Ιωάννης Χρυσόστομος
Τόμος 52
Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ Ἰννοκεντίῳ Ἰωάννης ἐν Κυρίῳ χαίρειν.
αʹ. Καὶ πρὸ τῶν γραμμάτων οἶμαι τῶν ἡμετέρων ἀκηκοέναι τὴν εὐλάβειαν ὑμῶν τὴν παρανομίαν τὴν ἐνταῦθα τολμηθεῖσαν. Τὸ γὰρ μέγεθος τῶν δεινῶν οὐδὲ ἓν μέρος σχεδὸν τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον εἶναι τῆς χαλεπῆς ταύτης τραγῳδίας· καὶ γὰρ πρὸς αὐτὰς τῆς γῆς τὰς ἐσχατιὰς φέρουσα ἡ φήμη τὰ γενόμενα, πολὺν πανταχοῦ θρῆνον καὶ ὀλοφυρμὸν εἰργάσατο. Ἀλλ' ἐπειδὴ οὐ θρηνεῖν δεῖ μόνον, ἀλλὰ καὶ διορθοῦν καὶ σκοπεῖν, ὅπως ἂν ὁ χαλεπώτατος οὗτος τῆς Ἐκκλησίας σταίη χειμών· ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους ∆ημήτριον, Πανσόφιον, Πάππον, καὶ Εὐγένιον πεῖσαι τάς τε ἑαυτῶν ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσού του, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν, οἷς καὶ τοὺς τιμιωτάτους καὶ ἀγαπητοὺς τῶν διακόνων Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν·
καὶ αὐτοὶ δὲ ὡς ἐν εἴδει ἐπιστολῆς, ἐν βραχεῖ διδάξομεν ὑμῶν τὴν ἀγάπην τὰ γεγενημένα. Ὁ γὰρ τῇς Ἐκκλησίας τῆς ἐν Ἀλεξανδρείᾳ τὴν προεδρίαν ἐγχειρισθεὶς Θεόφιλος, ἐντυχόντων τινῶν τῷ εὐσεβεστάτῳ βασιλεῖ κατ' αὐτοῦ, κελευσθεὶς ἀφικέσθαι μόνος, συναγαγὼν μεθ' ἑαυτοῦ πλῆθος Αἰγυπτίων ἐπισκόπων οὐκ ὀλίγων παραγίνεται, καθάπερ ἐκ προοιμίων δεῖξαι βουλόμενος, ὅτι εἰς πόλεμον καὶ παράταξιν ἀφῖκται· εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς Κωνσταντινουπόλεως ἐπιβὰς, οὐκ εἰς ἐκκλησίαν εἰσῆλθε κατὰ τὸ εἰωθὸς καὶ τὸν ἄνωθεν κρατήσαντα θεσμὸν, οὐχ ἡμῖν συνεγένετο, οὐ λόγου μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοινωνίας· ἀλλ' ἀποβὰς τοῦ πλοίου, καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμὼν, ἔξω που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο, καὶ πολλὰ παρα καλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ παραγενομένους παρ' ἡμῖν καταχθῆναι καὶ γὰρ ἅπαντα ηὐτρέπιστο, καὶ καταγώγια, καὶ ὅσα εἰκὸς ἦν οὔτε ἐκεῖνοι, οὔτε αὐτὸς ἠνέσχετο. Ταῦτα ὁρῶντες ἡμεῖς, καὶ ἐν ἀπορίᾳ ἦμεν πολλῇ, μηδὲ τὴν αἰτίαν δυνάμενοι τῆς ἀδίκου ταύτης ἀπεχθείας εὑρεῖν· ἀλλ' ὅμως τὰ παρ' ἑαυτῶν ἐπληροῦμεν, τὸ πρέπον ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ συνεχῶς αὐτὸν παρακαλοῦντες συγγενέσθαι τε ἡμῖν, καὶ εἰπεῖν, τίνος ἕνεκεν τοσοῦτον ἐκ προοιμίων ἀνεῤῥίπισε πόλεμον, καὶ τηλικαύτην διεσκέδασε πόλιν. Ὡς δὲ οὐδὲ αὐτὸς ἠβούλετο λέγειν τὴν αἰτίαν, οἵ τε κατηγοροῦντες αὐτοῦ ἐπέκειντο, καλέσας ἡμᾶς ὁ εὐσεβέστατος βασιλεὺς, ἐκέλευσε πέραν ἔνθα διέτριβεν ἀπιέναι, καὶ τῆς κατ' αὐτοῦ ἀκούειν ὑποθέσεως. Καὶ γὰρ καὶ ἔφοδον, καὶ σφαγὰς, καὶ ἕτερα ἐνεκάλουν μυρία· ἀλλ' ἡμεῖς καὶ τοὺς νόμους τῶν πατέρων εἰδότες, καὶ τὸν ἄνδρα αἰδούμενοι καὶ τιμῶντες, καὶ αὐτοῦ δὲ τὰ γράμματα ἔχοντες τὰ δηλοῦντα μὴ δεῖν ὑπερορίους ἕλκεσθαι τὰς δίκας, ἀλλ' ἐν ταῖς ἐπαρχίαις τὰ τῶν ἐπαρχιῶν γυμνάζεσθαι, οὐ κατεδεξάμεθα δικάσαι, ἀλλὰ καὶ μετὰ πολλῆς παρῃτησάμεθα τῆς σφοδρότητος. Ὁ δὲ ὥσπερ τοῖς προτέροις ἐπαγωνιζόμενος, τὸν ἀρχιδιάκονον καλέσας τὸν ἐμὸν, ἐξ αὐθεντίας πολλῆς, ὥσπερ ἤδη χηρευούσης τῆς Ἐκκλησίας, καὶ οὐκ ἐχούσης ἐπίσκοπον, δι' ἐκείνου τὸν κλῆρον ἅπαντα πρὸς ἑαυτὸν μετέστησε· καὶ ἀνάστατοι αἱ ἐκκλησίαι ἐγένοντο, ἀπαγομένων τῶν ἐν ἑκάστῃ κληρικῶν, καὶ παρασκευαζομένων λιβέλλους διδόναι καθ' ἡμῶν, καὶ πρὸς κατηγορίαν ἀλειφομένων. Καὶ ταῦτα ποιήσας ἔπεμπε, καὶ ἐκάλει ἡμᾶς εἰς δικαστήριον, μηδέπω τὰς καθ' ἑαυτοῦ ἀποδυσάμενος αἰτίας, ὃ μάλιστα καὶ παρὰ κανόνας καὶ παρὰ πάντας τοὺς νόμους ἦν.
βʹ. Ἀλλ' ἡμεῖς συνειδότες ὅτι οὐ πρὸς δικαστήριον ἀφικόμεθα ἢ γὰρ ἂν μυριάκις παρεγενόμεθα, ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τά τε ἔμπροσθεν γεγενημένα καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπεστάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος ∆ημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀππιαρίας Λουπίκινον, πρεσβυτέρους δὲ, Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀποκρινόμενοι, καὶ λέγοντες μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ' ἐχθρὸν πρόδηλον καὶ πολέμιον φανερόν. Ὁ γὰρ μηδέπω λιβέλλους δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν Ἐκκλησίας, κοινωνίας, εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστὰς, καὶ ἐκκλησίαν ἐρημῶν· πῶς ἂν ᾖ δίκαιος ἐπὶ τὸν τοῦ δικαστοῦ θρόνον ἀναβαίνειν οὐδαμόθεν αὐτῷ προσήκοντα; Οὐδὲ γὰρ ἀκόλουθόν ἐστι τὸν ἐξ Αἰγύπτου τοὺς ἐν Θρᾴκῃ δικάζειν, καὶ τοῦτον ὑπεύθυνον αἰτίας ὄντα, καὶ ἐχθρὸν καὶ πολέμιον. Ἀλλ' ὅμως οὐδὲν αἰδεσθεὶς, ἀλλὰ ἅπερ βεβούλευτο πληρῶσαι ἐπειγόμενος, ἡμῶν δηλωσάντων, ὅτι ἕτοιμοί ἐσμεν καὶ ἑκατὸν καὶ χιλίων ἐπισκόπων παρόντων ἀποδύσασθαι τὰ ἐγκλήματα, καὶ δεῖξαι ὄντας καθαροὺς ἑαυτοὺς, ὥσπερ οὖν καὶ ἐσμὲν, οὐκ ἠνέσχετο· ἀλλὰ ἀπόντων ἡμῶν, καὶ σύνοδον ἐπικαλουμένων, καὶ κρίσιν ἐπιζητούντων, καὶ οὐκ ἀκρόασιν φευγόντων, ἀλλ' ἀπέχθειαν φανερὰν, καὶ κατηγόρους ἐδέχετο, καὶ τοὺς παρ' ἐμοῦ γενομένους ἀκοινωνήτους ἔλυε, καὶ παρ' αὐτῶν ἐκείνων οὐδέπω τὰ ἐγκλήματα ἀποδυσαμένων λιβέλλους ἐλάμβανε, καὶ ὑπομνήματα ἔπραττε, ἅπερ ἅπαντα παρὰ θεσμὸν καὶ κανόνων ἀκολουθίαν ἦν. Τί δὲ δεῖ πολλὰ λέγειν; Οὐκ ἀπέστη πάντα ποιῶν; καὶ πραγματευόμενος, ἕως ἡμᾶς μετὰ δυναστείας καὶ αὐθεντίας πάσης καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐξέβαλε, καὶ πρὸς ἑσπέραν βαθεῖαν, τοῦ δήμου παντὸς ἠμῖν ἐπισυρομένου. Ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν συρόμενος κατηγόμην, καὶ εἰς πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἔπλεον, ἐπειδὴ σύνοδον πρὸς δικαίαν ἀκρόασιν προεκαλούμην. Τίς ταῦτα ἀδακρυτὶ, κἂν λιθίνην ἔχῃ καρδίαν, ἀκούσειεν; Ἀλλ' ἐπειδὴ, καθάπερ ἔφθην εἰπὼν, οὐ θρηνεῖν μόνον τὰ κακῶς γινόμενα, ἀλλὰ καὶ διορθοῦν δεῖ, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διαναστῆναι, καὶ συναλγῆσαι, καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταύτῃ τὰ κακά. Οὐδὲ γὰρ ἐνταῦθα τὰ τῆς παρανομίας αὐτοῖς κατέλυσεν, ἀλλὰ καὶ μετὰ ταῦτα τοῖς προτέροις ἐπαποδύετο. Ἐπειδὴ γὰρ ὁ εὐσεβέστατος βασιλεὺς ἐπιπηδήσαντας αὐτοὺς τῇ ἐκκλησίᾳ ἀναισχύντως ἐξέβαλε, καὶ πολλοὶ τῶν παρόντων ἐπισκόπων ἰδόντες αὐτῶν τὴν παρανομίαν, εἰς τὰς αὐτῶν ἀνεχώρησαν, τὴν ἔφοδον αὐτῶν ὥσπερ πυράν τινα πάντα ἐπινεμομένην φεύγοντες, ἡμεῖς μὲν πάλιν εἰς τὴν πόλιν ἐκαλούμεθα, καὶ εἰς τὴν ἐκκλησίαν, ἧς ἀδίκως ἐξεβλήθημεν, ἐπισκόπων τε ἡμᾶς πλειόνων ἢ τριάκοντα εἰσαγόντων, καὶ τοῦ θεοφιλεστάτου βασιλέως νοτάριον εἰς τοῦτο ἀποστείλαντος, ἐκεῖνος δὲ ἐδραπέτευσεν εὐθέως. Τίνος ἕνεκεν καὶ διὰ τί; Εἰσιόντες παρεκαλοῦμεν τὸν θεοφιλέστατον βασιλέα, σύνοδον συναγαγεῖν εἰς ἐκδικίαν τῶν γεγενημένων. Συνειδὼς τοίνυν ἅπερ ἕδρασε, καὶ τὸν ἔλεγχον δεδοικὼς, καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεμφθέντων, πάντοθεν πάντας συναγόντων, λάθρα μέσων νυκτῶν εἰς ἀκάτιον ἑαυτὸν ἐμβαλὼν, οὕτως ἀπέδρα τοὺς μεθ' ἑαυτοῦ πάντας ἐπαγόμενος.
γʹ. Ἀλλ' ἡμεῖς οὐδὲ οὕτως ἔστημεν, διὰ τὸ τῷ συνειδότι θαῤῥεῖν τῷ ἡμετέρῳ,τὰ αὐτὰ πάλιν παρακαλοῦντες τὸν εὐσεβέστατον βασιλέα. Ὃς καὶ πρεπόντως αὐτοῦ ποιῶν τῇ εὐσεβείᾳ, ἔπεμψε πρὸς αὐτὸν πάλιν καλῶν αὐτὸν ἐξ Αἰγύπτου, καὶ τοὺς μετ' αὐτοῦ πάντας, ὥστε δοῦναι λόγον τῶν γεγενημένων, καὶ μὴ τὰ ἀδίκως οὕτως ἐκ μιᾶς μοίρας, καὶ ἀπόντων ἡμῶν τολμηθέντα, καὶ παρὰ τοσούτους κανόνας, νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν ἑαυτῷ. Ὁ δὲ οὐδὲ τῶν βασιλικῶν ἠνέσχετο
γραμμάτων, ἀλλ' ἔμενεν οἴκοι, προβαλλόμενος στάσιν τοῦ δήμου, καὶ σπουδὴν ἄκαιρόν τινων δῆθεν ἀντεχομένων αὐτοῦ· καίτοι γε πρὸ τῶν γραμμάτων τῶν βασιλικῶν αὐτὸς οὗτος ὁ δῆμος μυρίαις αὐτὸν ἦν πλύνας λοιδορίαις. Ἀλλ' οὐ ταῦτα περιεργαζόμεθα νῦν, ἀλλ' ἐκεῖνο δεῖξαι βουλόμενοι, ὅτι κακουργῶν ἀπελήφθη, ταῦτα εἰρήκαμεν. Πλὴν οὐδὲ μετὰ ταῦτα ἡμεῖς ἡσυχάσαμεν, ἀλλ' ἐπεκείμεθα ἀξιοῦντες δικαστήριον γενέσθαι κατὰ πεῦσιν καὶ ἀπόκρισιν· ἕτοιμοι γὰρ εἶναι ἐλέγομεν δεῖξαι ἑαυτούς τε ἀνευθύνους ὄντας, ἐκείνους δὲ τὰ ἔσχατα παρανομήσαντας. Καὶ γὰρ ἦσάν τινες Σύροι τῶν ποτε μετ' αὐτοῦ παρόντων, ἐνταῦθα ἀπολειφθέντες, οἳ κοινῇ μετ' αὐτοῦ τὸ πᾶν ἔδρασαν· καὶ προσίεμεν ἕτοιμοι δικάζεσθαι, καὶ πολλάκις ἠνωχλήσαμεν ὑπὲρ τούτου, ἀξιοῦντες τὰ ὑπομνήματα ἡμῖν δοθῆναι, ἢ λιβέλλους κατηγοριῶν, ἢ φύσιν ἐγκλημάτων γνωρισθῆναι, ἢ αὐτοὺς τοὺς κατηγόρους· καὶ οὐδενὸς τούτων τετυχήκαμεν, ἀλλὰ πάλιν ἐξεβλήθημεν τῆς Ἐκκλησίας. Πῶς ἂν τὰ ἐντεῦθεν διηγησαίμην λοιπὸν πᾶσαν ὑπερβαίνοντα τραγῳδίαν; τίς ταῦτα παραστήσει λόγος; ποία χωρὶς φρίκης δέξεται ἀκοή; Ἡμῶν γὰρ αὐτὰ, καθάπερ ἔμπροσθεν εἶπον, προτεινόντων, ἀθρόον στρατιωτῶν πλῆθος αὐτῷ τῷ μεγάλῳ σαββάτῳ, πρὸς ἑσπέραν λοιπὸν τῆς ἡμέρας ἐπειγομένης, ταῖς ἐκκλησίαις ἐπεισελθόντες, τὸν κλῆρον ἅπαντα τὸν σὺν ἡμῖν πρὸς βίαν ἐξέβαλον, καὶ ὅπλοις τὸ βῆμα περιεστοίχιστο. Καὶ γυναῖκες τῶν εὐκτηρίων οἴκων πρὸς τὸ βάπτισμα ἀποδυσάμεναι κατ' αὐτὸν τὸν καιρὸν γυμναὶ ἔφυγον ὑπὸ τοῦ φόβου τῆς χαλεπῆς ταύτης ἐφόδου, οὐδὲ τὴν πρέπουσαν γυναιξὶν εὐσχημοσύνην συγχωρούμεναι περιθέσθαι· πολλαὶ δὲ καὶ τραύματα δεξάμεναι ἐξεβάλλοντο, καὶ αἵματος αἱ κολυμβῆθραι ἐπληροῦντο, καὶ τὰ ἱερὰ ἀπὸ τῶν αἱμάτων ἐφοινίσσετο νάματα. Καὶ οὐδὲ ἐνταῦθα εἱστήκει τὸ δεινόν. Ἀλλ' ἔνθα τὰ ἅγια ἀπέκειντο εἰσελθόντες οἱ στρατιῶται, ὧν ἔνιοι, καθὼς ἔγνωμεν, ἀμύητοι ἦσαν, πάντα τε ἑώρων τὰ ἔνδον, καὶ τὸ ἁγιώτατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προειρημένων στρατιωτῶν ἱμάτια ἐξεχεῖτο· καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβαρικῇ πάντα ἐτολμᾶτο. Καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς ὁ λαὸς ἔξω τῆς πόλεως διέτριβε, καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ τῶν λαῶν αἱ ἐκκλησίαι ἐγίνοντο, καὶ πλείους ἢ τεσσαράκοντα ἐπίσκοποι οἱ κοινωνοῦντες ἡμῖν μετὰ τοῦ λαοῦ καὶ τοῦ κλήρου εἰκῆ καὶ μάτην ἠλαύνοντο· καὶ ὀλολυγαὶ, καὶ θρῆνοι, καὶ πηγαὶ δακρύων πανταχοῦ κατὰ τὰς ἀγορὰς, κατὰ τὰς οἰκίας, κατὰ τὰς ἐρημίας, καὶ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν, οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ αἱρετικοὶ, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβοις καὶ ταραχαῖς καὶ ὀλολυγαῖς ἅπαντα ἦν. Καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβε στάτου βασιλέως, νυκτὸς καταλαβούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, καὶ πολλαχοῦ στρατηγούντων, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ διακόνων προηγουμένους ἕχοντες. Ἡμέρας δὲ γενομένης, πᾶσα ἡ πόλις ἕξω τῶν τειχῶν μετῳκίζετο ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα τὴν ἑορτὴν ἐπιτελοῦντες. δʹ. Ἔξεστιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα· ὥσπερ γὰρ ἔφθην εἰπὼν, οὐχ οἷόν τε πάντα ἐπελθεῖν τῷ λόγῳ καθ' ἕκαστον γινόμενα. Τὸ δὴ χαλεπὸν, ὅτι τοσαῦτα καὶ τηλικαῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ' οὐδὲ ἐλπίδα λύσεως· ἀλλ' ἐκτείνεται καθ' ἑκάστην ἡμέραν τὸ δεινὸν, καὶ γέλως γεγόναμεν τοῖς πολλοῖς μᾶλλον δὲ γελᾷ μὲν οὐδεὶς, κἂν μυριάκις παράνομος ᾖ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν. Τί ἄν τις εἴποι τὰς τῶν λοιπῶν Ἐκκλησιῶν ταραχάς; Οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ κακὸν, ἀλλὰ καὶ μέχρι τῆς ἕω ἔφθασε. Καθάπερ γὰρ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος, τὰ λοιπὰ διαφθείρεται μέρη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τῆς μεγάλης ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη, καὶ κλῆροι πανταχοῦ ἐπανέστησαν ἐπισκόποις, καὶ ἐπίσκοποι ἐπισκόπων, καὶ λαοὶ μὲν λαῶν διεσχίσθησαν, οἱ δὲ μέλλουσι, καὶ πανταχοῦ τῶν κακῶν ὠδῖνες, καὶ τῆς οἰκουμένης ἁπάσης ἀνατροπή. Μαθόντες τοίνυν ἅπαντα, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, τὴν προσήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν ταῖς Ἐκκλησίαις ἀναστεῖλαι. Εἰ γὰρ τοῦτο κρατήσειε τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς τὰς ἀλλοτρίας ἀπιέναι παροικίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοι τις, κατ' ἐξουσίαν ἰδίαν πράττειν, ἅπερ ἂν ἐθέλωσιν, ἴστε ὅτι πάντα οἰχήσεται, καὶ πόλεμός τις ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, πάντων πάντας βαλλόντων καὶ βαλλομένων. Ἵνα οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ' ἥλιον πᾶσαν, ἐπιστεῖλαι παρακλήθητε τὰ μὲν οὕτω παρανόμως γεγενημένα ἀπόντων ἡμῶν, καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτησαμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχὺν, ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει· τοὺς δὲ τοιαῦτα παρανομήσαντας ἐλεγχομένους τῷ ἐπιτιμίῳ ὑποβάλλεσθαι τῶν ἐκκλησιαστικῶν νόμων· ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐλεγχομένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν γραμμάτων τῶν ὑμετέρων δότε ἀπολαύειν συνεχῶς, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων, ὧνπερ καὶ ἔμπροσθεν. Εἰ δὲ βούλοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες ἐγκλήματα γυμνάζειν, ἐφ' οἷς ἡμᾶς ἀδίκως ἐξέβαλον, ὑπομνημάτων ἡμῖν οὐ δοθέντων, οὐ λιβέλλων, οὐ κατηγόρων φανέντων· δικαστηρίου καθίσαντος ἀδεκάστου, καὶ δικασόμεθα, καὶ ἀπολογησόμεθα, καὶ ἀποδείξομεν ἑαυτοὺς ἀνευθύνους τῶν ἐπαγομένων ἡμῖν, ὥσπερ οὖν καὶ ἐσμέν· τὰ γὰρ νῦν γεγενημένα παρ' αὐτῶν πάσης ἐκτός ἐστιν ἀκολουθίας, καὶ παν τὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ. Καὶ τί λέγω κανόνος ἐκκλησιαστικοῦ; Οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικαστηρίοις τοιαῦτα ἐτολμήθη ποτὲ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ, οὐδὲ Σκύθαι, οὐδὲ Σαυρομάται οὕτως ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, παραιτουμένου οὐ κρίσιν, ἀλλ' ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν εἶναι λέγοντος, καὶ τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἐν ἅπασιν ἀθῶον ὄντα. Ταῦτα οὖν πάντα λογισάμενοι, καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων ἀδελφῶν ἡμῶν τῶν ἐπισκόπων σαφέστερον ἅπαντα μαθόντες, τὴν παρ' ἑαυτῶν ἡμῖν εἰσενεγκεῖν σπουδὴν παρακλήθητε. Οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαριεῖσθε, ἀλλὰ καὶ τῷ κοινῷ τῶν Ἐκκλησιῶν, καὶ τὸν παρὰ τοῦ Θεοῦ λήψεσθε μισθὸν, τοῦ διὰ τὴν τῶν Ἐκκλησιῶν εἰρήνην πάντα ποιοῦντος. ∆ιηνεκῶς ἐῤῥωμένος ὑπερεύχου μου, δέσποτα τιμιώτατε καὶ ὁσιώτατε.
Ιννοκεντίω Επισκόπω Ρώμης , Ἰωάννης ἐν Κυρίῳ χαίρειν.
Τὸ μὲν σῶμα ἡμῖν ἐν ἑνὶ ἵδρυται χωρίῳ, τῆς δὲ ἀγάπης τὸ πτερὸν πανταχοῦ τῆς οἰκουμένης περιίπταται. Ὅταν καὶ ἡμεῖς ὁδοῦ τοσούτῳ διῳκισμένοι μήκει, πλησίον τῆς εὐλαβείας ὑμῶν ἐσμεν, καὶ καθ' ἑκάστην ὑμῖν συγγινόμεθα τὴν ἡμέραν, ὀφθαλμοῖς τοῖς ἐκείνης βλέποντες ὑμῶν τὴν ἀνδρείαν τῆς ψυχῆς, τὸ γνήσιον τῆς διαθέσεως, τὸ στεῤῥὸν, τὸ ἀπερίτρεπτον, τὴν πολλὴν ὑμῶν παράκλησιν καὶ διαρκῆ καὶ μόνιμον. Ὅσῳ γὰρ τὰ τῶν κυμάτων ἐπὶ πλεῖον αἴρεται, καὶ πλείους ὕφαλοι καὶ σπιλάδες φύονται, καὶ πολλαὶ αἱ καταιγίδες, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας αὔξει τὰ τῆς ὑμετέρας· καὶ οὐχ ὁδοῦ μῆκος τοσοῦτον, οὐ χρόνου πλῆθος, οὐ δυσκολία πραγμάτων ὑπτίους γενέσθαι ὑμᾶς παρεσκεύασεν· ἀλλὰ μένετε μιμούμενοι τοὺς ἀρίστους τῶν κυβερνητῶν, οἳ τότε μάλιστα διεγείρονται, ὅταν ἴδωσι τὰ κύματα κορυφούμενα, τὴν θάλατταν ἐπὶ μεῖζον φερομένην, πολὺν τῶν ὑδάτων τὸν πάταγον, βαθυτάτην ἐν ἡμέρᾳ νύκτα. ∆ιὸ καὶ χάριτας ὑμῖν ἴσμεν πολλὰς, καὶ ἐπιθυμοῦμεν καὶ νιφάδας ὑμῖν πέμπειν γραμμάτων, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Ἀλλ' ἐπειδὴ τοῦτο ἀφῃρήμεθα παρὰ τῆς τοῦ τόπου ἐρημίας· οὐδὲ γὰρ μόνον τῶν ἐκεῖσε ἀφικνουμένων, ἀλλ' οὐδὲ τῶν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ διατριβόντων, δύναιτ' ἄν τις ῥᾳδίως ἡμῖν συγγενέσθαι, διά τε τὸ πόῤῥω καὶ πρὸς αὐτὰς τὰς ἐσχατιὰς κεῖσθαι τὸ χωρίον ἐν ᾧ καθείργμεθα, καὶ διὰ τὸν λῃστρικὸν φόβον πᾶσαν ἀποτειχίζοντα τὴν ὁδόν· παρακαλοῦμεν ἐλεεῖν μᾶλλον ἡμᾶς τῆς μακρᾶς σιγῆς, ἢ ῥᾳθυμίαν ἐντεῦθεν καταγινώσκειν ἡμῶν.Ὅτι γὰρ οὐκ ὀλιγωροῦντες ἐσιγήσαμεν, ἐπιλαβόμενοι διὰ πολλοῦ τοῦ χρόνου νῦν τοῦ τιμιωτάτου καὶ ἀγαπητοῦ Ἰωάννου τοῦ πρεσβυτέρου, καὶ Παύλου τοῦ διακόνου, καὶ γράφομεν, καὶ εὐχαριστοῦντες ὑμῖν οὐ διαλιμπάνομεν, ὅτι πατέρας φιλοστόργους ἀπεκρύψατε τῇ περὶ ἡμᾶς εὐνοίᾳ τε καὶ σπουδῇ. Καὶ τὸ μὲν εἰς τὴν εὐλάβειαν ἧκον τὴν ὑμετέραν, τὴν προσήκουσαν διόρθωσιν εἴληφεν ἅπαντα, καὶ ὁφορυτὸς τῶν κακῶν καὶ τὰ σκάνδαλα ἀνῄρηται, καὶ αἱ Ἐκκλησίαι εἰρήνης ἀπήλαυσαν καὶ λευκῆς γαλήνης, καὶ πάντα κατὰ ῥοῦν φέρεται, καὶ καταφρονηθέντες ἐξεδικήθησαν νόμοι, καὶ θεσμοὶ πατέρων παραβαθέντες.Ἐπειδὴ δὲ ἐπὶ τῶν ἔργων αὐτῶν οὐδὲν τούτων γέγονε, τῶν τὰ πρότερα τολμησάντων τοῖς προτέροις ἐπαγωνιζομένων ἔτι παρανομήμασιν, ἅπαντα μὲν τὰ παρ' αὐτῶν μετὰ ταῦτα γεγενημένα καθ' ἕκαστον διηγήσασθαι παρίημι· καὶ γὰρ ἱστορίας ὑπερβαίνει μέτρον, οὐκ ἐπιστολῆς μόνον, ἡ διήγησις· ἐκεῖνο δὲ παρακαλῶ τὴν ἄγρυπνον ὑμῶν ψυχὴν, κἂν οἱ πάντα θορύβων ἐμπλήσαντες ἀμετανόητανοσῶσι καὶ ἀνίατα, αὐτοὺς τοὺς θεραπεῦσαι αὐτὰ ἑλομένους μὴ περικακῆσαι, μηδὲ ἀπαγορεῦσαι, τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσαντας. Καὶ γὰρ ὑπὲρ τῆς οἰκουμένης σχεδὸν ἁπάσης ὁ παρὼν ὑμῖν ἀγὼν πρόκειται, ὑπὲρ Ἐκκλησιῶν εἰς γόνυ κατενεχθεισῶν, ὑπὲρ λαῶν διασπαρέντων, ὑπὲρ κλήρων πολεμουμένων, ὑπὲρ ἐπισκόπων φυγαδευομένων, ὑπὲρ θεσμῶν πατέρων παραβαθέντων. ∆ιὸ καὶ παρακαλοῦμεν ὑμῶν τὴν ἐμμέλειαν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ὅσῳ πλείων ἡ ζάλη, τοσούτῳ πλείονα ἐπιδείξασθαι τὴν σπουδήν. Προσδοκῶμεν γὰρ καὶ ἔσεσθαί τι πλέον εἰς διόρθωσιν. Εἰ δ' ἄρα μὴ τοῦτο γένοιτο, ἀλλ' ὑμεῖς ἀπηρτισμένον ἔχετε τὸν στέφανον παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ τοῖς ἀδικουμένοις οὐ μικρὰ τοῦτο ἔσται παράκλησις, τῆς ὑμετέρας ἀγάπης ἡ ἔνστασις· ἐπεὶ καὶ ἡμᾶς τρίτον ἔτος τοῦτο ἐν ἐξορίᾳ διατρίβοντας, λιμῷ, λοιμῷ, πολέμοις, πολιορκίαις συνεχέσιν, ἐρημίᾳ ἀφάτῳ, θανάτῳ καθημερινῷ, μαχαίραις Ἰσαυρικαῖς ἐκδεδομένους, οὐχ ὡς ἔτυχε παρακαλεῖ καὶ παραμυθεῖται τὸ διαρκὲς καὶ μόνιμον ὑμῶν τῆς διαθέσεως καὶ τῆς παῤῥησίας, καὶ τὸ δαψιλεῖ καὶ γνησίᾳ οὕτως ἐντρυφᾷν ὑμῶν τῇ ἀγάπῃ. Τοῦτο ἡμῖν τεῖχος, τοῦτο ἀσφάλεια, τοῦτο λιμὴν ἀκύμαντος, τοῦτο θησαυρὸς μυρίων ἀγαθῶν, τοῦτο εὐφροσύνη, καὶ πολλῆς ἡδονῆς ὑπόθεσις. Κἂν εἰς ἐρημότερον τούτου πάλιν ἀπενεχθῶμεν χωρίον, οὐ μικρὰν ταύτην ἔχοντες παράκλησιν τῶν παθημάτων ἡμῶν ἄπιμεν.
Τοίς εγκεκλεισμένοις Επισκόπεις Πρεσβύτεροις καὶ διακόνοις ἐν δεσμωτηρίῳ δι' εὐσέβειαν.
Μακάριοι τοῦ δεσμωτηρίου, καὶ τῆς ἁλύσεως, καὶ τῆς τῶν δεσμῶν ὑποθέσεως ὑμεῖς· μακάριοι καὶ τρισμακάριοι, καὶ πολλάκις τοῦτο, οἳ πᾶσαν ἀνηρτήσασθε τὴν οἰκουμένην τῷ περὶ ὑμᾶς φίλτρῳ, ἐραστὰς ὑμῶν καὶ τοὺς πόῤῥωθεν ὄντας πεποιήκατε. Πανταχοῦ γῆς καὶ θαλάττης ᾄδεται ὑμῶν τὰ κατορθώματα, ἡ ἀνδρεία, ἡ ἀπερίτρεπτος γνώμη, τὸ ἀδούλωτον φρόνημα. Οὐδὲν ὑμᾶς κατέπληξε τῶν δοκούντων εἶναι δεινῶν, οὐ δικαστήριον, οὐ δήμιος, οὐ βασάνων νιφάδες, οὐκ ἀπειλαὶ μυρίων γέμουσαι θανάτων, οὐ δικαστὴς πῦρ ἀπὸ τοῦ στόματος ἀφιεὶς, οὐκ ἐχθροὶ θήγοντες τοὺς ὀδόντας, καὶ μυρία εἴδη κινοῦντες ἐπιβουλῆς, οὐ συκοφαντίαι τοσαῦται, οὐκ ἀναίσχυντοι κατηγορίαι, οὐ θάνατος πρὸ τῶν ὀφθαλμῶν καθ' ἑκάστην ἡμέραν φαινόμενος· ἀλλ' ἤρκεσεν ὑμῖν εἰς παράκλησιν τῶν γινομένων ἡ τῶν γινομένων ὑπόθεσις.
∆ιὰ ταῦτα φανερῶς μὲν ὑμᾶς πάντες στεφανοῦσι, καὶ ἀνακηρύττουσι, οὐ φίλοι μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ ἐχθροὶ, καὶ ταῦτα κατασκευάζοντες· εἰ καὶ μὴφανερῶς, κἄν τις αὐτῶν ἀναπτύξειε τὸ συνειδὸς, πολὺ καὶ παρ' ἐκείνοις ὑμῶν εὑρήσει τὸ θαῦμα. Τοιοῦτον γὰρ ἀρετὴ, καὶ παρὰ τοῖς πολεμοῦσιν αὐτὴν θαυμάζεται τοιοῦτον κακία, καὶ παρὰ τοῖς μετιοῦσιν αὐτὴν καταγινώσκεται. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα, τὰ δὲ ἐν οὐρανοῖς τίς παραστῆσαι δυνήσεται λόγος; Ἐγγέγραπται ὑμῶν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, μετὰ τῶν ἁγίων κατηριθμήθητε μαρτύρων. Οἶδα ταῦτα ἐγὼ σαφῶς, οὐκ εἰς τὸν οὐρανὸν ἀναβὰς, ἀλλ' ἀπὸ θείων αὐτὰ μαθὼν χρησμῶν. Εἰ γὰρ ὁ γάμῳ παρανομουμένῳ παραστὰς, καὶ μὴ διορθῶσαι δυνηθεὶς τὴν παρανομίαν, ἀλλ' ἐλέγξαι αὐτὴν μόνον, ὁ τῆς στείρας καρπὸς, ὁ τῆς ἐρήμου πολίτης, ἐπειδὴ διὰ τοῦτο τὸ δεσμωτήριον ᾤκησε καὶ ἀπετμήθη, καὶ μάρτυς, καὶ μαρτύρων ὁ πρῶτός ἐστιν· ὑμεῖς οἱ νόμοις πατέρων καὶ θεσμοῖς παραβαθεῖσι, καὶ ἱερωσύνῃ ἐπηρεαζομένῃ καὶ παρανομουμένῃ παραστάντες, καὶ τοσαῦτα παθόντες ὑπὲρ ἀληθείας, καὶ τοῦ λῦσαι συκοφαντίας ἀναισχύντους οὕτως, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβήν.Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου, εἶπε τοῦτο ὁ γενναῖος ἐκεῖνος καὶ ὑψηλὸς ἀνὴρ, καὶ ἤρκεσεν αὐτῷ πρὸς παῤῥησίαν ἄφατον. Εἴπατε καὶ ὑμεῖς, Πρόκειται ἡμῶν τὰ σώματα κολάσεσι, τιμωρίαις, βασάνοις· ἀνάλισκε, δαπάνα ταῦτα τιμωρίαις οἵαις βούλει· συκοφαντεῖν οὐχ αἱρούμεθα, ἀλλὰ ἀποθνήσκειν μυριάκις. Ἀλλ' οὐκ ἀπετμήθητε, ἀλλὰ πολλῷ χαλεπώτερα πεπόνθατε. Οὐ γάρ ἐστιν ἴσον ἐν βραχείᾳ καιροῦ ῥοπῇ κεφαλὴν ἀποθέσθαι, καὶ τοσαύταις ἐπὶ τοσούτῳ χρόνῳ παλαίειν ὀδύναις, φόβοις, ἀπειλαῖς, δεσμωτηρίοις, ἀπαγωγαῖς, δικαστηρίοις, δημίων χερσὶ, συκοφαντῶν ἀναισχύντοις γλώτταις, ὀνείδεσι, λοιδορίαις, σκώμμασι. Καὶ γὰρ καὶ τοῦτο μέγιστον ἄθλου εἶδος, καὶ τίθησιν αὐτὸ ἐν τάξει μεγάλων ἀγώνων ὁ μακάριος Παῦλος, οὕτω λέγων· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Εἶτα λέγων τὴν ἄθλησιν, τοῦτο τέθεικεν, οὕτως εἰπών· Τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως πασχόντων γενηθέντες. Εἰ δὲ οἱ κοινωνήσαντες ἤθλησαν, πολλῷ μᾶλλον οἱ ὑπομείναντες.Οὐδὲ γὰρ ἕνα, καὶ δύο, καὶ τρεῖς, ἀλλὰ πολλοὺς ὑπομεμενήκατε θανάτους τῇ γνώμῃ, εἰ καὶ μὴ τῇ πείρᾳ. Χάρητε τοίνυν καὶ σκιρτήσατε· τοῦτο γὰρ ὁ τῶν οὐρανῶν∆εσπότης ἐκέλευσε, μὴ μόνον μὴ ἀλγεῖν, μηδὲ καταπίπτειν, ἀλλὰ καὶ σκιρτᾷν, καὶ ἥδεσθαι, ὅταν ὄνομα πονηρὸν ὑμῶν ἐκβάλλωσιν. Εἰ δὲ ἐπὶ συκοφαντίᾳ χαίρειν δεῖ, ὅταν καὶ τοσαῦτα προσῇ, συκοφαντίαι, πληγαὶ, βάσανοι, ξίφη ἠκονημένα, δεσμωτήρια, ἁλύσεις, ἀπαγωγαὶ, περιαγωγαὶ, ἐχθρῶν στίφη τοσαῦτα, ἐννόησον ἡλίκος ὁ μισθὸς, ποῦ κορυφοῦται τὰ τῆς ἀμοιβῆς. Χαίρετε τοίνυν, σκιρτᾶτε, ἀνδρίζεσθε, κραταιοῦσθε, ἐννοήσατε πόσους ἠλείψατε δι' ὧν ἐπάθετε, πόσων φρονήματα ἀνεστήσατε, πόσους ἐστηρίξατε σαλευομένους, οὐχὶ παρόντας, ἀλλὰ καὶ ἀπόντας, οὐ διὰ τῆς ὄψεως ὧν ὑπομεμενήκατε, ἀλλὰ καὶ διὰ μόνης τῆς ἀκοῆς καὶ τοὺς πόῤῥωθεν τὰ μέγιστα ὠφελήσαντες. Συνεχῶς ἐκεῖνο περιφέρετε τὸ ἀποστολικόν· Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Προσδοκᾶτε δὲ καὶ τὴν ταχίστην τῶν πειρασμῶν λύσιν, καὶ τελείαν ἀπαλλαγὴν, καὶ εὔχεσθε συνεχῶς ὑπὲρ ἡμῶν. Εἰ γὰρ καὶ πολλῷ διωκίσμεθα ὑμῶν τῷ μήκει τῆς ὁδοῦ, καὶ ἐπὶ πολὺν ἐχωρίσθημεν ὑμῶν χρόνον, ἀλλ' ὡς παρόντες καὶ συνόντες ὑμῖν, οὕτως ὑμᾶς περιπτυσσόμεθα, οὕτως ὑμῶν ἑκάστου τὴν φίλην καταφιλοῦμεν κεφαλὴν, ὑπτίαις χερσὶ τοὺς στεφανίτας δεχόμενοι, καὶ μέγιστον καὶ ἐντεῦθεν προσδοκῶντες ἡμῖν ἔσεσθαι κέρδος ἀπὸ τῆς πολλῆς περὶ ἡμᾶς ἀγάπης. Εἰ γὰρ τοὺς ἀγαπῶντας ὑμᾶς πολὺν ἀναμένειν δεῖ τὸν μισθὸν, ἐννοήσατε ἡλίκα ὑμῖν τὰ τῆς ἀντιδόσεως τοῖς ἐν τοσούτοις διαλάμψασιν ἀγῶσιν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου