ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ομιλία πρό τής εξορίας

Πέμπτη 29 Σεπτεμβρίου 2016

Ομιλία πρό τής εξορίας




Ιωάννης Χρυσόστομος
Τόμος 52

Ομιλία πρό τής εξορίας


αʹ. Πολλὰ τὰ κύματα καὶ χαλεπὸν  τὸ κλυδώνιον·  ἀλλ' οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν·  ἐπὶ  γὰρ τῆς  πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα, πέτραν διαλῦσαι οὐ δύναται· ἐγειρέσθω τὰ κύματα, τοῦ Ἰησοῦ τὸ πλοῖον καταποντίσαι οὐκ ἰσχύει. Τί δεδοίκαμεν, εἰπέ μοι; Τὸν θάνατον; Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀλλ' ἐξορίαν, εἰπέ μοι; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα  αὐτῆς. Ἀλλὰ χρημάτων   δήμευσιν;  Οὐδὲν  εἰσηνέγκαμεν   εἰς  τὸν   κόσμον,  δῆλον   ὅτι  οὐδὲν ἐξενεγκεῖν  δυνάμεθα·  καὶ  τὰ  φοβερὰ  τοῦ  κόσμου ἐμοὶ  εὐκαταφρόνητα,  καὶ  τὰ χρηστὰ  καταγέλαστα.  Οὐ  πενίαν   δέδοικα,  οὐ  πλοῦτον   ἐπιθυμῶ·  οὐ  θάνατον φοβοῦμαι, οὐ ζῆσαι εὔχομαι, εἰ μὴ διὰ τὴν  ὑμετέραν  προκοπήν.  ∆ιὸ καὶ τὰ νῦν ὑπομιμνήσκω, καὶ παρακαλῶ τὴν ὑμετέραν θαῤ  ῥεῖν ἀγάπην.Οὐδεὶς γὰρ ἡμᾶς ἀποσπάσαι δυνήσεται· ὃ γὰρ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος χωρίσαι οὐ δύναται. Εἰ γὰρ περὶ γυναικὸς καὶ ἀνδρὸς λέγει·


Ἀντὶ τούτου καταλείψειἄνθρωπος  τὸν  πατέρα αὐτοῦ  καὶ τὴν  μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὃ οὖν  ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος  μὴ χωριζέτω.  Εἰ γάμον  οὐ  δύνασαι  διασπάσαι, πόσῳ  μᾶλλον  Ἐκκλησίαν  Θεοῦ οὐκ ἰσχύεις καταλῦσαι; ἀλλὰ πολεμεῖς αὐτὴν, οὐ δυνάμενος βλάψαι τὸν πολεμούμενον. Ἀλλ' ἐμὲ μὲν ἐργάζῃ λαμπρότερον, ἑαυτοῦ δὲ τὴν ἰσχὺν καταλύεις  τῆς πρὸς ἐμὲ μάχης· Σκληρὸν γάρ σοι πρὸς κέντρα ὀξέα λακτίζειν. Οὐκ ἀμβλύνεις τὰ κέντρα, ἀλλὰ τοὺς  πόδας αἱμάσσεις· ἐπεὶ καὶ τὰ κύματα τὴν πέτραν οὐ διαλύει, ἀλλ' αὐτὰ εἰς  ἀφρὸν   διαλύονται.   Οὐδὲν  Ἐκκλησίας  δυνατώτερον,   ἄνθρωπε.   Λῦσον  τὸν πόλεμον,  ἵνα  μὴ  καταλύσῃ  σου τὴν  δύναμιν·  μὴ  εἴσαγε  πόλεμον  εἰς  οὐρανόν. Ἄνθρωπον  ἐὰν  πολεμῇς,  ἢ  ἐνίκησας,  ἢ  ἐνικήθης.  Ἐκκλησίαν  δὲ  ἐὰν  πολεμῇς, νικῆσαί σε ἀμήχανον· ὁ Θεὸς γάρ ἐστιν ὁ πάντων  ἰσχυρότερος. Μὴ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Ὁ Θεὸς ἔπηξε, τίς ἐπιχειρεῖ σαλεύειν; Οὐκ οἶσθα αὐτοῦ τὴν δύναμιν. Ἐπιβλέπει ἐπὶ τὴν γῆν, καὶ ποιεῖ αὐτὴν τρέμειν· κελεύει, καὶ τὰ σειόμενα ἡδράζετο. Εἰ τὴν πόλιν  σαλευομένην ἔστησε, πολλῷ  μᾶλλον  τὴν Ἐκκλησίαν στῆσαι δύναται. Ἡ Ἐκκλησία οὐρανοῦ ἰσχυροτέρα· Ὁ οὐρανὸςκαὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Ποῖοι λόγοι; Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ μου τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.


βʹ. Εἰ ἀπιστεῖς τῷ λόγῳ, πίστευε τοῖς πράγμασι. Πόσοι τύραννοι  ἠθέλησαν περιγενέσθαι τῆς Ἐκκλησίας; πόσα τήγανα; πόσοι κάμινοι, θηρίων  ὀδόντες, ξίφη ἠκονημένα; καὶ οὐ περιεγένοντο. Ποῦ οἱ πολεμήσαντες; Σεσίγηνται καὶ λήθῃ παραδέδονται. Ποῦ δὲ ἡ Ἐκκλησία; Ὑπὲρ τὸν ἥλιον λάμπει. Τὰ ἐκείνων ἔσβεσται, τὰ ταύτης  ἀθάνατα.  Εἰ ὅτε ὀλίγοι  ἦσαν, οὐκ ἐνικήθησαν,  ὅτε ἡ οἰκουμένη  ἐπλήσθη εὐσεβείας, πῶς νικῆσαι δύνασαι; Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ μάλα εἰκότως· ποθεινοτέρα  γὰρ ἡ Ἐκκλησία τῷ  Θεῷ τοῦ οὐρανοῦ.  Οὐρανοῦ σῶμα οὐκ  ἀνέλαβεν,  Ἐκκλησίας δὲ  σάρκα ἀνέλαβε·  διὰ  τὴν Ἐκκλησίαν ὁ οὐρανὸς, οὐ διὰ τὸν οὐρανὸν ἡ Ἐκκλησία. Μηδὲν ὑμᾶς θορυβείτω τῶν γενομένων.  Τοῦτό  μοι  χαρίσασθε, πίστιν  ἀπερίτρεπτον.  Οὐκ εἴδετε  τὸν  Πέτρον περιπατοῦντα  ἐπὶ  τῶν  ὑδάτων,  καὶ  ὀλίγον  διστάσαντα,  καὶ  μέλλοντα καταποντίζεσθαι, οὐ διὰ τὴν ἄτακτον τῶν ὑδάτων ὁρμὴν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς  πίστεως; Μὴ γὰρ ἀνθρωπίναις  ψήφοις  ἐνταῦθα  ἤλθομεν;  μὴ γὰρ ἄνθρωπος ἤγαγεν, ἵνα ἄνθρωπος καταλύσῃ; Ταῦτα λέγω οὐκ ἀπονοούμενος, μὴ γένοιτο, οὐδὲ ἀλαζονευόμενος, ἀλλὰ τὸ ὑμῶν σεσαλευμένον στηρίξαι βουλόμενος. Ἐπειδὴ ἔστη ἡ πόλις,  Ἐκκλησίαν  ὁ  διάβολος  ἠθέλησε  σαλεῦσαι. Μιαρὲ καὶ  παμμίαρε  διάβολε, τοίχων  οὐ περιεγένου, καὶ Ἐκκλησίαν προσδοκᾷς σαλεῦσαι; Μὴ γὰρ ἐν τοίχοις  ἡ Ἐκκλησία; Ἐν τῷ πλήθει τῶν  πιστῶν ἡ Ἐκκλησία. Ἰδοὺ πόσοι στῦλοι ἑδραῖοι, οὐ σιδήρῳ δεδεμένοι, ἀλλὰ  πίστει ἐσφιγμένοι.  Οὐ λέγω  ὅτι τοσοῦτον πλῆθος  πυρὸς σφοδρότερον· ἀλλ' οὔτε, εἰ εἷς ἦν, περιεγένου. Καὶ οἶδας, οἷά σοι τραύματα παρέσχον οἱ μάρτυρες. Εἰσῆλθε πολλάκις κόρη ἁπαλὴ ἀπειρόγαμος· κηροῦ ἦν ἁπαλωτέρα, καὶ πέτρας ἐγένετο στερεωτέρα.

Τὰς πλευρὰς αὐτῆς ἔξεες, καὶ τὴν πίστιν αὐτῆς οὐκ ἔλαβες. Ἠτόνησε τῆς σαρκὸς ἡ φύσις, καὶ οὐκ ἀπηγορεύθη τῆς πίστεως ἡ δύναμις· ἐδαπανᾶτο τὸ σῶμα,ἐνεανιεύετο τὸ φρόνημα· ἀνηλίσκετο δὲ ἡ οὐσία, καὶ ἔμενεν ἡ εὐλάβεια. Γυναικὸς οὐ περιεγένου  μιᾶς, καὶ τοσούτου περιγενέσθαι  δήμου προσδοκᾷς; Οὐκ ἀκούεις τοῦ Κυρίου λέγοντος, Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν; Ὅπου τοσοῦτος δῆμος ἀγάπῃ ἐσφιγμένος, οὐ πάρεστιν; Ἔχω αὐτοῦ ἐνέχυρον· μὴ γὰρ οἰκείᾳ δυνάμει θαῤῥῶ; Γραμματεῖον αὐτοῦ κατέχω. Ἐκεῖνό μοι βακτηρία,  ἐκεῖνό  μοι  ἀσφάλεια,  ἐκεῖνό  μοι  λιμὴν    ἀκύμαντος.  Κἂν  ἡ οἰκουμένη  ταράττηται,  τὸ γραμματεῖον  κατέχω·  αὐτῷ   (f. αὐτὸ) ἀναγινώσκω·  τὰ γράμματα ἐκεῖνα τεῖχος ἐμοὶ καὶ ἀσφάλεια. Ποῖα ταῦτα; Ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς   ἡμέρας  ἕως   τῆς   συντελείας   τοῦ   αἰῶνος.   Χριστὸς  μετ'  ἐμοῦ,  καὶ   τίνα φοβηθήσομαι; Κἂν κύματα κατ' ἐμοῦ διεγείρηται, κἂν πελάγη, κἂν ἀρχόντων θυμοί· ἐμοὶ ταῦτα πάντα ἀράχνης εὐτελέστερα. Καὶ εἰ μὴ διὰ τὴν ὑμετέραν ἀγάπην, οὐδὲ σήμερον ἂν παρῃτησάμην ἀπελθεῖν. Ἀεὶ γὰρ λέγω, Κύριε, τὸ σὸν θέλημα γενέσθω· μὴ ὅ τι ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ' εἴ τι σὺ βούλει. Οὗτος ἐμοὶ πύργος, τοῦτο ἐμοὶ πέτρα ἀκίνητος· τοῦτο ἐμοὶ βακτηρία ἀπερίτρεπτος. Εἰ βούλεται ὁ Θεὸς τοῦτο γενέσθαι, γινέσθω. Εἰ βούλεται ἐνταῦθα εἶναί με, χάριν ἔχω. Ὅπου βούλεται, εὐχαριστῶ.

γʹ.  Μηδεὶς  ὑμᾶς  θορυβείτω·  ταῖς  εὐχαῖς  προσέχετε.  Ταῦτα  ἐποίησεν  ὁ διάβολος, ἵνα ἐκκόψῃ τὴν σπουδὴν τὴν περὶ τὰς λιτανείας. Ἀλλ' οὐ προχωρεῖ αὐτῷ· ἀλλὰ σπουδαιοτέρους ὑμᾶς καὶ θερμοτέρους εὑρήκαμεν. Αὔριον εἰς λιτανεῖον ἐξελεύσομαι μεθ' ὑμῶν. Ἢ ὅπου ἐγὼ, καὶ ὑμεῖς ἐκεῖ· ὅπου ὑμεῖς, ἐκεῖ κἀγώ· ἓν σῶμά ἐσμεν· οὐ σῶμα κεφαλῆς, οὐ κεφαλὴ σώματος χωρίζεται. ∆ιειργόμεθα τῷ τόπῳ, ἀλλ' ἡνώμεθα  τῇ ἀγάπῃ· οὐδὲ θάνατος  διακόψαι δυνήσεται. Κἂν γὰρ ἀποθάνῃ  μου τὸ σῶμα, ζῇ ἡ ψυχὴ, καὶ μέμνηται τοῦ δήμου· ὑμεῖς ἐμοὶ πατέρες· πῶς ὑμῶν δύναμαι ἐπιλαθέσθαι; ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ζωὴ, ὑμεῖς ἐμοὶ εὐδοκίμησις. Ἐὰν ὑμεῖς προκόψητε, ἐγὼ εὐδοκιμῶ· ὥστε ἐμοὶ ζωὴ πλοῦτος ἐν τῷ ὑμετέρῳ κεῖται θησαυρῷ. Ἐγὼ μυριάκις ὑπὲρ ὑμῶν σφαγῆναι ἕτοιμος (καὶ οὐδεμίαν χάριν παρέχω, ἀλλὰ καὶ ὀφειλὴν  ἀποδίδωμι· Ὁ γὰρ ποιμὴν  ὁ καλὸς τὴν  ψυχὴν  αὐτοῦ τίθησιν  ὑπὲρ τῶν προβάτων),  καὶ  σφαγῆναι  μυριάκις,  καὶ  μυρίας  κεφαλὰς  ἀποτμηθῆναι.  Ἐμοὶ  ὁ θάνατος οὗτος ἀθανασίας ὑπόθεσις, ἐμοὶ αἱ ἐπιβουλαὶ αὗται ἀσφαλείας ἀφορμή. Μὴ γὰρ διὰ χρήματα ἐπιβουλεύομαι, ἵνα λυπηθῶ; μὴ γὰρ δι' ἁμαρτήματα, ἵνα ἀλγήσω;∆ιὰ τὸν ἔρωτα τὸν περὶ ὑμᾶς· ἐπειδὴ πάντα ποιῶ, ὥστε ὑμᾶς ἐν ἀσφαλείᾳ μεῖναι, ὥστε  μηδένα  παρεισελθεῖν  τῇ  ποίμνῃ,  ὥστε  μεῖναι  ἀκέραιον  τὸ  ποίμνιον.   Ἡ ὑπόθεσις τῶν ἀγώνων  ἀρκεῖ μοι εἰς στέφανον. Τί γὰρ ἂν πάθοιμι ὑπὲρ ὑμῶν; Ὑμεῖς ἐμοὶ πολῖται, ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ἀδελφοὶ, ὑμεῖς ἐμοὶ τέκνα, ὑμεῖς ἐμοὶ μέλη,  ὑμεῖς  ἐμοὶ  σῶμα,  ὑμεῖς  ἐμοὶ  φῶς,  μᾶλλον   δὲ  καὶ  τοῦ  φωτὸς   τούτου γλυκύτεροι. Τί γὰρ τοιοῦτον παρέχει μοι ἡ ἀκτῖνα οἷον ἡ ὑμετέρα ἀγάπη; Ἡ ἀκτῖνα ἐν τῷ  παρόντι  με βίῳ ὠφελεῖ,  ἡ δὲ ὑμετέρα ἀγάπη στέφανόν  μοι πλέκει  ἐν τῷ  μέλλοντι.    Ταῦτα   δὲ   λέγω   εἰς   ὦτα   ἀκουόντων·   τί   δὲ   τῶν   ὤτων    ὑμῶν ἀκουστικώτερον;  Τοσαύτας ἡμέρας  ἠγρυπνήσατε,  καὶ  οὐδὲν  ὑμᾶς  ἔκαμψεν,  οὐ χρόνου μῆκος μαλακωτέρους  ὑμᾶς ἐποίησεν, οὐ φόβοι, οὐκ ἀπειλαί· πρὸς πάντα ἐγένεσθε γενναῖοι.  Καὶ τί  λέγω,  ἐγένεσθε; Τοῦτο ὅπερ ἐπεθύμουν  ἀεὶ, κατεφρονήσατε τῶν βιωτικῶν πραγμάτων, ἀπετάξασθε τῇ γῇ, εἰς τὸν οὐρανὸν μετέστητε· ἀπηλλάγητε  τῶν συνδέσμων τοῦ σώματος, πρὸς τὴν μακαρίαν ἐκείνην ἁμιλλᾶσθε φιλοσοφίαν. Ταῦτα ἐμοὶ στέφανοι, ταῦτα παράκλησις, ταῦτα παραμυθία, ταῦτα ἐμοὶ ἄλειμμα, ταῦτα ζωὴ, ταῦτα ἀθανασίας ὑπόθεσις.

δʹ. Ἀλλ' ὁρῶ τοῖς ἐμαυτοῦ δόγμασί τινας ἐγκαρτερεῖν με πειθόντων.  Φέρει γὰρ πολλὰ τῶν εὐτυχημάτων εἰς τοὐναντίον· ὅτι οἷς ἐδόκουν ζηλωτὴς εἶναι, περιπέπτωκα τῇ μοχθηρίᾳ· οἱ μὲν κατὰ τὸν τρόπον καθαιροῦντες νικῶσι τὸν ἀγῶνα τῇ διαφορᾷ τῶν πραγμάτων· οὐκ ἠπείλουν, ἀλλὰ παρίσταντο. Ἔστι γὰρ καιρὸς νῦν εἰπεῖν τὰ περὶ τῆς ἐμῆς θλίψεως. Νόμος ἐστὶν, ἀλλ' ὁ νομοθέτης νικᾶται. Τέκνα, μὰ τὴν  ὑμετέραν  ἀγάπην,  βλέπω  συσκευὴν πολεμοῦσαν, καὶ τὸν  Θεὸν ὑβριζόμενον· βλέπω τὸν ἀγῶνα  πίπτοντα,  καὶ τὸν ἀγωνοθέτην  λυπούμενον· βλέπω τὸ πιθανὸν τῆς ἀληθείας μαραινόμενον, καὶ τὴν συσκευὴν ἀνθοῦσαν. Λέγουσί μοι, ὅτι Ἔφαγες καὶ ἐβάπτισας. Εἰ ἐποίησα τοῦτο, ἀνάθεμα ἔσομαι· μὴ ἀριθμηθείην  εἰς ἐπισκόπων ῥίζαν· μὴ γένωμαι  μετ' ἀγγέλων·  μὴ ἀρέσω Θεῷ· εἰ δὲ καὶ ἔφαγον  καὶ ἐβάπτισα, οὐδὲν ἄκαιρον τῶν  πραγμάτων  ἐποίησα. Πρόσχες μοι μετὰ ἀκριβείας ὃ λέγω, καὶ λέγων  οὐ  παύσομαι. Ἐμοὶ μὲν  τὸ  λέγειν  οὐκ  ὀκνηρὸν,  ὑμῖν  δὲ  ἀσφαλές.  Ἀλλ' ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον.Λέγουσιν ὅτι ἔφαγον  καὶ ἐβάπτισα. Καθελέτωσαν οὖν Παῦλον, ὅτι μετὰ τὸ δειπνῆσαι ἐχαρίσατο τῷ δεσμοφύλακι τὸ βάπτισμα. Τολμῶ λέγειν, καθελέτωσαν καὶ αὐτὸν τὸν Χριστὸν, ὅτι μετὰ τὸ δεῖπνον  τοῖς μαθηταῖς τὴν κοινωνίαν  ἐχαρίσατο. Ἀλλ' εἰκότα καὶ μεγάλα ἡμῖν ταῦτα· ταῦτα φαιδρὰ τῆς εἰρήνης· ταῦτα τοῦ λαοῦ τὰ ἐγκώμια. Ἐμοῦ ὁ στέφανος, ὑμῶν ὁ καρπός. Ἀλλ' οἴδατε, ἀγαπητοὶ, διὰ τί με θέλουσι καθελεῖν. Ὅτι τάπητας οὐχ ἥπλωσα, οὔτε σηρικὰ ἱμάτια οὐκ ἐνεδυσάμην, καὶ ὅτι τὴν γαστριμαργίαν αὐτῶν οὐ παρεμυθησάμην. Ἤνθησαν γὰρ τὰ ἔγγονα τῆς ἀσπίδος, ἔτι περιλέλειπται τῆς Ἰεζάβελ ὁ σπόρος· ἔτι δὲ καὶ ἡ χάρις τῷ Ἠλίᾳ συναγωνίζεται. Φέρε δέ μοι εἰς μέσον τὸν θαυμαστὸν καὶ πλούσιον τῆς ζωῆς κήρυκα, Ἰωάννην  λέγω, τὸν πένητα, καὶ ἕως λύχνου μὴ κτησάμενον· εἶχε γὰρ τὴν λαμπάδα τοῦ Χριστοῦ· οὗ τὴν κεφαλὴν ἐπεθύμησεν ἡ τῆς Εὔας συλλειτουργὸς, ἡ τῶν ἁγίων ἐμπόδιον γενομένη, ἡ τοὺς  προφήτας  διώξασα,  ἡ  τὴν  ἐν  δόλῳ  νηστείαν  κηρύξασα, ἡ  ὁμότιμον  τοῦ ὀνόματος τῆς ἐχίδνης ἐπισταμένη τὴν ὄρχησιν, ἐν τῷ ἀρίστῳ τῷ ἀτελεῖ ὀρχησαμένη. Οὐκ ἐπεθύμησε ζωὴν, οὐκ ἐπεθύμησε χρημάτων  ὄγκον, οὐ βασιλείας ἀξίωμα, οὐκ ἄλλης τινὸς περιουσίας. Ἀλλ' εἰπέ μοι, ἄνθρωπε, τί ἐπεθύμησε; Κεφαλὴν ἀνθρώπου. Τί δὲ λέγω; Οὐ μόνον ἀνθρώπου, ἀλλ' εὐαγγελιστοῦ. Ἀλλ' οὐκ ἐνίκησε λαβοῦσα τὴν κεφαλήν.  Ἔτεμε γὰρ τὴν κεφαλὴν  αἰτησαμένη, τὴν ἄνομον ἐπιθυμίαν  σπουδαίως διὰ πίνακος  δεξαμένη. Βλέπε, καὶ θαύμασον τοῦ Θεοῦ τὴν δύναμιν.  ∆ιήλεγχεν  ὁ ἀναίτιος,   ἀπετμήθη·  ἀλλ'   ὁ  ἀποτμηθεὶς   ἐν  δεξιᾷ  τοῦ  Χριστοῦ,  ἡ  δὲ ἀπαραίτητον  κόλασιν ἐκδέχεται. Πάλιν ἐκείνης τὸ σπέρμα, ὁ σπόρος ὁ ἀκανθώδης ἐπιζητεῖ καὶ σπεύδει. Ἀλλ' Ἡρωδιὰς Ἰωάννου τὴν κεφαλὴν ζητοῦσα πάλιν ὄρχησιν, οὐχ ἣν τοῖς ποσὶ παίζομεν, ἀλλὰ τὴν τῆς Μαρίας ἐπερειδομένην. Πάλιν βοᾷ καὶ λέγει Ἰωάννης·  Οὐκ ἔξεστί σοι τὴν  γυναῖκα  ἔχειν  τοῦ ἀδελφοῦ  σου.

εʹ. Ἀλλὰ τί εἴπω; ∆ακρύων ὁ παρὼν καιρός· πάντα γὰρ εἰς ἀδοξίαν ἐκτρέχει, καὶ πάντα χρόνος κρίνει. Χρυσὸς τὸ ὅλον δοξάζει. Ἀλλὰ φέρε μοι τὸν ἅγιον ∆αυῒδ τὸν λέγοντα καὶ βοῶντα· Χρυσὸς ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Ἀλλ' εἰπέ μοι, τίς ἦν οὗτος ὁ ταύτην τὴν φωνὴν ἐπαφείς; Οὐχὶ τὸ τῆς βασιλείας ἐπὶ τῆς κορυφῆς συγκείμενον εἶχεν; οὐκ ἐν τῇ βασιλικῇ ἐξουσίᾳ διέταττεν;  Ἀλλ' οὐ πρὸς ἁρπαγὴν  ἔβλεπεν,  οὐκ εἰς καθαίρεσιν εὐσεβείας ἦν αὐτῷ τὸ φρόνημα, οὐδὲ μέριμνα θησαυρῶν, ἀλλὰ τῆς στρατοπέδων συλλογῆς· οὐ γυναικὸς συγκατάθεσιν. Φεύγετε οὖν, γυναῖκες, τὰς ἀλλοτρίας συλλογάς· μὴ συμβουλεύετε τοῖς ἀνδράσι συμβουλίαν κακήν· ἀλλ' ἀσφαλίσθητε τοῖς λεχθεῖσιν. Ἆρα ἐσβέσαμεν ὑμῶν τὴν φλόγα; ἆρα ἐμαλάχθη ὑμῖν ἡ καρδία; Ἀλλ' οἶδα ὅτι ὠφεληθήσεσθε μὲν αἱ τῆς Μαρίας θυγατέρες· ἄλλαι δὲ ἄνευ οἴνου κεκορεσμέναι καὶ μεθύουσαι τῇ φιλαργυρίᾳ, ὡς ὁ μακάριος Παῦλος βοᾷ καὶ κηρύττει λέγων· Ῥίζα πάντων  τῶν κακῶν ἡ φιλαργυρία. Οὕτω καὶ αἱ ἀσύνετοι γυναῖκες ἀποφράττουσιν ἑαυτῶν τὰ ὦτα, καὶ ἀντὶ σπόρου ἀγαθοῦ ἀκάνθας τίκτουσιν. Ἀλλὰ, παρακαλῶ, μὴ ἡμῶν τὸν σπόρον ὡς ἐπὶ πέτραν καταβάλλωμεν.  Χριστοῦ ἐσμεν γεώργιον, παρ' οὗ ἀκούσωμεν· Εὖ, δοῦλε ἀγαθὲ, εἴσελθε εἰς τὸν οἶκόν μου· μὴ ἀντὶ τῆς φωνῆς ταύτης λεχθῇ, Εὖ, δοῦλε κακέ. Ἀλλὰ, παρακαλῶ, λαμψάτω ὑμῶν ἡ πολιτεία ἔμπροσθεν τῶν ἀνθρώπων, μὴ μωράνωμεν  ἡμῶν  τὸ  ἅλας,  ἀλλὰ  δοξάσωμεν,  εὐχαριστήσωμεν,  οἱ  πλούσιοι  τῷπλουσίῳ,  οἱ  πένητες  τῷ  φιλανθρώπῳ,   καὶ  φιλοπτώχῳ   Χριστῷ, οἱ  δυνατοὶ  τῇ κραταιᾷ χειρὶ αὐτοῦ. Καὶ ταῦτα μὲν περὶ ὑμῶν. Ἴσως δὲ συγχωρεῖ ὁ Θεὸς ταῦτά με πάσχειν ἅπερ βουλεύονται κατ' ἐμοῦ, ἵνα ἐν συμφοραῖς δοκιμάσῃ τὰ κατ' ἐμέ· ὅτι ἐν τοῖς πόνοις ἐναπόκειται νίκη πάντως, καὶ ἐν τοῖς ἀγῶσιν ἡτοίμασται στέφανος. Καὶ γὰρ ὁ θεσπέσιος Παῦλος ἔλεγε· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸνἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος·  οὗ στεφάνου καταξιώσει ὑμᾶς ὁ τῶν ὅλων ∆εσπότης εἰς τοὺς αἰῶνας. Ἀμήν.  

Ομιλία αυτού επανελθόντος απὸ τῆς προτέρας ἐξορίας ὁμιλία.


αʹ. Ὅτε τὴν Σάῤῥαν ἀπὸ τοῦ Ἀβραὰμ ἥρπασεν ὁ Φαραὼ, τὴν καλὴν καὶ εὐειδῆ γυναῖκα ὁ πονηρὸς καὶ βάρβαρος καὶ Αἰγύπτιος, ἀδίκοις ὀφθαλμοῖς ἰδὼν αὐτῆς τὸ κάλλος, καὶ μοιχείας  ἐργάσασθαι δρᾶμα βουλόμενος· τότε δὴ, τότε παρὰ μὲν τὴν ἀρχὴν οὐκ ἐκόλασεν ὁ Θεὸς, ἵνα δειχθῇ καὶ τοῦ δικαίου ἡ ἀνδρεία, καὶ τῆς γυναικὸς ἡ σωφροσύνη, καὶ τοῦ βαρβάρου ἡ ἀκολασία, καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία·  τοῦ δικαίου ἡ ἀνδρεία, ὅτι ἔφερεν εὐχαρίστως τὸ γενόμενον· τῆς γυναικὸς ἡ σωφροσύνη, ὅτι ἐνέπεσεν εἰς τὰς βαρβαρικὰς χεῖρας, καὶ τὴν σεμνότητα διετήρησε· τοῦ βαρβάρου ἡ  ἀκολασία,  ὅτι  ἀλλοτρίᾳ  ἐπῆλθεν  εὐνῇ·  τοῦ  Θεοῦ ἡ  φιλανθρωπία,   ὅτι  μετὰ ἀπόγνωσιν ἀνθρώπων, τότε τὸν στέφανον ἤνεγκε τῷ δικαίῳ. Ταῦτα ἐγίνετο τότε ἐπὶ τοῦ Ἀβραὰμ, ἐγένετο δὲ σήμερον ἐπὶ τῆς Ἐκκλησίας. Αἰγύπτιος οὗτος, ὡς ἐκεῖνος Αἰγύπτιος· οὗτος δορυφόρους εἶχεν, ἐκεῖνος ὑπασπιστάς· ἐκεῖνος τὴν Σάῤῥαν, οὗτος τὴν Ἐκκλησίαν· μίαν νύκτα ἐκεῖνος συνέσχε, μίαν ἡμέραν οὗτος εἰσῆλθεν· οὐδ' ἂν τὴν μίαν συνεχωρήθη, ἀλλ' ἵνα δειχθῇ τῆς νύμφης ἡ σωφροσύνη, ὅτι εἰσέρχεται, καὶ οὐ διεφθάρη  αὐτῆς  τὸ κάλλος  τῆς  σωφροσύνης, καίτοι  μοιχὸν  ἡτοίμασε, καὶ τὰ γραμματεῖα  συνετελεῖτο,  καὶ  πολλοὶ  τῶν  τῆς  οἰκίας  ὑπέγραφον.  Ἀπηρτίσθη  ἡ μηχανὴ, καὶ τὸ τέλος οὐκ ἐγένετο. Ἐφάνη  ἐκείνου  ἡ  πονηρία,  καὶ  τοῦ  Θεοῦ ἡ  φιλανθρωπία.   Ἀλλ'  ὁ  μὲν βάρβαρος τότε ἐκεῖνος ἐπιγνοὺς τὸ ἁμάρτημα, ὡμολόγησε τὸ παρανόμημα· λέγει γὰρ τῷ Ἀβραάμ· Τί ἐποίησας τοῦτο; εἰς τί εἶπας, ὅτι ἀδελφή  μού ἐστι; καὶ μικροῦ ἂν ἥμαρτον· οὗτος δὲ μετὰ τὴν παρανομίαν ἐπηγωνίσατο. Ἄθλιε καὶ ταλαίπωρε, Ἥμαρτες, ἡσύχασον, μὴ πρόσθες ἁμαρτίαν ἐφ'  ἁμαρτίαν. Κἀκείνη μὲν ἐπανῆλθε,πλοῦτον  ἔχουσα τὸν Αἰγυπτιακόν· ἡ δὲ Ἐκκλησία ἐπανῆλθε,  πλοῦτον  ἔχουσα τὸν ἀπὸ τῆς  γνώμης,  καὶ  σωφρονεστέρα ἐφάνη.  Ὄρα δὲ τὴν  μανίαν  τοῦ  βαρβάρου. Ἐξέβαλες τὸν ποιμένα· τί τὴν ἀγέλην διέσπασας; Ἀπέστησας τὸν κυβερνήτην· τί τοὺςοἴακας κατέκλασας; Τὸν ἀμπελουργὸν ἐξέβαλες· τί τὰς ἀμπέλους ἀνέσπασας; τί τὰ μοναστήρια διέφθειρας; Βαρβάρων ἔφοδον ἐμιμήσω.

βʹ. Ἐποίησεν ἅπαντα, ἵνα δειχθῇ ὑμῶν ἡ ἀνδρεία· ἐποίησεν ἅπαντα, ἵνα μάθῃ ὅτι ποίμνη ἐστὶν ἐνταῦθα ὑπὸ Χριστοῦ ποιμαινομένη.  Ἔξω ὁ ποιμὴν, καὶ ἡ ἀγέλη συνεκροτεῖτο, καὶ τὸ ἀποστολικὸν ἐπληροῦτο ῥῆμα· Οὐκ ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Καὶ τοιαῦτα ἠπείλουν δεδοικότες ὑμῶν τὴν ἀνδρείαν καὶ τῆς ἀγάπης τὸ φίλτρον, καὶ τὸν πόθον τὸν περὶ ἐμέ. Οὐδὲν τολμῶμεν, φησὶν, ἐν τῇ πόλει· δότε ἡμῖν αὐτὸν ἔξω. Λάβετέ με ἔξω, ἵνα μάθητε τὸν πόθον τῆς Ἐκκλησίας, μάθητε τῶν ἐμῶν τέκνων τὴν εὐγένειαν, τῶν στρατιωτῶν τὴν ἰσχὺν, τῶν ὁπλιτῶν τὴν δύναμιν, τῶν  διαδημάτων  τὴν  περιφάνειαν,  τοῦ πλούτου  τὴν  περιουσίαν, τῆς  ἀγάπης  τὸ μέγεθος, τῆς καρτερίας τὴν ὑπομονὴν, τῆς ἐλευθερίας τὸ ἄνθος, τῆς νίκης τὸ περιφανὲς,  τῆς ἥττης  σου τὸν  γέλωτα.  Ὢ καινῶν  καὶ παραδόξων  πραγμάτων·  ὁ ποιμὴν  ἔξω, καὶ ἡ ἀγέλη  σκιρτᾷ· ὁ στρατηγὸς πόῤῥω, καὶ οἱ  στρατιῶται ὡπλίζοντο.  Οὐκέτι ἡ  ἐκκλησία  εἶχε  τὸ  στρατόπεδον  μόνον,  ἀλλὰ  καὶ  ἡ  πόλις ἐκκλησία ἐγένετο. Αἱ ῥῦμαι, αἱ ἀγοραὶ, ὁ ἀὴρ ἡγιάζετο· αἱρετικοὶ ἐπεστρέφοντο, οἱ Ἰουδαῖοι βελτίους ἐγένοντο· οἱ ἱερεῖς κατεδικάζοντο, καὶ οἱ Ἰουδαῖοι τὸν Θεὸν εὐφήμουν,  καὶ  ἡμῖν  προσέτρεχον.  Οὕτω  καὶ  ἐπὶ  τοῦ  Χριστοῦ ἐγένετο.  Καΐφας  ἐσταύρωσε, καὶ λῃστὴς ὡμολόγησεν. Ὢ καινῶν  καὶ παραδόξων πραγμάτων· ἱερεῖς ἀπέκτειναν,  καὶ μάγοι προσεκύνησαν. Μὴ ξενιζέτω  ταῦτα  τὴν  Ἐκκλησίαν. Εἰ μὴ ταῦτα ἐγένετο, ὁ πλοῦτος ἡμῶν οὐκ ἂν ἐφάνη· ἦν μὲν, οὐκ ἂν δὲ ἐφάνη. Ὥσπερ γὰρ ὁ Ἰὼβ δίκαιος μὲν ἦν, οὐκ ἂν δὲ ἐφάνη, εἰ μὴ τὰ τραύματα, καὶ οἱ σκώληκες· οὕτω καὶ ὁ ὑμέτερος πλοῦτος, εἰ μὴ αἱ ἐπιβουλαὶ, οὐκ ἂν ἐφάνη. Ἀπολογούμενος δὲ τῷ Ἰὼβ ὁ Θεός φησιν, ὅτι Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς; Ἐπεβούλευσαν ἐκεῖνοι, ἐπολέμησαν, καὶ ἡττήθησαν. Πῶς ἐπολέμησαν; Ῥοπάλοις. Πῶς ἡττήθησαν; Εὐχαῖς. Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Σὺ ῥόπαλα εἰσφέρεις εἰς τὴν ἐκκλησίαν καὶ πολεμεῖς· ὅπου εἰρήνη πᾶσι, πολέμου ἄρχῃ· οὐδὲ τὸν τόπον ᾐδέσθης, ἄθλιε καὶ ταλαίπωρε, οὐδὲ τῆς ἱερωσύνης τὸ ἀξίωμα, οὐδὲ τῆς ἀρχῆς τὸ μέγεθος. Τὸ φωτιστήριον  αἱμάτων  ἐμπέπλησται· ὅπου ἁμαρτημάτων ἅφεσις, αἱμάτων ἕκχυσις. Ἐν ποίᾳ παρατάξει ταῦτα γίνεται; Βασιλεὺς εἰσέρχεται καὶ ῥίπτει ἀσπίδα καὶ διάδημα· σὺ εἰσῆλθες, καὶ ῥόπαλα ἥρπασας. Ἐκεῖνος καὶ τὰ συνθήματα τῆς βασιλείας ἔξω ἀφίησι· σὺ τὰ συνθήματα τοῦ πολέμου ἐνταῦθα εἰσήνεγκας. Ἀλλὰ τὴν νύμφην μου οὐδὲν ἔβλαψας, ἀλλὰ μένει τὸ κάλλος αὐτῆς ἐπιδεικνυμένη.

γʹ. ∆ιὰ τοῦτο χαίρω, οὐχ ὅτι ἐνικήσατε. Εἰ παρήμην, ἐμεριζόμην μεθ' ὑμῶν τὴν νίκην· ἐπειδὴ δὲ ἀνεχώρησα, γυμνὸν ὑμῶν τὸ τρόπαιον ἐφάνη. Ἀλλὰ καὶ τοῦτο ἐμὸν ἐγκώμιον,  καὶ πάλιν  μερίζομαι ἐγὼ  μεθ' ὑμῶν  τὴν  νίκην,  ὅτι οὕτως  ὑμᾶς ἀνέθρεψα, ὡς καὶ ἀπόντος τοῦ πατρὸς τὴν οἰκείαν εὐγένειαν ἐπιδείκνυσθαι. Ὥσπερ γὰρ οἱ γενναῖοι  τῶν  ἀθλητῶν  καὶ ἀπόντος  τοῦ παιδοτρίβου  τὴν  ἑαυτῶν  ῥώμην ἐπιδείκνυνται·   οὕτω  καὶ  ἡ  εὐγένεια   τῆς  ὑμετέρας  πίστεως  καὶ  ἀπόντος   τοῦ διδασκάλου τὴν οἰκείαν εὐμορφίαν ἐπεδείξατο. Τίς χρεία λόγων; Οἱ λίθοι βοῶσιν· οἱ τοῖχοι φωνὴν  ἀφιᾶσιν. Ἄπελθε εἰς βασιλικὰς αὐλὰς, καὶ ἀκούεις εὐθέως· Οἱ λαοὶ Κωνσταντινουπόλεως. Ἄπελθε εἰς τὴν θάλατταν, εἰς τὴν ἔρημον, εἰς τὰ ὄρη, εἰς τὰς οἰκίας, τὸ ἐγκώμιον  ὑμῶν  ἀναγέγραπται.  Ἐν τίνι  ἐνικήσατε; Οὐ χρήμασιν, ἀλλὰ πίστει. Ὢ λαὸς φιλοδιδάσκαλος, ὢ λαὸς φιλοπάτωρ, μακαρία ἡ πόλις, οὐ διὰ κίονας καὶ χρυσοῦν ὄροφον, ἀλλὰ διὰ τὴν ὑμετέραν ἀρετήν. Τοσαῦται αἱ ἐπιβουλαὶ, καὶ αἱ εὐχαὶ ὑμῶν ἐνίκησαν· καὶ μάλα εἰκότως· καὶ γὰρ ἐκτενεῖς ἦσαν αἱ εὐχαὶ, καὶ αἱ πηγαὶ τῶν  δακρύων  ἐπέῤῥεον. Ἐκεῖνοι βέλη, ὑμεῖς δὲ δάκρυα· ἐκεῖνοι  θυμὸν, ὑμεῖς δὲ πραΰτητα. Ὃ βούλει ποίησον· ὑμεῖς εὔχεσθε. Κἀκεῖνοι, οἳ ἀντέλεγον, ποῦ νῦν  εἰσιν; Ὅπλα ἐκινήσαμεν; μὴ τόξα ἐτείναμεν; μὴ βέλη ἀφήκαμεν; Εὐχόμεθα, κἀκεῖνοι ἔφυγον· ὡς γὰρ ἀράχνη διεσπάσθησαν, καὶ ὑμεῖς ὡς πέτρα ἑστήκατε. Μακάριος ἐγὼ δι' ὑμᾶς. Ἤδειν μὲν καὶ πρὸ τούτου ἡλίκον  ἔχω πλοῦτον,  ἐθαύμασα δὲ καὶ νῦν. Πόῤῥω ἤμην, καὶ πόλις μετῳκίζετο. ∆ι' ἕνα ἄνθρωπον  τὸ πέλαγος πόλις ἐγίνετο. Γυναῖκες, ἄνδρες, παιδία ἄωρα τὴν ἡλικίαν, γυναῖκες βαστάζουσαι παιδία, κατετόλμων  πελάγους, κατεφρόνησαν κυμάτων. Οὐ δοῦλος ἐδεδοίκει δεσπότην, οὐ γυνὴ τῆς φυσικῆς ἀσθενείας ἐμέμνητο. Γέγονεν ἡ ἀγορὰ ἐκκλησία, τὰ πανταχοῦ δι' ἡμᾶς. Τίνα γὰρ οὐκ ἐπαιδεύσατε; Βασιλίδα συγχορεύουσαν ἐλάβετε· οὐ γὰρ ἀποκρύψομαι τὸν ζῆλον αὐτῆς. Οὐ βασιλίδα κολακεύων ταῦτα λέγω, ἀλλ' εὐσέβειαν θεραπεύων·  οὐ γὰρ ἀποκρύψομαι  αὐτῆς  τὸν  ζῆλον.  Οὐ γὰρ ὅπλα  ἔλαβεν,  ἀλλὰ κατορθώματα  ἀρετῆς. Ἀπηγόμην τότε, ἴστε πῶς. ∆εῖ γὰρ καὶ λυπηρὰ  εἰπεῖν,  ἵνα μάθητε τὰ χρηστά· ἀλλὰ μάθητε πῶς ἀπηγόμην, καὶ πῶς ἐπανῆλθον. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες  τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. Ταῦτα τὰ ῥήματα ἐγένετο πράγματα. Μετ' εὐχαριστίας ὑπεδέξασθε ὃν ὀδυνώμενοι  προεπέμψατε. Καὶ οὐδὲ ἐν μακρῷ χρόνῳ· μετὰ μίαν ἡμέραν πάντα ἐλύθη. Καὶ γὰρ ἡ ἀναβολὴ ἐγένετο δι' ὑμᾶς, ἐπεὶ ὁ Θεὸς ἐξ ἀρχῆς ἔλυσε. δʹ. Λέγω ὑμῖν τὸ ἀπόῤῥητον. Ἐπεραιώθην τὸ πέλαγος μόνος τὴν Ἐκκλησίαν βαστάζων· ἡ γὰρ ἀγάπη οὐ στενοῦται. Οὐκ ἐστενοχωρεῖτο τὸ πλοῖον· Οὐ στενοχωρεῖσθε γὰρ ἐν ἡμῖν. Ἀπῄειν  τὰ  ὑμέτερα μεριμνῶν,  κεχωρισμένος  μὲν  τῷ  σώματι, συνημμένος  δὲ τῇ γνώμῃ·  ἀπῄειν  τὸν  Θεὸν παρακαλῶν,  καὶ παρακατατιθέμενος  ὑμῶν  τὴν  ἀγάπην· ἀπῄειν,  ἐκαθεζόμην  μόνος  τὰ  ὑμέτερα μεριμνῶν,  βουλευόμενος  περὶ  ἀποδημίας μόνος. Ἀθρόον ἀωρίας γενομένης  γράμματα ἔπεμψεν ἡ θεοφιλεστάτη  αὕτη ἐν τῇ πρώτῃ ἡμέρᾳ, ταῦτα λέγουσα τὰ ῥήματα (δεῖ γὰρ αὐτῆς καὶ τὰ ῥήματα εἰπεῖν)· Μὴ νομίσῃ σου ἡ ἁγιωσύνη ὅτι ἔγνων τὰ γεγενημένα. Ἀθῶος ἐγὼ ἀπὸ τοῦ αἵματός σου. Ἄνθρωποι  πονηροὶ  καὶ διεφθαρμένοι  ταύτην  τὴν  μηχανὴν  διεσκεύασαν· τῶν  δὲ ἐμῶν δακρύων μάρτυς ὁ Θεὸς, ᾧ ἱερεύω. Οἵαν σπονδὴν ἐξέχεε; τὰ γὰρ δάκρυα αὐτῆς σπονδὴ  ἐγένετο.  Ὧ ἱερεύω.  Ἡ  ἱέρεια,  αὐτοχειροτόνητος   θύουσα  τῷ  Θεῷ  καὶ σπένδουσα δάκρυα καὶ ἐξομολόγησιν καὶ μετάνοιαν,  οὐχ ὑπὲρ ἱερέως, ἀλλ' ὑπὲρ Ἐκκλησίας, ὑπὲρ δήμου διεσπαρμένου. Ἐμέμνητο, ἐμέμνητο καὶ τῶν  παιδίων  καὶ τοῦ  βαπτίσματος.  Μέμνημαι  ὅτι  διὰ  τῶν  χειρῶν  τῶν  σῶν  τὰ  παιδία  τὰ  ἐμὰ ἐβαπτίσθη. Ταῦτα ἡ βασίλισσα· οἱ δὲ ἱερεῖς περὶ φθόνου πάντες ἠγνόουν τὸ χωρίον, ἔνθα κατέλυον. Καὶ τὸ δὴ θαυμαστὸν εἰπεῖν, ἐκείνη μὲν ὡς ὑπὲρ τέκνου τρέμουσα περιῄει  πανταχοῦ,  οὐ τῷ  σώματι, ἀλλὰ  τῇ ἰδίᾳ πομπῇ τῶν  στρατιωτῶν.  Οὐ γὰρ κατείληφε  τὸ χωρίον, ἔνθα διῆγον. Πανταχοῦ ἔπεμπε μεριμνῶσα μὴ δολοφονηθῇ, μὴ ἀναιρεθῇ, καὶ ἀπολέσωμεν τὸ θήραμα. Τοῦτο μόνον, καὶ τὰ παρ' ἐμαυτῆς ἐπιδείκνυμι. Ζητῶ μόνον, καὶ οὐ περιγίνονται,  Οἱ ἐχθροὶ πανταχοῦ περιῄεσαν δίκτυα ἁπλοῦντες, ἵνα λάβωσι καὶ ἐπαναγάγωσιν  εἰς τὰς ἐκείνων  χεῖρας. Εἶτα καὶ παρεκάλει, καὶ τῶν γονάτων  ἥπτετο τῶν βασιλικῶν, κοινωνὸν  τὸν ἄνδρα ποιοῦσα τοῦ   θηράματος·   καθάπερ   ὁ   Ἀβραὰμ  τὴν   Σάῤῥαν,  οὕτως   αὐτὴ   τὸν   ἄνδρα. Ἀπωλέσαμεν, φησὶ, τὸν ἱερέα, ἀλλ'  ἐπαναγάγωμεν.  Οὐκ ἔστιν ἡμῖν οὐδεμία ἐλπὶς τῆς βασιλείας, ἐὰν μὴ ἐκεῖνον ἐπαναγάγωμεν.  Ἀμήχανον ἐμὲ κοινωνῆσαί τινι τῶν ταῦτα ἐργασαμένων· δάκρυα ἐξαφιεῖσα, τὸν Θεὸν ἱκετεύουσα, πᾶσαν μηχανὴν ἐπιδεικνυμένη. Ἴστε καὶ ὑμεῖς μεθ' ὅσης εὐνοίας ἡμᾶς ὑπεδέξατο, πῶς ἐνηγκαλίσατο ὡς οἰκεῖα μέλη, πῶς μεθ' ὑμῶν ἔλεγε καὶ αὐτὴ σπουδάζειν.Οὐδὲ γὰρ ταῦτα τὰ ῥήματα ἔλαθε τὴν εὐγνωμοσύνην  ὑμῶν, ὅτι ἀπεδέξασθε τὴν  μητέρα τῶν  Ἐκκλησιῶν,  τὴν  τροφὸν  τῶν  μοναζόντων,  καὶ  προστάτιν  τῶν ἁγίων,  τῶν  πτωχῶν  τὴν  βακτηρίαν.  Ὁ ἔπαινος  ἐκείνης  δόξα  εἰς  Θεὸν γίνεται, στέφανος τῶν Ἐκκλησιῶν. Εἴπω θερμὸν αὐτῆς πόθον; εἴπω φιλοτιμίαν τὴν περὶ ἐμέ; Ἐν ἑσπέρᾳ βαθείᾳ χθὲς ἀπέστειλε ταῦτα λέγουσα τὰ ῥήματα· Εἰπὲ πρὸς αὐτόν· ἡ εὐχή μου πεπλήρωται·  ἀπῄτησα τὸ κατόρθωμα· ἐστεφανώθην  μᾶλλον  τοῦ διαδήματος· ἀπέλαβον τὸν ἱερέα, ἀπέδωκα τὴν κεφαλὴν τῷ σώματι, τὸν κυβερνήτην τῇ νηῒ, τὸν ποιμένα τῇ ποίμνῃ, τὸν νυμφίον τῇ παστάδι. εʹ. Κατῃσχύνθησαν οἱ μοιχοί. Ἐὰν ζήσω, ἐὰν ἀποθάνω, οὐκέτι μοι μέλει. Ἴδετε τοῦ πειρασμοῦ τὰ κατορθώματα. Τί ποιήσω, ἵνα ὑμῖν ἀξίαν ἀποδῶ τῆς ἀγάπης τὴν ἀμοιβήν; Ἀξίαν μὲν οὐ δύναμαι, ἣν δὲ ἔχω, δίδωμι. Ἀγαπῶ ἑτοίμως τὸ αἷμά μου ἐκχέειν  ὑπὲρ τῆς ὑμετέρας σωτηρίας. Οὐδεὶς ἔχει  τέκνα  τοιαῦτα,  οὐδεὶς  ἀγέλην  τοιαύτην,  οὐδεὶς  ἄρουραν οὕτως  εὐθαλῆ.  Οὐ χρεία μοι γεωργίας· ἐγὼ καθεύδω, καὶ οἱ στάχυες κομῶσιν. Οὐ χρεία μοι πόνου· ἐγὼ ἡσυχάζω, καὶ τὰ πρόβατα τῶν  λύκων  περιγίνονται.  Τί ὑμᾶς καλέσω; πρόβατα ἢ ποιμένας, ἢ κυβερνήτας, ἢ στρατιώτας καὶ στρατηγούς; Πάντα ὑμῖν ἐπαληθεύω τὰ ῥήματα. Ὅταν ἴδω τὴν εὐταξίαν, πρόβατα καλῶ· ὅταν ἴδω τὴν πρόνοιαν, ποιμένας προσαγορεύω· ὅταν ἴδω τὴν σοφίαν, κυβερνήτας ὀνομάζω· ὅταν ἴδω τὴν ἀνδρείαν καὶ τὴν  εὐτονίαν,  στρατιώτας  καὶ στρατηγοὺς ὑμᾶς ἅπαντας  λέγω.  Ὢ πόνος, ὢ πρόνοια λαοῦ· ἠλάσατε τοὺς λύκους, καὶ οὐκ ἀμεριμνήσετε. Οἱ ναῦται οἱ μεθ' ὑμῶν καθ' ὑμῶν γεγόνασιν, οἵτινες τὸν πόλεμον τῷ πλοίῳ κατεσκεύασαν. Βοᾶτε ἔξω τὸν κλῆρον, καὶ ἄλλον κλῆρον τῇ Ἐκκλησίᾳ. Τίς χρεία βοῆς; Ἀπῆλθον, καὶ ἀπηλάθησαν,  μηδενὸς  διώκοντος   ἐφυγαδεύθησαν.  Οὐ κατηγορεῖ  αὐτῶν  ἄνθρωπος,  ἀλλὰ  τὸ συνειδός. Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Οἱ μεθ' ἡμῶν καθ' ἡμῶν γεγόνασιν· οἱ μεθ' ἡμῶν τὸ πλοῖον  κυβερνῶντες,  τὸ πλοῖον  καταποντίσαι ἠθέλησαν. Ἐθαύμασα ὑμῶν  τὴν  σύνεσιν.  Ταῦτα  λέγω,  οὐκ  εἰς  στάσιν  ὑμᾶς  ἀλείφων.  Στάσις γὰρ  τὰ ἐκείνων,   τὰ  δὲ  ὑμέτερα  ζῆλος.  Οὐ  γὰρ  ἠξιώσατε  αὐτοὺς  ἀναιρεθῆναι,   ἀλλὰ κωλυθῆναι τοῦτο καὶ ὑπὲρ ὑμῶν, καὶ ὑπὲρ τῆς Ἐκκλησίας, ἵνα μὴ πάλιν ὑποβρύχιος γένηται.  Ἡ γὰρ ἀνδρεία  ὑμῶν  οὐκ ἀφῆκε  γενέσθαι  τὸν  χειμῶνα,  ἀλλ' ἡ γνώμη ἐκείνων  τὸ κλυδώνιον  εἰργάσατο. Ἐγὼ δὲ, οὐ τῷ τέλει, ἀλλὰ τῇ γνώμῃ  ἐκείνων λογίζομαι. Ἄνθρωπος θυσιαστηρίῳ παρεστηκὼς, δήμου τοσούτου  ἐγκεχειρισμένος πρόνοιαν, ὀφείλων καταστέλλειν τὰ λυπηρὰ, ηὔξησας τὸν χειμῶνα, κατὰ σαυτοῦ τὸ ξίφος ἤλασας, τὰ τέκνα τὰ σὰ ἀναλώσας τῇ γνώμῃ, εἰ καὶ μὴ τῇ πείρᾳ. Ἀλλ' ὁ Θεὸς ἐκώλυσεν. Ὥστε θαυμάζω ὑμᾶς καὶ ἐπαινῶ, ὅτι μετὰ τὸν πόλεμον καὶ τῆς εἰρήνης γενομένης  σκοπεῖτε, ὅπως ἂν τελεία γένηται  εἰρήνη. ∆εῖ γὰρ τὸν κυβερνήτην  μετὰ τῶν  ναυτῶν  ὁμόνοιαν  ἔχειν·  ἐὰν  γὰρ διαστασιάζωσι, καταποντίζεται  τὸ σκάφος. Ὑμεῖς κατορθώσατε τὴν  εἰρήνην  μετὰ τὴν  τοῦ Θεοῦ χάριν· ὑμᾶς κοινωνοὺς ποιήσομαι τῆς ἀσφαλείας. Χωρὶς ὑμῶν οὐδὲν ἐργάσομαι, εἶτα καὶ  τῆς  θεοφιλεστάτης  Αὐγούστης. Καὶ γὰρ  κἀκείνη  φροντίζει  καὶ  μεριμνᾷ  καὶ πάμπολλα   ποιεῖ,   ὥστε   τὸ   φυτευθὲν   μεῖναι   βέβαιον,   ὥστε   τὴν   Ἐκκλησίαν ἀκλυδώνιστον μεῖναι. Ἐπῄνεσα οὖν καὶ ὑμῶν τὴν  σύνεσιν, καὶ τῶν βασιλέων τὴν πρόνοιαν. Οὐ γὰρ οὕτως αὐτοῖς μέλει περὶ πολέμου, ὡς περὶ Ἐκκλησίας, οὐχ οὕτω περὶ πόλεως, ὡς περὶ Ἐκκλησίας Παρακαλέσωμεν τὸν Θεὸν, ἀξιώσωμεν ἐκείνην, παραμείνωμεν  ταῖς εὐχαῖς·καὶ μὴ, ἐπειδὴ ἐλύθη τὰ δεινὰ, χαυνότεροι γενώμεθα. ∆ιὰ τοῦτο ἕως τῆς σήμερον εὐχόμεθα λυθῆναι  τὰ δεινά. Εὐχαριστήσωμεν τῷ Θεῷ, ὥσπερ τότε ἀνδρεῖοι, οὕτω καὶ σήμερον σπουδαῖοι. Ὑπὲρ δὲ τούτων  ἁπάντων  εὐχαριστήσωμεν τῷ Θεῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Υἱῷ σὺν τῷ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |