡ ἡσυχία, καὶ πᾶς θόρυβος, καὶ ταραχὴ ἐκποδὼν, πάντων συντεταμέναις ταῖς ἀκοαῖς ἑστώτων καὶ ἐπιθυμούντων ἀκοῦσαι, τίνα ἐστὶν ἃ δηλοῖ τὰ γράμ ματα τὰ βασιλικὰ, καὶ κίνδυνος μέγιστος ἕπεται τῷ κἂν πρὸς βραχὺ θορυβήσαντι, καὶ διακόψαντι τῶν ἀναγινω σκομένων τὴν ἀκολουθίαν· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ φόβου καὶ τρόμου ἑστάναι δεῖ, καὶ πολλὴν παρέχειν τὴν σιγὴν, καὶ τῶν λογισμῶν τὴν ταραχὴν φυγαδεύειν, ἵνα καὶ συνιέναι δυνηθῆτε τὰ λεγόμενα, καὶ τῆς ὑπακοῆς ἀποδεξάμενος ὑμᾶς ὁ βασιλεὺς τῶν οὐρανῶν, μειζόνων καταξιώσῃ τῶν δωρεῶν. Ἴδωμεν τοίνυν τί διδάσκει ἡμᾶς καὶ νῦν ὁ μακάριος Μωϋσῆς, οὐκ οἰκείᾳ γλώττῃ μόνον ταῦτα λέγων, ἀλλ᾽ ὑπὸ τῆς τοῦ Πνεύματος χάρι τος ἐνηχούμενος. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καλῶς εὐθέως ἐκ προοιμίων τὰ δύο τέθεικεν· οὐδὲ γὰρ εἶπε, Κύριος, καὶ ἐσίγησεν, ἀλλὰ προσέθηκε, Ὁ Θεὸς, λανθάνον τι καὶ κεκρυμμένον ἐντεῦθεν ἡμᾶς διδάσκων, ἵνα εἰδέναι ἔχωμεν, ὅτι κἄν τε Κύριον ἀκούσωμεν, κἄν τε Θεὸν, οὐδεμία ἐν τοῖς ὀνόμα σίν ἐστι διαφορά. Τούτου δὲ νῦν οὐχ ἁπλῶς ἐμνημό νευσα, ἀλλ᾽ ἵνα ὅταν ἀκούσῃς Παύλου λέγοντος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, μὴ νομίσῃς διαφορὰν εἶναι ἐν ταῖς λέξεσι, καὶ τὴν μὲν μεῖζόν τι δηλοῦν, τὴν δὲ ἔλαττον. Διὰ τοῦτο καὶ ἀδιαφόρως ἡ Γραφὴ τούτοις κέχρηται τοῖς ὀνόμασιν, ἵνα μὴ ἐξῇ τοῖς φιλονείκως διακειμένοις τὸ ἐξ οἰκείας ὑπονοίας ἐπεισφέρειν τῇ τῶν δογμάτων ὀρθότητι. Καὶ ἵνα μάθῃς ὡς οὐδὲν τῶν τοιούτων παρατετηρημένως καὶ ἀποκεκληρωμένως φθέγγεται ἡ θεία Γραφὴ, ἐξ αὐτοῦ τοῦ νῦν λεγομένου σκόπει μετὰ ἀκριβείας. Καὶ ἔλαβε, φησὶ, Κύριος ὁ Θεός. Περὶ τίνος τοῦτο βούλεται εἰρῆσθαι ὁ αἱρετικός; Περὶ τοῦ Πατρὸς μόνου; Καλῶς. Ἄκουε τοίνυν Παύλου λέγον τος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα. Ὁρᾷς πῶς τὸ, Κύριος, ὄνομα τῷ Υἱῷ προσένεμε; Τί ἂν οὖν εἴποιεν τὴν, Κύριος, προσηγορίαν μείζονα εἶναι τοῦ Θεός; Ὁρᾶτε ὅσον τὸ ἄτοπον, καὶ ὅση τῆς βλασφημίας ἡ ἐπίτασις. Ὅταν γὰρ μὴ βούληταί τις ἀνέχεσθαι κα τακολουθεῖν τῷ κανόνι τῆς θείας Γραφῆς, ἀλλὰ τοῖς οἰκείοις λογισμοῖς ἐθέλοι διδόναι χώραν, ταράττει τὴν διάνοιαν, καὶ λογομαχίας καὶ ζητήσεις ἀπεράντους ἐπιφέρει τῇ ὑγιεῖ τῶν δογμάτων ὀρθότητι. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζε σθαι αὐτὸν καὶ φυλάσσειν. Ὅρα πόσῃ κέχρηται προ νοίᾳ περὶ τὸν δημιουργηθέντα ἄνθρωπον. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς λέγων, ὅτι Ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· ἀντὶ τοῦ, Ἐβουλήθη ἐκεῖ αὐτὸν ἔχειν τὸ οἰκητήριον, καὶ ἐνδιαιτᾶσθαι τῇ ἀπολαύσει τοῦ πα ραδείσου· σήμερον πάλιν δείκνυσιν ἡμῖν τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπαναλαμβάνων τὸν λόγον φησί· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Οὐχ ἁπλῶς εἶπεν, Ἐν τῷ παραδείσῳ, ἀλλὰ προσέθηκε, Τῆς τρυφῆς, ἵνα τὴν ὑπερβάλλουσαν ἡδονὴν ἧς ἀπήλαυεν ἐκ τῆς αὐτόθι οἰκήσεως, ἐμφήνῃ ἡμῖν· καὶ εἰπὼν, Ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, φησὶν, Ἐργάζεσθαι αὐ τὸν καὶ φυλάσσειν. Πολλῆς καὶ τοῦτο κηδεμονίας. Ἐπειδὴ γὰρ τρυφῆς ἁπάσης ἐπεπλήρωτο ἡ αὐτόθι δια γωγὴ, καὶ τὴν ἀπὸ τῆς θέας τέρψιν ἔχουσα, καὶ τὴν ἀπὸ τῆς ἀπολαύσεως εὐφροσύνην, ἵνα μὴ ἀποσκιρτήσῃ ἐκ τῆς ὑπερβαλλούσης ἀνέσεως ὁ ἄνθρωπος (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξε, φησὶν, ἡ ἀργία), διὰ τοῦτο προσ έταξεν αὐτὸν ἐργάζεσθαι καὶ φυλάσσειν. Τί οὖν, φησὶ, τῆς παρ᾽ αὐτοῦ ἐπιμελείας ἐδεῖτο ὁ παράδεισος; Οὐ τοῦτο λέγω, ἀλλὰ ἐβουλήθη τέως μικράν τινα καὶ σύμμετρον αὐτὸν ἔχειν μέριμναν περί τε τὴν φυλακὴν, περί τε τὴν ἐργασίαν. Εἰ γὰρ πόνου παντὸς ἦν ἀπηλλαγμένος, εὐθὺς ἀπέκλινεν ἂν πρὸς ῥᾳθυμίαν πολλῇ κεχρημένος ἀνέσει· νῦν δὲ ἐργαζόμενος ἐργασίαν ἀνώδυνόν τινα, καὶ ταλαιπωρίας ἐκτὸς, σωφρονέστερον ἂν διετέθη. Καὶ τὸ εἰπεῖν δὲ, ὅτι Φυλάσσειν, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ συγκατάβασίς ἐστι τῶν ῥημάτων, ἵνα ὅλως εἰδέναι ἔχῃ, φησὶν, ὅτι ὑπόκειταί τινι δεσπότῃ τῷ τὴν τοσαύτην ἀπόλαυσιν αὐτῷ χαρισαμένῳ, καὶ μετὰ τῆς ἀπολαύσεως τὴν φυλακὴν ἐπιτρέψαντι. Πάντα γὰρ ποιεῖ ὁ Θεὸς καὶ πραγματεύεται διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ μετὰ τούτου καὶ τὴν ἀπόλαυσιν καὶ τὴν ἄνεσιν δωρεῖται. Εἰ γὰρ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ φιλανθρωπίαν, καὶ πρὶν ἡμᾶς παραγαγεῖν τὰ ἀπόῤῥητα ἐκεῖνα ἡμῖν ἀγαθὰ ηὐτρέπισε, καθὼς αὐτὸς λέγει· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου· πολλῷ μᾶλ λον τὰ ἐνταῦθα πάντα μετὰ δαψιλείας παρέξει. γʹ. Ἐπεὶ οὖν τοσαύτας εὐεργεσίας εἰς τὸν δημιουργη θέντα κατέθετο, πρῶτον ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτὸν, καὶ ἀπὸ τοῦ χοὸς σῶμα διαπλάσαι καταξιώσας, καὶ μετὰ ταῦτα τὸ κυριώτερον, τὴν ψυχὴν τὴν ἀσώματον διὰ τοῦ ἐμφυσήματος χαρισάμενος, εἶτα τὸν παράδεισον γενέσθαι κελεύσας, καὶ ἐκεῖ αὐτὸν ἐνδιαι τᾶσθαι προστάξας, μετὰ ταῦτα πάλιν καθάπερ πατὴρ φιλόστοργος παιδὶ νέῳ πολλῆς ἀδείας καὶ ἀνέσεως ἀπο λαύοντι, ὥστε μὴ ἀποσκιρτῆσαι, μικράν τινα καὶ σύμ μετρον ἐπινοεῖ φροντίδα· οὕτω καὶ ὁ Δεσπότης Θεὸς τῷ Ἀδὰμ τὴν ἐργασίαν καὶ τὴν φυλακὴν προσέταξεν, ἵνα μετὰ τῆς τρυφῆς τῆς πολλῆς, καὶ τῆς ἀδείας, καὶ τῆς ἀνέσεως, ἠρέμα πως ἔχῃ ταῦτα ἀμφότερα ἐγκόπτοντα αὐτοῦ τὴν εἰς τὸ πρόσω φοράν. Ταῦτα μὲν οὖν τὰ ἤδη ὑπάρξαντα τῷ δημιουργηθέντι· τὰ δέ γε ἑξῆς ἐπαγόμενα πάλιν πολλὴν καὶ ὑπερβάλλουσαν ἡμῖν ἐμφαίνει τὴν περὶ αὐτὸν φιλανθρωπίαν, τήν τε συγκατάβασιν, ἣν διὰ τὴν οἰκείαν ἀγαθότητα ἐπιδείκνυται. Τί γάρ φησιν ἡ Γραφή; Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ἵνα τῇ πυκνότητι τῶν λεγομένων ἀκριβῆ τὴν διδασκαλίαν δεξώμεθα, καὶ μηκέτι ἀνεχώμεθα τῶν τολμώντων ἀπο κληροῦν τὰς τῶν ὀνομάτων προσηγορίας. καὶ τὴν μὲν τῷ Πατρὶ, τὴν δὲ τῷ Υἱῷ προσνέμειν. Ἐπειδὴ γὰρ ἀμφοτέρων ἡ οὐσία μία, διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ ἀδιαφόρως ποτὲ μὲν τῷ Πατρὶ, ποτὲ δὲ τῷ Υἱῷ τὴν αὐτὴν προσηγορίαν εὑρίσκεται ἀποκληροῦσα. Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων. Ἄξιον ἐνταῦθα ἐκπλαγῆναι τὴν πάντα λόγον ὑπερβαί νουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν ἐνδείκνυται ἡμῖν διὰ τῆς βραχείας ταύτης λέξεως. Καὶ ἐνετείλατο, φησί. Βλέπε ἐκ προοιμίων πόσῃ τιμῇ κέχρηται περὶ τὸν ἄνθρωπον. Οὐδὲ γὰρ εἶπε, προσέταξεν, ἢ ἐκέλευ σεν, ἀλλὰ τί; Ἐνετείλατο. Καθάπερ φίλος φίλῳ περί τινων ἀναγκαίων ἐντελλόμενος διαλέγεται, οὕτω καὶ ὁ Θεὸς πρὸς τὸν Ἀδὰμ διατίθεται, μονονουχὶ διὰ τῆς τοσαύτης τιμῆς ἐπισπάσασθαι βουλόμενος αὐτὸν πρὸς τὴν ὑπακοὴν τῶν ἐντελλομένων ὑπ᾽ αὐτοῦ. Καὶ ἐν ετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φά γεσθε ἀπ᾽ αὐτοῦ. ᾟ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Πολὺ τῆς ἐντολῆς τὸ ἀνεπαχθές. Ἀλλὰ δεινὸν, ἀγαπητὲ, ἡ ῥᾳθυμία· ὥσπερ γὰρ αὕτη καὶ τὰ εὔκολα δύσκολα ἡμῖν φαίνεσθαι ποιεῖ, οὕτως ἡ σπουδὴ καὶ ἡ ἀγρυπνία καὶ τὰ δύσκολα εὔκολα ἡμῖν ἀπεργάζεται. Τί γὰρ, εἰπέ μοι, τούτου ἀνεπαχθέστερον; τί ταύτης τῆς τιμῆς μεῖζον γένοιτ᾽ ἄν; Παρέσχεν ἐν διαιτᾶσθαι τῷ παραδείσῳ, τῷ κάλλει τέρπεσθαι τῶν ὁρωμένων, καὶ τὴν ὄψιν ἐκεῖθεν εὐφραίνειν, καὶ διὰ τῆς ἀπολαύσεως πολλὴν τὴν ἡδονὴν καρποῦσθαι. Ἐννόησον γὰρ ὅσον ἦν ὁρᾷν τὰ δένδρα τοῖς καρποῖς βριθόμενα, τῶν ἀνθῶν τὴν ποικιλίαν, τῶν βοτανῶν τὴν διαφορὰν, τῶν φύλλων τὰς κόμας, τὰ ἄλλα ὅσα εἰκὸς ἐν παραδείσῳ τυγχάνειν, καὶ ἐν παραδείσῳ ὑπὸ τοῦ Θεοῦ φυτευθέντι. Διὰ γὰρ τοῦτο προλαβοῦσα ἡ θεία Γραφὴ εἶπεν, ὅτι Ἐξα νέτειλεν ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρα σιν, καὶ καλὸν εἰς βρῶσιν, ἵνα εἰδέναι ἔχωμεν ὅσης ἀφθονίας ἀπολαύων, εἰς τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν ἐξύ βρισε διὰ πολλὴν ἀκρασίαν καὶ ῥᾳθυμίαν. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, τῆς τιμῆς τὴν ὑπερβολὴν, ἧς αὐτὸν ἠξίωσεν, ἰδιάζουσαν καὶ ἀφωρισμένην αὐτῷ τράπεζαν τὴν ἐν τῷ παραδείσῳ δωρησάμενος, ἵνα μὴ νομίσῃ τὴν αὐτὴν τοῖς ἀλόγοις καὶ αὐτῷ τροφὴν ὑπάρχειν, ἀλλ᾽ ἔχῃ καθάπερ βασιλεὺς ἐνδιαιτώμενος τῇ τοῦ παραδείσου δια γωγῇ, ἐντρυφᾷν τῇ ἐκεῖθεν ἀπολαύσει, καὶ καθάπερ δεσπότης κεχωρισμένος ᾖ τῶν εἰς ὑπηρεσίαν αὐτῷ πα ρασχεθέντων, καὶ ἀφωρισμένην ἔχῃ τὴν διαγωγήν. Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ. ᾟ δ᾽ ἂν ἡμέρᾳ φά γητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε· μονονουχὶ λέ γων πρὸς αὐτὸν, Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς ἀπαιτῶ παρὰ σοῦ; Πάντων τὴν ἀπόλαυσιν ἐπιτρέπω, ἑνὸς τού του μόνον μὴ ἅψασθαι ἐντέλλομαι· ἀλλὰ καὶ τὸ ἐπιτί μιον μέγα ὁρίζω, ἵνα κἂν τῷ φόβῳ σωφρονιζόμενος φυ λάξῃς τὴν παρ᾽ ἐμοῦ σοι δοθεῖσαν ἐντολήν· ταὐτὸν ποιῶν, ὥσπερ ἂν εἴ τις δεσπότης φιλότιμος οἰκίαν μεγάλην τινὶ ἐμπιστεύσειε, καὶ ὑπὲρ τοῦ τὴν δεσποτείαν αὐτῷ ἀκέ ραιον μένειν, βραχύ τι ἀργύριον τυπώσειε παρ᾽ αὐτοῦ δίδοσθαι. Οὕτω δὴ καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν αὐτῷ χα ρισάμενος, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι ἐκέλευσεν, ἵνα εἰδέναι ἔχῃ, ὅτι ὑπὸ Δεσπότην ἐστὶν, ᾧ προσήκει αὐτὸν πείθεσθαι, καὶ τοῖς ὑπ᾽ ἐκείνου προσταττομένοις εἴκειν
δʹ. Τίς ἂν κατ᾽ ἀξίαν θαυμάσειε τοῦ κοινοῦ πάντων Δεσπότου τὴν φιλοτιμίαν; Οὐδὲν οὐδέπω ἐπιδειξάμενον πόσης ἀξιοῖ τῆς εὐεργεσίας; Οὐδὲ γὰρ ἐξ ἡμισείας αὐτῷ τὴν ἀπόλαυσιν ἔδωκεν, οὐδὲ τῶν πλειόνων ἀποσχέ σθαι ἐκέλευσεν, τῶν δὲ λειπομένων ἔχειν τὴν ἀπόλαυσιν· ἀλλὰ πάντων τῶν ἐν τῷ παραδείσῳ μετέχειν αὐτὸν βου ληθεὶς, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι προστάττει, δεικνὺς διὰ τῶν πραγμάτων, ὅτι οὐδενὸς ἑτέρου ἕνεκεν τοῦτο πεποίηκεν, ἀλλ᾽ ἵνα τὸν αἴτιον εἰδέναι ἔχῃ τῶν τοσούτων εὐεργεσιῶν. Καὶ σκόπει μετὰ τῶν ἄλλων καὶ ἐντεῦθεν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅσῃ τῇ τιμῇ κέχρηται καὶ περὶ τὴν μέλλουσαν ἐξ αὐτοῦ διαπλάττεσθαι γυναῖκα. Οὐδέπω γὰρ αὐτῆς παραχθείσης, ὡς πρὸς ἀμφοτέρους τὴν ἐντολὴν ποιεῖται λέγων· Οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ, καὶ, ᾟ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· δη λῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι ἕν εἰσιν ἀνὴρ καὶ γυνὴ, καθὼς καὶ ὁ Παῦλός φησι· Κεφαλὴ τῆς γυναικὸς ὁ ἀνήρ. Διὰ τοῦτο τοίνυν ὡς πρὸς ἀμφοτέρους διαλέγεται, ἵνα μετὰ ταῦτα διαπλάσας ἐξ αὐτοῦ τὴν γυναῖκα, ἀφορ μὰς αὐτῷ παράσχῃ τοῦ γνωρίσαι αὐτῇ τὰ παρ᾽ αὐτοῦ ἐνταλθέντα. Καὶ οἶδα μὲν, ὅτι πολυθρύλλητόν ἐστι τοῦτο τὸ περὶ τοῦ ξύλου ζήτημα, καὶ ὅτι πολλοὶ τῶν ἀπαρα φυλάκτως φθεγγομένων ἀπὸ τοῦ ἀνθρώπου ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγειν ἐπιχειροῦσι, καὶ λέγειν τολμῶσι· τίνος γὰρ ἕνεκεν ἐδίδου αὐτῷ τὴν ἐντολὴν εἰδὼς ὅτι πα ραβήσεται; καὶ πάλιν, διὰ τί γὰρ τὸ ξύλον προσέταξε γενέσθαι ἐν τῷ παραδείσῳ; καὶ πολλὰ ἕτερα· ἀλλ᾽ ἵνα μὴ νῦν πρὸ τοῦ καιροῦ τῆς παραβάσεως δόξωμεν προπη δᾷν εἰς τὴν περὶ τούτων ἐξήγησιν, ἀναγκαῖον ἀναμεῖναι καὶ ἡμᾶς τὴν τοῦ μακαρίου Μωϋσέως διήγησιν, ἵν᾽ οὕτως εἰς τὸν τόπον ἀφικόμενοι εὐκαίρως, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ, περὶ τούτου κινήσαντες, διδάξωμεν τὴν ὑμετέραν ἀγάπην τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν· ἵν᾽ εἰδότες τὴν ἀλήθειαν τῶν ἐγγεγραμμένων, καὶ τὴν προσ ήκουσαν δοξολογίαν ἀναφέρητε τῷ Δεσπότῃ, καὶ μὴ καταλιπόντες τὸν ἡμαρτηκότα, ἐπὶ τὸν ἀναίτιον Θεὸν τὴν αἰτίαν μεταγάγητε· τέως δὲ ἐπὶ τοῦ παρόντος, εἰ δοκεῖ, τὰ ἑξῆς τοῦ ἀναγνώσματος ἐπέλθωμεν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Ἰδοὺ πάλιν ὁμοίως εἶπε, καθάπερ καὶ πρότερον, Κύριος ὁ Θεὸς, ἵνα ἐμπήξαντες ἡμῶν τῇ διανοίᾳ τὰ λεγόμενα, μὴ τὰ ἀπὸ τῶν ἀνθρωπίνων λογισμῶν τῆς θείας Γραφῆς κυριώτερα εἶναι νομίζωμεν. Καὶ εἶπε, φησὶν, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Σκόπει πῶς οὐχ ἵσταται ὁ ἀγαθὸς Θεὸς, ἀλλ᾽ εὐεργεσίας εὐεργε σίαις προστίθησι, καὶ πλουτῶν ἀγαθότητι, πάσῃ τιμῇ περιβαλεῖν βούλεται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ μετὰ τῆς τιμῆς καὶ εὐκολίαν αὐτῷ διαγωγῆς χαρίσασθαι. Εἶπε γὰρ, φησὶ, Κύριος ὁ Θεὸς, Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐ τόν. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τὸ, Ποιήσωμεν Καθάπερ γὰρ ἐξ ἀρχῆς ἔλεγεν ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν· οὕτω καὶ νῦν μέλλων τὴν γυναῖκα διαπλάτ τειν τῷ αὐτῷ κέχρηται ῥήματι, καί φησι, Ποιήσωμεν. Πρὸς τίνα διαλέγεται; Οὐ πρὸς κτιστήν τινα δύναμιν, ἀλλὰ πρὸς τὸν ἐξ αὐτοῦ γεννηθέντα, τὸν θαυμαστὸν σύμβουλον, τὸν ἐξουσιαστὴν, τὸν ἄρχοντα τῆς εἰρήνης, τὸν μονογενῆ αὐτοῦ Παῖδα. Καὶ ἵνα μάθῃ ὁ Ἀδὰμ, ὅτι ὁμότιμον αὐτῷ τὸ ζῶον μέλλει εἶναι τὸ διαπλαττό μενον, διὰ τοῦτο καθάπερ ἐπ᾽ αὐτοῦ ἔλεγε, Ποιήσωμεν, οὕτω καὶ νῦν φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτόν. Ἀμφότερα πολλὴν ἔχει τὴν δύναμιν, καὶ τὸ, Βοηθὸν, καὶ τὸ, Κατ᾽ αὐτόν. Οὐ βούλομαι, φησὶ, μόνον αὐτὸν εἶναι, ἀλλ᾽ ἔχειν τινὰ παραμυθίαν ἐκ τῆς συνου σίας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατάλληλον αὐτῷ βοηθὸν παραγαγεῖν δεῖ, τὴν γυναῖκα αἰνιττόμενος. Διὰ τοῦτό φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν, καὶ προσέθηκε δὲ, Κατ᾽ αὐτὸν, ἵν᾽ ὅταν ἴδῃς εὐθὺς τὰ θηρία παραγό μενα, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, μὴ νομίσῃς περὶ τούτων εἰρῆσθαι. Εἰ γὰρ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ πολλὰ τῶν ἀλόγων, ἀλλ᾽ οὐδὲν ἴσον τῆς λογικῆς γυναικός. Διὰ τοῦτο εἶπε, Βοηθὸν κατ᾽ αὐτὸν, καὶ ἐπήγαγε· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο γίνεται, ἀλλὰ διὰ τὰ μέλλοντα μετ᾽ οὐ πολὺ συμβαίνειν, ἃ προειδὼς ὁ Θεὸς δείκνυσιν ἡμῖν τὴν πολ λὴν σοφίαν, ἣν κεχάρισται τῷ ὑπ᾽ αὐτοῦ δημιουργηθέντι, ἵν᾽ ἐπειδὰν τὰ τῆς παραβάσεως τῆς ἐντολῆς τῆς ὑπὸ τοῦ Θεοῦ δοθείσης γένηται, μὴ νομίσῃς δι᾽ ἄγνοιαν αὐτὸν παραβεβηκέναι, ἀλλ᾽ εἰδέναι ἔχῃς, ὅτι ῥᾳθυμίας ἐστὶ τὸ πτῶμα. εʹ. Ὅτι γὰρ σοφίας πολλῆς ἐπεπλήρωτο, μάνθανε ἐκ τῶν νῦν γινομένων. Καὶ ἤγαγεν αὐτὰ, φησὶ, πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Ἀπόδειξιν ἡμῖν τῆς πολλῆς αὐ τοῦ σοφίας παρασχεῖν βουλόμενος τοῦτο ποιεῖ. Καὶ πά λιν, Ὃ ἐκάλεσεν αὐτὸ, φησὶν, Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Οὐχ ἵνα δὲ τὴν σοφίαν αὐτοῦ μόνον καταμάθωμεν, τοῦτο γίνεται, ἀλλ᾽ ἵνα καὶ τὸ σύμβολον τῆς δεσποτείας διὰ τῆς τῶν ὀνομάτων θέσεως ἐπιδείξηται. Καὶ γὰρ καὶ τοῖς ἀνθρώποις ἔθος τοῦτο ποιεῖσθαι σύμβολον δεσπο τείας, ἐπειδὰν οἰκέτας ὠνήσωνται, μετατιθέναι αὐτῶν τὰς προσηγορίας. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ παρασκευάζει καθάπερ δεσπότην πᾶσι τοῖς ἀλόγοις ἐπιθεῖναι τὰς προσ ηγορίας. Μὴ γὰρ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ εἰρημένον, ἀλλ᾽ ἐννόησόν μοι, πόσης ἦν σοφίας τοσούτοις γένεσι πτηνῶν, ἑρπετῶν, θηρίων, κτηνῶν καὶ τῶν ἄλ λων ἀλόγων, τῶν ἡμέρων, τῶν ἀγρίων, τῶν ἐν τοῖς ὕδασι δαιτωμένων, τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, πᾶσι τούτοις ἐπιθεῖναι τὰς προσηγορίας, καὶ προσηγορίας τὰς κυρίας καὶ καταλλήλους ἑκάστῳ γένει· Πᾶν γὰρ, φησὶν, ὃ ἐκά λεσεν αὐτὸ Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Εἶδες ἐξουσίαν ἀπηρτισμένην; εἶδες δεσποτείας αὐθεντίαν; Λογίζου μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὅτι καὶ λέοντες, καὶ παρδά λεις, καὶ ἔχεις, καὶ σκορπίοι, καὶ ὄφεις, καὶ τὰ ἄλλα ἅπαντα τὰ τούτων θηριωδέστερα, καθάπερ πρὸς δεσπότην μετὰ πάσης ὑποταγῆς παραγεγονότα τὰς προσ ηγορίας ἐδέξαντο, καὶ οὐδὲν τῶν θηρίων τούτων ἐδεδοί κει ὁ Ἀδάμ. Μὴ τοίνυν ἐπισκηπτέτω τις τοῖς γεγενη μένοις παρὰ τοῦ Δεσπότου, καὶ τὴν γλῶτταν ἀκονάτω κατὰ τοῦ δημιουργοῦ, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφα λῆς, καὶ λεγέτω τὰ ἀνόνητα ἐκεῖνα ῥήματα· τίνος ἕνε κεν τὰ θηρία παρήχθη; Ὅτι γὰρ ἅπαντα ὁμοίως τοῖς ἡμέροις τὴν δουλείαν ἐπεγίνωσκε καὶ τὴν δεσποτείαν, δείκνυσιν ἡμῖν ἀκριβῶς ἡ τῶν ὀνομάτων θέσις. Αἱ γὰρ προσηγορίαι ἐκεῖναι ἃς ἔθετο αὐτοῖς μέχρι τοῦ παρόντος διαμένουσιν· οὕτως αὐτὰς ἐκύρωσεν ὁ Θεὸς, ἵνα διηνεκῆ ὑπόμνησιν ἔχωμεν καὶ τῆς τιμῆς, ἣν ἐξ ἀρχῆς ἐδέξατο παρὰ τοῦ Δεσπότου πάντων, τούτων τὴν ὑποταγὴν λαβὼν, καὶ τῆς ἀφαιρέσεως αὐτῷ τὴν αἰτίαν ἐπιγράφω μεν διὰ τῆς ἁμαρτίας τὴν ἐξουσίαν ἀκρωτηριάσαντι. Καὶ ἐκάλεσεν Ἀδὰμ, φησὶν, ὀνόματα πᾶσι τοῖς κτή νεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. Ἐντεῦθεν ἤδη σκόπει μοι, ἀγα πητὲ, τῆς προαιρέσεως τὸ αὐτεξούσιον, καὶ τῆς συν έσεως αὐτοῦ τὴν ὑπερβολὴν, καὶ μὴ λέγε, ὅτι ἠγνόει τί μὲν καλὸν, τί δὲ κακόν. Ὁ γὰρ δυνηθεὶς καταλλήλους τὰς προσηγορίας τοῖς κτήνεσιν ἐπιθεῖναι, καὶ τοῖς πε τεινοῖς, καὶ τοῖς θηρίοις, καὶ μὴ συγχέας τὴν τάξιν, μηδὲ τὰς μὲν τοῖς ἡμέροις ζώοις ἁρμοζούσας προσηγο ρίας τοῖς ἀγρίοις ἐπιθεῖναι, μηδὲ τὰς τοῖς ἀγρίοις προσ ηκούσας τοῖς ἡμέροις ἀφορίσαι, ἀλλὰ πᾶσι τὰς καταλ λήλους ὀνομασίας δοῦναι, πῶς οὐ πάσης σοφίας καὶ συνέ σεως πεπλήρωτο; Λογίζου ἐντεῦθεν λοιπὸν ὅση τοῦ ἐμφυ σήματος ἐκείνου ἡ δύναμις, καὶ πόση τῆς ἀσωμάτου ψυ χῆς ἡ σοφία, ἣν ὁ Δεσπότης αὐτῇ κεχάρισται, ζῶον τοιοῦτον καὶ θαυμαστὸν καὶ λογικὸν ἐκ δύο οὐσιῶν συ στησάμενος, καὶ τὴν ἀσώματον οὐσίαν τῆς ψυχῆς συμ πλέξας τῷ σώματι, καθάπερ ὀργάνῳ τινὶ, τεχνίτην ἄριστον. Ὅταν οὖν ἐννοήσῃς τοῦ ζώου τούτου τὴν τοσαύ την σοφίαν, ἐκπλήττου τοῦ δημιουργήσαντος τὴν δύνα μιν. Εἰ γὰρ τοῦ οὐρανοῦ τὸ κάλλος ὁρώμενον, εὐγνώμονα θεατὴν εἰς τὴν τοῦ δημιουργήσαντος παραπέμπει δοξο λογίαν· πολλῷ μᾶλλον τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρω πος δυνήσεται τὰ κατὰ τὴν οἰκείαν διάπλασιν ἀναλογι ζόμενος, καὶ τῆς τιμῆς τῆς παρασχεθείσης αὐτῷ τὴν ὑπερβολὴν, καὶ τῶν δωρεῶν τὰ μεγέθη, καὶ τὰς ἀφάτους εὐεργεσίας διηνεκῶς ἀνυμνεῖν τὸν παραγαγόντα, καὶ τὴν κατὰ δύναμιν δοξολογίαν ἀναφέρειν τῷ Δεσπότῃ. Ἐβουλόμην καὶ τοῖς ἑξῆς ἐπεξελθεῖν· ἀλλ᾽ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν τὴν μνήμην τῶν ἤδη λεχθέντων, ἀναγκαῖον ἐνταῦθα στῆσαι τὸν τῆς διδα σκαλίας λόγον. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπου δαζόμενον ἁπλῶς πολλὰ εἰπεῖν· ἀλλὰ διὰ τοῦτο λέγομεν, ὥστε αὐτὰ διηνεκῶς ὑμᾶς ἔχειν ἐμπεπηγότα ταῖς διανοίαις ταῖς ὑμετέραις, ἵνα μὴ μόνον αὐτοὶ εἰδῆτε τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα, ἀλλὰ καὶ ἑτέροις διδάσκαλοι γίνησθε, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Ἕκαστος τοί νυν ὑμῶν, παρακαλῶ, ἐντεῦθεν ἐξιὼν, μετὰ τοῦ πλησίον ἀναλαμβανέτω τῶν εἰρημένων τὴν μνήμην, καὶ τὰ παρ᾽ ἑαυτοῦ εἰσφέρων, δεχέσθω καὶ τὰ παρ᾽ ἑτέρου μνη μονευθέντα. Καὶ οὕτω συλλέγοντες ἅπαντα, καὶ ἔναυλον αὐτῶν ἔχοντες τὴν μνήμην, οἴκαδε ἀναχωρεῖτε, καὶ καθ᾽ ἑαυτοὺς ἀναμηρυκώμενοι τὰ θεῖα ταῦτα διδά γματα· ἵνα ἐν τούτοις ἔχοντες τὴν μέριμναν ἅπασαν, καὶ ἀσχολοῦντες ὑμῶν τὴν διάνοιαν, δύνησθε μετ᾽ εὐκολίας περιγενέσθαι καὶ τῶν παθῶν τῶν ἐνοχλούντων, καὶ τὰς τοῦ διαβόλου μηχανὰς διαφυγεῖν. Ἔνθα γὰρ ἂν ἴδῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος ψυχὴν τὰ τοῦ Θεοῦ μεριμνῶσαν, καὶ διηνεκῶς ἐκεῖνα φανταζομένην, καὶ ταῦτα περιστρέ φουσαν, οὐδὲ προσεγγίσαι τολμᾷ, ἀλλὰ ταχέως ἀποπηδᾷ, καθάπερ ἀπὸ πυρός τινος, ὑπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας φυγαδευόμενος. Ἵν᾽ οὖν καὶ αὐτοὶ τὰ μέγιστα κερδαίνωμεν, κἀκείνου περιγενέσθαι δυνηθῶμεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν μειζόνως ἐπισπασώμεθα, ἐν τού τοις ἀσχολῶμεν ἡμῶν τὴν διάνοιαν. Οὕτω γὰρ ἡμῖν καὶ τὰ ἐν χερσὶ πάντα ἐξευμαρισθήσεται, καὶ τὰ δύσκολα εὔκολα γενήσεται, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ χρη στὸν λήψεται τέλος, καὶ οὐδὲν ἡμᾶς τῶν παρόντων λυ πῆσαι δυνήσεται. Ἐὰν γὰρ τὰ τοῦ Θεοῦ μεριμνῶμεν, τὰ ἡμέτερα αὐτὸς μεριμνήσει, καὶ μετὰ πολλῆς ἀδείας τὸ πέλαγος τοῦ παρόντος βίου διαπλεύσομεν, καὶ ὑπὸ τοῦ μεγάλου κυβερνήτου τοῦ ἐπὶ πάντων Θεοῦ ὁδηγούμε νοι, καταντήσομεν εἰς τὸν λιμένα τῆς τούτου φιλανθρω πίας, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΕʹ.
Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾽ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα.
αʹ. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι μετὰ πολλῆς τῆς προ θυμίας χθὲς ἐδέξασθε τὴν παρ᾽ ἡμῶν παραίνεσιν, καὶ πρὸς τὸ μῆκος τῶν εἰρημένων οὐ μόνον οὐκ ἐδυσχεράνατε, ἀλλὰ καὶ μέχρι τοῦ τέλους οὕτω παρηκολουθήσατε, ὡς ἀκμάζοντα ὑμῖν ἐναπομεῖναι τὸν τῆς ἀκροάσεως πόθον· ὅθεν καὶ χρηστὰς ἡμῖν τὰς ἐλπίδας ὑπεφήνατε, ὡς διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὰ τῆς ἡμετέρας συμβουλῆς. Ὁ γὰρ μετὰ τοσαύτης ἡδονῆς ἀκούων, δῆλος ἂν εἴη καὶ πρὸς τὴν διὰ τῶν ἔργων πρᾶξιν παρεσκευασμένος· ἄλ λως δὲ καὶ ἡ νῦν ὑμῶν συνδρομὴ τεκμήριον ἂν γένοιτο τῆς κατὰ ψυχὴν ὑμῶν ὑγιείας. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας σημεῖόν ἐστιν, οὕτω τὸ λογίων θείων ἐρᾷν ψυχικῆς ὑγιείας τεκμήριον ἂν γένοιτο μέγιστον. Ἐπεὶ οὖν ὁ καρπὸς τῆς ὑμετέρας σπουδῆς δείκνυσι τῆς ὑπακοῆς τὴν ἐκπλήρωσιν, φέρε καὶ ἡμεῖς τὸν μισθὸν, ὃν ὑπεσχόμεθα χθὲς, καταβάλωμεν ὑμῶν τῇ ἀγάπῃ· τὴν πνευματικὴν ταύτην λέγω διδασκαλίαν τὸν μισθὸν, καί μοι τῷ καταβάλλοντι δυνάμενον αὐξῆσαι τὴν περιου σίαν, καὶ ὑμᾶς τοὺς ὑποδεχομένους πλουσίους ἀπεργαζόμενον. Τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά· ὅπερ ἐπὶ τῶν αἰσθητῶν πραγμάτων οὐκ ἔνι. Ἐκεῖ μὲν γὰρ ὁ καταβαλὼν ἠλάττωσεν αὐτοῦ τὴν οὐσίαν, καὶ τὸν ὑποδεχόμενον εὐπορώτερον κατέστησεν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ὁ καταβαλὼν ταύτῃ μᾶλλον τὸν οἰκεῖον πλοῦτον αὔξει, καὶ τοῖς ὑποδεχομένοις μεί ζων ἡ περιουσία γίνεται. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἕτοιμοι πρὸς εὐγνωμοσύνην, καὶ ὑμεῖς οἱ ὑποδέχεσθαι μέλλον τες τὸν πλοῦτον τοῦτον τὸν πνευματικὸν, εὐτρεπισμέ νους ἔχετε τοὺς κόλπους τῆς διανοίας· φέρε τὴν ὑπό σχεσιν πληρώσωμεν, καὶ τῆς ἀκολουθίας πάλιν τῶν παρὰ τοῦ μακαρίου Μωϋσέως ἀνεγνωσμένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὸν μισθὸν καταβάλωμεν. Τίνα οὖν ἐστι τὰ σήμερον ἀνεγνωσμένα ἀναγκαῖον εἰς μέσον προθεῖ ναι, ἵν᾽ οὕτω μετὰ ἀκριβείας διερευνώμενον τὸν τοῖς ῥήμασι ἐναποκεκρυμμένον πλοῦτον τῶν νοημάτων, προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἠκούσατε γὰρ ἀρτίως τῆς θείας Γραφῆς λεγούσης· Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Τί βούλεται ἡ βραχεῖα αὕτη λέξις, Τῷ δὲ Ἀδάμ; τίνος ἕνεκεν προσέθηκε τὸν σύνδεσμον; οὐ γὰρ ἤρκει εἰπεῖν, τῷ Ἀδάμ; Οὐχ ἁπλῶς ταῦτα διερευνᾶσθαι σπουδάζομεν, φιλοτιμίας ἕνεκεν πε ριττῆς, ἀλλ᾽ ἵνα μετὰ ἀκριβείας ὑμῖν ἅπαντα ἑρμηνεύον τες παιδεύσωμεν ὑμᾶς μηδὲ βραχεῖαν λέξιν, μηδὲ συλλα βὴν μίαν παρατρέχειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κει μένων. Οὐ γὰρ ῥήματά ἐστιν ἁπλῶς, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἁγίου ῥήματα, καὶ διὰ τοῦτο πολύν ἐστι τὸν θησαυ ρὸν εὑρεῖν καὶ ἐν μιᾷ συλλαβῇ. Προσέχετε οὖν, παρακα λῶ, μετὰ ἀκριβείας· μηδεὶς νωθὴς, μηδεὶς ὑπνηλὸς, πάντες διεγηγερμένην μοι τὴν διάνοιαν παρέχετε· μηδεὶς ἔξω ῥεμβέσθω τὸν λογισμὸν, μηδὲ φροντίδας βιωτικὰς ἐπισυρόμενος ἐνταῦθα στηκέτω, ἀλλ᾽ ἐννοῶν τῆς πνευ ματικῆς ταύτης συνόδου τὸ ἀξίωμα, καὶ ὅτι διὰ τῆς τῶν προφητῶν γλώττης τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου ἀκούομεν· οὕτω τὴν ἀκοὴν ὑπεχέτω, καὶ συντεταμένον ἐχέτω τὸν νοῦν, ἵνα μηδὲν τῶν παρ᾽ ἡμῶν καταβαλλο μένων σπερμάτων εἰς πέτραν κατενεχθῇ, ἢ παρὰ τὴν ὁδὸν, ἢ παρὰ τὰς ἀκάνθας, ἀλλ᾽ ὁλόκληρον τὸ σπέρμα εἰς τὴν γῆν τὴν καλὴν καταβληθὲν, τὸ πλάτος λέγω τῆς δια νοίας τῆς ὑμετέρας, δαψιλῆ τὸν καρπὸν ὑμῖν ἐνέγκαι δυνηθῇ, καὶ πολυπλασιάσῃ τὰ παρ᾽ ἡμῶν καταβαλλόμε να. Ἀλλ᾽ ἴδωμεν λοιπὸν τί βούλεται ἡμῖν αὕτη ἡ τοῦ συνδέσμου συμπλοκή. Τῷ δὲ Ἀδὰμ, φησὶν, οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Θέα μοι τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Εἰποῦσα, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοη θὸς, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν, Ὅμοιος αὐτῷ, τῇ προσθήκῃ παραδηλοῦσα ἡμῖν τὴν αἰτίαν, δι᾽ ἣν τοῦ συνδέσμου τὴν συμπλοκὴν ἐποιήσατο. Οἶμαι λοι πὸν τοὺς ὀξύτερον ἐπιβάλλειν δυναμένους ἤδη προορᾷν τὸ μέλλον ὑφ᾽ ὑμῶν ῥηθήσεσθαι. Ἀλλ᾽ ἐπειδὴ προσήκει ἡμᾶς κοινὴν πρὸς ἅπαντας ποιουμένους τὴν διδασκαλίαν, πᾶσι σαφῆ ποιεῖν τὰ παρ᾽ ἡμῶν λεγόμενα, φέρε διδάξω μεν ὑμᾶς τίνος ἕνεκεν οὕτως εἴρηκεν· ἀλλὰ μικρὸν ἀνάσχεσθε. Ἐπειδὴ γὰρ ἐν τοῖς πρῴην ῥηθεῖσι, καθά περ μνημονεύετε, εἰποῦσα ἡ θεία Γραφὴ, ὅτι Ποιήσω μεν αὐτῷ βοηθὸν κατ᾽ αὐτὸν, εὐθέως ἐδίδαξεν ἡμᾶς τὴν τῶν θηρίων, καὶ τῶν ἑρπετῶν, καὶ τῶν ἀλόγων ἁπάντων δημιουργίαν· φησὶ γὰρ, Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ καθάπερ Δεσπότης πᾶσιν ἐπέθηκε τὰ ὀνόματα, καὶ τὴν οἰκείαν προσηγορίαν ἑκάστῳ γένει τῶν θηρίων, καὶ τῶν πετεινῶν, καὶ πάντων τῶν ἀλόγων κατὰ τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἀπένειμεν· ἵνα εἰ δέναι ἔχωμεν λοιπὸν, ὅτι ἐκεῖνα μὲν ἅπαντα τὰ γεγενη μένα, εἰ γὰρ ὑπηρεσίαν τινὰ πληροῖ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ, ἀλλ᾽ ὅμως ἄλογά ἐστι, καὶ πολλῷ τῷ μέτρῳ λειπόμενα τοῦ ἀνθρώπου· καὶ ἵνα μὴ νομίζωμεν ὅτι περὶ τούτων εἶπε, Ποιήσωμεν αὐτῷ βοηθόν. Εἰ γὰρ καὶ βοηθεῖ, καὶ πρὸς πολλὰ χρήσιμα καθέστηκε τῇ τοῦ ἀνθρώπου ὑπηρεσίᾳ, ἀλλ᾽ ὅμως ἄλογά ἐστιν. Ὅτι μὲν γὰρ βοηθεῖ, δείκνυσιν αὐτὴ ἡ πεῖρα τῶν πραγμάτων. Καὶ γὰρ τὰ μὲν πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς τὴν τῆς γῆς ἐργασίαν. Βοῦς μὲν γὰρ ἄροτρον ἕλκει, καὶ αὔλακας ἀνατέμνει, καὶ πολλὴν ἑτέραν χρείαν πρὸς τὴν γεωργίαν ἡμῖν εἰσφέρει· ὄνος δὲ πάλιν πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν πολ λὴν παρέχει τὴν χρείαν, καὶ ἕτερα δὲ πολλὰ τῶν ἀλόγων ἡμῖν ὑπηρετεῖται πρὸς τὰς τοῦ σώματος χρείας. Καὶ γὰρ τὰ πρόβατα τὴν ἐκ τοῦ ἐρίου ἡμῖν χρείαν παρέχει πρὸς τὴν τῶν ἐνδυμάτων κατασκευὴν, καὶ αἱ αἶγες πάλιν ὡσαύτως καὶ τὴν ἀπὸ τῶν τριχῶν ἡμῖν λειτουργίαν εἰσ φέρουσι, καὶ τὴν ἀπὸ τοῦ γάλακτος, καὶ ἕτερα πρὸς τρο φὴν ἡμῖν ἐπιτήδεια. Ἵν᾽ οὖν μὴ περὶ τούτων εἶναι νομί σῃς τὸ ἀνωτέρω εἰρημένον, ὅτι Ποιήσωμεν αὐτῷ βοη θὸν, διὰ τοῦτο νῦν ἀρχόμενος τοῦ λόγου, φησὶ, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· μονονουχὶ δι δάσκων ἡμᾶς ὁ μακάριος Μωϋσῆς, καὶ ταῦτα λέγων τὰ ῥήματα, ὅτι ταῦτα μὲν ἅπαντα παρήχθη, καὶ τὰς τῶν ὀνομάτων προσηγορίας ἔλαβε παρὰ τοῦ Ἀδὰμ, ἀλλ᾽ ὅμως οὐδὲν ἄξιον τούτων αὐτοῦ πρὸς βοήθειαν ηὑρέθη. Διὸ βούλεται ἡμᾶς διδάξαι τοῦ μέλλοντος ζώου παράγεσθαι τὴν διάπλασιν, καὶ ὅτι τοῦτο τὸ μέλλον δημιουργεῖσθαι ζῶον τοῦτό ἐστι περὶ οὗ ἔλεγε. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτὸν, ὅμοιον αὐτῷ φησι, τῆς αὐτῆς αὐτῷ οὐσίας, ἄξιον αὐτοῦ, μηδὲν αὐτοῦ λειπόμενον· διὰ τοῦτο ἔλεγε, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· δεικνὺς ἡμῖν ὁ μακάριος οὗτος, ὅτι ὅσην ἂν παρέχηται χρείαν ἡμῖν πρὸς ὑπηρεσίαν ταυτὶ τὰ ἄλογα, ἑτέρα τίς ἐστι βοή θεια καὶ πολλῷ τῷ μέτρῳ ὑπερακοντίζουσα τῷ Ἀδὰμ παρεχομένη παρὰ τῆς γυναικός. βʹ. Ἐπεὶ οὖν πάντων παραχθέντων τῶν ζώων, καὶ τὰς προσηγορίας δεξαμένων παρὰ τοῦ πρωτοπλάστου ἐπεζή τει τὸν ὅμοιον αὐτῷ βοηθὸν ὁ φιλάνθρωπος Δεσπότης παραγαγεῖν, ὁ πάντα διὰ τὸν δημιουργηθέντα ὑπ᾽ αὐτοῦ οἰκονομῶν, καὶ πᾶσαν τὴν κτίσιν ταύτην τὴν ὁρωμένην διὰ τοῦτον παραγαγὼν, μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν γυναῖκα δημιουργεῖ. Καὶ ὅρα πῶς μετὰ ἀκρι βείας ἡμᾶς διδάσκει καὶ τῆς δημιουργίας αὐτῆς τὴν διάπλασιν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς, ὅτι βούλεται βοηθὸν αὐτῷ παραγαγεῖν ὅμοιον αὐτῷ· καὶ γὰρ ἀνωτέρω ἔλεγε· Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτὸν, καὶ ἐν ταῦθά φησιν, Οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· διὰ τοῦτο ἐκ τῆς οὐσίας αὐτοῦ ταύτης τὴν διάπλασιν ἐργά ζεται, καί φησι· Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· Καὶ ἔλαβε μίαν τῶν πλευ ρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾽ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Μεγάλη τῶν εἰρημένων ἡ δύναμις, καὶ πάντα λογισμὸν ἀνθρώπινον ὑπερβαίνουσα. Οὐδὲ γὰρ δυνατὸν ἑτέρως τούτων συνιέναι τὸ μέγεθος, μὴ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα κατοπτεύσαντα. Καὶ ἐπέβαλεν ὁ Θεὸς, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Ὅρα τὴν ἀκρίβειαν τῆς διδασκαλίας. Ἀμφό τερα τέθεικεν ὁ μακάριος οὗτος προφήτης, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τούτου γλώττης, παιδεῦον ἡμᾶς τῶν γεγενημένων τὴν ἀκολουθίαν. Ἐπέβαλε, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Οὔτε ἔκστασις μόνον ἦν τὸ συμβὰν, οὔτε ὕπνος ὁ συνήθης, ἀλλ᾽ ἐπειδὴ ὁ σοφὸς καὶ εὐμήχανος τῆς ἡμετέρας φύσεως δημιουργὸς ἔμελλεν ἐκ τῆς πλευρᾶς αὐτοῦ μίαν ἀφαιρεῖσθαι, ἵνα μὴ ἡ αἴσθησις ὀδύνην αὐτῷ ἐργάσηται, καὶ μετὰ ταῦτα πρὸς τὴν ἐξ ἐκείνης τῆς πλευρᾶς διαπλαττομένην ἀπεχθῶς ἔχῃ διακεῖσθαι, καὶ μισήσῃ τὸ πλαττόμενον ζῶον τῆς ὀδύνης μεμνημένος, διὰ τοῦτο τοσοῦτον αὐτῷ ὕπνον ἐπήγαγεν, ἔκστασιν ἐπιβαλὼν, καὶ ὥσπερ κάρῳ τινὶ κατασχεθῆναι προστάξας, ἵνα μηδεμίαν αἴσθησιν δέξηται τοῦ γινομένου, ἀλλὰ καθάπερ τεχνίτης ἄριστος καὶ ἀφέληται τὸ δοκοῦν, καὶ ἀναπληρώσῃ τὸ λεῖπον, καὶ οὕτω τὸ ληφθὲν δημιουργήσῃ κατὰ τὴν οἰκείαν φιλαν θρωπίαν. Ἐπέβαλε γὰρ, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾽ αὐτῆς· ἵνα μὴ ἔχῃ μετὰ τὴν τοῦ ὕπνου ἀπαλλαγὴν ἐκ τοῦ λείποντος αἰσθάνεσθαι τοῦ γεγενημένου. Εἰ γὰρ καὶ ἐν τῷ τῆς ἀφ αιρέσεως καιρῷ ἠγνόησεν, ἀλλ᾽ ὅμως ἔμελλε μετὰ ταῦτα ἐπιγινώσκειν τὸ γεγονός. Ἵν᾽ οὖν μήτε ἐν τῷ ἀφαιρεῖσθαι ὀδύνην αὐτῷ ἐμποιήσῃ, μήτε μετὰ ταῦτα ἡ ἔλλειψις ἀθυμίαν ἐργάσηται, ἀμφότερα οὕτως ᾠκονόμησε, καὶ ἀφελόμενος ἀνωδύνως, καὶ πληρώσας τὸ λεῖπον, καὶ μὴ συγχωρήσας μηδενὸς αὐτὸν τῶν γεγενημένων αἴσθησιν δέξασθαι. Λαβὼν οὖν, φησὶ, ταύτην τὴν πλευρὰν, ᾠκοδό μησε Κύριος ὁ Θεὸς εἰς γυναῖκα. Παράδοξον τὸ εἰρημέ νον, καὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς τὸν ἡμέτερον λογισμόν. Τοιαῦτα γὰρ ἅπαντα τὰ παρὰ τοῦ Δεσπότου. Τοῦ γὰρ ἀπὸ τοῦ χοὸς πλασθῆναι τὸν ἄνθρωπον οὐκ ἔλαττον τοῦτο. Καὶ ὅρα τὴν συγκατάβασιν τῆς θείας Γραφῆς, ὅσοις ῥήμασι κέχρηται διὰ τὴν ἡμετέραν ἀσθέ νειαν. Καὶ ἔλαβε, φησὶ, μίαν τῶν πλευρῶν αὐτοῦ. Μὴ ἀνθρωπίνως δέχου τὰ λεγόμενα, ἀλλὰ τὴν παχύτητα τῶν λέξεων τῇ ἀσθενείᾳ λογίζου τῇ ἀνθρωπίνῃ. Εἰ γὰρ μὴ τούτοις τοῖς ῥήμασιν ἐχρήσατο, πῶς ἂν μαθεῖν ἠδυνήθημεν ταῦτα τὰ ἀπόῤῥητα μυστήρια; Μὴ τοῖς ῥή μασιν οὖν μόνοις ἐναπομείνωμεν, ἀλλὰ θεοπρεπῶς ἅπαν τα νοῶμεν ὡς ἐπὶ Θεοῦ. Τὸ γὰρ, Ἔλαβε, καὶ ὅσα τοιαῦ τα, διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν εἴρηται. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα πάλιν τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ᾗ καὶ ἐπὶ τοῦ Ἀδάμ. Ὥσπερ γὰρ ἐκεῖ καὶ ἅπαξ, καὶ δεύ τερον, καὶ πολλάκις εἶπε· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε· καὶ πάλιν, Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ· καὶ πάλιν, Καὶ εἶπε Κύριος ὁ Θεὸς, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτόν· οὕτω καὶ νῦν φησι, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβε ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα· καὶ ἀνωτέρω, Καὶ ἐπέβαλε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ· ἵνα μάθῃς ὡς οὐδεμία διαφορά ἐστι Πατρὸς καὶ υἱοῦ ἐν ταῖς λέξεσιν, ἀλλὰ διὰ τὸ μίαν εἶναι τὴν οὐ σίαν ἀμφοτέρων, ἀδιαφόρως ἡ Γραφὴ κέχρηται τοῖς ὀνό μασιν. Ἰδοὺ γοῦν καὶ ἐπὶ τῆς διαπλάσεως τῆς γυναικὸς τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο εἰποῦσα, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Τί ἂν εἴποιεν ἐνταῦθα οἱ αἱρετι κοὶ, οἱ πάντα περιεργάζεσθαι βουλόμενοι, καὶ τοῦ δη μιουργοῦ τῶν ὅλων τὴν γέννησιν κατειληφέναι οἰόμενοι; Ποῖος λόγος τοῦτο ἑρμηνεῦσαι δύναται; ποῖος νοῦς κατα λαβεῖν; Μίαν πλευρὰν, φησὶν, ἔλαβε· καὶ πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ὅλον ζῶον διέπλασε; Τί δὲ λέγω, πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ζῶον διέπλασεν; Εἰπέ μοι πῶς ἡ ἀφαίρεσις γέγονε; πῶς αἴσθησιν οὐκ ἔλαβε τῆς ἀφαιρέ σεως; Ἀλλ᾽ οὐδὲν τούτων δυνήσῃ εἰπεῖν· μόνος γὰρ ἐκεῖνος οἶδεν ὁ τὴν δημιουργίαν ἐργασάμενος. Εἰ τοίνυν ταῦτα τὰ ἐν χερσὶ, καὶ τὰ τῆς διαπλάσεως τοῦ ὁμογε νοῦς ἡμῖν εὑρεῖν ζώου οὐ καταλαμβάνομεν, πόσης ἂν εἴη μανίας καὶ παραφροσύνης τὰ κατὰ τὸν δημιουργὸν περιεργάζεσθαι, καὶ ἐκεῖνα φάσκειν κατειληφέναι ὧν οὔτε αἱ ἀσώματοι καὶ θεῖαι δυνάμεις τὴν ἀκριβῆ γνῶσιν ἔχουσιν, ἀλλὰ μετὰ φόβου καὶ τρόμου δοξολογοῦσαι διηνεκῶς διατελοῦσι;
γʹ. Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ὁ Θεὸς τὴν πλευ ρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν. Οὐκέτι γὰρ εἶπεν, ἔπλασεν, ἀλλ᾽ ᾨκοδόμησεν· ἐπειδὴ ἐκ τοῦ ἤδη πλασθέντος τὸ μέρος ἔλαβε, καὶ ὡς ἂν εἴποι τις, τὸ λεῖπον ἐχαρίσατο. Διὰ τοῦτό φησι, Καὶ ᾠκοδόμησεν· οὐκ ἄλλην πλάσιν εἰργά σατο, ἀλλ᾽ ἐκ τῆς ἤδη γενομένης πλάσεως βραχύ τι μέ ρος λαβὼν, τοῦτο τὸ μέρος ᾠκοδόμησε, καὶ τέλειον εἰρ γάσατο τὸ ζῶον. Πόση τοῦ ἀριστοτέχνου Θεοῦ ἡ δύναμις, ἀπὸ τοῦ βραχυτάτου μέρους ἐκείνου τοσούτων μελῶν ἀναλογίαν ἐργάσασθαι, καὶ τοσαύτας αἰσθήσεις δημιουρ γῆσαι, καὶ τέλειον καὶ ὁλόκληρον καὶ ἀπηρτισμένον ζῶον κατασκευάσαι, τὸ δυνάμενον καὶ προσδιαλέγεσθαι, καὶ τῇ τῆς οὐσίας κοινωνίᾳ πολλὴν αὐτῷ τὴν παραμυθίαν εἰσφέρειν. Διὰ γὰρ τὴν τούτου παράκλησιν τοῦτο τὸ ζῶον ἐδημιουργήθη. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐ γὰρ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ὁρᾷς πῶς ἅπαντα δι᾽ αὐτὸν γίνεται; Μετὰ γὰρ τὴν δημιουργίαν τῆς κτίσεως, μετὰ τὸ παραχθῆναι τὰ ἄλογα, τὰ πρὸς βρῶσιν ἐπιτήδεια, τὰ πρὸς ὑπηρεσίαν χρησιμεύειν δυνάμενα, ἐπειδὴ ἐδεῖτο ὁ πλασθεὶς ἄνθρω πός τινος τοῦ προσδιαλεγομένου, καὶ δυναμένου τῇ κοι νωνίᾳ τῆς οὐσίας πολλὴν αὐτῷ παρέχειν τὴν παραμυθίαν, διὰ τοῦτο ἐκ τῆς πλευρᾶς αὐτοῦ δημιουργεῖται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ κατὰ τὴν εὐμήχανον αὐτοῦ σοφίαν τέλειον καὶ ἀπηρτισμένον αὐτὸ εἰργάσατο, κατὰ πάντα τῷ ἀνθρώπῳ ὅμοιον, ἀντὶ τοῦ, λογικὸν, δυνάμενον ἐν τοῖς καιρίοις αὐτῷ καὶ τοῖς ἀναγκαίοις καὶ συνέχουσι τὴν ζωὴν τὰ τῆς βοηθείας εἰσφέρειν. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα σοφίᾳ τινὶ καὶ δημιουργίᾳ οἰκονομῶν. Εἰ γὰρ καὶ ἡμεῖς διὰ τὴν τῶν λογισμῶν ἀσθένειαν καταλαμβάνειν μὴ δυνάμεθα τὸν τρόπον τῶν γεγενημένων, ἀλλ᾽ ὅμως πιστεύομεν, ὅτι τῷ βουλήματι αὐτοῦ πάντα εἴκει, καὶ ὅπερ ἂν προστάξῃ, τοῦτο εἰς μέσον παράγεται. Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐ τὴν πρὸς τὸν Ἀδάμ· δεικνὺς, ὅτι δι᾽ αὐτὸν αὐτὴν παρ ήγαγεν. Ἤγαγεν αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Ἐπειδὴ γὰρ οὐδεὶς εὑρέθη, φησὶν, ἐν πᾶσι τοῖς ἄλλοις ὅμοιός σοι βοηθὸς, ἰδοὺ ὅπερ ὑπεσχόμην (ἐπηγγειλάμην γὰρ βοηθὸν ὅμοιόν σοι κατασκευάζειν), τοῦτο πληρώσας παραδίδωμί σοι. Ἤγαγε γὰρ αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδὰμ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου. Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς μετὰ τῆς σοφίας ἐκείνης τῆς ἀφάτου, τῆς παρὰ τοῦ Θεοῦ αὐτῷ χορη γηθείσης, τὰ δείγματα ἡμῖν ἐδείκνυ διὰ τῆς τῶν ὀνο μάτων θέσεως ἅπερ ἐπέθηκε τοσούτοις τοῖς γένεσι τῶν ἀλόγων ζώων, καὶ προφητικῆς ἠξίωτο χάριτος. Διὰ γὰρ τοῦτο ἐν τοῖς ἀνωτέρω ἐδίδαξεν ἡμᾶς ὁ μακά ριος οὗτος προφήτης, ὅτι μετὰ τοῦ ὕπνου καὶ ἔκστασις αὐτὸν ἔλαβεν, ὡς μηδὲ ὅλως αἴσθησιν δέξασθαι τοῦ γενομένου, ἵν᾽ ἐπειδὰν μάθῃς νῦν, ὅτι μετὰ τὴν θέαν τῆς γυναικὸς μετὰ ἀκριβείας ἀπαγγέλλει τὸ γεγονὸς, πεισθῇς ἀκριβῶς, ὅτι προφητικῇ χάριτι ταῦτα φθέγ γεται, καὶ ἐνηχούμενος ὑπὸ τῆς τοῦ ἁγίου Πνεύ ματος διδασκαλίας. Ὁ γὰρ μηδὲν τῶν γεγενημένων εἰδὼς, ἐπειδὴ ἤγαγεν αὐτὴν πρὸς αὐτὸν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἕτερος δέ τις ἑρμηνευτής φησιν, ἀντὶ τοῦ Νῦν, Τοῦτο ἅπαξ, δηλῶν ὅτι νῦν τοῦτο μόνον γέγονε, καὶ οὐκέτι οὕτως ἔσται τῆς γυναικὸς ἡ διάπλασις. Νῦν, φησὶν, ἐξ ἀνδρὸς γέγονεν ἡ γυνὴ, μετὰ δὲ ταῦτα οὐχ οὕτως, ἀλλ᾽ ἐκ τῆς γυναικὸς ὁ ἀνήρ· μᾶλλον δὲ οὐκ ἐκ τῆς γυναικὸς, ἀλλ᾽ ἐκ τῆς ἀμφοτέρων συνεργίας· ὡς καὶ ὁ Παῦλός φησιν· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ναί· ἀλλὰ ταῦτα, φησὶ, τὰ εἰρημένα δείκνυσιν, ὅτι ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς ἐγένετο. Ἀλλ᾽ ἀνάμεινον, καὶ ὄψει διὰ τοῦ ἐπαγομένου τὴν ἀκριβῆ διδασκαλίαν. Φησὶ γάρ· Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς, δι δάσκων ἡμᾶς, ὅτι λοιπὸν διὰ τῆς ἀμφοτέρων συνουσίας ἡ σύστασις ἔσται καὶ ἀνδρὸς καὶ γυναικός. Διὰ τοῦτο καὶ ὁ Ἀδὰμ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. δʹ. Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς προφητείας τὴν ἀκρί βειαν, καὶ ὅπως μέχρι τοῦ νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς διαλάμπει τὸ ὑπ᾽ αὐτοῦ εἰρημένον, ἄκουε καὶ τῶν ἑξῆς· Αὕτη κληθήσεται γυνὴ, φησὶν, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή. Ἀντὶ τούτου καταλεί ψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Εἶδες πῶς ἅπαντα ἡμῖν παρήνοιξε, διὰ τῆς οἰκείας προφητείας ἕκαστον μετὰ ἀκριβείας δηλώσας; Αὕτη, φησὶ, κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Πάλιν ἡμῖν τὴν ἀφαίρεσιν τῆς πλευρᾶς αἰνίττεται· εἶτα δηλῶν τὰ μέλ λοντα συμβήσεσθαι, φησίν· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Πόθεν, εἰπέ μοι, ταῦτα ἐπῆλθεν αὐτῷ φθέγξασθαι; πόθεν ᾔδει τὰ μέλ λοντα, καὶ ὅτι εἰς πλῆθος ἐπιδώσει τὸ τῶν ἀνθρώπων γένος; ὅτι γὰρ συνουσία ἔσται ἀνδρὸς καὶ γυναι κὸς, πόθεν ἠπίστατο; Μετὰ γὰρ τὴν παράβασιν τὰ τῆς συνουσίας γέγονεν· ἐπεὶ μέχρις ἐκείνου καθάπερ ἄγγελοι οὕτω διῃτῶντο ἐν τῷ παραδείσῳ, οὐχ ὑπὸ ἐπι θυμίας φλεγόμενοι, οὐχ ὑπὸ ἑτέρων παθῶν πολιορκού μενοι, οὐ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενοι, ἀλλὰ δι᾽ ὅλου ἄφθαρτοι κτισθέντες καὶ ἀθάνατοι, ὅπου γε οὐδὲ τῆς τῶν ἱματίων περιβολῆς ἐδέοντο. Ἦσαν γὰρ, φησὶν, οἱ δύο γυμνοὶ, καὶ οὐκ ᾐσχύνοντο. Οὐδέπω γὰρ τῆς ἁμαρτίας ὑπεισελθούσης, καὶ τῆς παρακοῆς, τῇ ἄνω θεν ἦσαν δόξῃ ἠμφιεσμένοι, δι᾽ ὃ οὐδὲ ᾐσχύνοντο· μετὰ δὲ τὴν παράβασιν τῆς ἐντολῆς, τότε καὶ ἡ αἰσχύνη ἐπ εισῆλθε, καὶ ἡ γνῶσις τῆς γυμνότητος. Πόθεν οὖν, εἰπέ μοι, ταῦτα αὐτῷ ἐπῆλθε φθέγγεσθαι; ἢ δῆλον ὅτι προ φητικοῦ χαρίσματος μετέχων πρὸ τῆς παρακοῆς, ἅπαντα ταῦτα ἑώρα τοῖς πνευματικοῖς ὀφθαλμοῖς; Ταῦτα δὲ οὐχ ἁπλῶς νῦν μηνύω, ἀλλ᾽ ἵνα ἐντεῦθεν ἤδη καὶ τὴν ὑπερ βάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν καταμάθητε, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξατο, ἀγγελικὸν αὐτῷ βίον ἐξ ἀρχῆς χαρισάμενος, καὶ μυρίας εἰς αὐτὸν εὐεργεσίας παραθέ μενος, καὶ μετὰ τῶν ἄλλων ἁπάντων καὶ προφητικοῦ χαρίσματος αὐτὸν ἀξιώσας, καὶ τοῦ ἀνθρώπου δὲ τὴν μετὰ τοσαύτας εὐεργεσίας ῥᾳθυμίαν ἰδόντες, μηκέτι ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγητε, ἀλλὰ τούτῳ τὸ πᾶν λογί ζησθε. Αὐτὸς γὰρ ἑαυτῷ πάντων αἴτιος γέγονε τῶν κα κῶν, ὡς καὶ μετὰ ταῦτα μαθήσεσθε, καὶ τῆς ἐκπτώσεως τῶν τοσούτων ἀγαθῶν καὶ τῆς καταδίκης, ἣν διὰ τὴν παρακοὴν ὑπέμεινεν. Ὅταν γὰρ ἐννοήσω τῆς διαγωγῆς αὐτοῦ τὴν κατάστασιν, ἣν ὁ Δεσπότης αὐτῷ ἐχαρίσατο, οὕτω δαψιλεῖς εἰς αὐτὸν εὐεργεσίας ἐπιδειξάμενος· καὶ πρῶτον μὲν, ὅτι, καὶ πρὸ τῆς αὐτοῦ διαπλάσεως, τοῦ τον ὅλον τῆς κτίσεως κόσμον δι᾽ αὐτὸν παρήγαγε, καὶ τότε αὐτὸν ἐδημιούργησεν, ἵνα γενόμενος ἀπολαύσῃ πάντων τῶν ὁρωμένων· εἶτα τὸν παράδεισον γενέσθαι προστάξας, ἐκεῖ αὐτὸν ἐνδιαιτᾶσθαι ἐβουλήθη, χωρίσας τῶν ἀλόγων ζώων, καὶ πάντων αὐτῷ τὴν ἐξουσίαν δεδω κὼς, καθάπερ δεσπότην τινὰ δούλοις καὶ ὑπηκόοις τὰ ὀνόματα θεῖναι πᾶσιν ἐπέταξεν· εἶτα ἐπειδὴ μόνος ὢν ἐδεῖτό τινος τῆς αὐτῆς αὐτῷ κοινωνοῦντος οὐσίας βοη θοῦ, οὐδὲ τοῦτο παρέλιπεν, ἀλλὰ τὴν γυναῖκα παραγα γὼν, καθ᾽ ὃν αὐτὸς ἐβουλήθη τρόπον, ἐνεχείρισεν αὐτῷ ταύτην, καὶ μετὰ τούτων ἁπάντων καὶ προφητείας αὐτῷ ἀξίωμα χαρισάμενος· καὶ μετὰ τὰς ἀφάτους ταύτας εὐεργεσίας καὶ τὸ κεφάλαιον ἁπάντων ἐδωρήσατο, πάν των αὐτὸν ἐλευθερώσας τῶν τοῦ σώματος φροντίδων, καὶ μήτε ἱματίων περιβολῆς, μήτε ἑτέρας τινὸς χρείας δεῖσθαι συγχωρήσας, ἀλλὰ, καθάπερ ἔφθην εἰπὼν, ὡς ἄγγελον ἐπίγειον, οὕτως αὐτὸν ἐπὶ τῆς γῆς διάγειν βου ληθείς· ὅταν τοίνυν πάντα ταῦτα λογίσωμαι, καὶ τοῦ Δεσπότου ἐκπλήττομαι τὴν περὶ τὸ γένος τὸ ἡμέτερον φιλανθρωπίαν, καὶ τοῦ ἀνθρώπου τὴν ῥᾳθυμίαν, καὶ τοῦ διαβόλου τὴν βασκανίαν· οὐ γὰρ ἤνεγκεν ὁ πονηρὸς δαίμων ὁρῶν ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὴν διαγωγήν. εʹ. Ἀλλ᾽ ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν, εἰ δοκεῖ, τὰ κατὰ τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλὴν εἰς τὴν ἑξῆς ταμιευσάμενοι, ἐνταῦθα καταπαύσωμεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, με μνῆσθαι τῶν εἰρημένων μετὰ ἀκριβείας, καὶ καθ᾽ ἑαυ τοὺς ἅπαντα ἀναλογίζεσθαι, ἵνα ἔχητε αὐτὰ ἐνιδρυμένα ταῖς διανοίαις ταῖς ὑμετέραις. Ἐὰν γὰρ συνεχῶς ἀνα μιμνησκώμεθα τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὧν εἰς τὴν ἡμετέραν φύσιν κατέθετο, αὐτοί τε εὐγνώμονες ἐσόμεθα, καὶ πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν προτροπὴ ἡμῖν μεγίστη τοῦτο γενήσεται. Ὁ γὰρ τῶν εὐεργεσιῶν μεμνημένος τοῦ Θεοῦ, δηλονότι σπουδάσει μὴ ἀνάξιον ἑαυτὸν ἀπο φῆναι, ἀλλὰ τοσαύτην ἐπιδείξασθαι τὴν σπουδὴν, καὶ τὴν εὐγνωμοσύνην, ὡς καὶ ἑτέρων πάλιν ἀξιωθῆναι. Φιλότιμος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ ἐπειδὰν ἴδῃ περὶ τὰ ἤδη ἡμῖν ὑπάρξαντα παρ᾽ αὐτοῦ εὐγνώμονας γενομένους, πολλὴν ἐπιδαψιλεύεται τὴν χάριν, καὶ μει ζόνων ἡμᾶς πάλιν ἀξιοῖ τῶν δωρεῶν· μόνον ἐὰν ἡμεῖς τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες μὴ ἁπλῶς τὸν χρόνον παρατρέχωμεν, μηδὲ τοῦτο σκοπῶμεν, εἰ τὸ ἥμισυ τῆς ἁγίας Τεσσαρακοστῆς παρέδραμεν, ἀλλ᾽ εἴ τινα ἡμῖν κατώρθωται ἐν τούτῳ τῷ χρόνῳ, καὶ εἴ τι τῶν ἐν οχλούντων ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μέλλοιμεν καθ᾽ ἑκάστην ἡμέραν τῆς πνευματικῆς διδασκαλίας ἀπολαύοντες οἱ αὐτοὶ διαμένειν, καὶ μὴ ἐπιδιδόναι πρὸς ἀρετὴν, μηδὲ τὰ τῆς κακίας εἴδη ἐξορίζειν τῆς ἑαυτῶν ψυχῆς, οὐ μόνον ἡμῖν οὐδὲν ὄφελος ἔσται, ἀλλὰ καὶ πλείων ἡ βλάβη. Ὅταν γάρ τις καὶ ἐπιμελείας τοσαύτης ἀπο λαύων μηδὲν κερδαίνῃ, μεῖζον ἑαυτῷ ἐπισωρεύει τὸ τῆς γεέννης πῦρ. Διὸ, παρακαλῶ, κἂν τῷ ὑπολειπομένῳ χρόνῳ τῆς νηστείας εἰς δέον χρησώμεθα, καὶ καθ᾽ ἑκάστην ἑβδομάδα, μᾶλλον δὲ καθ᾽ ἑκάστην ἡμέραν ἑαυ τοὺς περισκοπῶμεν, καὶ τὰ μὲν ἐλαττώματα ἡμῶν ἐξ ορίζωμεν τῆς ἑαυτῶν ψυχῆς, κατορθωμάτων δὲ κτῆσιν προσλαμβάνωμεν, καθάπερ ὁ προφήτης παρῄνεσεν, καὶ ἐκκλίνωμεν ἀπὸ τῶν κακῶν, καὶ μετέλθωμεν ἐπὶ τὴν ἀρετήν· αὕτη γὰρ ἡ ἀληθὴς νηστεία. Ὁ θυμώδης τὸ μὲν πάθος τὸ ἐνοχλοῦν εὐσεβεῖ λογισμῷ ἐξοριζέτω τῆς ψυ χῆς, πραότητα δὲ καὶ ἐπιείκειαν ἀσπαζέσθω. Ὁ ῥᾴθυ μος καὶ ἀκόλαστος, καὶ μετὰ ἀδείας πρὸς τὰ κάλλη τῶν σωμάτων ἐπτοημένος, χαλινώσας αὑτοῦ τὸν λογι σμὸν, καὶ τὸν νόμον τοῦ Χριστοῦ εἰς τὸ πλάτος αὑτοῦ τῆς διανοίας ἐγγράψας, τὸν λέγοντα, Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ, τὸ μὲν τῆς ἀκολασίας πά θος φυγαδευέτω, τὴν δὲ σωφροσύνην κατορθούτω. Ὁ προπετὴς ἐν γλώσσῃ καὶ ἁπλῶς τὰ ἐπιόντα φθεγγό μενος, μιμείσθω πάλιν τὸν μακάριον προφήτην καὶ λεγέ τω· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· καὶ μηδέποτε ἁπλῶς καὶ ὡς ἔτυχε προφερέτω τὰ ῥήματα, ἀλλ᾽ ἀκουέτω Παύλου λέγοντος· Πᾶσα κραυγὴ, καὶ θυμὸς, καὶ βλασφημία, καὶ αἰσχρολογία, καὶ εὐτραπελία ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ· καὶ πάλιν· Εἴ τις λόγος ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκού ουσι. Καὶ τοὺς ὅρκους δὲ παντελῶς φευγέτω, ἀκούων τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι Ἐῤῥήθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Μὴ τοίνυν μοι λέγε, ὅτι Ἐπὶ δικαίῳ ὄμνυμι· οὐκ ἔξεστι γὰρ οὔτε ἐπὶ δικαίῳ, οὔτε ἐπὶ ἀδίκῳ ὀμνύναι. Καθαρὸν τοίνυν τηρῶμεν ὅρκῳ τὸ στόμα, καὶ τούτοις ἅπασι τειχίζωμεν ἡμῶν καὶ τὴν γλῶτταν, καὶ τὰ χείλη, καὶ τὴν διάνοιαν, ὥστε μὴ ἔνδοθεν τίκτε σθαί τι τῶν πονηρῶν λογισμῶν, μήτε διὰ γλώττης προ φέρεσθαι. Καὶ τὰς ἀκοὰς δὲ ἀσφαλῶς ἀποφράττωμεν, ὥστε μήτε ἀκοὴν ματαίαν παραδέχεσθαι, καθάπερ ὁ μακάριος Μωϋσῆς παρήγγειλε λέγων· Ἀκοὴν ματαίαν μὴ παραδέξῃ· καὶ πάλιν ὁ μακάριος Δαυῒδ ἔλεγε· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἶδες, ἀγαπητὲ, ὅσης ἡμῖν ἀγρυπνίας χρεία, ὅσου πόνου πρὸς τὴν ἀρετήν; πῶς καὶ βραχὺ μέρος ἀμεληθὲν, ὁλόκληρον ἡμῖν ἐπάγει τὸν κίνδυνον; Διὰ τοῦτο καὶ ἑτέρωθι ἐβόα ὁ μακάριος Δαυῒδ ἐγκαλῶν τῷ τοῦτο ποιοῦντι· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελά λεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ἐὰν οὕτως ἡμῶν ἅπαντα τὰ μέλη τειχί σωμεν, δυνησόμεθα καὶ πρὸς τὰ τῆς ἀρετῆς ἔργα διεγερ θῆναι, καὶ τὴν μὲν γλῶτταν πρὸς δοξολογίαν καὶ ὕμνους τοὺς εἰς τὸν τῶν ὅλων Θεὸν ἀπασχολεῖν, τὴν δὲ ἀκοὴν πρὸς ἀκρόασιν καὶ μάθησιν τῶν θείων λογίων, καὶ τὴν διάνοιαν πρὸς τὴν κατανόησιν τῶν πνευματικῶν διδα γμάτων, καὶ τὰς χεῖρας μὴ πρὸς ἁρπαγὴν καὶ πλεον εξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην καὶ τὴν τῶν ἀγαθῶν πρά ξεων ἐργασίαν, καὶ τοὺς πόδας μὴ εἰς θέατρα καὶ ἱπ ποδρομίας, καὶ τὰς ἐπιβλαβεῖς θεωρίας, ἀλλ᾽ εἰς ἐκκλη σίαν καὶ εἰς εὐκτηρίους οἴκους, καὶ πρὸς τὰς τῶν ἁγίων μαρτύρων θήκας, ἵνα τὴν παρ᾽ αὐτῶν εὐλογίαν καρπούμενοι, ἀχειρώτους ἑαυτοὺς καταστήσωμεν ταῖς τοῦ διαβόλου παγίσιν. Ἐὰν οὕτως ὦμεν μεμεριμνημέ νοι, καὶ τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες, δυνησόμεθα καὶ τὸ ἀπὸ τῆς νηστείας κέρδος καρπώσασθαι, καὶ τὰς τοῦ Πονηροῦ μηχανὰς διαφυγεῖν, καὶ πολλὴν τὴν ἄνωθεν ῥοπὴν ἐπισπάσασθαι· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦ σαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ νων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου