ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΚΖʹ. Καρτερίᾳ.

Τετάρτη 28 Σεπτεμβρίου 2016

ΣΚΖʹ. Καρτερίᾳ.



Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


ΣΚΖʹ. Καρτερίᾳ.

Τί φής; Αἱ συνεχεῖς ἀῤῥωστίαι οὐ συνεχώρησάν σοι παραγενέσθαι πρὸς ἡμᾶς; Καίτοι παραγέγονας,  καὶ  μεθ'  ἡμῶν  εἶ, καὶ  ἀπὸ  τῆς  γνώμης  σου τὸ  πᾶν ἀπειλήφαμεν, καὶ οὐδέν σοι ὑπὲρ τούτων ἀπολογίας δεῖ. Ἀρκεῖ γὰρ ἡ θερμή σου καὶ γνησία  ἀγάπη,  ἡ  οὕτως  ἀκμάζουσα  διηνεκῶς,   ἀντὶ  πολλῆς  εὐφροσύνης  ἡμῖν γενέσθαι.  Ἀλλ' ἐπειδὴ  οὐκ εἰς  τὴν  τυχοῦσαν  φροντίδα  ἡμᾶς ἐνέβαλες,  περὶ τῆς ἀῤῥωστίας εἰποῦσα τῆς σῆς, εἴ γε ταύτης ἀπαλλαγείης ἱκανὸς γὰρ ὁ Θεὸς ἀπαλλάξαι σε, καὶ  πρὸς ὑγείαν  καθαρὰν  ἐπαναγαγεῖν,  ἐξ αὐτῆς  ἡμῖν  δήλωσον,  ὥστε ἡμᾶς ἀπαλλαγῆναι  τῆς φροντίδος. Ὅπερ γὰρ ἀεὶ γράφων ἐδήλωσα, τοῦτο καὶ νῦν δηλῶ, ὅτι, ὅπουπερ ἂν ὦμεν, κἂν εἰς ἐρημότερον τούτου χωρίον ἀπενεχθῶμεν, σὲ καὶ τὰ σὰ μεριμνῶντες  οὐ διαλιμπάνομεν.  Τοιαῦτα ἡμῖν ἐνέχυρα τῆς θερμῆς καὶ γνησίας σου ἀγάπης  ἐναπέθου,  ἅπερ  οὐδέποτε  σβεσθῆναι δύναται,  οὐδὲ  καταμαρανθῆναι  τῷ χρόνῳ·   ἀλλὰ   κἂν   πλησίον   σου   ὦμεν   τῆς   εὐγενείας,   κἂν   πόῤῥωθεν,   ἀεὶ διαφυλάττομεν  τὴν αὐτὴν ἀγάπην, εἰδότες τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς διαθέσεώς σου, ἧς διαπαντὸς ἀπελαύσαμεν τοῦ χρόνου.



ΣΚΗʹ. Θεοδώρῳ ἰατρῷ.

Αὐτὸς μὲν εἰς τὴν τῶν πραγμάτων ἀσχολίαν καταφεύγεις, καὶ ἀπολογίαν  ἐντεῦθεν ὑφαίνεις  τοῦ μὴ  παραγενέσθαι·  ἐγὼ  δὲ  οἶμαι  οὐδὲν  τούτων  σε δεῖσθαι  τῶν  λόγων.  Καὶ γὰρ παραγέγονας, καὶ τῶν  ἀφικομένων  πρὸς ἡμᾶς οὐδὲν ἔλαττον  ἔχεις κατὰ τὸν τῆς ἀγάπης λόγον· ἀπὸ γὰρ τῆς γνώμης  σε ἀνακηρύττοντες  ὁμοίως ἐκείνοις, εἰς τοὺς πρώτους σε τῶν φίλων  γράφομεν, καί σοι χάριτας ἴσμεν, ὅτι ὀλίγα συγγενόμενος ἡμῖν, τάχα δὲ οὐδ' ὀλίγα, τῶν πολὺν ἡμῖν συντραφέντων  χρόνον οὐκ ἐλάττονα περὶ ἡμᾶς ἐπιδείκνυσαι ἔρωτα. ∆ιὰ ταῦτά σοι χάριτας ἴσμεν πολλὰς, καί σε παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν. Ἐπιθυμοῦμεν γὰρ αὐτὸν παρόντα σε θεάσασθαι· ἀλλ' ἵνα μὴ πολλοὺς  ἀδικήσωμεν τοὺς καὶ  τῶν  χειρῶν  τῶν  σῶν καὶ τῆς γλώττης δεομένους  τῆς  σῆς,  καὶ  τοσοῦτον  αὐτοῖς  προσχώσωμεν  λιμένα,  οὐ  τολμῶμεν ἐνταῦθά σε ἑλκύσαι. Ἀλλ' ἡνίκα ἂν ἐξῇ, παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν καὶ  τὰ  περὶ  τῆς  ὑγείας  τῆς  σῆς εὐαγγελίζεσθαι.  Οὕτω γὰρ  καὶ  πόῤῥωθεν  ὄντες πολλὴν   καρπωσόμεθα  τὴν  παράκλησιν,  ἂν  τοιαύτας  δεχώμεθα  παρὰ  τῆς  σῆς ἐμμελείας  ἐπιστολάς.

ΣΚΘʹ. Σευήρᾳ.

Ἐγὼ μέν σου τὴν  εὐγένειαν  εἶδον  οὐδέποτε σωματικοῖς ὀφθαλμοῖς, τοῖς δὲ τῆς ἀγάπης πάντων  μάλιστα ἐθεασάμην· ἐπειδήπερ, κἂν πολὺ τὸ μέσον ᾖ τῶν διαστημάτων, ταύτην οὐδέποτε διείργει τὴν θεωρίαν. Ὁ γὰρ  κύριός  μου  ὁ  ποθεινότατος  Λιβάνιος ὑπογράφων  ἡμῖν  τὸν  ζῆλον  τῆς  σῆς εὐγενείας, τὸν ὑπὲρ τῆς ὀρθῆς πίστεως, καὶ τὴν σπουδὴν, σφόδρα ἡμᾶς ἀνεπτέρωσε.∆ιὸ καὶ μηδέποτέ σε ἑωρακότες, ἐπεπηδήσαμεν πρῶτοι τοῖς πρὸς τὴν σὴν εὐλάβειαν γράμμασι, παρακαλοῦντες καὶ αὐτὴν ἡμῖν ἐπιστέλλειν  ἡνίκα ἂν ἐξῇ. Εἰ γὰρ ἔλθοι παρὰ τῆς σῆς ἐμμελείας ἐπιστολὴ ἀπαγγέλλουσα ἡμῖν τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, μεγίστην, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ἐντεῦθεν καρπωσόμεθα τὴν  παράκλησιν.  Ἀγάπης  γὰρ  ἴσον  οὐδέν.

Ἐλπιδίῳ  ἐπισκόπῳ.

 Πολλὰς  ἔχω χάριτας  τῷ  κυρίῳ  μου  τῷ  ποθεινοτάτῳ   Λιβανίῳ,  ὅτι  καὶ  οἴκοθεν  ἀνέστη,  καὶ ἐνταῦθα παρεγένετο, καὶ πάλιν πρὸς τὴν σὴν εὐλάβειαν ἀφίκετο, καὶ τούτῳ μάλιστα χάριτας  αὐτῷ  οἶδα. Ἐμοὶ γὰρ  πᾶσα σπουδὴ, τιμῆς  σε καὶ  θεραπείας  ἀπολαύειν ἁπάσης παρὰ πάντων· οὐκ ἐπειδὴ αὐτῷ σοὶ τούτων δεῖ, ἀλλ' ἐπειδὴ τοῦτο συμφέρει ταῖς Ἐκκλησίαις, ταῖς τε χειμαζομέναις, ταῖς τε ἀχειμάστοις. Ἀποδεχόμενος τοίνυν αὐτὸν τῆς εὐνοίας, δέσποτά μου τιμιώτατε καὶ θεοφιλέστατε, καὶ πάντα παρ' αὐτοῦ μαθὼν μετὰ ἀκριβείας, τά τε ἐν Ἀντιοχείᾳ, καὶ τὰ ἡμέτερα καὶ γὰρ καὶ ταῦτα ἐρεῖ, ὀλίγον μὲν ἡμῖν συγγενόμενος χρόνον, μαθὼν δὲ ὅπως διάγομεν, ἔκπεμψον αὐτὸν χαίροντα καὶ εὐφραινόμενον.  Καὶ γὰρ καὶ τῆς θεοσεβείας ἐκκρέμαται τῆς σῆς, καὶ ἡμῶν σφοδρός ἐστιν ἐραστής. Τὸν δεσπότην μου τὸν ποθεινότατον  καὶ τιμιώτατον Ἀσυγκρίτιον τὸν πεσβύτερον προσειπεῖν παρ' ἡμῶν παρακλήθητι μετὰ τῶν ποθεινοτάτων  αὐτοῦ τέκνων, καὶ πάντα σου τὸν κλῆρον, ὃν ἐπαίδευσας ἐν βραχεῖ τὸν σὸν περὶ ἡμᾶς μιμεῖσθαι ἔρωτα. Οὐδὲ γὰρ τοῦτο ἡμᾶς ἔλαθεν, ὅσην περὶ ἡμᾶς ἐπιδείκνυνται  ἀγάπην, καὶ πῶς πάντα καὶ παθεῖν καὶ ποιῆσαι τούτου ἕνεκεν παρεσκευασμένοι εἰσί. Τοῦτο δὲ ὅλον  κατόρθωμα  τῆς  θεοσεβείας τῆς  σῆς.

Ἀδολίᾳ

Πολλάκις μὲν ἐπεστάλκαμέν σου πρὸς τὴν εὐλάβειαν, ἀλλ' οὐκ ἀρκεῖ τοῦτο τὸ πολλάκις ἡμῖν, ἀλλ' ἐβουλόμεθα μὲν καθ' ἑκάστην ἡμέραν τοῦτο ποιεῖν. Οἶσθα γὰρ ὅπως διακείμεθα περὶ τὴν ἐμμέλειαν τὴν σήν. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ἡνίκα ἂν ἐξῇ, ἡμῖν  αὐτοῖς  τὰ μέγιστα χαριζόμενοι  τὴν  ὀφειλομένην  ἀποπληροῦμεν πρόσρησιν, συνεχῶς καὶ διηνεκῶς βουλόμενοι μανθάνειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς εὐθυμίας. Παρακαλῶ τοίνυν, εἰδυῖα ἡλίκα ἡμῖν χαρίζῃ ταῦτα ἐπιστέλλουσα, ἔργον ποιήσασθαι τοῦτο παρακλήθητι, τὸ συνεχῶς ἡμῖν ταῦτα ἐπιστέλλειν. Ἐπεὶ καὶ νῦν  οὐχ ὡς ἔτυχεν  ἠλγήσαμεν, ὅτι ἀνδρὸς πᾶσιν, ὡς εἰπεῖν,  γνωρίμου,  καὶ ἡμῖν ἀγαπητοῦ, μέλλοντος ἐνταῦθα παραγενέσθαι, τοῦ κυρίου μου τοῦ τιμιωτάτου Λιβανίου, οὐκ ἐπέστειλας ἡμῖν, ἀγνοήσασα μὲν ἴσως· πλὴν ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο ἀλγοῦμεν, ὅτι ἀγνοεῖς τοὺς ἐκεῖθεν πρὸς ἡμᾶς ἐρχομένους. Ἡμεῖς γὰρ οὐ παυόμεθα περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες τοὺς ἐντεῦθεν πρὸς ὑμᾶς παραγενομένους, ἡνίκα ἂν ἐξῇ, δι' ἐκείνων ἡμῖν τὴν ἐπιθυμίαν τὴν ἑαυτῶν πληροῦντες· αὕτη δέ ἐστι τὸ συνεχῶς ἐπιστέλλειν  πρὸς τὴν σὴν ἐμμέλειαν.

ΣΛΒʹ. Καρτερίᾳ.

Εἰ σαφῶς ᾔδεις ὅσην ἡμῖν δίδως χάριν, καὶ γράφουσα, καὶ συνεχῶς γράφουσα, καὶ τοῦ μέλιτός σου τῆς ἀγάπης ἀναχρωννῦσα  τὰ γράμματα, πάντα ἂν ἐποίησας, ὥστε δυνηθῆναι  καθ' ἑκάστην ἡμέραν πέμπειν ἐπιστολὰς ἡμῖν. Οὐκέτι γὰρ Κουκουσὸν οἰκεῖν νομίζομεν, οὐδὲ ἐν ἐρημίᾳ διάγειν, τοσαύτην ἀπὸ τῶν γραμμάτων σου καὶ τῆς γνησίας ἀγάπης καρπούμενοι τὴν  εὐφροσύνην.  Τὸ δὲ μὴ μόνον  ἐπιστολὰς πέμψαι, ἀλλὰ  καὶ τὸν κύριόν μου τὸν ποθεινότατον ἀδελφὸν ἡμῶν Λιβάνιον πεῖσαί τε ἀναστῆναι ἐκεῖθεν, καὶ τὴν ἀποδημίαν στείλασθαι ταύτην, πόσης διαθέσεώς ἐστι; πόσης κηδεμονίας; ∆ιὰ ταῦτα σκιρτῶμεν καὶ εὐφραινόμεθα. Ἀγάπης γὰρ γνησίας ἴσον οὐδέν. Καὶ αὐτὴ μὲν ἀξιοῖς τὴν αὐτὴν ἡμᾶς διασώζειν διάθεσιν, ἣν ἐξ ἀρχῆς ἐπεδειξάμεθα περὶ τὴν σὴν ἐμμέλειαν. Ἡμεῖς δὲ οὐκ ἀνεχόμεθα ἐπὶ τοῦ μέτρου μένειν τούτου, ἀλλὰ καὶ καθ' ἑκάστην  ἡμέραν  προσθήκας ἐπιζητοῦμεν  τῆς  περὶ σὲ διαθέσεως, ἡμῖν  αὐτοῖς  τὰ μέγιστα χαριζόμενοι. Οὐ γὰρ διαλιμπάνομεν  συνεχῶς παρ' ἑαυτοῖς στρέφοντες τὸ εὐγενές  σου τῆς ψυχῆς, τὸ ἄπλαστον, τὸ ἐλευθέριον,  τὸ φιλικὸν  τὸ γνήσιον, τὸ ἀνυπόκριτον, καὶ μεγίστην ἀπὸ πῆς μνήμης τῶν λογισμῶν τούτων καρπούμεθα τὴν εὐφροσύνην. ∆ιὸ παρακαλοῦμεν θαῤῥήσασαν ἡμῶν τῇ ἀγάπῃ, μηδὲν ἀλγῆσαι ὑπὲρ τῶν ἀποσταλέντων παρὰ τῆς σῆς τιμιότητος, ὅτι δὴ ταῦτα ἀνεπέμψαμεν. Τῇ μὲν γὰρ διαθέσει καὶ ἐδεξάμεθα, καὶ ἀπελαύσαμεν αὐτῶν· ἐπειδὴ δὲ ἐν χρείᾳ οὐ καθεστήκαμεν, ἐδηλώσαμεν αὐτὰ τηρεῖσθαι παρὰ τῇ σῇ εὐγενείᾳ. Κἄν ποτε καταστῶμεν ἐν χρείᾳ, ὄψει μεθ' ὅσης παῤῥησίας καὶ τοῦ θαῤῥεῖν γράψαιμεν, ὥστε ἡμῖν ἀποσταλῆναι, κἀν τούτῳ τὸ σὸν φυλάσσοντες ῥῆμα. Πρὸς γὰρ τῷ τέλει  τῆς ἐπιστολῆς  ἔφης·  ∆εῖξον  ὅτι  καταξιοῖ  σου  ἡ  θεοσέβεια  θαῤῥεῖν  ἡμῖν,  καὶ  τοῖς ἡμετέροις ὡς ἰδίοις κεχρῆσθαι. Εἰ τοίνυν οὕτω βούλει διακεῖσθαι ἡμᾶς, ὥσπερ οὖν καὶ βούλει, καὶ τοῖς σοῖς ὡς ἰδίοις κεχρῆσθαι, ἡνίκα ἂν ἐπιστείλω, τότε πέμπε. Τοῦ γὰρ  ἴδια  αὐτὰ  νομίζειν,  τοῦτο  μέγιστόν  ἐστι  σημεῖον  τὸ,  ἡνίκα  ἂν  ἐγὼ βουληθῶ, τότε πέμπεσθαι, ἀλλὰ μὴ τότε, ὅτε οὐ δέομαι. ∆εῖξον τοίνυν  κἀν τούτῳ τὴν  γνησίαν  σου φιλίαν,  καὶ  τὴν  αἰδῶ  τὴν  περὶ  ἡμᾶς, τῷ  καὶ  ἐν  τούτῳ  ἡμῶν ἀνασχέσθαι· καὶ πέμψον ταχέως ἐπιστολὴν ἀπαγγέλλουσαν ἡμῖν ὡς οὐκ ἤλγησας. Ἂν  γὰρ μὴ τοῦτο ποιήσῃς, ἐν διηνεκεῖ  φροντίδι  καθιστᾷν  ἡμᾶς μέλλεις·  οὐ γὰρ παυσόμεθα  μεριμνῶντες,   μή   ποτε   ἐλυπήσαμεν·   πολὺ   γάρ   σου  τῆς   ἀγάπης ἀντεχόμεθα,  καὶ  τοῦ  ἀναπαύειν  σου τὴν  εὐγένειαν.  Ἐπεὶ οὖν  ἱκανῶς ἀπελογησάμεθα, δήλωσον ἡμῖν ὡς ἐδέξω τὴν ἀπολογίαν ἡμῶν. Καὶ γὰρ ἔξεστί σου μαθεῖν  τὴν  ἐμμέλειαν,  ὅτι πρὸς μὲν  ἄλλους  τὸ αὐτὸ δὴ τοῦτο πεποιηκότας,  καὶ σφόδρα γνησίους ἡμῖν, οὐκ ἐδέησεν ἡμῖν ἀπολογίας, ἀλλ' ἤρκεσε τὸ διακρούσασθαι τὰ πεμφθέντα·  ἐπὶ  δὲ τῆς  σῆς τιμιότητος  καὶ ἀπολογούμεθα,  καὶ παρακαλοῦμεν μηδὲν ἀλγῆσαι, καὶ οὐ πρότερον ἀποστησόμεθα συνεχῶς  ταῦτα λέγοντες,  ἕως ἂν ἡμῖν  δηλοποιήσῃς,  ὅτι  οὐκ ἤλγησας. Ἂν  γὰρ τοιούτων  ἐπιτύχωμεν  γραμμάτων, διπλασίονα, καὶ τριπλασίονα, καὶ πολλαπλασίονα τῶν ἀποσταλέντων ἡγούμεθα δεδέχθαι. Ἱκανὸν γὰρ μάλιστα τοῦτο δεῖξαι καὶ τὴν αἰδῶ, καὶ τὴν τιμὴν, ἣν ἔχεις πρὸς ἡμᾶς.

ΣΛΓʹ. Πρὸς τὸν Ἀντιοχείας.

Ἔδει μὲν τὴν ὑμετέραν εὐλάβειαν  μὴ τοῖς ῥήμασι τῶν εἰρηκότων παρατρέπεσθαι τὴν διάνοιαν, ἀλλ' ἐν τῷ πλήθει τοῦ ψεύδους μετὰ   πολλῆς   τῆς   σκέψεως   ἀνιχνεύεσθαι   τὴν   ἀλήθειαν.   Εἰ  γὰρ   ἅπαντα   τὰ θρυλλούμενα  ἀλήθειαν  ὑπολάβοις,  κινδυνεύσειαν  ἂν  ἅπαντες·  εἰ  δὲ  κρίσει  καὶ νόμοις ἀνιχνεύεται τὰ λανθάνοντα, κριτήριον ἂν ἔγωγε παρ' ὑμῶν ἐπεζήτησα, εἰ μή τις ἕτερα αὖθις ὅπλα συκοφαντίας μοι ἐπιπνεύσει. ∆έδοικα γὰρ, δέδοικα λοιπὸν τὰς σκιὰς, καὶ τὰ φαντάσματα, ἐπειδὴ αὐτοὶ ἐδικαιώσατε οὕτως. Οἱ φίλοι  τὴν φιλίαν ἠρνήσαντο, οἱ πλησίον ὄντες πόῤῥωθεν ἔστησαν, καὶ πόῤῥωθεν ὄντες τὰ βέλη τῆς συκοφαντίας ἀποτοξεύουσιν. Ἐν μέσῳ δὲ τοῦ λιμένος ὄντα με ναυάγιον ὑπομεῖναι ἐποιήσατε. Ἀλλ' εἰ καὶ τῆς  πόλεως  ἐκβάλλομαι,  καὶ τῆς  Ἐκκλησίας ἀπείργομαι, πείθομαι  πρὸς  πᾶσαν  ἀποδύσασθαι τιμωρίαν.  Κέκριται γάρ  μοι  φιλοσοφεῖν,  καὶ φέρειν γενναίως τὰ δυσχερῆ. Οἶδα γὰρ, οἶδα σαφῶς τὴν ἐρημίαν εὐτονωτέραν εἶναι τῆς πόλεως, καὶ τὰ θηρία τοῦ ἀγροῦ τῶν φίλων ἡμερώτερα. Ἔῤῥωσο.

 ΣΛ∆ʹ. Βρίσωνι.

Ἑβδομήκοντα σχεδὸν ἡμέρας ἀναλώσαντες  κατὰ τὴν ὁδὸν, ὅθεν λογίζεσθαι ἔξεστι τῇ  θαυμασιότητί  σου, ὅσα τε  καὶ  ἡλίκα  πεπόνθαμεν  κακὰ,  φόβῳ  τε  Ἰσαυρικῷ πολιορκούμενοι πολλαχοῦ, καὶ πυρετοῖς ἀφορήτοις παλαίοντες, ὀψέ ποτε ἀπηντήσαμεν εἰς τὴν Κουκουσὸν, τὸ πάσης τῆς οἰκουμένης ἐρημότατον χωρίον. Καὶ ταῦτα  λέγω  οὐκ ἀξιῶν  ἐνοχλῆσαί  τινα,  ὥστε ἡμᾶς μεταστῆσαι ἐντεῦθεν  τὸ γὰρ χαλεπώτατον  διηνύσαμεν, τῆς ὁδοῦ τὴν ταλαιπωρίαν, ἀλλ'  ὑμᾶς χάριν αἰτῶ, τὸ συνεχῶς  ἡμῖν  ἐπιστέλλειν,  μηδὲ, ἐπειδὴ ποῤῥωτέρω μετῳκίσθημεν  ὑμῶν,  καὶ ταύτης ἡμᾶς ἀποστερῆσαι τῆς παραμυθίας. Ἴστε γὰρ ὅση παράκλησις ἡμῖν γίνεται, εἰ καὶ τὰ ἡμέτερα ἐν θλίψει καὶ περιστάσει, ὅταν ἀκούωμεν τὰ περὶ τῆς ὑγείας ὑμῶν τῶν  ἀγαπώντων  ἡμᾶς, ὅτι ἐν εὐθυμίᾳ καὶ ὑγείᾳ ἐστὲ, καὶ ἀδείᾳ πολλῇ.  Ἵν' οὖν ἐντεῦθεν πολλῆς ἀπολαύωμεν τῆς εὐφροσύνης, γράφε ταῦτα συνεχῶς ἡμῖν. Οὐ γὰρ ὡς ἔτυχεν ἡμᾶς ἀνακτήσῃ, ἀλλὰ πολλῆς ἡμᾶς παρασκευάσεις ἀπολαῦσαι τῆς παραμυθίας· καὶ γὰρ οὐκ ἀγνοεῖς, ὅπως χαίρομεν τοῖς σοῖς ἀγαθοῖς.

ΣΛΕʹ. Πορφυρίῳ ἐπισκόπῳ Ῥωσοῦ

Οἶδά σου τῆς ἀγάπης τὸ στεῤῥὸν, τὸ ἀπερίτρεπτον, τὸ ἀκλινὲς, καὶ ὡς οὐδεμία πραγμάτων  δυσκολία αὐτὴν παρασαλεῦσαι δύναιτ' ἄν· τοῦτο διὰ τῶν ἔργων ἔδειξας. ∆ιὰ τοῦτο καὶ ἡμεῖς, καίτοι ἐν ἀῤῥωστίᾳ καθεστῶτες, καὶ εἰς τὸ πάσης τῆς καθ'  ἡμᾶς οἰκουμένης ἐρημότατον χωρίον  ἀπενεχθέντες,  τὴν Κουκουσὸν, καὶ ὑπὸ τῆς τῶν Ἰσαύρων ἐφόδου πολιορκούμενοι, καὶ ἐν πολλαῖς ὄντες περιστάσεσι, καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην  ἀποδίδομεν πρόσρησιν τῇ εὐλαβείᾳ τῇ σῇ, τῷ σώματι μὲν διεστηκότες, τῇ ψυχῇ δὲ συνδεδεμένοι, καὶ μεγίστην ἐντεῦθεν καρπούμεθα τὴν παράκλησιν. Εἰ γὰρ καὶ πολλὴ τῆς ἐντεῦθεν διατριβῆς ἡ δυσκολία, ἀλλ'  ἓν  τοῦτο  μέγιστον  ἐντεῦθεν  καρπούμεθα, τὸ  ἐκ  γειτόνων  ὑμῖν  εἶναι,  καὶ συνεχῶς δύνασθαι, ὀλίγου τοῦ μέσου τῆς ὁδοῦ ταύτης ὄντος, καὶ ἐπιστέλλειν πρὸς τὴν  ὑμετέραν  εὐλάβειαν,  καὶ  δέχεσθαι  παρ'  ὑμῶν  γράμματα.  Καὶ γὰρ  ταύτης ἀπολαύοντες τῆς ἑορτῆς ἑορτὴν γὰρ ἐγὼ τοῦτο τίθεμαι, καὶ πανήγυριν, καὶ πολλῆς ἡδονῆς ὑπόθεσιν, οὐδὲ μικρὰν αἴσθησιν τῆς ἐρημίας, καὶ τοῦ φόβου, καὶ τῆς ἀγωνίας ληψόμεθα. 
ΣΛς ʹ.  Καρτερίῳ ἡγεμόνι.

Ἐρημότατον  μὲν  χωρίον  μεθ'  ὑπερβολῆς  ἡ Κουκουσός· πλὴν ἀλλ' οὐχ οὕτως ἡμᾶς τῇ ἐρημίᾳ λυπεῖ, ὡς εὐφραίνει τῇ ἡσυχίᾳ, καὶ τῷ μηδαμόθεν ἡμῖν πράγματα παρέχειν. ∆ιὸ καθάπερ εἰς λιμένα τινὰ τὴν ἐρημίαν ταύτην ἀπηντηκότες, οὕτω καθήμεθα ἀπὸ τῶν κατὰ τὴν ὁδὸν κακῶν ἀναπνέοντες, καὶ τῇ ἡσυχίᾳ ταύτῃ τῆς ἀῤῥωστίας καὶ τῶν  ἄλλων  κακῶν,  ὧν  ὑπεμείναμεν,  τὰ λείψανα  διορθοῦντες.  Καὶ ταῦτα  εἰρήκαμεν  πρὸς  τὴν  σὴν  λαμπρότητα,  ἐπειδὴ σφόδρα ἴσμεν  χαίροντά  σε τῇ  ἀνέσει  τῇ  ἡμετέρᾳ, ἐπεὶ  καὶ  ἃ αὐτόθι  πεποίηκας οὐδέποτε   ἐπιλαθέσθαι   δυνάμεθα,   τοὺς   προπετεῖς   ἐκείνους   καὶ   ἀλογίστους ἀναστέλλων  θορύβους, καὶ πάντα ποιῶν, ὥστε ἡμᾶς ἐν ἀδείᾳ καταστῆσαι, καὶ τὰ σαυτοῦ πληρῶν. Καὶ ταῦτα πρὸς ἅπαντας ὅπουπερ ἂν ἀφικώμεθα ἀνακηρύττομεν, πολλάς σοι χάριτας εἰδότες, δέσποτά μου θαυμασιώτατε, τῆς τοσαύτης κηδεμονίας. Ἵνα δὲ μὴ μόνον ἐκ τοῦ φιλεῖσθαι παρὰ σοῦ, ἀλλὰ καὶ ἐκ τῶν γραμμάτων  ἀπολαύειν  τῶν  σῶν περὶ τῆς ὑγείας τῆς σῆς σημαινόντων  πολλὴν  καρπωσώμεθα τὴν εὐφροσύνην, δίδου ταύτην  ἡμῖν τὴν χάριν. Οὐ γὰρ τὴν τυχοῦσαν δεξόμεθα καὶ ἐν ἀλλοτρίᾳ γῇ διατρίβοντες παράκλησιν, εἰ τοιαῦτα γράμματα δεξαίμεθα παρὰ τῆς θαυμασιότητός σου.

ΣΛΖʹ. ΚΩΝΣΤΑΝΤΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΠΡΟΣ ΤΗΝ ΜΗΤΕΡΑ.

Τοῦτο μήτηρ φιλόστοργος καὶ φιλόπαις,  τὸ, ἡνίκα ἂν δέῃ τι τῶν δεόντων, παραινεῖν τῷ παιδὶ, καὶ ἐλαύνειν  αὐτὸν οἴκοθεν, καὶ πράως φέρειν τὸν χωρισμὸν, καὶ χάριτας αὐτῷ πολλὰς εἰδέναι τῆς ἀποδημίας. Κατέλυσας αὐτὴν τῆς φύσεως τὴν τυραννίδα, κελεύσασα ἡμᾶς ἔρημον ἀνταλλάξασθαι πόλεως, καὶ φόβον Ἰσαυρικὸν ἀδείας, καὶ τὸν χωρισμὸν ἡμῶν τῆς συνουσίας τῆς μεθ' ὑμῶν, ὥστε μηδὲν ἀναγκασθῆναι ποιῆσαι τῶν μὴ προσηκόντων. ∆ιὰ ταῦτά σοι πολλὰς χάριτας ἵσμεν, οὐχ ὅτι ἔτεκες, ἀλλ' ὅτι οὕτως ἀνέθρεψας, κἀν τούτῳ γινομένη μήτηρ οἵαν γίνεσθαι χρή. Ὡς αἵ γε τῷ πάθει καταμαλακιζόμεναι, καὶ πρὸ τοῦ συμφέροντος τῶν παίδων τὴν παρουσίαν αὐτῶν ἐπιζητοῦσαι, οὐ μητέρες, ἀλλὰ παιδοκτόνοι δικαίως ἂν κληθεῖεν. Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνδρεία γέγονας, καὶ σιδήρου στεῤῥοτέρα, ἄφατον παρὰ τοῦ φιλανθρώπου  Θεοῦ διὰ τῆς γνώμης ταύτης προαποθεμένη σοι τὸν μισθὸν, οὕτω παρακαλοῦμεν, καί σου δεόμεθα καὶ ἐν τοῖς ἄλλοις ἅπασι τὴν αὐτὴν ἐπιδείξασθαι φιλοσοφίαν,  καὶ εἰδέναι ὅτι μία ἐστὶ συμφορὰ, ἁμαρτία μόνον, τὰ δὲ ἄλλα πάντα μῦθος, δυναστεῖαι, καὶ δόξαι, καὶ τιμαὶ, αἱ παρὰ ἀνθρώπων. Καὶ ἡ πρὸς τὸν οὐρανὸν ἄγουσα ὁδὸς, αὕτη μάλιστα ἡ διὰ τῶν θλίψεών  ἐστι. ∆ιὰ γὰρ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν, φησὶν,  εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ πάντες δὲ οἱ  ἅγιοι,  οἵ  τε  ἐν  τῇ  Παλαιᾷ, οἵ  τε  ἐν  τῇ  Καινῇ, ταύτην  ὥδευσαν  τὴν  ὁδὸν, ἐπιβουλευόμενοι   συνεχῶς,   ἐλαυνόμενοι,   φυγάδες   καὶ   μετανάσται   γινόμενοι, ἀπόλιδες,  ἄοικοι, θανάτους  ἀώρους ὑπομένοντες,  καὶ παρ' ὧν  μάλιστα οὐδαμῶς ἐχρῆν. Τί γὰρ ὀδυνηρότερον, εἰπέ μοι, ἢ χαλεπώτερον  τοῦ παρὰ δεξιᾶς ἀδελφικῆς κατενεχθῆναι, καὶ ἄωρον καὶ βίαιον ὑπομεῖναι τελευτὴν, μετὰ στεφάνους καὶ εὐδοκίμησιν τοσαύτην; τί δὲ ὀδυνηρότερον, καὶ μόνον καὶ ἐν ἐσχάτῳ δοθέντα γήρᾳ κελευσθῆναι σφάττεσθαι ὑπὸ πατρικῆς χειρὸς, καὶ τὸν γεννησάμενον διάκονον γενέσθαι τῆς τοιαύτης σφαγῆς; Μὴ γάρ μοι τοῦτο λέγε, ὅτι μετὰ ταῦτα ἀπέλαβεν αὐτὸν ὑγιῆ καὶ σῶον. Οὐδὲν γὰρ τούτων εἰδὼς ὁ δίκαιος ἐκεῖνος, ἀλλ' ὅτι πάντως αὐτὸν ἀναιρήσει, οὕτω καὶ ἀνήγαγεν  εἰς τὸ ὄρος, καὶ τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα ἐπέθηκε, καὶ τὴν μάχαιραν ἥρπασε, καὶ τὸ ξίφος διήλασε· καὶ γὰρ καὶ διήλασε, τό γε εἰς τὴν αὐτοῦ γνώμην ἧκον· διὸ καὶ πανταχοῦ τῆς οἰκουμένης ᾄδεται. Ἂν δὲ τὸν ἔκγονον  εἴπω τὸν ἐκείνου, καὶ αὐτὸν  ὄψει ὑπὸ ἀδελφικῆς  βασκανίας πάλιν φυγάδα καὶ ἄπολιν γενόμενον, καὶ δοῦλον, καὶ ἐν ἀλλοτρίᾳ θητεύοντα, καὶ τὸν  περὶ τῶν  ἐσχάτων  δεδοικότα  φόβον.  Ἂν  δὲ τὸν  Ἰωσὴφ  τὸν  πραθέντα,  τὸν δουλεύ σαντα, τὸν δεθέντα ἔτη τοσαῦτα, τὸν μυρία παθόντα δεινά· ἂν δὲ τὸν Μωϋσέα, καὶ τοσαῦτα παρὰ τῶν Ἰουδαίων  παθόντα κακά· τὰ γὰρ τῶν ἀποστόλων οὐδὲ παραστῆσαι ἔνι τῷ λόγῳ· ταῦτ' οὖν ἅπαντα συναγαγοῦσα, καὶ λογιζομένη τῆς ὑπομονῆς   τὸν   μισθὸν,  θυσίαν  ἀνένεγκε   τῷ   Θεῷ,  τὸ  γενναίως   ἐνεγκεῖν   τὰ συμπίπτοντα, καὶ διὰ παντὸς  αὐτὸν δοξάζειν. Ἐπεὶ καὶ ὁ Ἰὼβ ἀπὸ τῶν  τοιούτων ἐστεφανώθη ῥημάτων. Ἀνάμενε δὴ καὶ τὴν ἐπὶ τὸ χρηστότερον μεταβολὴν, καὶ μὴ διαλίπῃς  τὸν  Θεὸν ὑπὲρ τούτου  παρακαλοῦσα, καὶ  γράψαι  ἡμῖν  σπούδασον, ὅτι γέγονέ  τι πλέον  ἀπὸ τῶν  ἡμετέρων  γραμμάτων  εἰς εὐθυμίας  σοι λόγον,  εἴγε μὴ βούλει  θολοῦν  ἡμῶν  τὴν  εὐφροσύνην.  Ἡμεῖς γὰρ ἐνταῦθα  πολλῆς  ἀπολαύομεν ἡδονῆς,  ἐντρυφῶντες  τῇ συνουσίᾳ τοῦ ἁγιωτάτου  ἐπισκόπου, καὶ τῇ ἡσυχίᾳ τοῦ χωρίου  τούτου,  καὶ  τῇ  πολλῇ  ἀπραγμοσύνῃ.  Καὶ γὰρ  ὁ τῶν  Ἰσαύρων  πέπαυται φόβος,  τοῦ  χειμῶνος  αὐτοὺς  συνελαύνοντος   εἰς  τὴν  αὐτῶν.  Μὴ δὴ  τοσαύτην θολώσῃς ἡμῖν ἡδονήν. Εἰ γὰρ ἔλθοι γράμματα παρὰ τῆς σῆς τιμιότητος  δηλοῦντα ἡμῖν, ὅτι ὥς σοι πρέπον ἐστὶ, καὶ ἀξίως τῆς ὑψηλῆς  σου γνώμης  τὰ συμπίπτοντα φέρεις, καὶ ἐντεῦθεν πολλὴν καρπωσόμεθα εὐθυμίας προσθήκην. Οὐχ ὡς ἔτυχε γὰρ ἡμᾶς ἀνεκτήσατο ἡ ἐπωφελὴς συνουσία τοῦ ἁγιωτάτου ἐπισκόπου, ὡς ἄλλους ἀντ' ἄλλων  σχεδὸν ἐργάσασθαι, καὶ μὴ συγχωρῆσαι μηδὲ αἴσθησιν τῆς ξένης λαβεῖν· τοσαύτη ἡμᾶς περιστοιχίζεται ἀγαθῶν εὐφροσύνη, καὶ πλοῦτος ἡμᾶς περιῤῥεῖ πνευματικὸς, καὶ τὸν Θεὸν διὰ ταῦτα διηνεκῶς δοξάζοντες οὐ παυόμεθα.

ΣΛΗʹ. Τοῦ αὐτοῦ πρὸς τὴν ἀδελφὴν αὐτοῦ.

Συνάγει μὲν ἡμᾶς εἰς ἀγάπην καὶ φύσεως νόμος, καὶ τὸ λῦσαι τὰς αὐτὰς ὠδῖνας· ἡμεῖς δὲ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἑτέρωθεν, καὶ ὅθεν  μάλιστα χρὴ, καὶ αἰδούμεθα καὶ φιλοῦμέν  σου τὴν  τιμιότητα,  ὅτι  σοι τῶν παρόντων  λόγος οὐδεὶς, ὅτι τὸν καπνὸν  ἤλασας, καὶ τὴν κόνιν  ἔσβεσας, καὶ τὸν πηλὸν κατεπάτησας, καὶ κοῦφόν σοι γέγονε τὸ πτερὸν πρὸς τὴν ὁδὸν τὴν εἰς τὸν οὐρανὸν  φέρουσαν, καὶ  οὔτε  ἀνδρὸς  μέριμνα,  οὔτε  παιδοτροφίας  φροντὶς,  οὔτε οἰκίας ἐπιμέλεια, οὔτε ὁ ἐντεῦθεν τικτόμενος θόρυβος ἴσχυσεν ὑποσκελίσαι σοι τὸν δρόμον καὶ βραδύτερον ἐργάσασθαι, ἀλλ' αὐτοῖς  δὴ τούτοις  τοῖς  δοκοῦσιν εἶναι κωλύμασιν  εἰς  πλεῖον   τάχος  πτήσεως  κέχρησαι·  καὶ  οὐδὲ  ἡ  τοὺς  γενναίους ταπεινοῦσα ἄνδρας Πενία γὰρ, φησὶν, ἄνδρα ταπεινοῖ ἴσχυσε κατενεγκεῖν, ἀλλὰ καὶ ὑψηλοτέραν εἰργάσατο. Τοιοῦτον γὰρ ἡ ἀρετή· οὐδενὶ τῶν ἀραχνίων τούτων ἐμποδίζεται, ἀλλὰ καὶ διασπάσασα αὐτὰ εὐκολώτερον ἢ τὰς ἀράχνας ταύτας, κέρδος ἐντεῦθεν  συνάγει  πολύ. Ταῦτα οὐχ  ἁπλῶς  ἐπεστάλκαμέν  σου τῇ τιμιότητι,  ἀλλ' ἐπειδὴ στοχαζόμεθα καὶ τῇ ἀποδημίᾳ τῇ ἡμετέρᾳ, τῷ τε θορύβῳ τῶν αὐτόθι πραγμάτων  σφόδρα σε ταράττεσθαι καὶ ἀλύειν,  τούτου χάριν γεγράφαμέν  σου τῇ εὐλαβείᾳ, ἵνα ἐννοήσασα ὅτι ὁδὸς τὰ πράγματα, στενὴ μὲν ἡ τῆς ἀρετῆς, πλατεῖα δὲ ἡ τῆς κακίας, μήτε τοὺς μετὰ  ἁμαρτημάτων  εὐημεροῦντας ζηλώσῃς, ἀλλὰ δακρύσῃς μειζόνως ἐφόδιον γὰρ αὐτοῖς τῆς τιμωρίας ἡ εὐημερία γίνεται, μήτε τοὺς τὴν στενὴν ὁδεύοντας ταλανίσῃς, ἀλλὰ καὶ μακαρίσῃς μειζόνως, ἂν μετ' ἀρετῆς ὁδεύσωσι. Καὶ γὰρ καὶ τούτοις ἐφόδιον, καὶ προσθήκη τιμῶν καὶ στεφάνων, μετὰ τῆς ἀρετῆς καὶ ἡ στενοχωρία γίνεται τῶν παρόντων· ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος οὐ διὰ τοῦτο μόνον ἀπετηγανίζετο, ὅτι ὠμὸς καὶ ἀπάνθρωπος ἦν, ἀλλὰ ὅτι καὶ ἐν πλούτῳ πολλῷ  μείζονι,  καὶ  δαψιλῆ  παρατιθέμενος  τράπεζαν·  ὁ  δὲ  Λάζαρος διὰ  τοῦτο ἐστεφανοῦτο,  ὅτι  μετὰ  πολλῆς  τῆς  καρτερίας  τὸν  χαλεπὸν  τῶν  ἑλκῶν  ἤνεγκε πόλεμον, τὴν πενίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἀπεῤῥῖφθαι, τὸ καταφρονεῖσθαι, τὸ προκεῖσθαι τράπεζα ταῖς τῶν κυνῶν γλώσσαις. Ταῦτα γὰρ πάντα εἰ καὶ πρὸ τῶν ἡμετέρων ἐπίστασαι γραμμάτων, ἀλλ' ἀναγκαῖον  εἶναι νομίσαντες καὶ  παρ'  ἡμῶν  σε ἀναμιμνήσκεσθαι,  ἐπεστάλκαμεν,  ὥστε  μὴ  τῇ  τυραννίδι  τῆς ἀθυμίας θολοῦσθαι. Εἰ γὰρ καὶ μὴ βούλομαι πάντα ἐνθεῖναι  τοῖς γράμμασιν, οἶδα σαφῶς, ὅσα ὑμᾶς περιέστηκε λυπηρά· καὶ διὰ τοῦτο προσέθηκα τὴν ἐπιστολήν. Ἵν' οὖν καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, πολλῆς ἀπολαύσωμεν τῆς ἡδονῆς, πέμψον ἡμῖν γράμματα, δηλοῦντα ἡμῖν, ὅτι ἴσχυσεν ἡμῶν αὕτη ἡ παραίνεσις, ὅσον ἐβουλόμεθα καὶ ἐπεθυμοῦμεν. Οὕτω γὰρ καὶ πόῤῥω καθήμενοι, πολλὴν ἐντεῦθεν καρπωσόμεθα τὴν εὐφροσύνην. Ἡμεῖς γὰρ καίτοι τοσαῦτα πεπονθότες, οὐδενὸς αἰσθανόμεθα, τόν τε μισθὸν ἐννοοῦντες  ὧν  ἐπάθομεν,  καὶ ταχίστην  ἐπὶ  τὸ βέλτιον  μεταβολὴν  τὰ πράγματα προσδοκῶντες λήψεσθαι, ὡς καὶ αὐτὰ τὰ προοίμια δείκνυσι. Ταῦτ' οὖν καὶ αὐτὴ λογιζομένη,  μηδὲν καταμαλακισθῇς πρὸς τοὺς τῆς ὑπομονῆς ἱδρῶτας, ἀλλὰ τῶν τε ἄλλων  σου παιδίων ἐπιμελοῦ πλείων  γάρ σοι νῦν ὁ μισθὸς, καὶ τὴν καλὴν Ἐπιφάνιον    κατὰ   τῷ   Θεῷ   δοκοῦν   ἀνατρέφειν    σπούδαζε.   Οἶσθα  γὰρ   ὅσος παιδοτροφίας μισθός. Οὕτως ὁ Ἀβραὰμ ηὐδοκίμησε μετὰ τῶν ἄλλων, καὶ ἐντεῦθεν ὁ Ἰὼβ ἐστεφανοῦτο· καὶ τοῖς γονεῦσι τοῦτο συνεχῶς  ὁ μακάριος Παῦλος ἐπιτάττει λέγων· Ἐκτρέφετε τὰ τέκνα ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἔχεις σχολὴν ἱκανὴν  ἀπαγαγεῖν  σε τῶν  περιττῶν  καὶ  ἀκαίρων  φροντίδων  καὶ  τῆς  ἀνονήτου λύπης, σχολὴν πολὺ φέρουσαν κέρδος, μεγάλῳ  τῷ τῆς ἀρετῆς δυναμένην  βρύειν καρπῷ, εἴγε βουληθείης ἔργον τοῦτο ποιήσασθαι. Περὶ γὰρ τῆς δεσποίνης μου τῆς μητρὸς οὐδὲν οἶμαι δεῖν οὐδὲ ἐπιστέλλειν, ἐπειδήπερ σοι σύνοιδα μετὰ τῶν ἄλλων καὶ  τοῦτο  τὸ  κατόρθωμα,  καὶ  τὸν  ἄφατον  ἐντεῦθεν  καρπὸν,  καὶ  ὅτι  παιδίσκην ἅπασαν ὑπερηκόντισας ἐν τῇ περὶ αὐτὴν θεραπείᾳ. Ἀλλ' ὅμως ἐπειδὴ πρέπον ἐμοὶ καὶ περὶ τούτου διαλεχθῆναι,  ἄκουσον τοῦ μακαρίου Παύλου λέγοντος τιμᾷν τοὺς γονέας,  καὶ  προστιθέντος·  Ἥτις  ἐστὶν  ἐντολὴ  πρώτη  ἐν  ἐπαγγελίαις.  Ἂν  οὕτω σαυτὴν ἄγῃς, πολλοὺς  μὲν  σαυτῇ προαποθήσῃ τοὺς στεφάνους,  πολλὴν  δὲ ἡμῖν ἐργάσῃ τὴν ἡδονὴν, καὶ οὐδὲ πεπονθέναι τι τούτων ἡγησόμεθα ὧν πεπόνθαμεν, καὶ διὰ τοῦτο, ἀλλὰ τῷ ὄγκῳ τῆς εὐφροσύνης τῶν σῶν ἀγαθῶν πτερούμενοι, καὶ εἰς τὰ οἰκεῖα εἶναι, καὶ μεθ' ὑμῶν  διάγειν,  καὶ κατὰ ῥοῦν ἡμῖν ἅπαντα φέρεσθαι ἡγησόμεθα

ΣΛΘʹ. Τοῦ αὐτοῦ πρὸς Οὐαλέριον καὶ ∆ιόφαντον πρεσβυτέρους

Μάλιστα μὲν καὶ μὴ γράψαντι γράψαι ἐχρῆν· τοιοῦτος γὰρ τῆς ἀγάπης ὁ νόμος· οὐκ ἀνέχεται ἐλαττοῦσθαι, ἀλλ' ἀεὶ φιλονεικεῖ νικᾷν τοὺς ἀγαπωμένους τῇ περιουσίᾳ τοῦ φιλεῖν· καὶ γράψαντα δὲ καὶ ἅπαξ, καὶ δὶς, οὐδὲ οὕτως ἠξιώσατε τῶν ὑμετέρων γραμμάτων, ἀλλ' ἐσιγήσατε σιγὴν οὕτω μακρὰν πρὸς ἄνθρωπον ἐπιθυμοῦντα δέχεσθαι νιφάδας γραμμάτων. Καὶ ταῦτα οὐκ ἐγκαλῶν  λέγω· οὐχ οὕτως ἀγνοῶ μου τὰ μέτρα· ἀλλ' ἀθυμῶν  καὶ  ὀδυνώμενος.  Ὅσῳ γὰρ  μετὰ  πολλῆς  τῆς  ὑπερβολῆς  ἐπιθυμῶ  τῶν γραμμάτων,  τοσούτῳ καὶ πλείονα  τὴν  ὀδύνην  ἀποστερούμενος αὐτῶν  ὑπομένω. Μικρᾶς οἴεσθε παρακλήσεως  ἡμᾶς  δεῖσθαι, μητρὸς  καὶ  ἀδελφῆς  κεχωρισμένους, πατρίδος ἐκπεπτωκότας, χορὸν τοσούτων γνησίων οὐ δυναμένους βλέπειν, ἐρημίαν οἰκοῦντας  πάσης ἐρημίας  χαλεπωτέραν,  Ἰσαύρων  φόβῳ  πολιορκουμένους; Μετὰ τῶν  ἐμῶν καὶ τὰ κοινὰ καθ' ἑκάστην ἡμέραν ἀκούω τὰ κακὰ, καὶ πανταχοῦ  τῆς οἰκουμένης βλαστάνοντα, καὶ καθ'  ἑκάστην ἡμέραν μετὰ προσθήκης αὐξανόμενα, καὶ χαλεπά τινα ὠδίνοντα  ναυάγια. Εἴθε μοι δυνατὸν ἦν παραστῆσαι τῷ λόγῳ τῆς ἀθυμίας τὴν τυραννίδα· τότε ἂν, καὶ μὴ λεγόντων  ἡμῶν, αὐτοὶ ἂν μετέγνωτε ἐπὶ τῇ σιγῇ. Λυπεῖ δέ με πρὸς τούτοις τὸ μήτε εἰς γραμματηφόρων  σπάνιν ἔχοντας καταφυγεῖν  τοῦτο ποιῆσαι. Ὅπερ σημεῖόν ἐστιν ... ἀλλ' ἐγὼ μὲν οὐδὲν ἂν εἴποιμι δυσχερὲς, ὑμῖν δὲ καταλιμπάνω εἰδέναι, εἰ μὴ πολλῆς ταῦτα ὀλιγωρίας, καὶ τῆς καθ' ἡμῶν ὑπεροψίας. Ἀλλ' οὐδέν μοι τοῦτο μέλει, κἂν καταφρονῆτε, κἂν ὑπερορᾶτε τῆς ἡμετέρας  σμικρότητος· ἓν  ἐπιζητῶ  μόνον,  ὅπως  ἂν  διακέησθε, τὰ γράμματα  τῆς θεοσεβείας ὑμῶν,  τὰ  πολλὴν  ἔχοντα  παράκλησιν.  Καὶ γὰρ καὶ  εἷς  καὶ  δεύτερος πολλάκις ἀφίκοντο πρὸς ἡμᾶς, καὶ νῦν ὁ κύριός μου ὁ τιμιώτατος ἀδελφὸς Λιβάνιος, καὶ οὐκ ἠξιώσατε ἡμᾶς τῶν ὑμετέρων γραμμάτων. Μὴ δὴ προσθῆτε, παρακαλῶ, τῇ ἀθυμίᾳ μου ἀθυμίαν ἑτέραν. Εἰ γὰρ μηδὲ μετὰ τὴν ἐπιστολὴν ταύτην βουληθείητε ἡμῖν ἐπιστεῖλαι, ἢ ὄκνῳ, ἢ ῥᾳθυμίᾳ ἐνδόντες, ἡμεῖς οὐ παυσόμεθα καὶ γράφοντες, καὶ  μετὰ  τοῦ  γράφειν   καὶ  ὀλοφυρόμενοι   καὶ  θρηνοῦντες   διὰ  τὴν  σιγὴν  τὴν ὑμετέραν. Τούτου γάρ ἐσμεν κύριοι. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἡμῖν εἰς παράκλησιν, μᾶλλον δὲ καὶ τούτου χωρὶς ἡ μεγίστη ἡμῶν παραμυθία, τὸ μέχρι τῆς ἐρημίας αὐτῆς καὶ τῶν περάτων τῆς γῆς πρὸς γὰρ αὐτὰ τὰ πέρατα σχεδόν ἐσμεν νῦν φήμην ὑμῶν διαδίδοσθαι λαμπρὰν, κομίζουσαν ὑμῶν τὰ κατορθώματα. Πάντες γὰρ ὑμᾶς ἀνακηρύττουσι,  θαυμάζουσι,  στεφανοῦσι,  μακαρίζουσι  τῆς  ἀνδρείας,  τῆς στεῤῥότητος, ἣν διὰ τῶν ἔργων ἐπεδείξασθε, τὸ γραφικὸν ἐκεῖνο πληροῦντες, Ἕως θανάτου ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ἰδοὺ γοῦν τοσούτων   κυμάτων    ἐπενεχθέντων,   τοσαύτης  ζάλης  διαναστάσης,  οὔτε θορυβῆσαί τις ὑμᾶς ἴσχυσεν, οὔτε εἰς ὁτιοῦν παραβλάψαι, ἀλλὰ καὶ μειζόνων ὑμῖν ἐγκωμίων  ἄκοντες γεγόνασιν οἱ κακῶς ὑμᾶς ποιῆσαι βουλόμενοι αἴτιοι. ∆ιὰ ταῦτα χαίρετε, παρακαλῶ, καὶ εὐφραίνεσθε, καὶ τὸν Θεὸν ἱκετεύοντες  μὴ διαλίπητε, τὸν ποιοῦντα καὶ μετασκευάζοντα. Ποιήσει γὰρ ταχέως ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, διὰ τὴν οἰκείαν ἀγαθότητα. ΣΜʹ. Τοῦ αὐτοῦ πρὸς Κάστον πρεσβύτερον. Πῶς διαλάμπει σαφῶς, καὶ λαθεῖν οὐ δύναται ἡ ψυχὴ θερμὴν ἀγάπην ἔχουσα! ὅπερ ἐπὶ τῆς σῆς γέγονε τιμιότητος. Οὐδὲ γὰρ εἰδὼς ὅτι ἐπεστάλκαμέν σου τῇ εὐλαβείᾳ καίτοι γε ἐπεστάλκαμεν, ὅμως αὐτὸς τὰ παρὰ σαυτοῦ πεποίηκας, γράψας τε ἡμῖν, καὶ τὴν διάθεσίν σου τὴν γνησίαν καὶ ἐν τούτῳ ἐπιδειξάμενος, καὶ πολλῆς ἡμᾶς ἐμπλήσας τῆς εὐφροσύνης καὶ τῆς παρακλήσεως. Ἵν' οὖν συνεχῶς ταύτης ἀπολαύωμεν  τῆς ἡδονῆς  καὶ  εὐφραινώμεθα,  συνεχῶς  τοῦτο  ποιεῖν  παρακέκλησο,  ἡνίκα  ἂν  ἐξῇ. Οἴδαμεν γὰρ ὅτι τὸ πρᾶγμα δύσκολον, τῷ μὴ ῥᾳδίως τινὰς ἐνταῦθα παραγίνεσθαι· καὶ γὰρ τὸ τῆς οἰκουμένης ἐρημότατον χωρίον τοῦτό ἐστιν· ἀλλ' ὅμως τοῖς ἀγαπῶσι καὶ τὰ δύσκολα εὔκολα γίνεται. Εἰ γὰρ βουληθείης περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, τοὺς ἐκεῖθεν κατὰ χρείας ἰδίας ἀφικνουμένους εὑρήσεις, καὶ ὅλως οὐδὲν  ἐπιλείψει  τῷ  ζητεῖν  καθ' ὁδοῦ. Ταῦτ' οὖν  εἰδὼς,  δέσποτά μου τιμιώτατε, συνεχεῖς ἡμῖν πέμπε ἐπιστολάς. Τό τε γὰρ πρᾶγμα δυσκολίαν οὐδεμίαν ἔχει, οὔτε πόνον, ἡ δὲ ἐξ αὐτοῦ εὐφροσύνη πτεροῦσθαι ἡμᾶς ποιεῖ, καὶ πολλῆς  παραμυθίας ὑπόθεσις  γίνεται.

ΣΜΑʹ.  Τοῦ αὐτοῦ  πρὸς  Κυριακὸν πρεσβύτερον.

Καὶ ἐν  τούτῳ ἐθαύμασά σου τὴν ἀγάπην τὴν θερμὴν, καὶ γνησίαν, καὶ ἀκλινῆ, δι' ἧς ἔδειξας, ὅτι οὐ παρόντων  ἡμῶν, ἀλλὰ καὶ ἀπόντων  πολὺν ποιῇ λόγον. Αὐτὸς μὲν γὰρ ἔφης μηδὲ ἐπεσταλκέναι ἡμᾶς τῇ τιμιότητί  σου, καὶ οὐκ ἐγένετο τοῦτο ἱκανὸν ἐμποιῆσαί σοι σιγὴν, ἀλλὰ καίτοι νομίσας ἡμᾶς σεσιγηκέναι, τρεῖς ἐπιστολὰς ἔπεμψας πρὸς ἡμᾶς. Ἡμεῖς δὲ καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις  ἐπεστάλκαμεν. Καὶ ἀμφότερα ἐδείχθη καλῶς, ἥ τε ἀγάπη ἡ σὴ, μὴ δεηθεῖσα τῶν γραμμάτων ἡμῶν, ἥ τε εὐγνωμοσύνη ἡ ἡμετέρα. Ἐπεὶ οὖν οἶσθα, ὅπως διακείμεθα περὶ τὴν τιμιότητά σου, ὅτι τῷ κεφαλαίῳ τῶν ἀγαθῶν βρύεις, τῷ συνδέσμῳ τῆς τελειότητος, ἐπιδαψιλεύου ταύτην ἡμῖν τὴν εὐφροσύνην. Ὅσας γὰρ ἂν λάβωμεν ἐπιστολὰς, κἂν πολλαὶ ὦσι τῷ ἀριθμῷ, οὐ λαμβάνομεν  κόρον, διὰ τὸ σφόδρα διακεῖσθαί σου περὶ τὴν τιμιότητα.

ΣΜΒʹ. Τοῦ Χρυσοστόμου Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ.

Οὐδὲν ὑμῖν ἀπολογίας δεῖ πρὸς τὸ μὴ παραγενέσθαι· ἐμοὶ γὰρ ἀπὸ τῆς γνώμης παραγεγόνατε, καὶ οὐδὲν ἕλαττον ἔχετε παρ' ἡμῖν τῶν ἀφικομένων  ἐνταῦθα. ∆ιὸ καὶ χάριν ὑμῖν ἔχω πολλὴν, τὴν γνησίαν ὑμῶν εἰδὼς διάθεσιν, καὶ ὑπὲρ τῆς ἀπουσίας πολλὴν ἔχω συγγνώμην, διά τε τὴν τοῦ σώματος ἀῤῥωστίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ τὸν τῶν λῃστῶν φόβον Γράφειν δὴ μὴ κατοκνεῖτε συνεχῶς ἡμῖν τὰ περὶ τῆς  ὑγείας ὑμῶν εὐαγγελιζόμεναι.  Καὶ γὰρ καὶ πόῤῥω καθήμενοι μεριμνῶμεν τὰ ὑμέτερα· κἂν μάθωμεν, ὅτι θορύβων ἐκτός ἐστε καὶ ταραχῆς  καὶ τὰ περὶ τῆς  ῥώσεως ὑμῶν,  οὐ τὴν  τυχοῦσαν  καρπούμεθα εὐφροσύνην. Ταῦτ' οὖν εἰδυῖαι, συνεχῶς  ἡμᾶς εὐαγγελίζεσθε  ταῦτα, ἅπερ ἐπιθυμοῦμεν μανθάνειν, ἵνα καὶ ἐν ἐρημίᾳ διατρίβοντες πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
























Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |