Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52
ΡΠʹ. Ὑπατίῳ πρεσβυτέρῳ.
Οὐ παύσομαι μακαρίζων σου τὴν τιμιότητα τῆς ὑπομονῆς, τῆς ἀνδρείας, τῆς καρτερίας τῆς πολλῆς, ἣν ἐπεδείξω, καὶ ἐπιδείκνυσαι ἐν τοῖς πειρασμοῖς. Καὶ τοῦτο καὶ διὰ τῆς προτέρας ἐπιστολῆς ἐδήλωσα, ὅτι διπλοῦς καὶ τριπλοῦς σοι ὁ μισθὸς ὑπὲρ τούτων ἀπόκειται, ὑπέρ τε ὧν αὐτὸς τοσαύτην στεῤῥότητα ἐπιδείκνυσαι, καὶ ἑτέρους εἰς τὸν αὐτὸν ἄγεις ζῆλον, ἐν γήρᾳ οὕτω βαθεῖ τοσαύτην προθυμίαν ἐπιδεικνύμενος ὑπὲρ τοῦ διωκομένου λαοῦ. Καὶ ἐβουλόμην μὲν συνεχῶς ἐπιστέλλειν σου τῇ τιμιότητι· ἐπειδὴ δὲ τοῦτο οὐκ εὔκολον, διά τε τὴν τοῦ χειμῶνος ὥραν καὶ τὸν τῶν λῃστῶν φόβον, καὶ τὴν τοῦ χωρίου ἐρημίαν ἐν ᾧ καθήμεθα, ἡνίκα ἂν ἐξῇ, καὶ προσαγορεύομέν σου τὴν εὐλάβειαν, καὶ αἰτοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελίζεσθαι· σφόδρα γὰρ ἐπιθυμοῦμεν τὰ περὶ ταύτης μανθάνειν. Μακαρίζομεν δὲ καὶ τοὺς τιμιωτάτους διακόνους Εὐσέβιον καὶ Λαμπρότατον, τοὺς κοινωνήσαντάς σοι τῶν διωγμῶν. Ἴστε γὰρ ἡλίκοι στέφανοι τούτων ὑμῖν ἀπόκεινται, καὶ ὅσος ὁ μισθὸς, καὶ ὅση ἡ ἀνταπόδοσις. Ταῦτ' οὖν εἰδότες, μένετε ἑδραίοι, ἀμετακίνητοι· τῆς τε γὰρ ὑπομονῆς δαψιλῆ τὸν μισθὸν ὁ Θεὸς ὑμῖν ἀποδώσει, καὶ τὰ παρόντα ταχέως λύσει δεινά. Γράφετε δὲ ἡμῖν συνεχῶς, τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας ἡμῖν εὐαγγελιζόμενοι, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν.
ΡΠΑʹ. Ἐπισκόποις.
Καὶ ἡ καταλαβοῦσα τὰς Ἐκκλησίας τὰς κατὰ τὴν Ἀνατολὴν ταραχὴ, σφοδροτάτη καὶ ποικίλη, καὶ ἡ παρὰ τῆς εὐλαβείας ὑμῶν εἰσενεχθεῖσα εἰς τὴν διόρθωσιν ταύτης σπουδὴ, πολλὴ καὶ δαψιλής. Εἰ δὲ μηδὲν μηδέπω γέγονε πλέον, τοὺς μὲν ἀνίατα νοσοῦντας καὶ μὴ διορθωθέντας ταλανίζομεν, ὑμᾶς δὲ θαυμάζοντες καὶ μακαρίζοντες οὐ διαλιμπάνομεν, ὅτι μετὰ τοσοῦτον χρόνον τῶν πραγμάτων ἀδιορθώτων μεινάντων, οὐκ ἀπεκάμετε, οὐδὲ ὕπτιοι γεγόνατε, ἀλλὰ καὶ ἐπίκεισθε, ἔτι ἀκμαζούσῃ τῇ προθυμίᾳ τὴν παρ' ἑαυτῶν εἰσφέροντες συμμαχίαν, εἰς κρῖμα μὲν τῶν οὐκ ἐθελόντων ὑμῶν ἀνασχέσθαι, εἰς στεφάνους δὲ τῆς ὑμετέρας σπουδῆς, καὶ βραβεῖα πολλά. ∆ιὰ ταῦτα ὑμᾶς καὶ ἡμεῖς, καὶ πάντες οἱ κατὰ τὴν οἰκουμένην ἀνακηρύττουσι καὶ στεφανοῦσιν, ὅτι ἐκ τοσούτου καθημένους διαστήματος, οὐ τῆς ὁδοῦ τὸ μῆκος, οὐ τοῦ χρόνου τὸ πλῆθος ῥᾳθυμοτέρους ἐποίησεν, ἀλλ' ὡς πλησίον ὄντες τῶν γενομένων, καὶ αὐταῖς ὄψεσιν ὁρῶντες τὰς γενομένας παρανομίας, οὕτως ἐῤῥωμενεστάτῃ προθυμίᾳ τὰ παρ' ἑαυτῶν εἰσφέρειν ἐσπουδάκατε. Εἰ δὲ μήπω τὴν ἄκαιρον φιλονεικίαν καὶ τὸν ἄλογον πόλεμον καταλύειν βούλονται οἱ ταῦτα ἐξ ἀρχῆς τεκόντες τὰ κακὰ, μηδὲν ὑμᾶς τοῦτο θορυβείτω, μήτε ἀποκάμνειν ποιείτω· ὅσῳ γὰρ ἂν πλείων ὁ πόνος ὑμῖν ἐγγένηται, τοσούτῳ καὶ μείζων ἔσται ὁ στέφανος, τοῦ Θεοῦ τὰς ἀῤῥήτους ὑμῖν καὶ ἀφάτους ἐκείνας καὶ λόγον ὑπερβαινούσας ὁρίζοντος ἀμοιβάς.
ΡΠΒʹ. Βενερίῳ ἐπισκόπῳ Μεδιολάνων.
Τὴν ἀνδρείαν ὑμῶν, καὶ τὴν παῤῥησίαν, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας ἐλευθεροστομίαν καὶ πρότερον μὲν ἅπαντες ᾔδεσαν· ἔδειξε δὲ ἀκριβέστερον ὁ παρὼν καιρὸς τὴν φιλαδελφίαν, τὴν ἀγάπην, τὴν εὐλάβειαν, τὴν πολλὴν συμπάθειαν ὑμῶν, τὴν κηδεμονίαν τὴν ὑπὲρ τῶν Ἐκκλησιῶν. Ἐπεὶ καὶ κυβερνήτην ὁ χειμὼν μάλιστα δείκνυσι τῆς θαλάσσης, καὶ ἰατρὸν ἄριστον τὰ χαλεπὰ τῶν σωμάτων νοσήματα· οὕτω καὶ τὸν ἐν εὐλαβείᾳ ζῇν ἐσπουδακότα, καὶ πολλὴν ἔχοντα ἀνδρείαν, ἡ τῶν καιρῶν δυσκολία. Ὃ δὴ καὶ ἐφ' ὑμῶν γέγονε, καὶ τό γε ὑμέτερον μέρος, ἅπαντα διώρθωται, καὶ οὐδὲν ἐλλέλειπται. Ἀλλ' ἐπειδὴ οἱ τὰς ταραχὰς καὶ τεκόντες καὶ τίκτοντες εἰς τοῦτο ἦλθον παρανοίας, ὡς μὴ μόνον μὴ ἐγκαλύπτεσθαι τοῖς προτέροις, ἀλλὰ καὶ ἐπαγωνίζεσθαι ἐκείνοις, παρακαλῶ κοινῇ πάντας ὑμῶν ἐῤῥωμενεστάτῃ χρήσασθαι τῇ προθυμίᾳ, καὶ μὴ καταλῦσαι τὴν τοσαύτην σπουδὴν, ἀλλὰ καὶ προστιθέναι μειζόνως, κἂν μυρίαι δυσκολίαι παρεμπίπτωσιν. Οἱ γὰρ μετὰ πλειόνων ἱδρώτων καὶ πόνων μέγα τι καὶ γενναῖον κατορθοῦντες, τῶν ῥᾳδίως καὶ μετ' εὐκολίας τοῦτο ποιούντων πλείονα λήψονται τὸν μισθόν. Ἕκαστος γὰρ, φησὶν ὁ μακάριος Παῦλος, τὸν ἴδιον μισθὸν λήψεται, κατὰ τὸν ἴδιον κόπον. Μὴ τοίνυν τὸ πολλὰ κεκμηκέναι ποιείτω ὑμᾶς ἀπαγορεύειν· ἀλλ' αὐτὸ δὴ τοῦτο μᾶλλον διεγειρέτω. Ὅσῳ γὰρ ἂν προσθήκην λάβῃ τὰ τῶν πειρασμῶν, τοσούτῳ μᾶλλον αὔξεται τὰ τῶν στεφάνων, καὶ πλεονάζει τὰ ὑπὲρ τῶν καλῶν τούτων ὑμῖν ἀγώνων ἀποκείμενα βραβεῖα.
ΡΠΓʹ. Ἡσυχίῳ ἐπισκόπῳ Σαλώνων
Εἰ καὶ πολλῷ διειργόμεθα τῷ τῆς ὁδοῦ μήκει τῆς τιμιότητός σου, καὶ πρὸς αὐτάς ἐσμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἀπῳκισμένοι, ἀλλ' ὅμως τῷ τῆς ἀγάπης πτερῷ χρώμενοι, κούφῳ τε ὄντι, καὶ ῥᾳδίας τὰς τοιαύτας ἀποδημίας ἐργαζομένῳ, πλησίον τέ σού ἐσμεν, καὶ σύνεσμέν σοι, καὶ τὴν ὀφειλομένην τῶν γραμμάτων ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν τὴν προσήκουσαν ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν Ἀνατολὴν ποιήσασθαι σπουδήν. Οἶσθα γὰρ ἡλίκος ἐστὶν ὁ μισθὸς Ἐκκλησίαις πονουμέναις χεῖρα ὀρέγειν, ταραχὴν τοσαύτην εἰς γαλήνην μεταθεῖναι, καὶ πόλεμον οὕτω σφοδρὸν καταλῦσαι. Καὶ ταῦτα οὐχ ὡς δεομένους ὑμᾶς τῆς παρ' ἡμῶν ὑπομνήσεως παρακαλοῦμεν· καὶ γὰρ καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων τὰ παρ' ὑμῶν αὐτοὶ πεποιήκατε· ἀλλ' ἐπειδὴ οὐδέπω τὰ δεινὰ λέλυται, ἀλλὰ καὶ ἀκμάζει, ἀξιοῦμεν ὑμᾶς μὴ ἀναπεσεῖν, μηδὲ περικακῆσαι, ἀλλ' ἕως μένει τὰ ἕλκη τὸ σῶμα τῆς Ἐκκλησίας συντρίβοντα, καὶ τὰ παρ' ὑμῶν φάρμακα ἐπιτιθέναι· καὶ γὰρ ὅσῳ μετὰ πλειόνων πόνων ἀνύεται τὰ προκείμενα, τοσούτῳ πλείων ὑμῖν κείσεται καὶ ὁ μισθός.
ΡΠ∆ʹ. Γαυδεντίῳ ἐπισκόπῳ Βρίξης.
Οὐδὲν ἡμᾶς ἔλαθε τῶν σῶν, ἀλλ' ἔγνωμεν σαφῶς ὡς παρόντες τὴν σπουδήν σου, τὴν ἀγρυπνίαν, τὴν φροντίδα, τοὺς καμάτους, τοὺς πόνους οὓς ὑπὲρ τῆς ἀληθείας ἐπεδείξω, καί σοι χάριτας πολλὰς ὁμολογοῦμεν· καὶ ἐν τοσαύτῃ καθήμενοι ἐρημίᾳ, μεγίστην ἔχομεν παράκλησιν, τῆς ἀγάπης σου τὸ θερμὸν καὶ γνήσιον, ἧς πεῖραν ἐνταῦθα λαβόντες, ἔγνωμεν αὐτὴν ἀκμάζουσαν καὶ ἐκεῖσε, καὶ οὐδὲν οὔτε τῷ πλήθει τοῦ χρόνου, οὔτε τῷ μήκει τῆς ὁδοῦ καταμαρανθεῖσαν. ∆ιὰ τοῦτό σοι χάριτας ἴσμεν πολλὰς, καί σε παρακαλοῦμεν μένειν τὴν αὐτὴν ἐπιδεικνύμενον σπουδήν. Οἶδας γὰρ ὑπὲρ ὅσων Ἐκκλησιῶν ὑμῖν ὁ ἀγὼν πρόκειται νῦν, καὶ ἡλίκον ἔσται τοῦ κατορθώματος τὸ μέγεθος. Ταῦτ' οὖν ἐννοῶν, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπιμεῖναι τῇ αὐτῇ σπουδῇ παρακλήθητι. Οὕτω γὰρ ὀλίγα κάμνοντες, ἀθάνατα ἑαυτοῖς προαποθήσεσθε ἐν τοῖς οὐρανοῖς τῶν καλῶν τούτων ἀγώνων τὰ βραβεῖα.
ΡΠΕʹ. Πενταδίᾳ διακόνῳ.
Μακρὰν ἐσίγησας σιγὴν, καίτοι πολλῶν ὄντων τῶν ἐκεῖθεν ἀφικνουμένων πρὸς ἡμᾶς. Τί ποτ' οὖν ἂν εἴη τὸ αἴτιον; τῶν πραγμάτων ὁ θόρυβος; Ἄπαγε· τοῦτο οὐκ ἂν εἴποιμι· οἶδα γάρ σου τὴν μεγάλην καὶ ὑψηλὴν ψυχὴν, τὴν καὶ ἐν πολλοῖς κλυδωνίοις δυναμένην ἐξουρίας πλεῖν, καὶ ἐν μέσοις κύμασι γαλήνης ἀπολαύειν λευκῆς. Καὶ τοῦτο δι' αὐτῶν τῶν πραγμάτων ἔδειξας, καὶ πρὸς αὐτὰς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἦλθεν ἡ φήμη τὰ σὰ φέρουσα κατορθώματα, καὶ πάντες σε ἀνακηρύττουσιν, ὅτι καὶ ἐν ἑνὶ χωρίῳ ἱδρυμένη καὶ τοὺς πόῤῥωθεν ὄντας διὰ τῆς εὐλαβείας τῆς σῆς διεγείρεις, καὶ προθυμοτέρους ποιεῖς. Τίς οὖν ἡ αἰτία τῆς σιγῆς; Ἐγὼ μὲν εἰπεῖν οὐκ ἔχω. Παρακαλῶ δέ σου τὴν ἐμμέλειαν διὰ τοῦ τὰ γράμματα ἐγχειρίζοντός σου τῇ εὐλαβείᾳ, δι' αὐτοῦ δηλῶσαι ἡμῖν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς, καὶ τῆς εὐθυμίας, καὶ τῆς ἀσφαλείας, καὶ σοῦ καὶ τοῦ οἴκου σου παντός· ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, καὶ ἐν οὕτω χαλεπωτάτῃ ἐρημίᾳ διατρίβοντες, πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν παράκλησιν.
ΡΠς ʹ. Ἀλυπίῳ.
Αὐτὸς μὲν ἔδεισας μὴ τῷ πρότερον ἐπιπηδῆσαι τοῖς πρὸς ἡμᾶς γράμμασι προπετείας μέμψει περιπέσῃς· αὐτοῖς γάρ σου χρήσομαι τοῖς ῥήμασιν· ἐγὼ δέ σε τοσοῦτον ἀπέχω τούτου γράψασθαι, ὅτι καὶ ῥᾳθυμίαν ἐγκαλῶ τῆς βραδυτῆτος ἕνεκεν, καὶ μειζόνως ἀνεκήρυξα πρότερον ἐπεσταλκότα. Καὶ τοῦτο λέγω, αὐτῇ πάλιν σου τῇ ψήφῳ εἰς ἀπόδειξιν τούτου κεχρημένος. Ἔφης γὰρ, τοῦτο μάλιστα φιλοστοργίας εἶναι, τὸ καὶ σιωπῶντας προσειπεῖν. Ἐπεὶ οὖν τό τε δέος σοι τῆς προπετείας ἀνῄρηται, ὅπερ οὐ δεόντως ἐδεδοίκεις, τοῦτό τε μείζονος ἀποδέδεικται σημεῖον ἀγάπης, πέμπε λοιπὸν ἡμῖν νιφάδας γραμμάτων. Οἶσθα γὰρ ὅπως καὶ διετέθημεν καὶ διακείμεθα περὶ τὴν σὴν ἐμμέλειαν. Κἂν γὰρ εἰς ἐρημότατον τοῦτο χωρίον ἀπενεχθῶμεν, κἂν εἰς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα, τῆς εἰλικρινοῦς ἀγάπης καὶ δόλον οὐκ ἐχούσης οὐδέποτε ἐπιλαθέσθαι δυνάμεθα, ἀλλὰ καθ' ἑκάστην σε τὴν ἡμέραν φανταζόμενοι διατελοῦμεν, τὰς ἀρετάς σου τῆς ψυχῆς διὰ τῆς μνήμης ἀναπλάττοντες. Καὶ ἐβουλόμεθα μὲν συνεχέστερον ἐπιστέλλειν· ἐπειδὴ δὲ τοῦτο ἐργῶδες ἡμῖν ἐστι, τοσοῦτον ὑμῶν ἀπῳκισμένοις, ὑμῖν δὲ ῥᾴδιον, παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς καὶ παντὸς ὑμῶν τοῦ οἵκου. Οὕτω γὰρ, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν.
ΡΠΖʹ. Προκοπίῳ.
Ὀλίγα μέν σοι συνεγενόμεθα αὐτόθι, δέσποτά μου θαυμασιώτατε, πολλὴν δέ σου τὴν πεῖραν τῆς γνησίας εἰλήφαμεν ἀγάπης, καὶ τῆς ἀπράγμονος ψυχῆς, καὶ τῆς γνησίας καὶ θερμῆς διαθέσεως. ∆ιὸ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπῳκισθέντες τὰ τέρματα, καὶ πρὸς αὐτὴν τὴν ἐσχάτην ἐρημίαν ἀπενεχθέντες, διὰ τὸ πανταχοῦ σε περιφέρειν, ὅπουπερ ἂν ἀπίωμεν, καὶ ἔχειν ἐγκεκολαμμένον τῷ συνειδότι, καὶ γράφομεν ἐκ τοσούτου διαστήματος, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν· καί σου παρακαλοῦμεν τὴν ἐμμέλειαν, εἰ μὴ βαρὺ καὶ ἐπαχθὲς, καὶ αὐτὸν ἡμῖν ταύτην παρέχειν τὴν χάριν, καὶ τὰ περὶ τῆς ὑγείας εὐαγγελίζεσθαι ἡμᾶς τῆς σῆς. Μανθάνομεν γὰρ αὐτὰ καὶ μὴ γράφοντος, τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες, διὰ τὸ σφόδρα περισπούδαστον εἶναι ἡμῖν εἰδέναι τὰ περὶ τῆς ῥώσεως τῆς σῆς καὶ τῆς εὐδοκιμήσεως· βουλόμεθα δὲ καὶ παρὰ τῆς γλώττης τῆς σῆς, καὶ παρὰ τῆς χειρὸς τῆς σῆς ταῦτα δηλοῦσθαι, ὥστε διπλῆν ἡμᾶς καρποῦσθαι τὴν ἡδονὴν, ἀπό τε τοῦ γράφειν, ἀπό τε τοῦ γράμματα δέχεσθαι παρὰ τῆς εὐγενείας τῆς σῆς. ∆ίδου δὲ ταύτην ἡμῖν τὴν χάριν, ἡδίστην τε οὖσαν καὶ εὔλογον, καὶ πολλὴν ἡμῖν παρέχουσαν τὴν εὐφροσύνην.
ΡΠΗʹ. Μαρκελλίνῳ.
Εἰς μὲν αὐτὸ τὸ πάντων ἐρημότατον χωρίον ἀπήχθημεν, τὴν Κουκουσόν· πλὴν ὅταν τὴν ἀγάπην ὑμῶν τῶν φιλούντων ἡμᾶς ἐννοήσωμεν, μεγίστην καρπούμεθα παράκλησιν, ἐν ἐρημίᾳ πλουτοῦντες. Οὐδὲ γὰρ ὁ τυχὼν θησαυρὸς, ἀνδρῶν ἐπιτυγχάνειν γνησίως φιλεῖν εἰδότων. ∆ιὰ δὴ τοῦτο κἂν μὴ τῷ σώματι παρῶμεν, ὑμῖν τῇ ψυχῇ συνδεδέμεθα, τῇ τῆς ἀγάπης ἁλύσει σφιγγόμενοι. Ὅθεν καὶ ἐπιστέλλομεν ἐκ τοσούτου διαστήματος, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν. Ὅτι γὰρ εἰς τοὺς πρώτους σε τῶν ἐραστῶν ἐγράψαμεν τῶν ἡμετέρων, οὐδὲ αὐτὸς ἀγνοεῖς, δέσποτά μου θαυμασιώτατε. ∆ίδου δὴ καὶ αὐτὸς ταύτην ἡμῖν τὴν χάριν, καὶ συνεχῶς ἡμῖν ἐπίστελλε, τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος, ἵνα καὶ τῷ γράφειν, καὶ τῷ δέχεσθαι τοιαύτας ἐπιστολὰς, πολλὴν καρπωσώμεθα τὴν παραμυθίαν καὶ εὐφροσύνην, καὶ μεγίστης, καὶ ἐν ἐρημίᾳ διατρίβοντες, ἀπολαύσωμεν παρακλήσεως.
ΡΠΘʹ. Ἀντιόχῳ.
Πότε γάρ σου ἐπιλαθέσθαι δυνάμεθα τῆς γλυκείας καὶ θερμῆς διαθέσεως, τῆς γνησίας καὶ εἰλικρινοῦς ἀγάπης, καὶ ἐλευθέρας γνώμης καὶ ὑψηλῆς, τῆς πεπαῤῥησιασμένης ψυχῆς; Κἂν γὰρ πρὸς αὐτὰς ἀπέλθωμεν τὰς ἐσχατιὰς τῆς οἰκουμένης, πανταχοῦ σε περιφέροντες ἄπιμεν, τὸν θερμὸν ἡμῶν ἐραστὴν, καὶ σφόδρα ἡμῖν τῷ τῆς ἀγάπης νόμῳ συνδεδεμένον. ∆ιὸ καὶ πρὸς αὐτὴν τὴν ἐρημίαν τῆς καθ' ἡμᾶς οἰκουμένης ἀπῳκισμένοι, τὴν Κουκουσὸν λέγω, καὶ οὐ ῥᾳδίως ἐπιτυχεῖν τῶν τὰ γράμματα διακομιζόντων δυνάμενοι, πολλὴν ἐποιησάμεθα σπουδὴν ἐπιζητῆσαί τε καὶ εὑρεῖν τὸν ταύτην ἡμῶν τὴν ἐπιστολὴν διακομίζοντα, ὥστε σου προσειπεῖν τὴν θαυμασιότητα, καὶ τὴν ὀφειλομένην πρόσρησιν ἀποδοῦναι τῇ μεγαλοπρεπείᾳ τῇ σῇ. Ὅτι δὲ καὶ αὐτὸς, ἐξ ὧν ἤδη πεποίηκας, οὐ δεήσῃ τῆς παρ' ἡμῶν ὑπομνήσεως εἰς τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Καὶ γὰρ οὐ τὴν τυχοῦσαν καρπωσόμεθα παράκλησιν, ὅταν παρ' ὑμῶν τῶν σφόδρα ἡμᾶς ἀγαπώντων δεχώμεθα γράμματα, περὶ τῆς ῥώσεως τῆς ὑμετέρας δηλοῦντα, καὶ τὴν ἀγάπην διὰ τῶν ἐπιστολῶν συνεχῶς ἀνανεοῦντα, καὶ τὴν παρουσίαν τῆς ὑμετέρας ἀγάπης ποιοῦντα φαντάζεσθαι. Ἀρκεῖ γὰρ πυκνότης ἐπιστολῶν, ὅταν παρὰ φίλων γνησίων φέρηται, καὶ τῆς παρουσίας σοφίσασθαι τὴν ἡδονήν.
Ρ ʹ. Βρίσωνι.
Τί τοῦτο; Αὐτόθι μὲν ὄντων ἡμῶν μυρία καὶ ποιεῖν καὶ λέγειν ἐσπούδακας, καὶ τῇ πόλει πάσῃ, μᾶλλον δὲ τῇ οἰκουμένῃ κατάδηλος γέγονας ἐπὶ τῷ φίλτρῳ, ᾧ περὶ ἡμᾶς ἐπιδείκνυσαι, μὴ στέγων αὐτὸ σιγῇ κατέχειν, ἀλλὰ διὰ τῶν ἔργων, διὰ τῶν ῥημάτων πανταχοῦ ἐπιδεικνύμενος, ἐπιστεῖλαι δὲ ἡμῖν οὐδὲ ἅπαξ κατεδέξω, καὶ ταῦτα σφόδρα διψῶσι τῶν ἐπιστολῶν τῶν σῶν, καὶ τῶν γραμμάτων ἐπιθυμοῦσιν; Οὐκ οἶσθα ὅσην ἐμέλλομεν καρποῦσθαι παράκλησιν τῆς οὕτω γνησίας ψυχῆς, τῆς οὕτω θερμῆς φιλίας ἔγγονα δεχόμενοι γράμματα; Καὶ ταῦτα οὐκ ἐγκαλῶν λέγω οἶδα γὰρ ὅτι καὶ γράφων, καὶ σιγῶν, ἀκμάζουσαν διατηρεῖς τὴν περὶ ἡμᾶς διάθεσιν, ἀλλὰ σφόδρα ἐπιθυμῶν σου τῶν ἐπιστολῶν. Καὶ μὴ γράφοντος μέν σου, οὐ παυόμεθα τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες περὶ τῆς ῥώσεώς σου καὶ τῆς εὐθυμίας, καὶ σφόδρα χαίρομεν ἀκούοντες ἅπερ ἐπιθυμοῦμεν· ἀλλὰ βουλόμεθα καὶ παρὰ τῆς γλώττης τῆς σῆς, καὶ παρὰ τῆς δεξιᾶς τῆς σῆς ταῦτα μανθάνειν. Εἰ τοίνυν μὴ βαρὺ μηδὲ ἐπαχθὲς ζητοῦμεν, νῦν γοῦν ταύτην ἡμῖν παράσχου τὴν χάριν, μεγίστην οὖσαν καὶ ἡδίστην, καὶ πολλὴν ἡμῖν φέρουσαν τὴν ἡδονήν.
ΡΑʹ. Ἀμπρούκλῃ διακόνῳ.
Ἐδεξάμην δευτέραν, ἣν ἔφης προτέραν ἐπιστολὴν ἐπεσταλκέναι, δέσποινά μου τιμιωτάτη καὶ κοσμιωτάτη. Καὶ τὰ αὐτὰ πάλιν λέγω, μὴ κάλει τόλμαν τὸ προτέραν τοῖς πρὸς ἡμᾶς ἐπιπηδῆσαι γράμμασι, μηδὲ ἁμάρτημα νόμιζε τὸ μέγιστον ἐγκώμιον. Ἀγάπης γὰρ ζεούσης καὶ θερμῆς τοῦτο δεῖγμα ποιούμεθα, καὶ τῆς γνησίας καὶ εἰλικρινοῦς σου διαθέσεως τῆς φλογὸς θερμοτέρας. Ταῦτ' οὖν εἰδυῖα ἐπιδαψίλευε ταύτην ἡμῖν τὴν χάριν συνεχῶς, περὶ τῆς ὑγείας ἡμῖν δηλοῦσα τῆς σῆς, καὶ πέμπε νιφάδας ἡμῖν γραμμάτων, τοῦτο ἀπαγγελλούσας. Ἐὰν γὰρ θαῤῥῶμεν περὶ τῶν ἀγαπώντων ἡμᾶς, ὅτι ἐν ἐπιθυμίᾳ καὶ ἐν ὑγείᾳ καὶ ἐν ἀσφαλείᾳ καθεστήκατε, οὐ μικρὰν δεξόμεθα τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς παράκλησιν, ἀλλὰ καὶ μεγίστην καρπωσόμεθα παραμυθίαν, καίτοι γε ἐσχάτην ἐρημίαν οἰκοῦντες. Λογισαμένη τοίνυν ὅσην ἡμῖν ἐργάσῃ τὴν ἑορτὴν, μὴ φθονήσῃς ἡμῖν τῆς καλλίστης ταύτης εὐφροσύνης, ἀλλ' ὡς ἂν ἐγχωρῇ, καὶ οἷόν τε ᾖ, εὐαγγελίζου διηνεκῶς ἡμῖν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς.
ΡΒʹ. Ὀνησικρατίᾳ.
Σφόδρα ἠλγήσαμεν καὶ ἡμεῖς ἀκούσαντες περὶ τῆς μακαρίας θυγατρός σου. Ἀλλ' ὅμως εἰδότες τὸ φιλόσοφόν σου τῆς διανοίας, καὶ τὸ ὑψηλὸν τῆς γνώμης, πάνυ θαῤῥοῦμεν ὡς ἀνωτέρα στήσῃ τῶν τοιούτων κυμάτων. Μὴ λυπεῖσθαι μὲν γὰρ ἀμήχανον, παρακαλοῦμεν δὲ συμμέτρως τοῦτο ποιεῖν εἰδυῖαν τὸ ἐπίκηρον τῶν ἀνθρωπίνων πραγμάτων, καὶ ὡς κοινὰ ταῦτα πᾶσι τὰ πάθη, καὶ ὡς φύσεως νόμος κοινὸς, καὶ τοῦ πάντων ἡμῶν ∆εσπότου Θεοῦ ἀπόφασις. Οὐ γὰρ δὴ θάνατος τοῦτο, ἀλλ' ἀποδημία καὶ μετάστασις ἀπὸ τῶν χειρόνων πρὸς τὰ βελτίω. Ταῦτ' οὖν ἅπαντα λογιζομένη, φέρε γενναίως τὸ συμβὰν, καὶ εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ. Εἰ γὰρ καὶ χαλεπωτέρα ἡ πληγὴ γέγονε, πρὸς τὸ νεαρὰν οὖσαν τὴν προτέραν καταλαβεῖν, ἀλλὰ καὶ λαμπρότερός σοι ὁ στέφανος τῆς ὑπομονῆς, καὶ μείζω τὰ βραβεῖα, μετ' εὐχαριστίας καὶ δοξολογίας φερούσῃ τὸ πάθος. Ἵν' οὖν καὶ ἡμεῖς μὴ σφόδρα ἀλγῶμεν, ἀλλ' εἰδῶμεν σαφῶς ὅτι γέγονέ σοί τι πλέον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, μὴ κατοκνήσῃς ἡμῖν γράψαι τοῦτο αὐτὸ, δηλοῦσα ὅτι σοι τῆς ἀθυμίας διεσκεδάσθη τὸ νέφος, καὶ τὸ πολὺ τῆς ὀδύνης τοῦ ἕλκους ὑποτέτμηται. Εἰ γὰρ ταῦτα μάθοιμεν, οὐ παυσόμεθα νιφάδας ἐπιστολῶν πέμπειν σοι· καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἀντεχόμεθά σου τῆς εὐγενείας, γνησίας ἀεὶ καὶ εἰλικρινοῦς καὶ τιμῆς, καὶ αἰδοῦς, καὶ ἀγάπης ἀπολαύσαντες παρὰ τῆς σῆς κοσμιότητος. Ὧν συνεχῶς μεμνημένοι, ἀκμάζουσαν τὴν περὶ σὲ διάθεσιν τηροῦμεν, κἂν πρὸς αὐτὰς ἀφικώμεθα τῆς οἰκουμένης τὰς ἐσχατιάς.
ΡΓʹ. Παιανίῳ.
Σφόδρα με ἀνεπτέρωσας, καὶ σκιρτᾷν ἐποίησας, ὅτι, τὰ λυπηρὰ ἀπαγγείλας, ἐπέθηκας τὸ ῥῆμα, ὃ πᾶσι τοῖς συμβαίνουσιν ἐπιλέγειν χρὴ, εἰπών· ∆όξα δὴ τῷ Θεῷ πάντων ἕνεκα. Τοῦτο τὸ ῥῆμα καιρία τῷ διαβόλῳ πληγή· τοῦτο μεγίστη τῷ λέγοντι ἐν παντὶ κινδύνῳ ἀσφαλείας καὶ ἡδονῆς ὑπόθεσις. Ἅμα τε γάρ τις ἐφθέγξατο τοῦτο, καὶ σκεδάννυται εὐθέως τῆς ἀθυμίας τὸ νέφος. Μὴ δὴ παύσῃ τοῦτό τε λέγων, καὶ τοὺς ἅλλους παιδεύων. Οὕτω καὶ ὁ χειμὼν ὁ καταλαβὼν, κἂν τραχύτερος γένηται, εἰς γαλήνην μεταστήσεται· οὕτω καὶ οἱ χειμαζόμενοι πλείονα καρπώσονται τὴν ἀμοιβὴν μετὰ τοῦ καὶ τῶν δεινῶν ἀπαλλαγῆναι. Τοῦτο τὸν Ἰὼβ ἐστεφάνωσε, τοῦτο τὸ ῥῆμα τὸν διάβολον ἐτρέψατο, καὶ ἐγκαλυψάμενον ἀναχωρῆσαι πεποίηκεν, τοῦτο θορύβου παντὸς ἀναίρεσις. Μένε δὴ τοῦτο ἐπᾴδων τοῖς γινομένοις ἅπασι. Τοῦ τόπου δὲ ἕνεκεν, μηκέτι λοιπὸν μηδεὶς ἐνοχλείτω. Εἰ γὰρ καὶ ἔρημον τὸ χωρίον ἡ Κουκουσὸς, ἀλλ' ὅμως καὶ ἡσυχίας ἀπολαύομεν ἐνταῦθα, καὶ οὐ τὸ τυχὸν ἐκ τῆς ἀσθενείας τῆς κατὰ τὴν ὁδὸν γενομένης ἡμῖν, διὰ τῆς οἴκοι καθέδρας τῆς διηνεκοῦς, διορθῶσαι ἰσχύσαμεν. Ἂν δὲ μέλλητε πάλιν ἡμᾶς ἀναγκάζειν τόπους ἐκ τόπων ἀμείβειν, τὰ ἔσχατα πεισόμεθα, καὶ μάλιστα τοῦ χειμῶνος ἐπὶ θύραις ὄντος. Μηδενὶ τοίνυν φορτικὸς μηδεὶς, μηδὲ ἐπαχθὴς γενέσθω ταύτης ἕνεκεν τῆς ὑποθέσεως. Ἀλλὰ γράφε ἡμῖν συνεχῶς τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς διατριβῆς τῆς αὐτόθι, καὶ τῆς εὐδοκιμήσεως, καὶ τῆς εὐθυμίας. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐν ἐρημίᾳ τοιαύτῃ διατρίβοντες, καρπωσόμεθα παράκλησιν, τοιαῦτα παρὰ τῆς σῆς τιμιότητος δεχόμενοι γράμματα.
Ρ∆ʹ. Γεμέλλῳ.
Ἔρημον μὲν οἰκοῦμεν χωρίον τὴν Κουκουσὸν, καὶ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον. Πλὴν κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἀπενεχθῶμεν, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα· ἀλλὰ καὶ ἐν ἀλλοτρίᾳ καὶ ἐν ἐρημίᾳ διατρίβοντες, καὶ ἔτι λείψανα ἀῤῥωστίας περιφέροντες, καὶ φόβῳ λῃστῶν πολιορκούμενοι οὐ γὰρ ἀφίστανται τὰς ὁδοὺς ἀποτειχίζοντες καὶ πάντα αἱμάτων πληροῦντες οἱ Ἰσαῦροι, διηνεκῶς σε ἐπὶ διανοίας περιφέρομεν, τὴν ἀνδρείαν σου, τὴν παῤῥησίαν, τὴν γλυκεῖαν καὶ γνησίαν διάθεσιν παρ' αὐτοῖς ἀναπλάττοντες, καὶ τούτων τῶν λογισμῶν ἐντρυφῶντες τῇ μνήμῃ. Γράφε δὲ αὐτὸς ἡμῖν συνεχῶς, δέσποτα θαυμασιώτατε, τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ πῶς σοι τὰ θερμὰ ἐχρήσατο, καὶ ἐν τίσιν ὁρμᾷ τὰ σὰ νῦν· ἵνα καὶ πόῤῥωθεν ὄντες, μηδὲν ἔλαττον ἔχωμεν τῶν ἀεί σοι συγγινομένων, εἰς τὸ σαφῶς εἰδέναι τὰ σά. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον περὶ τῆς ῥώσεως τῆς σῆς μανθάνειν, διὰ τὸ σφόδρα σου ἐρᾷν, καὶ συνδεδέσθαι μετὰ ἀκριβείας τῇ μεγαλοπρεπείᾳ τῇ σῇ.
ΡΕʹ. Κλαυδιανῷ.
Τί τοῦτο; Ὁ θερμὸς ἡμῶν ἐραστὴς, ὁ μανικὸς, τοσαύτης παρ' ἡμῶν ἀπολαύσας ἀγάπης, ὁ διηνεκῶς ἡμῖν συνδεδεμένος, οὐδὲ γραμμάτων ἡμᾶς ἐν οὕτω χρόνῳ μακρῷ ἠξίωσας, ἀλλ' ἠνέσχου σιγῆσαι σιγὴν οὕτω μακράν; Τί ποτε ἄρα τὸ αἴτιον; Ἆρα μετὰ τὴν ἀποδημίαν ἐξέβαλες ἡμᾶς τῆς διανοίας τῆς σῆς, καὶ ῥᾳθυμότερος περὶ τὴν ἡμετέραν γέγονας ἀγάπην; Οὐκ ἔγωγε οἶμαι· μὴ γάρ ποτε τοῦτο γένηται, ἀπὸ φιλικῆς οὕτω ψυχῆς καὶ θερμῆς τοσαύτην γενέσθαι μεταβολήν. Ἀλλ' ἄρα μὴ ἀῤῥωστία σε κατέσχεν; Ἀλλ' οὐκ ἠδύνατο αὕτη γενέσθαι κώλυμα τῷ γράφειν. Ἐπεὶ οὖν ἀγνοοῦμεν τὴν αἰτίαν, μετὰ τοῦ λῦσαι τὴν σιγὴν καὶ τὴν αἰτίαν εἰπὲ τῆς σιγῆς, καὶ πέμπε ταχέως ἡμῖν ἐπιστολὴν τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζομένην ἡμᾶς. Οὕτω γὰρ τὰ μέγιστα ἡμῖν χαριῇ, καὶ τῆς ἐρημίας πολλὴν παρέξεις παράκλησιν, ἃν τοιαῦτα δεξώμεθα γράμματα. Ἀλλὰ μὴ ῥᾳθυμήσῃς· εἰ γὰρ καὶ μετὰ τὴν ἐπιστολὴν ταύτην μένεις σιγῶν, οὐκ ἔτι σοι συγγνώμην δώσομεν, ἀλλὰ γραψόμεθά σε τῆς ἐσχάτης ἀγνωμοσύνης. Οἶδα δὲ ὅτι πάσης σοι τιμωρίας τοῦτο πικρότερον.
Ρς ʹ. Ἀετίῳ.
Ἡμεῖς σου τῆς ἀγάπης οὐδέποτε ἐπιλαθέσθαι δυνάμεθα, τῆς θερμῆς, καὶ γνησίας, καὶ πεπυρωμένης, τῆς εἰλικρινοῦς καὶ ἀδόλου, ἀλλὰ διηνεκῶς ἐπὶ διανοίας σε περιφέρομεν, καὶ ἔχομεν ἐγκεκολαμμένον ἡμῶν τῷ συνειδότι. Καὶ ἐβουλόμεθα μὲν καὶ ὁρᾷν σε συνεχῶς· ἐπεὶ δὲ τοῦτο τέως οὐχ οἷόν τε, διὰ τῶν γραμμάτων τὴν ἐπιθυμίαν τὴν ἑαυτῶν πληροῦμεν, τὴν ὀφειλομένην πρόσρησιν ἀποδιδόντες σου τῇ εὐλαβείᾳ, καί σε παρακαλοῦμεν καὶ ἑαυτὸν συνεχῶς ἡμῖν ἐπιστέλλειν. Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ διατρίβομεν πολλῇ, καὶ ὑπὸ φόβου λῃστῶν πολιορκούμεθα, καὶ ἐν ἀῤῥωστίᾳ τυγχάνομεν, ἀλλ' ἐὰν δεξώμεθα γράμματα παρὰ τῆς εὐγενείας τῆς σῆς, εὐαγγελιζόμενα ἡμῖν περὶ τῆς ὑγείας σου, πολλὴν καὶ ἐν ἀλλοτρίᾳ ὄντες καρπωσόμεθα τὴν παράκλησιν. Εἰδὼς οὖν ἡλίκα ἡμῖν χαριῇ, καὶ ὅσην ἡμῖν παρέξεις τὴν εὐφροσύνην, μὴ φθονήσῃς ἡμῖν τῆς τοσαύτης ἡδονῆς, ἀλλὰ σπούδαζε ἡμῖν συνεχέστερον ἐπιστέλλειν· πολλὴν γὰρ ἐντεῦθεν καρπωσόμεθα τὴν ἡδονήν.
ΡΖʹ. Στουδίῳ ἐπάρχῳ πόλεως.
Οἶδα μὲν, ὅτι συνετὸς ὢν, καὶ φιλοσοφεῖν εἰδὼς, καὶ πρὸ τῶν γραμμάτων τῶν ἡμετέρων πράως οἴσεις τοῦ μακαρίου ἀδελφοῦ τῆς μεγαλοπρεπείας τῆς σῆς τὴν ἀποδημίαν· οὐ γὰρ ἂν αὐτὴν καλέσαιμι θάνατον. Ἐπειδὴ δὲ καὶ ἡμᾶς ἀναγκαῖον τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, παρακαλῶ σου τὴν θαυμασιότητα, δέσποτα μεγαλοπρεπέστατε, καὶ ἐν τῷ καιρῷ τούτῳ δεῖξαι σαυτὸν, οὐχ ὥστε μὴ ἀλγεῖν τοῦτο γὰρ ἀμήχανον, ἄνθρωπον ὄντα, καὶ σαρκὶ συμπεπλεγμένον, καὶ τοιοῦτον ἐπιζητοῦντα ἀδελφὸν, ἀλλ' ὥστε μέτρον ἐπιθεῖναι τῇ λύπῃ. Οἶσθα γὰρ τῶν ἀνθρωπίνων τὸ ἐπίκηρον, καὶ ὅτι ποταμίων ῥευμάτων μιμεῖται φύσιν τὰ πράγματα, καὶ ὡς ἐκείνους μόνους χρὴ μακαρίζειν, τοὺς μετὰ χρηστῆς ἐλπίδος καταλύοντας τὸν παρόντα βίον. Οὐ γὰρ ἐπὶ θάνατον ἔρχονται, ἀλλ' ἀπὸ τῶν ἀγώνων ἐπὶ τὰ βραβεῖα, ἀπὸ τῶν παλαισμάτων ἐπὶ τοὺς στεφάνους, ἀπὸ τῆς τεταραγμένης θαλάσσης ἐπὶ λιμένα ἀκύμαντον. Ταῦτ' οὖν ἐννοῶν παρακάλει σαυτὸν, ἐπεὶ καὶ ἡμεῖς οὐχ ὡς ἔτυχεν ἀλγοῦντες, με γίστην τῆς ἀλγηδόνος ἔχομεν παραμυθίαν, τὴν ἀρετὴν τοῦ ἀνδρὸς, ἣν καὶ αὐτῷ σοὶ μεγίστην οἶμαι φέρειν παράκλησιν. Εἰ μὲν γὰρ πονηρός τις ἦν ὁ ἀπελθὼν, καὶ κακίας γέμων, ἔδει θρηνεῖν καὶ ὀλοφύρεσθαι τούτου χάριν· ἐπειδὴ δὲ τοιοῦτος καὶ οὕτω βεβιωκὼς, ὡς ἅπασα οἶδεν ἡ πόλις, μετ' ἐπιεικείας, μετὰ χρηστότητος, τὸ δίκαιον ἀεὶ τιμήσας, παῤῥησίᾳ τῇ προσηκούσῃ χρησάμενος, ἐλευθερίᾳ, ἀνδρείᾳ, οὐδὲν τὰ παρόντα ἡγησάμενος, ἀλλ' ἀλλότριος τῆς βιωτικῆς γενόμενος φροντίδος, ἀγάλλεσθαι χρὴ, ἐκείνῳ τε συνήδεσθαι, τῇ τε θαυμασιότητι τῇ σῇ, ὅτι τοιοῦτον προέπεμψας ἀδελφὸν, ἐν ἀσύλῳ λοιπὸν θησαυρῷ, ἅπερ ἔχων ἀπῆλθεν, ἔχοντα τὰ ἀγαθά. Μὴ τοίνυν ἀνάξιόν τι σαυτοῦ λογίσῃ, δέσποτά μου θαυμασιώτατε, κατακλώμενος τῷ πένθει, ἀλλὰ δεῖξον σαυτὸν καὶ ἐν τῷ παρόντι καιρῷ, καὶ δηλῶσαι ἡμῖν παρακλήθητι, ὅτι γέγονέ σοί τι πλέον καὶ ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, ἵνα καὶ ἡμεῖς, ἐκ τοσούτου καθήμενοι διαστήματος, καλλωπιζώμεθα, ἀπὸ ψιλῆς ἐπιστολῆς πολὺ τῆς ἀθυμίας ταύτης ὑποτέμνεσθαι δυνηθέντες.
ΡΗʹ. Ἡσυχίῳ.
Τί τοῦτο; Οὕτως ἡμῶν σφοδρῶς ἐρῶν οὐδὲ γὰρ ἔλαθες ἡμᾶς, ἐπείπερ οὐ δυνατὸν ἐραστήν ποτε σφοδρὸν λαθεῖν τὸν ἐρώμενον, γραμμάτων ἡμᾶς οὐκ ἠξίωσας, ἀλλ' ἠνέσχου σιγῇ κατέχειν τὸν ἔρωτα; Τί ποτε ἄρα τὸ αἴτιον; Ἐγὼ μὲν εἰπεῖν οὐκ ἔχω· σὸν δὲ ἂν εἴη μετὰ τὸ λῦσαι τὴν σιγὴν, καὶ τὴν αἰτίαν εἰπεῖν τῆς σιγῆς. ∆ιὰ γὰρ τοῦτο καὶ πρότερον τοῖς πρὸς τὴν σὴν εὐγένειαν ἐπεπηδήσαμεν γράμμασιν, ἵνα μηδὲ εἰς τοῦτό σοι καταφυγεῖν ἐξῇ. Γράφε δὴ συνεχῶς ἡμῖν, δέσποτα αἰδεσιμώτατε καὶ εὐγενέστατε, καὶ πλήρου τὴν ἐπιθυμίαν ἡμῶν. Καὶ γὰρ ἅπαξ χειρωθέντες ἀπὸ φήμης ψιλῆς μόνης, καὶ συνδεθέντες σου τῇ εὐγενείᾳ, οὐδὲ ἂν αὐτοὶ σιγᾷν δυνηθείημεν λοιπὸν, οὔτε τοῦ σιγῶντος ἀνέχεσθαι, ἀλλὰ μυρία σοι παρέξομεν πράγματα, εἰ μὴ συνεχεῖς καὶ πυκνὰς ἡμῖν πέμπεις τὰς ἐπιστολὰς, τῇ πυκνότητι τῶν γραμμάτων τὴν ἐκ τῆς παρουσίας σοφιζόμενος ἡδονήν.
ΡΘʹ. ∆ανιήλῳ πρεσβυτέρῳ.
Εὐλογητὸς ὁ Θεὸς, ὁ πολλῷ μείζονα τῶν θλίψεων παρέχων τὴν παράκλησιν, καὶ ὑμῖν τοσαύτην διδοὺς τὴν ὑπομονὴν, ὡς καὶ μετὰ πολλῆς εὐφροσύνης φέρειν τὰ συμπίπτοντα λυπηρά. Τοῦτο μάλιστα διπλασιάζεται ὑμῖν τὸν μισθὸν, τὸ καὶ φέρειν, καὶ μετὰ χαρᾶς φέρειν· τοῦτο καὶ ἡμῖν πολλὴν παρέχει τὴν παράκλησιν, ὅταν ἀκούωμεν τὴν ἀνδρείαν ὑμῶν, τὴν παῤῥησίαν, τὸ ἀπερίτρεπτον τῆς γνώμης, τὴν εὐτονίαν, τὴν ὑπομονὴν, τὴν καρτερίαν, τὸν ζῆλον τὸν πυρὸς θερμότερον. ∆ιὰ ταῦτα καὶ ἐν ἐρημίᾳ καθήμενοι, καὶ φόβῳ λῃστῶν πολιορκούμενοι, καὶ τῇ τοῦ χειμῶνος ὥρᾳ λοιπὸν κατατεινόμενοι, οὐδενὸς τούτων αἰσθανόμεθα, διὰ τὸ μέγεθος τῆς ὑμετέρας εὐδοκιμήσεως, ἀλλὰ καὶ σκιρτῶμεν, καὶ χαίρομεν, καὶ μέγα φρονοῦμεν ἐπὶ τῇ τοσαύτῃ ὑμῶν καρτερίᾳ. Ἵν' οὖν διηνεκῶς χαίρωμεν ταῦτα ἀκούοντες, διηνεκῶς ἡμῖν καὶ συνεχέστατα ἐπιστέλλετε, αὐτά τε ταῦτα, καὶ τὰ περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενοι. Μεγίστην γὰρ ἡμῖν παρέξετε εὐφροσύνην ἐντεῦθεν καὶ ἡδονήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου