ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ι∆ʹ Ἀμφότερα τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας,

Πέμπτη 29 Σεπτεμβρίου 2016

Ι∆ʹ Ἀμφότερα τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας,




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52



 Ι∆ʹ Ἀμφότερα   τῆς   ἀφάτου   τοῦ   Θεοῦ  φιλανθρωπίας,

14.1  Ἀμφότερα   τῆς   ἀφάτου   τοῦ   Θεοῦ  φιλανθρωπίας,  καὶ   τὸ   συγχωρεῖν τοσούτους ἐπάγεσθαί σοι πειρασμοὺς καὶ ἐπαλλήλους  οὕτως  ὥστε λαμπροτέρους  σοι γίνεσθαι τοὺς στεφάνους, καὶ τὸ ταχίστην αὐτῶν ποιεῖσθαι τὴν ἀπαλλαγὴν  ὥστε σε μὴ κατατείνεσθαι  πάλιν  τῇ παραμονῇ τῶν  ἐπαγομένων  κακῶν. Οὕτω καὶ τῶν  γενναίων ἀνδρῶν  ἐκείνων  τῶν  ἀποστόλων  λέγω  καὶ τῶν  προφητῶν  τὸν  βίον  ἐκυβέρνησεν  ὁ Θεός, νῦν μὲν ἀφιεὶς τὰ κύματα διεγείρεσθαι, νῦν δὲ ἐπιτιμῶν  τῷ τῶν κακῶν πελάγει καὶ  ἀπὸ  χαλεποῦ  τοῦ  χειμῶνος  λευκὴν  ἐργαζόμενος  τὴν  γαλήνην.  Παῦσαι τοίνυν δακρύουσα καὶ κατατεινομένη  τῇ λύπῃ, μηδὲ τὰ ἐπαγόμενά σοι δεινὰ σκόπει μόνον τὰ ἐπάλληλα  καὶ  συνεχῆ,  ἀλλὰ  καὶ  τὴν  ταχίστην  αὐτῶν  ἐλευθερίαν  καὶ  τὴν  ἄφατον ἐντεῦθεν  τικτομένην  σοι ἀμοιβὴν καὶ ἀντίδοσιν.



 Ὅπερ γάρ ἐστιν ἀράχνη καὶ σκιὰ καὶ καπνὸς καὶ εἴ τι τούτων εὐτελέστερον, τοῦτό ἐστι τὰ ἐπενεχθέντα  σοι πάντα δεινὰ πρὸς τὰ μέλλοντα δίδοσθαί σοι ἐντεῦθεν βραβεῖα. Τί γάρ ἐστι πόλεως ἐκπεσεῖν καὶ τόπους ἐκ τόπων   ἀμείβειν   καὶ   πάντοθεν   ἐλαύνεσθαι   καὶ   δημεύεσθαι   καὶ   εἰς   δικαστήρια περιέλκεσθαι καὶ ὑπὸ στρατιωτῶν σπαράττεσθαι καὶ ὑπὸ τῶν μυρία εὐεργετηθέντων τὰ ἐναντία  νῦν  ὑπομένειν  καὶ παρ' οἰκετῶν  καὶ παρ' ἐλευθέρων  ἐπηρεάζεσθαι, ὅταν  τὸ τούτων ἔπαθλον ὁ οὐρανὸς ᾖ καὶ τὰ ἀκήρατα ἀγαθὰ ἐκεῖνα τὰ μηδὲ λόγῳ ἑρμηνευθῆναι δυνάμενα  καὶ πέρας οὐκ ἔχοντα, ἀλλ' ἀθάνατον  παρέχοντα  τὴν ἐξ αὐτῶν  ἀπόλαυσιν; Ἀφεῖσα   τοίνυν   τὰς   ἐπιβουλάς,   τὰς   ἐπηρείας,   τὰς   τῶν   χρημάτων    ζημίας,   τὰς μεταναστάσεις τὰς συνεχεῖς, τὴν ἐν ἀλλοτρίᾳ  διαγωγὴν  λογίζεσθαι καὶ πηλοῦ παντὸς εὐτελέστερον   ταῦτα  καταπατοῦσα,  ἐννόει  τοὺς  ἐκ  τούτων   σοι  τεχθέντας   ἐν  τοῖς οὐρανοῖς θησαυροὺς καὶ τὴν ἀνάλωτον  πραγματείαν καὶ τὸν ἄσυλον πλοῦτον. Ἀλλὰ τὸ σῶμά σοι κακῶς ἐκ τῶν πόνων τούτων καὶ ταλαιπωριῶν διετέθη καὶ τὰ τῆς ἀρρωστίας ἐπέτριψαν   αἱ  τῶν  ἐχθρῶν  ἐπιβουλαί;  Πάλιν  ἑτέρας  μοι  λέγεις  ἐμπορίας  ὑπόθεσιν μεγάλης   καὶ  ἀφάτου.  Οἶσθα  γάρ,  οἶσθα  σαφῶς  ἡλίκον   ἐστὶ  σώματος  ἀρρωστίαν γενναίως  καὶ μετὰ εὐχαριστίας ἐνεγκεῖν. Τοῦτο ὃ πολλάκις εἶπον, τὸν Λάζαρον ἐστεφάνωσε,  τοῦτο  ἐπὶ τῶν  ἀγώνων  τῶν  τοῦ Ἰὼβ τὸν  διάβολον  κατῄσχυνε  καὶ τὸν ἀθλητὴν τῆς καρτερίας ἐκείνης λαμπρότερον ἀπέφηνε. Τοῦτο καὶ φιλοπτωχίας καὶ τῆς τῶν  χρημάτων  ὑπεροψίας  καὶ  τῆς  ἀθρόας  ἐκείνης  τῶν  παίδων  ἀποβολῆς  καὶ  τῶν μυρίων ἐπιβουλῶν μᾶλλον αὐτὸν ἀνεκήρυξε καὶ τὸ ἀναίσχυντον  τοῦ πονηροῦ δαίμονος ἐκείνου στόμα ἔφραξε μετὰ πολλῆς τῆς περιουσίας. Ταῦτ' οὖν ἀναλογιζομένη  συνεχῶς καὶ αὐτὴ χαῖρε καὶ εὐφραίνου τὸν μέγιστον ἆθλον διανύσασα καὶ κεφάλαιον τῶν πειρασμῶν  πρᾴως φέρουσα καὶ ὑπὲρ τούτων  δοξάζουσα τὸν  φιλάνθρωπον Θεὸν τὸν δυνάμενον μὲν ἀθρόον ἀφανίσαι πάντα, ἀφιέντα δὲ γίνεσθαι ὥστε σοι λαμπροτέραν τὴν καλὴν   ταύτην   γενέσθαι   πραγματείαν.   ∆ιὰ  τοῦτο   καὶ  ἡμεῖς   σε  μακαρίζοντες   οὐ παυόμεθα. Ἥσθημεν δὲ ὅτι καὶ δικῶν ἀπαλλαγεῖσα καὶ πραγμάτων,  ὥς σοι πρέπον ἦν, οὕτω  τῷ  πράγματι  τέλος  ἐπέθηκας  τὸ  κατὰ  τὴν  διάλυσιν,  οὔτε  ἀνάνδρως   αὐτὰ προϊεμένη, οὐδ' αὖ κατασχοῦσα πάλιν  καὶ ἐμπείρασα σαυτὴν δικαστηρίοις καὶ τοῖς ἐκ τούτων  κακοῖς, ἀλλὰ μέσην ὁδεύσασα ὁδὸν καὶ τήν σοι πρέπουσαν ἐλευθερίαν καρπωσαμένη καὶ πολλὴν τὴν σύνεσιν ἐπιδειξαμένη καὶ τὴν μακροθυμίαν καὶ τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν καὶ τὸ ἀνεξαπάτητον δείξασα τῆς σῆς συνέσεως.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |