ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΙΒʹ. Θεοφίλῳ πρεσβυτέρῳ

Πέμπτη 29 Σεπτεμβρίου 2016

ΣΙΒʹ. Θεοφίλῳ πρεσβυτέρῳ




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

ΣΙΒʹ.  Θεοφίλῳ  πρεσβυτέρῳ

Σφόδρα ἤλγησα ἀκούσας ὅτι καὶ σὺ καὶ Σαλούστιος ὁ πρεσβύτερος οὐ συνεχῶς  πρὸς τὴν σύναξιν παραβάλλετε, καὶ οὐχ ὡς ἔτυχέ με τοῦτο ἐλύπησε. Παρακαλῶ τοίνυν, εἰ μὲν ψεῦδος τοῦτο, δηλῶσαί μοι σπουδάσατε, ὅτι μάτην ἐσυκοφαντήθητε· εἰ δὲ ἀληθὲς, διορθώσασθε τὴν  τοιαύτην  ῥᾳθυμίαν.  Ὥσπερ γὰρ μέγιστος  ὑμῖν  ἐστιν  ὁ μισθὸς, μάλιστα ἐν τῷ παρόντι καιρῷ τὴν προσήκουσαν ἀνδρείαν ἐπιδεικνυμένοις· οὕτως οὐ τὸ  τυχὸν   ἕσται  κρῖμα  ὀκνοῦσι,  καὶ  ἀναδυομένοις,   καὶ  τὰ  παρ'  ἑαυτῶν   οὐκ εἰσφέρουσιν. Ἴστε γὰρ τί πέπονθεν ὁ τὸ τάλαντον καταχώσας τὸ ἓν, ὃς οὐδὲν ἕτερον ἐγκαλούμενος, διὰ τοῦτο μόνον ἐκολάζετο, καὶ ἀπαραίτητον ἐδίδου δίκην. Σπουδάσατε οὖν διὰ τάχους ἐλευθερῶσαί με τῆς φροντίδος. Ὥσπερ γὰρ πολλήν μοι φέρει παράκλησιν καὶ παραμυθίαν, ἐπειδὰν ἀκούσω, ὅτι μετὰ προθυμίας ἅπαντα τὸν χειμαζόμενον λαὸν συγκροτεῖτε· οὕτως ἐπειδὰν μάθω, ὅτι τινὲς ῥᾳθυμοῦσιν, οὐχ ὡς ἔτυχεν  ἀλγῶ  ὑπὲρ  αὐτῶν  τῶν  ῥᾳθυμούντων.  Τὴν  μὲν  γὰρ  καλλίστην  ἀγέλην ἐκείνην  ἡ τοῦ Θεοῦ χάρις καθ' ἑκάστην συγκροτεῖ ἡμέραν, καθάπερ καὶ ὑμεῖς διὰ τῶν ἔργων αὐτῶν ἔγνωτε· οἱ δὲ ῥᾳθυμίᾳ τὰ παρ' ἑαυτῶν ἐλλιμπάνοντες,  οὐ μικρὸν ἑαυτοῖς  διὰ  τῆς  ῥᾳθυμίας  ταύτης  συνάγουσι  κρῖμα.



ΣΙΓʹ. Φιλίππῳ  πρεσβυτέρῳ

Ἐθαύμασα, πῶς ἐν οὕτω χρόνῳ μακρῷ ἡμῖν οὐκ ἐπέσταλκας, ἀλλ' ἀγάπην μὲν περὶ ἡμᾶς ἐπιδείκνυσαι καὶ ἀπόντας πολλὴν, γραμμάτων δὲ ἡμῖν οὐ μετέδωκας τῶν σῶν. Νῦν γοῦν ἡμῖν γράφειν μὴ κατοκνήσῃς, τὰ περὶ τῆς ὑγείας τῆς σῆς δηλῶν· ὡς ἡμεῖς γε, καὶ μὴ γράφοντός σου, τὰ σὰ περιεργαζόμεθα, καὶ ἔγνωμεν, ὅτι καὶ τῆς σχολῆς ἐξεβλήθητε,  τὴν  ὑμῖν  πρέπουσαν  παῤῥησίαν  ἐπιδειξάμενοι.  Τοῦτο  ὑμῖν  μισθὸς, τοῦτο  πραγματεία  οὐράνιος,  τοῦτο  στέφανος  ἀκήρατος, τοῦτο  βραβείων  πλῆθος. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, γενναίως φέρετε τὰ συμπίπτοντα. Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ  τοὺς  πειρασμοὺς  λῦσαι  τούτους,  καὶ  ταχίστην   ποιῆσαι  γαλήνην,   καὶ  τῆς ὑπομονῆς ὑμῖν ταύτης πολὺν  καὶ ἐν τῷ μέλλοντι  αἰῶνι  δοῦναι τὸν μισθόν


ΣΙ∆ʹ. Σεβαστιανῷ πρεσβυτέρῳ.

Εἰ καὶ τῷ σώματι κεχωρίσμεθά σου τῆς τιμιότητος, ἀλλὰ καὶ τῇ ἀγάπῃ σοι συνδεδέμεθα, καὶ ὅπουπερ ἂν ὦμεν, περιφέρομέν σου τὴν διάθεσιν ἐπὶ τῆς μνήμης, κἂν εἰς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν  τὰ τέρματα. Ὅτι δὲ καὶ αὐτὸς ἄληστον ἔχεις τὴν μνήμην ἡμῶν, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν.  Οἶδα  γάρ σου τὸ γνήσιον  τῆς διαθέσεως, τῆς ἀγάπης τὸ στεῤῥὸν, τὸ ἀπερίτρεπτον  τῆς γνώμης. ∆ιὸ καὶ παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι. Σφόδρα γὰρ ἡμῖν περισπούδαστον περὶ ταύτης μανθάνειν· καὶ πολλὴν καὶ ἐν ἐρημίᾳ διατρίβοντες ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσόμεθα τὴν  παράκλησιν

ΣΙΕʹ.  Πελαγίῳ πρεσβυτέρῳ.

Οἶδά σου τὸ πρᾶον, τὸ ἐπιεικὲς, τὸ χρηστὸν, τὸ γλυκὺ, τὸ θερμὸν τῆς ἀγάπης, τὸ γνήσιον τῆς διαθέσεως τῆς περὶ ἡμᾶς.∆ιὸ καὶ προσαγορεύω σου τὴν  τιμιότητα  μετὰ πολλῆς  τῆς προθυμίας, καὶ δῆλον ποιῶ, ὅτι ὅπουπερ ἂν ὦ, ἐπὶ διανοίας σε περιφέρω. Παρακαλῶ τοίνυν, ἵνα καὶ ἑτέραν δεχώμεθα τὴν εὐφροσύνην, μὴ μόνον ἀπὸ τοῦ γράφειν, ἀλλὰ καὶ ἀπὸ τοῦ μανθάνειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, δήλου ἡμῖν ταῦτα συνεχῶς. Κἂν γὰρ εἰς χαλεπωτέραν ταύτης ἐρημίαν ἀπενεχθῶμεν, δεχόμενοι τοιαῦτα παρ' ὑμῶν τῶν ἀγαπώντων  ἡμᾶς γράμματα,  πολλῆς   ἀπολαυσόμεθα  τῆς  εὐφροσύνης.

 ΣΙς ʹ.   Μουσωνίῳ.

Καὶ  ἤδη ἐπεστάλκαμέν σου τῇ εὐγενείᾳ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, καὶ νῦν τὸ αὐτὸ πάλιν ποιοῦμεν, καίτοι μηδὲ ἅπαξ σοῦ ἐπεσταλκότος ἡμῖν. Ἀλλ' ὅμως ἡμεῖς οὐ διαλείψομεν  συνεχῶς  ὑμῖν  ἐπιστέλλοντες,  καὶ τὸ ἡμῖν  αὐτοῖς  πρέπον ποιοῦντες. Ἐβουλόμεθα γὰρ  καὶ  πυκνότερον  τοῦτο  ποιεῖν·  ἐπειδὴ  δὲ καὶ  ἐν  ἐρημίᾳ πολλῇ χωρίου  διατρίβομεν,  καὶ  ὁ τῶν  λῃστῶν  φόβος  πολιορκεῖ  τὴν  πόλιν,  καὶ  ἡ τοῦ χειμῶνος  ὥρα ἀποτειχίζει  τὰς ὁδοὺς, καὶ ταῦτα πάντα  οὐκ ἀφίησι πολλοὺς  ἡμῖν συνεχῶς ἐπιχωριάζειν, ἡνίκα ἂν ἐξῇ, καὶ γραμματηφόρων ἐπιτύχωμεν, τὴν ὀφειλομένην  πρόσρησιν ἀποδιδόαμέν σου τῇ εὐλαβείᾳ. Ἴσμεν γάρ σου τὸ γνήσιον τῆς ἀγάπης, τὴν θερμὴν διάθεσιν, τὸ ἀπερίτρεπτον τῆς γνώμης, τὴν ἐλευθερίαν, τὸ ἀνυπόκριτον. ∆ιὸ καὶ ἐπὶ μνήμης σε διηνεκῶς περιφέρομεν, ὅπουπερ ἂν ὦμεν, καὶ ἐπιλαθέσθαι σου τῆς ἐμμελείας οὐ δυνάμεθα. Ἵνα δὲ μὴ τῷ γράφειν μόνον, ἀλλὰ καὶ τῷ δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦντα,  εὐφραινώμεθα,  πέμπε συνεχῶς ἡμῖν τοιαύτας ἐπιστολάς. Οὕτω γὰρ καὶ πόῤῥωθεν ὄντες πολλὴν καρπωσόμεθα ἀπὸ τῶν τοιούτων γραμμάτων παραμυθίαν, ὅταν ἀκούωμεν, ὅτι ὑμεῖς οἱ σφοδροὶ ἡμῶν ἐρασταὶ καὶ θερμοὶ ἐν εὐθυμίᾳ καὶ ἀσφαλείᾳ διάγετε.

ΣΙΖʹ. Βαλεντίνῳ

Οἶδά σου τὴν φιλότιμον  ψυχὴν, τὸν ἔρωτα τὸν θερμὸν, ὃν περὶ τὰς τῶν πενήτων  ἔχεις προστασίας, τὴν ἐπιθυμίαν, ἣν ἀεὶ περὶ τὴν καλὴν ταύτην ἐπιδείκνυσαι πραγματείαν, καὶ παρέχων, καὶ μεθ' ἡδονῆς τοῦτο ποιῶν, καὶ διπλοῦν σοι  τὸν  στέφανον  τὸν  τῆς  φιλανθρωπίας   καὶ  λαμπρότερον  καθιστὰς,  καὶ  τῇ δαψιλείᾳ, καὶ τῇ γνώμῃ ἀφ' ἧς καὶ ἡ δαψίλεια γίνεται. Ἐπεὶ οὖν ἐδήλωσεν ἡμῖν ὁ τιμιώτατος  πρεσβύτερος ∆ομετιανὸς, ὁ τῶν  χηρῶν  καὶ παρθένων  τῶν  αὐτόθι τὴν προστασίαν ἔχων,  ὅτι  σχεδὸν  ἐν  λιμῷ  καθεστήκασιν, ὥσπερ εἰς  λιμένα  τὰς  σὰς καταφεύγομεν χεῖρας, ὥστε τουτὶ λῦσαι τοῦ λιμοῦ τὸ ναυάγιον. ∆έομαι οὖν σου, καὶ σφόδρα δέομαι, μεταπεμψάμενος τὸν πρεσβύτερον, ὅπερ ἂν ᾖ δυνατὸν, ἐπικουρῆσαι παρακλήθητι.  Τῆς γὰρ  ἐν  ἄλλῳ  καιρῷ  ἐλεημοσύνης  ἡ  νῦν  παρεχομένη  πολλῷ πλείονα   παρέχει   τὴν   ἀμοιβὴν,   ὅσῳπερ   ἐν   χαλεπωτέρῳ    χειμῶνι   καὶ   ζάλῃ καθεστήκασιν  οἱ   δεόμενοι   λαβεῖν,   οὐ  τῆς   εἰωθυίας   ἀπολαύοντες   ἀφθονίας. Ἐννοήσας τοίνυν καὶ τοῦ πράγματος τὸ κέρδος, καὶ τὴν ἀπὸ τοῦ καιροῦ γενομένην προσθήκην, τὰ  σαυτοῦ ποιῆσαι  παρακλήθητι.  Οὐδὲν γὰρ  δεῖ  πλέον  εἰπεῖν  πρὸς φιλάνθρωπον   οὕτω   καὶ  ἡμερωτάτην   γράφοντες   ψυχήν.   Οἶδας  γὰρ,  ὅτι   καὶ σπόρτουλα ἡμῖν χρεωστεῖς· ἀλλ' ὅμως καὶ ἐκείνων ἕνεκεν εἰς τοῦτό σοι διαλυόμεθα. Καὶ γράψαι δὲ ἡμῖν παρακλήθητι, ὅτι ἐπένευσας ἡμῶν τῇ αἰτήσει, καὶ τὰ περὶ τῆς ὑγιείας  τῆς  σῆς εὐαγγελιζόμενος,  καὶ παντὸς  τοῦ εὐλογημένου  σου οἴκου.


ΣΙΗʹ. Εὐθυμίῳ  πρεσβυτέρῳ.

Μηδὲν  ὑμᾶς   λυπείτω   τὸ   τῆς   σχολῆς   ἐξεῶσθαι,  ἀλλ' ἐννοοῦντες,  ὅσον  καὶ  ἐντεῦθεν  ἐδέξασθε τὸν  μισθὸν,  καὶ  πῶς  αὔξεται  τὰ  τῶν στεφάνων  ὑμῖν, χαίρετε καὶ εὐφραίνεσθε ὑπὲρ τῶν  παθημάτων  τούτων  καὶ τῶν ἐπιβουλῶν. Πολλὴν γὰρ ὑμῖν συνάγει ταῦτα τὴν ἐν οὐρανοῖς ἐμπορίαν, καὶ λαμπροτέρους ποιεῖ, καὶ μείζονα καθίστησι τὰ βραβεῖα. Στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ ἡμῖν δὲ συνεχῶς ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς μὴ κατόκνει. Οἶσθα γὰρ ὅπως συνδεδέμεθά σου τῇ ἀγάπῃ, καὶ πῶς, ὅπουπερ ἂν  ὦμεν,  ἐπὶ  διανοίας  σε περιφέρω,  ἀεί σου θερμὸς γενόμενος  ἐραστής· νῦν  δὲ πολλῷ θερμότερος, ὅσῳ καὶ λαμπρότερος ἀπὸ τῶν παθημάτων γέγονας.

ΣΙΘʹ. Σευηρίνῃ καὶ Ῥωμύλῃ.

  Εἰ μὴ σφόδρα τὴν  γνησίαν  ὑμῶν  ἀγάπην  ᾔδειν,  καὶ τὴν σπουδὴν, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπιδείκνυσθε, κἂν ῥᾳθυμίαν πολλὴν ὑμῖν ἐνεκάλεσα, τῆς μακρᾶς ἕνεκεν  ταύτης  σιγῆς ἣν  ἐσιγήσατε, καὶ ταῦτα  πολλάκις  καὶ συνεχῆ  παρ'
ἡμῶν  δεχόμεναι  γράμματα. Ἀλλ'  ἐπειδὴ  οἶδα ὅτι  καὶ σιωπῶσαι, καὶ γράφουσαι,
 ὁμοίως περὶ ἡμᾶς διάκεισθε, τούτου χάριν ἐγκαλεῖν οὐκ ἂν ἀνασχοίμην τῆς σιγῆς ἕνεκεν, εἰ καὶ σφόδρα ἐπιθυμῶ πυκνὰ παρ' ὑμῶν δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας  ὑμῶν   δηλοῦντα.   Οὐδὲ  γὰρ  ἔχοιτ'  ἂν  καταφυγεῖν   εἰς  τὸ  μὴ  συνεχῶς ἐπιτυγχάνειν  γραμματηφόρου· ὁ γὰρ ποθεινότατος καὶ γλυκύτατος ἀγαπητὸς ἡμῶν Σαλούστιος, εὖ οἶδ' ὅτι πρὸς τοῦτο ὑμῖν διακονήσασθαι ἠδύνατο. Ἀλλ' ὅμως οὐδὲ οὕτως ὑμῖν ἐγκαλῶ, διὰ τὸ σφόδρα θαῤῥεῖν ὑμῶν περὶ τῆς ἀγάπης. Αὐτὸς μέντοι, ἡνίκα  ἂν ἐξῇ, συνεχῶς  ἐπιστέλλειν  οὐ παύσομαι· οἶδα γὰρ ὑμῶν  τὸ γνήσιον  καὶ θερμὸν τῆς διαθέσεως.

ΣΚʹ.  Παιανίῳ.

Ἀνεπνεύσαμεν, ἐσκιρτήσαμεν, οὐκέτι ἀλλοτρίαν, οὐδὲ ξένην οἰκεῖν ἡγούμεθα, τῆς σῆς θαυμασιότητος πρὸς τὴν τοιαῦτα πάσχουσαν ἐπανελθούσης  πόλιν.  Ποιεῖ δὲ ἡμῖν  τὴν  τοσαύτην  ἡδονὴν,  οὐ τὸ σὲ πλείονος ἀπολελαυκέναι τιμῆς· ἡ γὰρ σὴ τιμὴ τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετὴ, καὶ οὔτε ἔμπροσθέν σέ τις αὐτὴν ἀφελέσθαι ἴσχυσεν, οὔτε νῦν ἀποδέδωκεν πῶς γὰρ τὴν μὴ ἀφαιρεθεῖσαν;· σκιρτῶμεν δὲ ὅτι μεγίστη παράκλησις τοῖς ἐλαυνομένοις, τοῖς σφαττομένοις, τοῖς δεδεμένοις, εἰς τὴν πόλιν ἐκείνην εἰσελήλυθας, κοινὸν ὄφελος καὶ λιμὴν εὐρύτατος τούτων γενόμενος. Καὶ γὰρ οἶσθα κερδαίνειν ἃ κερδαίνειν χρή. Γράφε δὴ  λοιπὸν  τῶν  κατορθωμάτων  σου τὸ  μέγεθος,  καὶ  λέγε  σαφῶς  πόσους κειμένους  ἀνέστησας, πόσους καταπεπτωκότας  ἀνώρθωσας,  τίνας  σαλευομένους ἐστήριξας,  τίσι   πεπονηκόσιν   ἐν   τῷ   μακρῷ   τούτῳ   χρόνῳ   παρέστης,   τίνας ῥᾳθυμοῦντας   σπουδαίους   ἐποίησας,   τίνας   σπουδαίους   ὄντας   σπουδαιοτέρους εἰργάσω, καὶ πάντα ἁπλῶς καθ' ἕκαστον τὰ ἐπὶ τῆς παρατάξεώς σου ταύτης ἀνδραγαθήματα. Οἶδα μὲν γὰρ ταῦτα καὶ πρὸ τῶν γραμμάτων τῶν σῶν, ἐπειδὴ καὶ τὴν ψυχὴν οἶδα τὴν σὴν, τὸν γενναῖον  ἀθλητὴν, καὶ τὸν θαυμαστὸν ἀριστέα· ἀλλ' οὖν βούλομαι καὶ παρὰ τῆς ποθεινοτάτης  μοι γλώττης  ταῦτα μανθάνειν.  ∆ίδου δὴ ἡμῖν ταύτην τὴν αἴτησιν· οἶσθα γὰρ ἡλίκην χαριῇ χάριν, τοῦτο ποιῶν.

ΣΚΑʹ. Κωνσταντίῳ πρεσβυτέρῳ.

Τῇ τετάρτῃ τοῦ Πανέμου μηνὸς μέλλων ἀπὸ τῆς Νικαίας διεξορμᾷν, ταῦτα διαπέμπομαι τὰ γράμματα πρὸς τὴν σὴν θεοσέβειαν, παρακαλῶν, ὅπερ ἀεὶ παρακαλῶν οὐκ ἐπαυσάμην, κἂν χαλεπώτερος τοῦ νῦν κατέχοντος γένηται ὁ χειμὼν,  κἂν  μείζονα  τὰ  κύματα,  μὴ  διαλιπεῖν  τὰ  σαυτοῦ πληροῦντα  εἰς  τὴν οἰκονομίαν, ἧς ἐξ ἀρχῆς ἥψω· λέγω δὴ τοῦ Ἑλληνισμοῦ τὴν καθαίρεσιν, τῶν ἐκκλησιῶν  τὰς  οἰκοδομὰς,  τῶν  ψυχῶν  τὴν  ἐπιμέλειαν·  μηδέ  σε ὕπτιον ποιείτω  τῶν  πραγμάτων  ἡ  δυσκολία.  Οὐδὲ γὰρ  κυβερνήτης  τὸ  πέλαγος  ὁρῶν μαινόμενον  καὶ  διανιστάμενον,  ἀποστήσεται τῶν  οἰάκων·  ἀλλ' οὐδὲ ἰατρὸς  τὸν κάμνοντα  βλέπων  τῇ νόσῳ κρατούμενον,  ἀναχωρήσει  τῆς  θεραπείας, ἀλλὰ  τότε μάλιστα ἕκαστος τούτων τῇ τέχνῃ χρήσεται. Καὶ σὺ τοίνυν, δέσποτά μου τιμιώτατε καὶ  εὐλαβέστατε,  πολλῇ  νῦν  χρῆσαι  τῇ  προθυμίᾳ,  μηδὲ  ὕπτιον  ποιείτω  σε τὰ συμβαίνοντα· οὐ γὰρ ὑπὲρ ὧν ποιοῦσιν ἡμᾶς ἕτεροι κακῶν λόγον δώσομεν, ἀλλὰ καὶ μισθὸν   ληψόμεθα.   Εἰ  δὲ   αὐτοὶ   τὰ   παρ'   ἑαυτῶν   μὴ   εἰσενέγκαιμεν,   ἀλλὰ ῥᾳθυμήσαιμεν, οὐδὲν εἰς τοῦτο ἡμῶν προστήσεται ὁ τῶν πραγμάτων θόρυβος· ἐπεὶ καὶ Παῦλος δεσμωτήριον οἰκῶν, καὶ τῷ ξύλῳ προσδεδεμένος, τὰ αὑτοῦ ἐποίει, καὶ Ἰωνᾶς ἐν τῇ γαστρὶ τοῦ θαλαττίου θηρὸς φερόμενος, καὶ οἱ τρεῖς παῖδες οἱ ἐν τῇ καμίνῳ    διατρίβοντες·   καὶ   οὐδένα   τούτων    τὰ   ποικίλα    δεσμωτήρια   ταῦτα ῥᾳθυμότερον πεποίηκε. Ταῦτ' οὖν ἐννοῶν, δέσποτά μου, καὶ Φοινίκης, καὶ Ἀραβίας, καὶ τῶν κατὰ τὴν Ἀνατολὴν  μὴ παύσῃ φροντίζων  Ἐκκλησιῶν, εἰδὼς ὅτι πλείονα λήψῃ  τὸν  μισθὸν,  ὅσῳ  καὶ  τοσούτων  ὄντων  τῶν  κωλυμάτων,   τὰ  παρ'  αὑτοῦ εἰσφέρεις. Καὶ γράφειν δὲ ἡμῖν συνεχῶς μὴ κατόκνει, ἀλλὰ καὶ πυκνότατα. Ὡς γὰρ ἔγνωμεν   νῦν,  οὐκέτι  εἰς  Σεβάστειαν,  ἀλλ'  εἰς  τὴν  Κουκουσὸν  ἐκελεύσθημεν ἀπελθεῖν,  ὅπου σοι καὶ εὐκολώτερον  ἐπιστέλλειν  ἡμῖν. Γράφε τοίνυν  ἡμῖν πόσαι ἐκκλησίαι ἐπ' ἔτος ᾠκοδομήθησαν, καὶ τίνες ἄνδρες ἅγιοι μετέστησαν εἰς τὴν Φοινίκην,  καὶ  εἴ  τις  πλέον  γέγονε  προκοπή.  Καὶ γὰρ  ἀπὸ  Νικαίας εὑρών  τινα μονάζοντα  ἐγκεκλεισμένον,  ἔπεισα  αὐτὸν  ἐλθεῖν  πρὸς  τὴν  σὴν  εὐλάβειαν,  καὶ ἀπελθεῖν εἰς Φοινίκην. Εἰ παραγέγονεν οὖν δηλῶσαί μοι σπούδασον. Τοῦ Σαλαμῖνος ἕνεκεν χωρίου τοῦ κατὰ τὴν Κύπρον κειμένου, τοῦ ὑπὸ τῆς αἱρέσεως τῶν Μαρκιωνιστῶν πολιορκουμένου, ἤμην διειλεγμένος  οἷς ἐχρῆν, καὶ κατωρθωκὼς τὸ πᾶν,  ἀλλ'  ἔφθην   ἐκβληθείς.  Εἰ  τοίνυν   μάθοις  τὸν  κύριόν  μου  Κυριακὸν  τὸν ἐπίσκοπον ἐπὶ τῆς Κωνσταντινουπόλεως διατρίβειν, ἐπίστειλον αὐτῷ ταύτης ἕνεκεν τῆς  ὑποθέσεως, καὶ τὸ πᾶν  ἀνύσαι δυνήσεται.  Καὶ μάλιστα τοὺς πρὸς τὸν  Θεὸν παῤῥησίαν ἔχοντας παρακάλει πολλῇ κεχρῆσθαι τῇ εὐχῇ, πολλῇ τῇ ἐκτενείᾳ, ὥστε τὸ  τῆς  οἰκουμένης  τοῦτο  ναυάγιον   παύσασθαι.  Ἀφόρητα  γὰρ  καὶ  τὴν  Ἀσίαν κατέλαβε κακὰ, καὶ ἑτέρας δὲ πόλεις καὶ Ἐκκλησίας, ἅπερ, ἵνα μὴ δοκῶ διενοχλεῖν, ἀφεὶς  τὸ καθ' ἕκαστον λέγειν,  ἐκεῖνο  μόνον  ἐρῶ, ὅτι εὐχῶν  πολλῶν  χρεία, καὶ δεήσεων  ἐκτενῶν.

ΣΚΒʹ.  Κάστῳ, Οὐαλερίῳ,  ∆ιοφάντῳ,  Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.

 Καὶ τὸ γράψαι, καὶ προτέρους ἐπιπηδῆσαι τοῖς πρὸς ἡμᾶς γράμμασι, καὶ τὸ  γράμματα  παρ' ἡμῶν  αἰτῆσαι, καὶ  τὸ  κελεῦσαι ὑπερβῆναι  μέτρον  ἐπιστολῆς, ἔδειξε  τοὺς  ἀκορέστους καὶ  μανικοὺς  ἡμῶν  ἐραστάς. Τοῦτο τὴν  ἐρημίαν,  ἐν  ᾗ διατρίβομεν, οὐκ ἀφίησιν ἐρημίαν φαίνεσθαι· τοῦτο τὰς ποικίλας καὶ συνεχεῖς ἡμῶν περιστάσεις παραμυθεῖται. Τί γὰρ  ἀγάπης ἴσον; Οὐκ ἔστιν οὐδέν. Αὕτη καὶ ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ ἐστὶ τῶν ἀγαθῶν, ἀρετὴ πόνον οὐκ ἔχουσα, ἀρετὴ ἡδονῇ συγκεκληρωμένη,   καὶ   πολλὴν   φέρουσα   τοῖς   γνησίως   αὐτὴν   μετιοῦσι   τὴν εὐφροσύνην. ∆ιὰ ταῦτα χάριν ὑμῖν ἴσμεν πολλὴν, ὅτι οὕτω γνησίως διετηρήσατε τὴν περὶ ἡμᾶς διάθεσιν· καὶ ἡμεῖς δὲ ὅπουπερ ἂν ὦμεν, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν  τὰ τέρματα, κἂν εἰς ἐρημότερον τούτου χωρίον,  περιφέροντες  ὑμᾶς ἄπιμεν, ἐγκολάψαντες ὑμᾶς τῇ διανοίᾳ, καὶ τῷ συνειδότι ἐναποθέμενοι, καὶ οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν περιστάσεων ὄχλος ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἐμμέλειαν τὴν ὑμετέραν πεποίηκεν, ἀλλ' ὡς χθὲς καὶ πρώην ὑμῖν συγγενόμενοι, μᾶλλον δὲ ὡς ἀεὶ μεθ' ὑμῶν ὄντες, ὥσπερ οὖν καὶ ἐσμὲν, οὕτως ὑμᾶς ὁρῶμεν, καὶ φανταζόμεθα τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς. Τοιοῦτον γὰρ τὸ φιλεῖν· οὐ διείργεται ὁδοῦ διαστήμασιν, οὐ μαραίνεται ἡμερῶν πλήθει, οὐ νικᾶται θλίψεων περιστάσει, ἀλλ' εἰς ὕψος αἴρεται διὰ παντὸς, καὶ φλογὸς μιμεῖται δρόμον. Καὶ τοῦτο ἴστε μάλιστα πάντων, ἐπειδὴ καὶ φιλεῖν  μάλιστα πάντων  ἐπίστασθε· διὸ καὶ σφόδρα ὑμᾶς μακαρίζομεν. Εἰ γὰρ καὶ ἡμεῖς οἰκτροὶ καὶ εὐτελεῖς, ἀλλ' ὁ Θεὸς ἱκανὸς ὑμῖν δοῦναι τῆς ἀγάπης ταύτης μείζονα τὴν ἀνταμοιβὴν, καὶ πολλῷ πλείονα· καὶ γὰρ ἐκ πολλοῦ τοῦ περιόντος ἀεὶ νικᾷ ταῖς ἀντιδόσεσι τοὺς ἀγαθόν τι ποιοῦντας ἢ λέγοντας. Ἐγὼ μὲν οὖν ἐβουλόμην καὶ αὐταῖς ὄψεσιν ὑμᾶς ἰδεῖν, καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαι συνουσίας, καὶ ἐμφορηθῆναι καὶ τούτῳ τῷ τρόπῳ τῆς ἀγάπης ὑμῶν· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, οὐ δι' ὄκνον καὶ ῥᾳθυμίαν, ἀλλὰ διὰ τὸ τῇ ἀνάγκῃ τῆς ἐξορίας πεπεδῆσθαι, τὸν  γοῦν  δεύτερον  ἡμᾶς μὴ ἀποστερήσητε πλοῦν,  ἀλλὰ πέμπετε ἡμῖν νιφάδας ἐπιστολῶν, τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλούσας. Εἰ γὰρ τοιαῦτα δεξαίμεθα γράμματα συνεχῶς, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, καὶ ταῦτα  ἐν  ἀλλοτρίᾳ  διατρίβοντες.  Εἰδότες οὖν  ἡλίκα  ἡμῖν  χαριεῖσθε, καὶ  ἐν  ὅσῃ καταστήσετε   ἡμᾶς   εὐφροσύνῃ,   μὴ   φθονήσητε   τῆς   τοσαύτης   ἡμῖν   ἡδονῆς. Ὁμιλοῦντες γὰρ ὑμῶν τοῖς γράμμασιν, αὐτοὺς ὑμᾶς ἡγησόμεθα ἐνταῦθα παρεῖναι, καὶ  τρανοτέραν  ἐντεῦθεν  τῆς  παρουσίας ὑμῶν  ληψόμεθα  τὴν  φαντασίαν.

ΣΚΓʹ. Ἡσυχίῳ.

Ἐγὼ μὲν  ἐπεθύμουν  καὶ μὴ γράψας  πρὸς τὴν  σὴν ἐμμέλειαν  πρότερος δέξασθαι ἐπιστολήν· τοῦτο γὰρ μάλιστα ἐραστοῦ σφοδροτάτου· οὐκ ἀνεμείναμεν  δὲ ἡμεῖς τὰ σὰ γράμματα, ἀλλὰ πρότεροι τῷ γράφειν ἐπεπηδήσαμεν, τὸν θερμὸν ἔρωτα, ὃν περὶ τὴν σὴν ἐμμέλειαν ἔχομεν, κἀν τούτῳ δεικνύντες. Πλὴν ἀλλὰ καὶ τούτου σοι χάριν ἴσμεν· εὖ γὰρ οἶδ' ὅτι οὐκ ἐξ ὀλιγωρίας, ἀλλ' ἐκ τοῦ σφόδρα μετριάζειν, τοῦτο πέπονθας. ∆είκνυε τοίνυν λοιπὸν μετὰ ἀδείας τὴν περὶ ἡμᾶς ἀγάπην, νιφάδας ἡμῖν πέμπων ἐπιστολῶν, δηλούσας τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ἢν γὰρ τοιαῦτα  δεξώμεθα γράμματα, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν  τὰ τέρματα, κἂν εἰς ἐρημότερον τούτου χωρίον,  πολλὴν  ἀπὸ τῆς ἀγάπης ὑμῶν  καρπωσόμεθα τὴν παράκλησιν. Οὐδὲν γὰρ οὕτω ψυχὴν ἀνέχειν δύναται, καὶ ἐν πολλῇ καθιστᾷν ἡδονῇ, ὡς τὸ φιλεῖν καὶ φιλεῖσθαι γνησίως. Καὶ τοῦτο οἶσθα μάλιστα πάντων αὐτὸς, ἐπειδὴ μάλιστα  πάντων  καὶ  φιλεῖν  οἶσθα.

ΣΚ∆ʹ.  Μαρκιανῷ καὶ  Μαρκελλίνῳ. 

Τί τοῦτο; Οὕτως ἡμῶν ἐρῶντες οὐδὲ γὰρ ἐκ τοσούτου καθημένους ὑμῶν διαστήματος ἔλαθεν ἡμᾶς ὁ ἔρως, διὰ τὸ σφοδρὸς εἶναι καὶ πεπυρωμένος, κατεδέξασθε σιγᾷν, καὶ οὐδὲ ἅπαξ ἡμῖν ἐπεστείλατε, ἀλλ' αἴνιγμα τὸ πρᾶγμα ἡμῖν πεποιήκατε; Οὐδὲ γὰρ ἀρκοῦσα πρόφασις, ἣν ἐγράψατε ἐπιστέλλοντες πρὸς τὸν κύριόν μου τὸν εὐλαβέστατον πρεσβύτερον Κωνστάντιον.  Πλὴν ἀλλ' οὐδὲν  ἀκριβολογοῦμαι.  Ἀλλ' ἔστω τοῦτο οὕτως  ἔχον,  καὶ κείσθω τῆς  σιγῆς ταύτην  εἶναι  τὴν  αἰτίαν·  ἰδοὺ καὶ αὐτὴ ὑμῖν ἀνῄρηται,  καὶ πρότεροι τοῖς πρὸς ὑμᾶς ἐπεπηδήσαμεν γράμμασι, χάριτάς  τε ὑμῖν ὁμολογοῦντες τῆς γνησίας ἀγάπης, ἣν οὕτως ἀκμάζουσαν περὶ ἡμᾶς διατηρεῖτε, καὶ παρακαλοῦντες,  ἡνίκα  ἂν  ἐξῇ, καὶ  ἐπιστέλλειν  ἡμῖν  συνεχῶς.  Ὅτι μὲν  γὰρ καὶ παραγενέσθαι ἐνταῦθα  οὐκ ἂν ὠκνήσατε, εἰ μὴ τὰ εἰρημένα κωλύματα  παρὰ τῆς κοσμιότητος   ὑμῶν   ἦν,  οὐδὲν   ἀμφιβάλλω·   μᾶλλον   δὲ  ἀπὸ  τῆς   γνώμης   καὶ παρεγένεσθε. Ἀλλ' ἐπειδὴ τοῦτο ἔργῳ πληρῶσαι τέως οὐκ ἔνι, τὴν ἀπὸ τῶν γραμμάτων  ἡμῖν  παρέχετε  παράκλησιν, τὰ περὶ τῆς  ὑγείας  ὑμῶν  καὶ τοῦ οἴκου παντὸς εὐαγγελιζόμενοι.  Εἰ γὰρ τοιαῦτα δεξαίμεθα συνεχῶς παρ' ὑμῶν γράμματα, κἂν ἐν χαλεπωτέρᾳ  ταύτης  ἐρημίᾳ καθήμεθα, πολλὴν  ἀπὸ τῶν  ἐπιστολῶν  ὑμῶν καρπωσόμεθα τὴν παράκλησιν.

ΣΚΕʹ. Κωνσταντίῳ πρεσβυτέρῳ.

Ἐθαύμασα πῶς οὕτω σφοδρὸς ἡμῶν  ὢν  ἐραστὴς, καὶ πάντα  ποιεῖν  καὶ λέγειν  ὑπὲρ ἡμῶν  καὶ πάσχειν παρεσκευασμένος οὐδὲ γὰρ ἡμᾶς ἔλαθεν· οὐδὲ γὰρ ἔνι γνησίως  φιλοῦντα  λαθεῖν, οὐδὲ ἅπαξ ἡμῖν ἐπέστειλας, καὶ ταῦτα πλησίον ἐλθοῦσιν ὑμῶν, καὶ τοῦ τιμίου μοι καὶ ἐνδοξοτάτου ἀδελφοῦ Λιβανίου ἐνταῦθα ἀφιγμένου.  Καὶ ταῦτα οὐκ ἐγκαλῶν, ἀλλ' ἀλγῶν  λέγω.  Ἐπειδὴ γὰρ  σφόδρα διάκειμαι  περὶ  τὴν  εὐλάβειαν  ὑμῶν,  δι' ἕτερον μὲν οὐδὲν, ὅτι δέ σου τῆς ψυχῆς φροντίδα ποιεῖς μετὰ πάσης τῆς σπουδῆς, καὶ λιμὴν  εἶ  κοινὸς  τῶν  ἐν  ἀνάγκαις  ὄντων,  πενίαν  λύων,  χηρείαν  διορθούμενος, ὀρφανίαν ἀνέχων, κοινὸς πατὴρ ἁπάντων ὢν, τούτου χάριν σφόδρα σου ἐρῶν, καὶ γράμματα παρὰ τῆς σῆς εὐλαβείας  δέχεσθαι ἐπιθυμῶ. ∆ίδου δὴ ταύτην  ἡμῖν  τὴν χάριν,  καὶ  ἔμπλησον  ἡμῶν  τὴν  ἐπιθυμίαν.  Οὐ γὰρ  τὴν  τυχοῦσαν  καρπωσόμεθα παράκλησιν, καὶ ταῦτα ἐν ἐρημίᾳ διατρίβοντες, ἂν τῆς ποθεινῆς σου καὶ ψυχῆς καὶ χειρὸς δεξώμεθα γράμματα, περὶ τῆς σῆς ἀπαγγέλλοντα  ὑγείας, καὶ τοῦ οἴκου σου παντός.

ΣΚ ʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ.

Ἐλύσατε ἡμῖν τὸ αἴνιγμα. Ὅτι γὰρ οὐκ ἤρκει εἰς  ἀπολογίαν  ἡ ἐγκειμένη  τότε πρόφασις, αὐτοὶ νῦν ἐδηλώσατε, μὴ δεξάμενοι  γράμματα, καὶ  πρότεροι τῷ  γράφειν  ἐπιπηδήσαντες.  Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ φύσις· οὐκ ἀνέχεται  σιγᾷν, ἀλλὰ  κἂν θρασύτητος μέλλῃ  κρίνεσθαι, τὸ αὑτῆς πληροῖ. Ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ γράψασθαι ὑμᾶς διὰ τὸ προτέρους ἐπιστεῖλαι, ὅτι καὶ στεφανοῦμεν ὑπὲρ τούτου, καὶ ἀνακηρύττομεν, καὶ νῦν μάλιστα τοὺς γνησίους ἡμῶν ἔγνωμεν ἐραστὰς, οὐκ ἀπὸ τοῦ γράψαι μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ προτέρους γράψαι. Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς ἀῤῥωστίας ὑμᾶς ἀπαλλάξαι, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν,  καὶ δοῦναι εὐκολίαν πολλὴν καὶ τῆς κατ' ὄψιν ἡμῖν συνουσίας· ἱκανὴν μὲν καὶ νῦν καρπούμεθα παράκλησιν ἀπὸ γνησίας οὕτω ψυχῆς δεχόμενοι  γράμματα· ἐπιθυμοῦμεν δὲ καὶ ἐκείνης τῆς συντυχίας, ἧς γένοιτο  μετὰ πολλοῦ  τοῦ τάχους  ἡμᾶς ἀπολαῦσαι, ὥστε μεγίστην  ἡμᾶς ἀγαγεῖν  ἑορτήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |