ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ομιλία είς την επίλυσιν της Χαναναίας

Πέμπτη 29 Σεπτεμβρίου 2016

Ομιλία είς την επίλυσιν της Χαναναίας




Ιωάννης Χρυσόστομος
Τόμος 52

Ομιλία είς την επίλυσιν της Χαναναίας Ερρέθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.


αʹ. Πολὺς ὁ χειμὼν, ἀλλὰ τὴν προθυμίαν τῶν παραγενομένων οὐ διεκώλυσε· πολλοὶ οἱ πειρασμοὶ, ἀλλὰ τὸν πόθον ὑμῶν οὐκ ἐξέλυσαν. Οὐ παύεται ἡ Ἐκκλησία πολεμουμένη καὶ νικῶσα, ἐπιβουλευομένη καὶ περιγινομένη. Ὅσον ἄλλοι ἐπιβουλεύουσι, τοσοῦτον αὕτη αὔξεται· καὶ τὰ μὲν κύματα διαλύεται,  ἡ δὲ πέτρα ἕστηκεν ἀκίνητος. Ἐν ἡμέρᾳ διδασκαλία, ἐν νυκτὶ  παννυχίδες·  ἡ ἡμέρα πρὸς τὴν νύκτα ἁμιλλᾶται· ἐκεῖ συνάξεις, καὶ ἐνταῦθα συνάξεις. Ἡ νὺξ τὴν ἀγορὰν ἐκκλησίαν ἐργάζεται· ἡ δὲ προθυμία πυρὸς σφοδροτέρα. Οὐ δεῖσθε παραινέσεως, καὶ ἐπιδείκνυσθε τὴν σπουδήν. Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν; Οὐ μόνον οἱ ὄντες  οὐκ ἀπελείφθησαν,  ἀλλὰ  καὶ οἱ μὴ ὄντες  προσεγένοντο. Τοιοῦτον τῶν πειρασμῶν τὸ κέρδος· καθάπερ γὰρ ὑετὸς εἰς τὴν γῆν κατιὼν διεγείρει τὰ σπέρματα, οὕτω καὶ ὁ πειρασμὸς εἰς τὴν ψυχὴν εἰσιὼν διεγείρει τὴν προθυμίαν. Λόγος ἐστὶ τοῦ Θεοῦ· ἀκίνητος  ἡ  Ἐκκλησία· Πύλαι ᾅδου  οὐ  κατισχύσουσιν  αὐτῆς. 



Ὁ πολεμῶν ἑαυτὸν καταλύει, τὴν δὲ Ἐκκλησίαν ἰσχυροτέραν δείκνυσιν· ὁ πολεμῶν  τὴν ἰσχὺν ἑαυτοῦ καταβάλλει, ἡμῶν δὲ λαμπρότερον ἐργάζεται τὸ τρόπαιον. Ὁ Ἰὼβ ἦν καλὸς καὶ πρὸ τούτου· μετὰ δὲ ταῦτα βελτίων ἐφάνη. Οὐχ οὕτω καλὸς ἦν, ὅτε ἀσινὴς ἦν τὸ σῶμα, ὡς καλὸς ἦν ὅτε τῷ ἰχῶρι τῶν τραυμάτων ἐστεφανοῦντο. Μηδέποτε  φοβηθῇς   πειρασμὸν,  ἐὰν  ψυχὴν   παρεσκευασμένην  ἔχῃς.  Οὐ βλάπτει ἡ θλίψις, ἀλλ' ὑπομονὴν κατεργάζεται. Ὥσπερ γὰρ τὸ χρυσίον οὐ βλάπτει ἡκάμινος,  οὕτως  οὐδὲ  τὸν  γενναῖον  διαφθείρει  ἡ θλίψις.  Τί ποιεῖ  ἡ  κάμινος  τῷ χρυσίῳ;  Καθαρὸν ἀποτελεῖ.  Τί  ἐργάζεται  ἡ  θλίψις  τῷ  φέροντι;  Τὴν  ὑπομονήν. Ὑψηλότερον     κατασκευάζει,    ῥᾳθυμίαν     περικόπτει,     συνάγει     τὴν     ψυχὴν,σωφρονέστερον   ποιεῖ   τὸν   λογισμόν.   Ἐπήγαγον   πειρασμὸν,  ἵνα   τὰ   πρόβατα ἀπελάσωσι, καὶ τὸ ἐναντίον  ἐξέβη· εἰσήγαγε γὰρ ποιμένα. Ἐν τίσι τὰ ἡμέτερα; Ἐν εὐδοκιμήσει. Ἐν τίσι  τὰ ἐκείνων;  Ἐν αἰσχύνῃ. Ποῦ εἰσι τὰ ἐκείνων;  Οὐδὲ φαίνονται.  Τὴν ἀγορὰν  περιέρχομαι,  καὶ  οὐδένα  βλέπω.  Φύλλα ἦν,  καὶ  ἀνέμου φυσήσαντος ἐξέπεσεν· ἄχυρα ἦν, καὶ ἀνεῤῥιπίσθη, καὶ ὁ σῖτος ἐφάνη ὥριμος· μόλυβδος  ἦν,  καὶ ἐτάκη, καὶ τὸ χρυσίον  διέμεινε  καθαρόν. Τίς αὐτοὺς  ἐλαύνει;Οὐδείς· ἀλλὰ τὸ συνειδὸς πολέμιον ἔχουσι συνοικοῦντα μετὰ τὴν ἁμαρτίαν. Ἴσασι τί ἔπραξαν. Ἐπεὶ καὶ ὁ Κάϊν ἐβούλετο σφάξαι τὸν ἀδελφὸν αὐτοῦ· ἀλλ' ὅτε ἐβούλετο σφάξαι, ἡ ἐπιθυμία ἤνθει· ἐπειδὴ δὲ τὴν ἁμαρτίαν εἰργάσατο, στένων καὶ τρέμωνπανταχοῦ τῆς οἰκουμένης περιήρχετο. Οὗτοι δὲ, εἰ καὶ μὴ ἔσφαξαν τῇ πείρᾳ, ἀλλὰ ἔσφαξαν τῇ γνώμῃ. Ἡ σφαγὴ προεχώρησεν ὅσον κατὰ τὴν ἐκείνων πονηρίαν· ἡ δὲ ζωὴ συνεχωρήθη διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν.  Ταῦτα λέγω, τὴν προθυμίαν τὴν μετέραν ἐπαλείφων,  ἵνα μηδέποτε φοβηθῆτε  πειρασμόν. Πέτρα εἶ; Μὴ φοβοῦ τὰ κύματα· Ἐπὶ γὰρ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, φησί. Ποτὲ ἔξωθεν  οἱ πόλεμοι, ποτὲ ἔνδοθεν·  ἀλλὰ  οὐδεὶς καταποντίζει τὸ σκάφος.

βʹ. Ἀλλ' ἵνα μὴ τὸν ἅπαντα καιρὸν εἰς τὰ ἐκείνων ἐγκλήματα ἀναλώσωμεν, παραδόντες ἑαυτοὺς τῷ φόβῳ τοῦ συνειδότος, καὶ τὸν δήμιον ἀφέντες ταλανίζειν αὐτῶν  τὴν  διάνοιαν  καὶ  τὸν  λογισμὸν  τῶν  ἀκαίρων  ἐπιθυμιῶν,  ἀφέντες  εἶναι φυγάδας, μηδενὸς ἐλαύνοντος, ἀφέντες εἶναι ἀτίμους, μηδενὸς αὐτοῖς πολεμοῦντος· ἡμεῖς τὴν συνήθη παραθήσωμεν τράπεζαν. Οὐδὲ γὰρ δίκαιον τὸν καιρὸν ἀναλῶσαι εἰς τὰ ἐγκλήματα τῶν ἐχθρῶν, καὶ τὰ παιδία λιμῷ τηκόμενα παριδεῖν. Χθὲς τοίνυν ὁ Παῦλος τὴν  τράπεζαν  ἡμῖν  παρέθηκε, σήμερον ὁ Ματθαῖος· χθὲς  ὁ σκηνοποιὸς, σήμερον ὁ τελώνης· χθὲς ὁ βλάσφημος, σήμερον ὁ ἅρπαξ· χθὲς ὁ διώκτης, σήμερον ὁ πλεονέκτης. Ἀλλ' ὁ βλάσφημος οὐκ ἔμεινε βλάσφημος, ἀλλ' ἐγένετο ἀπόστολος· καὶ ὁ ἅρπαξ οὐκ ἔμεινεν  ἅρπαξ, ἀλλ' ἐγένετο  εὐαγγελιστής.  Λέγω καὶ τὴν  προτέραν κακίαν, καὶ τὴν μετὰ ταῦτα ἀρετὴν, ἵνα μάθῃς ὅση τῆς μετανοίας ἡ ὠφέλεια,  ἵνα μηδέποτέ σου τῆς σωτηρίας ἀπογνῷς. Οἱ διδάσκαλοι ἡμῶν ἀπὸ ἁμαρτίας ἔλαμπον πρὸ τούτου, ἀλλ' ὕστερον ἔλαμψαν ἀπὸ δικαιοσύνης, τελώνης  καὶ βλάσφημος, τὰ ἀκροθίνια τῆς πονηρίας. Τί γάρ ἐστι τελώνιον; Ἁρπαγὴ ἔννομος, βία πεπαῤῥησιασμένη,  ἀδικία   νόμον   ἔχουσα  συνήγορον·  λῃστῶν   χαλεπώτερος   ὁ τελώνης.  Τί ἐστι τελώνιον;  Βία νόμον  εἰς  συνηγορίαν  προβαλλομένη,  τὸν ἰατρὸν ἔχουσα δήμιον. Συνήκατε ὃ εἶπον; Οἱ νόμοι ἰατροί εἰσιν, ἔπειτα καὶ δήμιοι γίνονται· οὐ γὰρ λύουσι τὸ ἕλκος, ἀλλὰ αὔξουσι. Τί ἐστι τελώνιον;  Ἀναίσχυντος  ἁμαρτία, ἁρπαγὴ πρόφασιν οὐκ ἔχουσα, λῃστείας χαλεπώτερον.  Ὁ λῃστὴς κἂν αἰσχύνεται κλέπτων· οὗτος  δὲ  παῤῥησιάζεται ἁρπάζων.  Ἀλλ'  οὗτος  ὁ  τελώνης  ἀθρόον  εὐαγγελιστὴς ἐγένετο.  Πῶς καὶ τίνι  τρόπῳ; Παράγων, φησὶν,  ὁ Ἰησοῦς, εἶδε Ματθαῖον ἐπὶ  τὸ τελώνιον καθήμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ὢ λόγου δύναμις· εἰσῆλθε τὸ ἄγκιστρον, καὶ τὸν αἰχμάλωτον  στρατιώτην ἐποίησε, τὸν πηλὸν χρυσὸν εἰργάσατο· εἰσῆλθε τὸ ἄγκιστρον, Καὶ εὐθέως ἀναστὰς ἠκολούθησεν αὐτῷ. Εἰς τὸ βάθος ἦν τῆς πονηρίας, καὶ εἰς τὴν ἁψῖδα ἀνέβη τῆς ἀρετῆς. Μηδεὶς τοίνυν, ἀγαπητοὶ, ἀπογινωσκέτω τῆς ἑαυτοῦ σωτηρίας. Οὐκ ἔστι φύσεως τὰ τῆς πονηρίας· προαιρέσει τετιμήμεθα καὶ ἐλευθερίᾳ. Τελώνης εἶ; ∆ύνασαι γενέσθαι εὐαγγελιστής. Βλάσφημος εἶ; ∆ύνασαι γενέσθαι ἀπόστολος. Λῃστὴς εἶ; ∆ύνασαι παράδεισον συλῆσαι. Μάγος εἶ; ∆ύνασαι προσκυνῆσαι τὸν ∆εσπότην. Οὐκ ἔστιν οὐδεμία κακία μετανοίᾳ μὴ λυομένη.∆ιὰ τοῦτο τὰ ἀκροθίνια τῆς πονηρίας ἐξελέξατο ὁ Χριστὸς, ἵνα μηδεὶς πρὸς τὸ τέλος ἀποφυγεῖν ἔχοι.

γʹ. Μή μοι λέγε, Ἀπωλόμην, καὶ τί λοιπόν; μή μοι λέγε, Ἡμάρτηκα, καὶ τί ποιήσω; Ἰατρὸν ἔχεις ἀνώτερον τῆς ἀῤῥωστίας, ἰατρὸν ἔχεις νικῶντα τοῦ νοσήματος τὴν φύσιν, ἰατρὸν ἔχεις νεύματι θεραπεύοντα, ἰατρὸν ἔχεις θελήματι διορθούμενον, καὶ δυνάμενον καὶ βουλόμενον. Οὐκ ὄντα σε παρήγαγεν· ὄντα σε καὶ διαστραφέντα πολλῷ μᾶλλον διορθῶσαι δυνήσεται. Οὐκ ἤκουσας ὡς τὸ πρότερον ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον; πῶς τὴν γῆν σάρκα ἐποίησε; πῶς νεῦρα; πῶς ὀστέα; πῶς δέρμα; πῶς φλέβας; πῶς ῥῖνα; πῶς ὀφθαλμούς; πῶς βλέφαρα; πῶς ὀφρύν; πῶς γλῶτταν;  πῶς θώρακα; πῶς χεῖρας; πῶς πόδας; πῶς τὰ ἄλλα πάντα; Γῆ ἦν τὸ ὑποκείμενον, μία οὐσία· καὶ εἰσῆλθεν ἡ τέχνη, καὶ ποικίλην  εἰργάσατο τὴν δημιουργίαν. Μὴ δύνασαι τὸν τρόπον εἰπεῖν καθ' ὅνπερ ἐδημιουργήθης; Οὕτως οὐδὲ τὸν  τρόπον  δύνασαι  εἰπεῖν  καθ' ὃν  καθαιρεῖται  τὰ  ἁμαρτήματα.  Εἰ γὰρ  τὸ  πῦρ ἐμπῖπτον εἰς τὰς ἀκάνθας, ἀναλίσκει αὐτὰς, πολλῷ μᾶλλον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα  ἡμῶν  δαπανᾷ καὶ πρόῤῥιζα ἀνασπᾷ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει. Μὴ ζήτει τὸν τρόπον, μὴ περιεργάζου τὸ γινόμενον, ἀλλὰ πίστευε τῷ θαύματι.Ἡμάρτηκα, λέγεις, πολλὰ καὶ μεγάλα. Καὶ τίς ἐστιν ἀναμάρτητος; Ἀλλὰ ἐγὼ χαλεπὰ, φησὶ, καὶ μεγάλα καὶ ὑπὲρ πάντα ἄνθρωπον.  Ἀρκεῖ σοι εἰς θυσίαν τοῦτο·
Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἐπίγνωθι ὅτι ἥμαρτες, καὶ ἀρχή σοι διορθώσεως τοῦτο γενήσεται. Στύγνασον, γενοῦ  κατηφὴς, ἔκχεε δάκρυα. Μὴ γὰρ ἄλλο τι ἐξέχεεν ἡ πόρνη; Οὐδὲν ἕτερον, ἢ δάκρυα καὶ μετάνοιαν· ἔλαβε χειραγωγὸν τὴν μετάνοιαν, καὶ προσῆλθε τῇ πηγῇ.

δʹ. Τί δέ φησιν ὁ τελώνης  καὶ ὁ εὐαγγελιστὴς, ἀκούσωμεν. Καὶ ἐξελθὼν  ὁ Ἰησοῦς ἐκεῖθεν, ἦλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος· καὶ ἰδοὺ γυνή. Θαυμάζει ὁ εὐαγγελιστής· Ἰδοὺ γυνὴ, τὸ παλαιὸν  ὅπλον  τοῦ διαβόλου, ἡ τοῦ παραδείσου με ἐκβαλοῦσα.  ἡ μήτηρ τῆς ἁμαρτίας, ἡ ἀρχηγὸς τῆς παραβάσεως, αὕτη ἐκείνη ἡ γυνὴ ἔρχεται, αὕτη ἡ φύσις· καινὸν θαῦμα καὶ παράδοξον· Ἰουδαῖοι φεύγουσι, καὶ ἡ γυνὴ  καταδιώκει.  Καὶ ἰδοὺ  γυνὴ  ἀπὸ τῶν  ὁρίων  ἐκείνων  ἐξελθοῦσα, παρεκάλει αὐτὸν λέγουσα· Κύριε, υἱὲ ∆αυῒδ, ἐλέησόν με. Εὐαγγελίστρια γίνεται ἡ γυνὴ, καὶ τὴν θεότητα καὶ τὴν οἰκονομίαν ὁμολογεῖ· Κύριε, τὴν δεσποτείαν· Υἱὲ ∆αυῒδ, τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἐλέησόν με. Ὅρα φιλόσοφον  ψυχήν. Ἐλέησόν με· οὐκ ἔχω κατορθώματα  βίου, οὐκ ἔχω παῤῥησίαν πολιτείας· ἐπὶ ἔλεον  καταφεύγω,  ἐπὶ τὸν κοινὸν  τῶν  ἡμαρτηκότων  λιμένα·  ἐπὶ  ἔλεον  καταφεύγω,  ὅπου δικαστήριον  οὐκ ἔστιν,  ὅπου  ἀνεξέταστος  ἡ  σωτηρία· καίτοι  οὕτω  πονηρὰ  οὖσα καὶ  παράνομος, ἐτόλμησε προσελθεῖν.Καὶ ὅρα γυναικὸς φιλοσοφίαν· οὐ παρακαλεῖ Ἰάκωβον, οὐ δέεται Ἰωάννου, οὐδὲ προσέρχεται Πέτρῳ, οὐδὲ διέτεμε τὸν χορόν. Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ λαβοῦσα τὴν μετάνοιαν συνήγορον, αὐτῇ τῇ πηγῇ προσέρχομαι. ∆ιὰ τοῦτο κατέβη, διὰ τοῦτο  σάρκα ἀνέλαβεν,  ἵνα  κἀγὼ  αὐτῷ  διαλεχθῶ.  Ἄνω  τὰ Χερουβὶμ αὐτὸν τρέμει, καὶ κάτω πόρνη αὐτῷ διαλέγεται. Ἐλέησόν με. Ψιλὸν τὸ ῥῆμα, καὶ πέλαγος ἀχανὲς  σωτηρίας  εὑρίσκει. Ἐλέησόν με· διὰ  τοῦτο  παρεγένου,  διὰ  τοῦτο  σάρκα ἀνέλαβες,  διὰ  τοῦτο  ἐγένου  ὅπερ  ἐγώ  εἰμι.  Ἄνω  τρόμος,  καὶ  κάτω  παῤῥησία. Ἐλέησόν με· οὐ χρείαν ἔχω μεσίτου, Ἐλέησόν με. Τί ἔχεις; Ἔλεον ζητῶ. Τί πάσχεις; Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· ἡ φύσις βασανίζεται, ἡ συμπάθεια γυμνάζεται. Ἐξῆλθε συνήγορος τοῦ θυγατρίου· οὐ φέρει τὴν νοσοῦσαν, ἀλλὰ φέρει τὴν πίστιν· Θεός ἐστι,  καὶ  τὰ  πάντα  βλέπει.  Ἡ  θυγάτηρ  μου  κακῶς  δαιμονίζεται.  Πένθος χαλεπόν·  τὸ  κέντρον  τῆς  φύσεως  τὴν  μήτραν  διέσχισε, τὸ  κλυδώνιον   ἐν  τοῖς σπλάγχνοις. Τί ποιήσω; ἀπόλλυμαι. Καὶ διὰ τί μὴ λέγεις, Ἐλέησον τὴν θυγατέρα μου, ἀλλὰ, Ἐλέησόν με; Ἐκείνη ἐν ἀναισθησίᾳ ἔχει τὸ πάθος, οὐκ οἶδε τί πάσχει, οὐκ αἰσθάνεται τῆς ὀδύνης, παραπέτασμα τῆς συμφορᾶς ἔχουσα τὸ ἀνώδυνον, μᾶλλον δὲ τὸ ἀναίσθητον. Ἐμὲ δὲ ἐλέησον τὴν θεωρὸν τῶν καθημερινῶν κακῶν· θέατρον ἔχω συμφορᾶς  ἐν  τῇ  οἰκίᾳ.  Ποῦ  ἀπέλθω;  Εἰς  τὴν  ἔρημον;  Ἀλλ'  οὐ  τολμῶ  αὐτὴν καταλιπεῖν  μόνην.  Ἀλλὰ  εἰς  τὴν  οἰκίαν;  Ἀλλ' εὑρίσκω τὸν  πολέμιον  ἔνδον,  τὰ κύματα ἐν τῷ λιμένι, θέατρον συμφορᾶς. Τί αὐτὴν καλέσω; Νεκράν; ἀλλὰ κινεῖται. Ἀλλὰ ζῶσαν; Ἀλλ' οὐκ οἶδε τί ποιεῖ. Οὐκ οἶδα εὑρεῖν ὄνομα ἑρμηνεῦον τὸ πάθος. Ἐλέησόν με. Εἰ ἐτεθνήκει τὸ θυγάτριον, οὐκ ἂν τοιαῦτα ἔπασχον· παρέδωκα ἂν τοῖς κόλποις τῆς γῆς τὸ σῶμα, καὶ τῷ χρόνῳ τὴν λήθην ἂν εἰσήγαγον, καὶ διεφόρησα ἂν τὸ ἕλκος· νῦν δὲ νεκρὸν ἔχω διηνεκῆ θεωρίαν μοι ἐργαζόμενον, ὑφαίνοντά  μοι τὸ τραῦμα, πλεονάζοντά  μοι τὸ πάθος. Πῶς ἴδω ὀφθαλμοὺς  διαστρεφομένους; χεῖρας στραγγαλουμένας;  πλοκάμους  λυομένους;  ἀφρὸν  προϊέμενον;  τὸν  δήμιον  ἔνδον ὄντα καὶ μὴ φαινόμενον; τὸν μαστίζοντα μὴ ὁρώμενον, τὰς δὲ μάστιγας φαινομένας; Ἕστηκα θεωρὸς  τῶν  ἀλλοτρίων   κακῶν,  ἕστηκα  τῆς  φύσεώς  με  κεντριζούσης· Ἐλέησόν με. Χαλεπὸν τὸ κλυδώνιον,  πάθος καὶ φόβος· πάθος φύσεως, καὶ φόβος δαίμονος.   Προσελθεῖν  οὐ  δύναμαι,   οὐδὲ  κατασχεῖν.   Ὠθεῖ  με  τὸ  πάθος,  καὶ διακρούεταί με ὁ φόβος. Ἐλέησόν με.

εʹ. Ἐννόησον γυναικὸς φιλοσοφίαν. Οὐκ ἀπῆλθε πρὸς μάγους, οὐκ ἐκάλεσε μάντεις,  οὐ  περίαπτα  ἐποίησεν,   οὐ  μαγγανευτρίας  γυναῖκας  ἐμισθώσατο,ταύτας τὰς γοητευούσας δαίμονας καὶ αὐξούσας τὸ ἕλκος· ἀλλ' ἀφῆκε τοῦ διαβόλου τὸ ἐργαστήριον, καὶ ἔρχεται ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν τῶν ἡμετέρων. Ἐλέησόν με· ἡ  θυγάτηρ  μου  κακῶς  δαιμονίζεται.   Ἴστε  τὸ  πάθος,  ὅσοι  πατέρες  ἐγένεσθε· βοηθήσατέ  μου  τῷ  λόγῳ,  ὅσαι  μητέρες  ἐγένεσθε.  Οὐ δύναμαι  ἑρμηνεῦσαι  τὸν χειμῶνα, ὃν ὑπέμεινε τὸ γύναιον. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Εἶδες  τὴν  φιλοσοφίαν   τῆς  γυναικός;  εἶδες  τὴν  καρτερίαν;  τὴν  ἀνδρείαν;  τὴν ὑπομονήν; Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Καινὰ πράγματα. Παρακαλεῖ, δέεται, κλαίει τὴν συμφορὰν, αὔξει τὴν τραγῳδίαν, διηγεῖται τὸ πάθος· καὶ ὁ φιλάνθρωπος οὐκ ἀποκρίνεται· ὁ Λόγος σιωπᾷ, ἡ πηγὴ κλείεται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει. Τί τὸ καινόν; τί τὸ παράδοξον; Ἄλλοις ἐπιτρέχεις, καὶ ταύτην ἐπιτρέχουσαν ἐλαύνεις; Ἀλλ' ἐννόησον τοῦ ἰατροῦ τὴν φιλοσοφίαν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τίνος ἕνεκα; Ὅτι οὐ τὰ ῥήματα ἐξήταζεν, ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας κατεμάνθανεν. Ὁ δὲ οὐκ ἀπεκρίνατο  αὐτῇ λόγον.  Τί δὲ οἱ μαθηταί; Ἐπειδὴ οὐκ ἔτυχεν  ἡ γυνὴ ἀποκρίσεως, προσελθόντες  αὐτῷ  λέγουσιν·  Ἀπόλυσον αὐτὴν,  ὅτι  κράζει ὄπισθεν ἡμῶν. Ἀλλὰ σὺ τῆς ἔξωθεν ἀκούεις κραυγῆς, ἐγὼ δὲ τῆς ἔνδοθεν· μεγάλη ἡ φωνὴ τοῦ στόματος, ἀλλὰ μείζων  ἡ τῆς διανοίας. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν· ἄλλος δὲ λέγει εὐαγγελιστὴς, Ἔμπροσθεν ἡμῶν. Ἐναντία τὰ εἰρημένα, ἀλλ' οὐ ψευδῆ· ἀμφότερα γὰρ ἐποίει.
Πρότερον γὰρ  ὄπισθεν  ἔκραζεν· ὅτε  δὲ  οὐκ  ἀπεκρίθη,  ἦλθεν  ἔμπροσθεν,καθάπερ κύων  λείχων  τοὺς πόδας τοῦ κυρίου αὐτοῦ. Ἀπόλυσον αὐτήν· θέατρον περιέστησε, δῆμον συνήγαγε· τὴν ὀδύνην ἐθεώρουν τὴν ἀνθρωπίνην  ἐκεῖνοι, ὁ δὲ∆εσπότης τὴν φιλανθρωπίαν,  καὶ τὴν σωτηρίαν τῆς γυναικός. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν ὁ Χριστός; Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ὅτε ἀπεκρίνατο, χεῖρον αὐτῆς ἐποίησε τὸ ἕλκος· ἰατρὸς γὰρ ἦν τέμνων, οὐχ ἵνα διέλῃ, ἀλλ' ἵνα συνάψῃ.
ςʹ. Ἐνταῦθα προσέχετέ μοι μετὰ ἀκριβείας, καὶ συντείνατέ μοι τὴν διάνοιαν. Ζήτημα γὰρ βαθὺ ἀνερευνῆσαι βούλομαι. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα   οἴκου  Ἰσραήλ.  Τοῦτο  ὅλον;  ∆ιὰ  τοῦτο  ἄνθρωπος   ἐγένου,  σάρκα ἀνέλαβες, οἰκονομίας  τοσαύτας  εἰργάσω,  ἵνα  μίαν  γωνίαν   σώσῃς, καὶ  ταύτην ἀπολλυμένην; ἡ δὲ οἰκουμένη πᾶσα ἔρημος, Σκύθαι, Θρᾷκες, Ἰνδοὶ, Μαῦροι, Κίλικες, Καππάδοκες, Σύροι, Φοίνικες, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν; ∆ιὰ Ἰουδαίους μόνους ἦλθες, τὰ δὲ ἔθνη ἐν ἐρημίᾳ ὑπερορᾷς; καὶ περιορᾷς κνίσσαν; περιορᾷς καπνόν; περιορᾷς τὸν Πατέρα σου ὑβριζόμενον; εἴδωλα  προσκυνούμενα; δαίμονας θεραπευομένους; Καίτοι οἱ προφῆται οὐ ταῦτα λέγουσιν, ἀλλ' ὁ πρόγονός σου ὁ κατὰ σάρκα τί φησιν; Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἡσαΐας δὲ ὁ τῶν Σεραφὶμ θεωρός· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτὸν ἔθνη ἐλπιοῦσι.  Καὶ Ἰακώβ· Οὐκ ἐκλείψει  ἄρχων  ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν  μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.  Καὶ Μαλαχίας· ∆ιότι ἐν ὑμῖν συγκλεισθήσονται πύλαι χαλκαῖ, καὶ οὐκ ἀλλάξονται τὸ προκείμενον, ὅτι ἀπὸ ἀνατολῶν  καὶ μέχρι δυσμῶν ἡλίου τὸ ὄνομά σου δοξάζεται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ Κυρίῳ, καὶ θυσία καθαρά.Καὶ ὁ ∆αυῒδ πάλιν· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ  ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.   Ἀνέβη  ὁ  Θεὸς  ἐν   ἀλαλαγμῷ,   Κύριος  ἐν   φωνῇ   σάλπιγγος.   Καὶ  ἄλλος· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ σὺ αὐτὸς ἐλθὼν  οὐ μάγους εὐθέως ἐκάλεσας, τὴν ἀκρόπολιν τῶν ἐθνῶν; τὴν τυραννίδα τοῦ διαβόλου; τὴν δύναμιν τῶν δαιμόνων; οὐ καταβὰς προφήτας αὐτοὺς ἐποίησας; Σὺ μάγους καλεῖς· οἱ προφῆται περὶ ἐθνῶν  λέγουσιν.  Ἀναστὰς ἀπὸ τοῦ ᾅδου λέγεις  τοῖς  μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ὅτε ἦλθεν ἡ ἀθλία, ἡ ταλαίπωρος, ὑπὲρ θυγατρὸς παρακαλοῦσα, συμφορὰν δεομένη λῦσαι, τότε λέγεις· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; Καὶ ὅτε μὲν ἑκατόνταρχος προσῆλθε, λέγεις· Ἐγὼ ἐλθὼν ἰάσομαι αὐτόν· ὅτε ὁ λῃστὴς, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· ὅτε  ὁ παραλυτικὸς,  Ἐγερθεὶς  ἆρόν  σου τὴν  κλίνην,  καὶ  ὕπαγε·  ὅτε  ὁ Λάζαρος, Λάζαρε, δεῦρο ἔξω, καὶ ἐξῆλθε τετραήμερος. Λεπροὺς καθαίρεις, νεκροὺς ἐγείρεις, παραλυτικὸν σφίγγεις, τυφλοὺς θεραπεύεις, λῃστὰς σώζεις, πόρνην παρθένου σωφρονεστέραν ποιεῖς, καὶ ταύτῃ οὐδὲν ἀποκρίνῃ; Τί τὸ καινόν; τί τὸ ξένον; τί τὸ παράδοξον;

ζʹ. Προσέχετε ἀκριβῶς, ἵνα μάθητε γυναικὸς ἀνδρείαν καὶ ∆εσπότου σοφίαν καὶ  κηδεμονίαν,  ἵνα  μάθητε  μέλλησιν  κέρδος  ἔχουσαν,  ἵνα  μάθητε  παραίτησιν πλοῦτον  παρεχομένην·  ἵνα  κἂν  εὔξῃ  καὶ  σὺ, καὶ  μὴ  λάβῃς,  μηδέποτε  ἀποστῇς. Πρόσεχε καὶ  σύντεινον  σεαυτόν.  Ὅτε  τῆς  Αἰγυπτιακῆς  ἀπηλλάγησαν   Ἰουδαῖοι τυραννίδος,  καὶ τοῦ Φαραὼ τὰς χεῖρας  ἀποφυγόντες  ἐπὶ τὴν  ἔρημον ᾔεσαν, καὶ ἔμελλον  εἰσιέναι τὴν Χαναναίων  γῆν, τῶν  εἰδωλομανῶν  καὶ ἀσεβῶν ἀνθρώπων, προσκυνούντων λίθους, θεραπευόντων ξύλα, πολλὴν ἀσέβειαν ἐπιδεικνυμένων, δέδωκεν  αὐτοῖς ὁ Θεὸς τὸν νόμον  τοῦτον, λέγων·  Μὴ λάβῃς παρὰ τῶν  υἱῶν  εἰς γαμβροὺς, μηδὲ δῷς τὴν θυγατέρα σου νύμφην αὐτοῖς. Μὴ μεταδῷς αὐτοῖς χρυσίον, μήτε τραπέζης κοινωνίαν,  μηδὲ συνουσίαν, μηδὲ ἄλλου μηδενὸς τῶν τοιούτων, ὅτι παράνομα τὰ ἔθνη, εἰς ἃ εἰσάγω σε κληρονομῆσαι αὐτῶν. Τοῦτο οὖν αὐτοῖς ὁ νόμος μονονουχὶ  ἐνετέλλετο·  Μὴ ἀγοράσῃς, μὴ  πωλήσῃς,  μὴ  γάμον  ἐπιτελέσῃς,  μηδὲ συμβόλαια, ἀλλ' ἔσο, εἰ καὶ τῷ τόπῳ ἐγγὺς, ἀλλὰ τῷ τρόπῳ κεχωρισμένος. Μηδέν σοι κοινὸν πρὸς αὐτοὺς, μὴ συναλλάγματα, μὴ πράσεις, μὴ ἀγορασίαι, μὴ ἐπιγαμίαι, μὴ  ἐπιγαμβρίαι,  ἵνα  μὴ  τῆς  συγγενείας  ἡ  ἀνάγκη  εἰς  ἀσέβειάν  σε ἐξολισθῆσαι παρασκευάσῃ, ἵνα μὴ τὸ δοῦναι καὶ τὸ λαβεῖν ποιῇ σε φίλον αὐτῶν· ἀλλ' ἐχθρὸς ἀεὶ ἔσο αὐτοῖς. Μηδὲν σοὶ καὶ Χαναναίοις· μὴ χρυσὸν αὐτῶν  λάβῃς, μηδὲ ἀρ  γύριον, μὴ ἱματισμὸν, μὴ θυγατέρα, μὴ υἱὸν, μὴ ἄλλο τι τῶν τοιούτων μηδέν· ἀλλ' αὐτὸς καθ' ἑαυτὸν ἔσο.
Γλῶτταν ἔχεις χωρίζουσάν σε, καὶ νόμον σοι ἔδωκα· διὰ τοῦτο καὶ ὁ νόμος φραγμὸς λέγεται. Ὥσπερ γὰρ ἀμπελῶνι φραγμὸς περίκειται, οὕτω καὶ τοῖς Ἰουδαίοις ὁ νόμος, ἵνα  μὴ ὑπερβάντες  ἀναμιγῶσι  τοῖς  Χαναναίοις. Ἦσαν γὰρ παρ' αὐτοῖς παράνομοι ἐπιμιξίαι, διεφθαρμένοι  τῆς φύσεως οἱ νόμοι, εἴδωλα  προσκυνούμενα, ξύλα θεραπευόμενα, Θεὸς ὑβριζόμενος, τέκνα  σφαττόμενα,  πατέρες ἐμπτυόμενοι, μητέρες ἀτιμαζόμεναι, πάντα ἠλλοίωτο, πάντα ἀνατέτραπτο, δαιμόνων ζωὴν ἔζων. ∆ιὰ τοῦτο οὐδέποτε συναλλάγματα ἐποίουν, οὐ συμβόλαια, οὐ πράσεις μετ' ἐκείνων·ἀλλ' ὁ νόμος  ἐπὶ  τοῖς  μεγίστοις  κείμενος,  εἶργε μετ' ἀλλήλων  τοὺς  γάμους,  τὰ συμβόλαια, τὰς ἐπιγαμβρίας· οὐδὲν κοινὸν πρὸς ἐκείνους εἶχον. Ἀπειρημένον οὖν ἦν τῷ νόμῳ τὸ συναλλάξαι Χαναναίοις, τὸ χρυσίον μεταδοῦναι, ἢ ἕτερόν τι, ἵνα μὴ τῆς φιλίας  ἡ ὑπόθεσις ἀσεβείας ἀφορμὴ γένηται·  ὁ νόμος  περιέκειτο  ἀντὶ  φραγμοῦ· Ἀμπελῶνα,  φησὶν, ἐφύτευσα, καὶ φραγμὸν  περιέθηκα, τουτέστι νόμον,  οὐχὶ  ἀπὸ ἀκανθῶν, ἀλλ' ἀπὸ ἐντολῶν, τειχίζοντα καὶ ἀπείργοντα αὐτούς. Ἀπειρημένοι οὖν οἱ Χαναναῖοι, βδελυροὶ,  ἀσεβεῖς, ἐναγεῖς,  μιαροὶ, ἀκάθαρτοι· διὸ  καὶ  οὐδὲ  ἀκοῦσαι αὐτῶν ἠνείχοντο οἱ Ἰουδαῖοι τὸν νόμον πληροῦντες αὐτὸν λοιπόν. Ἐπεὶ οὖν αὕτη ἡ γυνὴ ἀπὸ τῶν Χαναναίων ἦν· Ἰδοὺ γὰρ γυνὴ, φησὶν, ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα· ἐπεὶ οὖν αὕτη ἡ γυνὴ ἀπὸ τῶν Χαναναίων ἦν, προσῆλθε δὲ τῷ Χριστῷ,  διὰ τοῦτο  ἔλεγε,  Τίς ἐξ ὑμῶν  ἐλέγχει  με περὶ ἁμαρτίας, εἰ παρέβην τὸν  νόμον; Ἐπειδὴ γὰρ ἄνθρωπος ἦν, καὶ τὰ ἀνθρώπινα ἐπεδείκνυτο.

ηʹ. Λοιπὸν προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Ἐπειδὴ ἡ γυνὴ Χαναναία ἦν, καὶ τῶν  ὁρίων ἐκείνων,  ἔνθα καὶ λύσσαι, καὶ μανία, καὶ ἀσέβεια, ἔνθα διαβόλου τυραννὶς,  καὶ δαιμόνων  βακχεῖαι, καὶ φύσις πατουμένη,  καὶ εἰς ἀλόγων  ἀλογίας κατηνέχθησαν, εἰς δαιμόνων μανίας, ἐπέταττε δὲ καὶ ὁ νόμος, Μηδὲν σοὶ καὶ Χαναναίοις, μὴ δῷς, μὴ λάβῃς  παρ' ἐκείνων,  μὴ γυναῖκα λάβῃς,  μὴ υἱὸν  λάβῃς,  μὴ συμβόλαια ποιήσῃς, μὴ συναλλάγματα·  διὰ  τοῦτο  δὲ φραγμὸν περιέθηκα· ἐλθὼν  δὲ ὁ Χριστὸς, καὶ τὰ τῶν ἀνθρώπων  ἀναλαβὼν  ὅπλα,αὔθωρον  περιετμήθη, θυσίας προσήνεγκε, προσφορὰς, τὰ ἄλλα  πάντα,  ἔμελλε  δὲ λύειν τὸν νόμον· ἵνα μὴ λέγωσιν, ὅτι ἀτονήσας πληρῶσαι αὐτὸν, διὰ τοῦτο ἔλυσε, πρότερον αὐτὸν  πληροῖ, καὶ τότε  λύει, ἵνα  μὴ νομίσῃς ὅτι ἀτονεῖ,  ἀλλὰ  πληροῖ πάντα κατὰ τὸ ἔθος. ∆ιὰ τοῦτο βοᾷ καὶ λέγει, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Ἐπεὶ οὖν καὶ τοῦτο νόμιμον  ἦν, τὸ μηδὲν κοινὸν  ἔχειν  μετὰ Χαναναίων, ἵνα μὴ ἄρξωνται ἐγκαλεῖν  αὐτῷ οἱ Ἰουδαῖοι καὶ λέγειν, ∆ιὰ τοῦτο οὐκ ἐπιστεύσαμέν σοι· παράνομος  γὰρ  ἦς,  ἔλυσας  τὸν  νόμον·  ἀπῆλθες   εἰς  τὴν   Χαναναίων   χώραν, Χαναναίοις  ἀνεμίγης,  τοῦ νόμου  λέγοντος·  Μὴ ἀναμιγῇς·  διὰ τοῦτο  αὐτῇ οὐδὲν λαλεῖ τέως. Πρόσεχε πῶς πληροῖ τὸν νόμον, καὶ οὐ προδίδωσι τὴν σωτηρίαν· καὶ Ἰουδαίους ἐπιστομίζει, καὶ ταύτην ἀνακτᾶται.
Ὁ δὲ οὐκ ἀπεκρίνατο, φησὶν, αὐτῇ λόγον. Μή μοι προφάσεις εἴπῃς. Ἴδε, οὐ λαλῶ·  ἴδε,  οὐ  διαλέγομαι·  ἴδε  συμφορὰ,  καὶ  τὸ  ἐμαυτοῦ  οὐκ  ἐπιδείκνυμι·  ἴδε ναυάγιον,   καὶ   ὁ   κυβερνήτης   οὐκ   ἀναλύω   τὸν   χειμῶνα   διὰ   τὴν   ὑμετέραν ἀγνωμοσύνην,  ἵνα μὴ ἔχητε πρόφασιν. Ἴδε, γυνὴ θέατρόν μοι περιέστηκε, καὶ οὔπω λαμβάνει ἀπόκρισιν, ἵνα μὴ λέγητε, ὅτι Ἐπέδωκας σεαυτὸν Χαναναίοις, καὶ
παρέβης τὸν νόμον, καὶ ταύτην πρόφασιν ἔχομεν τοῦ μὴ πιστεῦσαί σοι. Σκόπει πῶς διὰ τοῦτο οὐκ ἀπεκρίνατο τῇ γυναικὶ, ἵνα ἀποκριθῇ Ἰουδαίοις· ἡ πρὸς τὴν γυναῖκα σιγὴ, φωνὴ ἀγνωμοσύνης τοῖς Ἰουδαίοις ἐγίνετο.

θʹ. Ταῦτα δὲ  ἐποίει  οὐ  πρὸς τὴν  οἰκείαν  ἀξίαν,  ἀλλὰ  πρὸς  τὴν  ἐκείνων συγκαταβαίνων  ἀσθένειαν.  Καὶ γὰρ  ὅτε  τὸν  λεπρὸν  ἐκαθάρισε, λέγει·  Ἄπελθε, προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς. Σὺ ἐκάθαρας, καὶ πέμπεις αὐτὸν εἰς τὸν νόμον Μωϋσέως; Ναί. ∆ιὰ τί; ∆ιὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἄρξωνται  ἐγκαλεῖν,  ὅτι παρέβην τὸν νόμον. ∆ιὰ τοῦτο καὶ ὅτε ἐθεράπευσε τὸν λεπρὸν, ξένως ἐθεράπευσεν αὐτόν· καὶ ἄκουε πῶς· Καὶ ἰδοὺ λεπρὸς προσελθὼν παρεκάλει αὐτὸν λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι. Ἐν τῷ νόμῳ οὐκ ἐχρῆν ἅπτεσθαι λεπροῦ. Ὅτε οὖν ἦλθε Νεαιμὰν ὁ στρατηλάτης πρὸς Ἐλισσαῖον τὸν  προφήτην  λέπρᾳ κατεχόμενος,  λέγει  αὐτῷ  ὁ μαθητὴς, Ἰδοὺ λεπρὸς στρατηλάτης ἔξω. Ὁ δὲ πέμπει τὸν  μαθητὴν  ἐξελθεῖν  καὶ εἰπεῖν αὐτῷ, Ἄπελθε, λοῦσαι εἰς τὸν Ἰορδάνην. Καὶ οὐκ ἐτόλμησεν ἐξελθεῖν αὐτὸς καὶ ἰδεῖν τὸν λεπρὸν, καὶ ἅψασθαι αὐτοῦ. Ἐπεὶ οὖν ἐκαθάρισεν ὁ Ἐλισσαῖος λεπρὸν, ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ὁμοίως Ἐλισσαίῳ ἐκάθαρε, διὰ τοῦτο ἐκεῖνος μὲν οὐ τολμᾷ ἅψασθαι, οὗτος δὲ ἅπτεται, καὶ λέγει, Θέλω, καθαρίσθητι· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο τοῦ λεπροῦ. ∆ιὰ τί ἥψατο; Ἵνα σε διδάξῃ ὅτι οὐκ ἔστι δοῦλος ὑποκείμενος  νόμῳ,  ἀλλὰ  ∆εσπότης ἐπικείμενος  τῷ  νόμῳ.  Πῶς οὖν  ἐτήρησε τὸν νόμον; Τῷ εἰπεῖν, Θέλω, καθαρίσθητι, καὶ μὴ εὐθέως αὐτοῦ ἅψασθαι. Προέλαβεν ὁ λόγος, ἐδραπέτευσε τὸ νόσημα, εἶτα ἥψατο τοῦ ἀκαθάρτου, καὶ εἶπε, Θέλω, καθαρίσθητι. Πῶς; Εὐθέως ἐκαθαρίσθη. Οὐχ εὑρίσκει ὁ εὐαγγελιστὴς εἰπεῖν καὶ γὰρ τὸ  εὐθέως  βραδύ  ἐστι, οὐχ  εὑρίσκει  λόγον  ἰσόῤῥοπον τῷ  τάχει  τῆς  ἐνεργείας.
 Εὐθέως· πῶς; Ἅμα ἐξέβη ὁ λόγος, καὶ ἐδραπέτευσε τὸ νόσημα, ἐφυγαδεύθη ἡ λέπρα, λοιπὸν  καθαρὸς ὁ λεπρός. ∆ιὰ τοῦτο λέγει· Ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε  τὸ  δῶρον,  ὃ  προσέταξε  Μωϋσῆς, εἰς  μαρτύριον  αὐτοῖς.  Τίσι; Τοῖς Ἰουδαίοις, ἵνα μὴ λέγωσιν ὅτι παραβαίνω τὸν νόμον. Ἐγὼ ἐθεράπευσα, καὶ λέγω, Προσένεγκε τὸ δῶρον τοῦ νόμου, ἵνα ἐκείνῃ τῇ ἡμέρᾳ ὁ λεπρὸς αὐτῶν κατηγορήσῃ λέγων, Ἐμοὶ προσέταξε δῶρον κατὰ νόμον προσενεγκεῖν.
Καὶ ὥσπερ πολλὰ ἕνεκεν Ἰουδαίων ἐποίει ὁ Χριστὸς, ἀναπολογήτους αὐτοὺς εἰς  πάντα  ποιῶν,  οὕτω  καὶ  ἐνταῦθα.  Ἐλέησόν  με,  ὅτι  ἡ  θυγάτηρ  μου  κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίνετο αὐτῇ λόγον. Προσελθόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, λέγουσιν, Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν αὐτός; Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα  οἴκου Ἰσραήλ· ἵνα μὴ λέγωσιν  Ἰουδαῖοι, ὅτι Ἀφῆκας ἡμᾶς, καὶ ἔξω, καὶ διὰ τοῦτό σοι οὐκ ἐπιστεύσαμεν. Ἰδοὺ, φησὶ, καὶ ἀπὸ ἐθνῶν  ἔρχονται, καὶ οὐ δέχομαι αὐτούς· ὑμᾶς δὲ καὶ φεύγοντας   καλῶ, ∆εῦτε  πρός  με,  πάντες  οἱ  κοπιῶντες,  καὶ  οὐκ  ἔρχεσθε· ταύτην  ἀποῤῥίπτω,  καὶ παραμένει. Λαὸς, ὃν οὐκ ἔγνων,  ἐδούλευσέ μοι, φησίν· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· καὶ ἀλλαχοῦ· Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ
ἐπερωτῶσιν. –Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ἴδωμεν οὖν τί φησιν ὁ Χριστός. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Οὐκ ἦν τὰ ῥήματα ἀποτρεπτικά; Μονονουχὶ γὰρ λέγει, Ἀπόστηθι, ὅτι οὐδὲν κοινὸν ἔχεις πρὸς ἐμέ· οὐκ ἦλθον  διὰ σὲ, ἀλλ' ἦλθον  διὰ Ἰουδαίους.  Οὐκ ἀπεστάλην  εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἀκούσασα εἶπε· Ναὶ, Κύριε, βοήθει μοι, καὶ προσεκύνει, λέγουσα· ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ. Ἀλλὰ ὅρα ἀπόκρισιν· Οὐκ ἔστι καλὸν  λαβεῖν  τὸν  ἄρτον  τῶν  τέκνων,  καὶ βαλεῖν  τοῖς  κυναρίοις.  Ὢ κηδεμονία ἰατροῦ· ἐν ἀπαγορεύσει ἐπισπᾶται αὐτήν.  Οὐκ ἔστι καλὸν  λαβεῖν  τὸν  ἄρτον τῶν τέκνων· τίνων; Τῶν Ἰουδαίων· καὶ δοῦναι τοῖς κυναρίοις, τουτέστιν, ὑμῖν.

ιʹ. Ὄντως  εἰς  αἰσχύνην  Ἰουδαίων   ταῦτα  εἴρηκεν  ὁ  Κύριος· τέκνα  γὰρ καλούμενοι,  κύνες  ἐγένοντο.  ∆ιὰ τοῦτο  καὶ  Παῦλος λέγει·  Βλέπετε τοὺς  κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή. Οἱ ἐθνικοὶ κύνες ἐκλήθησαν, καὶ ἐγένοντο τέκνα. Τέκνα μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τὸ ἐγκώμιον  τοῦτο, Ἰουδαίου κατηγορία ἐστίν. Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Τί οὖν ἡ γυνή; Ναὶ, Κύριε. Ὢ βία γυναικὸς, ὢ φιλονεικία  ψυχῆς. Ὁ ἰατρὸς λέγει, Οὐχὶ, καὶ αὐτὴ λέγει, Ναί· ὁ ∆εσπότης λέγει, Οὔκ· αὐτὴ λέγει, Ναί· οὐ κατηγοροῦσα οὐδὲ ἀναισχυντοῦσα, ἀλλὰ σωτηρίαν ἐκδεχομένη. Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων,  καὶ δοῦναι τοῖς κυναρίοις. Ναὶ, Κύριε. Κύνα με καλεῖς, ἐγὼ δέ σε Κύριον καλῶ· σύ με ὑβρίζεις, ἐγὼ δέ σε ὑμνῶ. Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων  ἐκ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Ὢ σοφία γυναικός· ἀπὸ τοῦ ὑποδείγματος εὗρε λόγον πρέποντα. Κύνα με καλεῖς, ὡς κύων τρέφομαι. Οὐ παραιτοῦμαι τὸ ὄνειδος· οὐ φεύγω τὴν κλῆσιν· λάβω οὖν τὴν τροφὴν τοῦ κυνός· καὶ λέγει πρᾶγμα ἐν συνηθείᾳ συμβαῖνον. Σὺ τὰ σὰ στῆσον· κύνα με ἐκάλεσας, δός μοι ψιχίον· συνήγορος ἐγένου μοι τῇ αἰτήσει· ἐν τῇ παραιτήσει τὴν συγκατάθεσιν ἐπίδειξον. Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ  τῆς  τραπέζης  τῶν  κυρίων  αὐτῶν.  Τί  οὖν  ὁ  παραιτούμενος,  ὁ  διώκων,  ὁ ἐλαύνων,  ὁ λέγων, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις; ὁ λέγων,  Οὐκ ἀπεστάλην  εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα  οἴκου Ἰσραήλ; – Ω γύναι, μεγάλη σου ἡ πίστις. Ἐπαινέτης ἀθρόον ἐγένου; ἀνακηρύττεις τὴν  γυναῖκα;  οὐκ ἤλαυνες,  οὐκ ἐδίωκες;  Θάρσει· διὰ τοῦτο  ἀνεβαλόμην.  Εἰ γὰρ ἐξαρχῆς αὐτὴν ἀπέλυσα, οὐκ ἂν ἔμαθες αὐτῆς τὴν πίστιν. Εἰ ἐκ προοιμίων ἔλαβεν,ἀνεχώρει ἂν ταχὺ, καὶ τὸν θησαυρὸν αὐτῆς οὐκ ἂν ἠπίστατό τις.∆ιὰ τοῦτο ἀνεβαλόμην τὴν δόσιν, ἵνα ἅπασι δείξω τὴν πίστιν. Ὦ γύναι. Θεὸς λέγει, Ὦ γύναι. Ἀκουέτωσαν οἱ εὐχό  μενοι μετὰ βαναυσίας. Ὅταν εἴπω τινὶ, Παρακάλεσον τὸν Θεὸν, δεήθητι αὐτοῦ, ἱκέτευσον αὐτὸν, λέγει· Παρεκάλεσα ἅπαξ, δεύτερον, τρίτον, δέκατον, εἰκοστόν· καὶ οὐκέτι οὐκ ἔλαβον. Μὴ ἀποστῇς, ἀδελφὲ, ἕως ἂν λάβῃς· τέλος αἰτήσεως, ἡ δόσις τοῦ αἰτουμένου. Τότε ἀπόστηθι, ὅταν λάβῃς, μᾶλλον δὲ μηδὲ τότε, ἀλλὰ καὶ τότε παράμενε. Κἂν μὴ λάβῃς, αἴτει ἵνα λάβῃς· ὅταν δὲ   λάβῃς,   εὐχαρίστησον,   ὅτι   ἔλαβες.   Εἰσέρχονται   πολλοὶ   ἐν   τῇ   ἐκκλησίᾳ, ἀπαρτίζουσι μυρίους στίχους εὐχῆς, καὶ ἐξέρχονται, καὶ οὐκ οἴδασι τί εἶπον· τὰ χείλη κινεῖται, ἡ δὲ ἀκοὴ οὐκ ἀκούει. Σὺ οὐκ ἀκούεις τῆς εὐχῆς σου, καὶ τὸν Θεὸν θέλεις εἰσακοῦσαι τῆς  εὐχῆς  σου; Ἔκλινα, λέγεις,  τὰ  γόνατα·  ἀλλ' ἡ διάνοιά  σου ἔξω ἐπέτετο· τὸ σῶμά σου ἔνδον τῆς ἐκκλησίας, καὶ ἡ γνώμη σου ἔξω· τὸ στόμα ἔλεγε τὴν εὐχὴν, καὶ ἡ διάνοια ἠρίθμει τόκους, συμβόλαια, συναλλάγματα, χωρία, κτήματα, φίλων συνουσίας. Ὁ γὰρ διάβολος πονηρὸς ὢν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται. Πολλάκις κείμεθα ὕπτιοι ἐν κλίνῃ, καὶ οὐδὲν λογιζόμεθα· ἤλθομεν εὔξασθαι, καὶ μυρίοι λογισμοὶ, ἵνα ἐκβάλῃ ἡμᾶς κενούς.
ιαʹ. Ταῦτα τοίνυν  εἰδὼς ἐν ταῖς εὐχαῖς, ἀγαπητὲ, γίνεσθαι, τὴν Χαναναίαν μίμησαι, ὁ ἀνὴρ τὴν γυναῖκα, τὴν ἀλλόφυλον,  τὴν ἀσθενῆ, τὴν ἀπεῤῥιμμένην καὶ εὐκαταφρόνητον. Ἀλλ' οὐκ ἔχεις θυγατέρα δαιμονιζομένην; Ἀλλ' ἔχεις ψυχὴν ἁμαρτάνουσαν.   Τί  εἶπεν   ἡ   Χαναναία;  Ἐλέησόν  με·   ἡ   θυγάτηρ   μου   κακῶς δαιμονίζεται· εἰπὲ καὶ σὺ, Ἐλέησόν με· ἡ ψυχή μου κακῶς δαιμονίζεται. Μέγας γὰρ δαίμων ἡ ἁμαρτία. Ὁ δαιμονῶν ἐλεεῖται, ὁ ἁμαρτάνων μισεῖται· ἐκεῖνος συγγνώμην ἔχει, οὗτος ἀπολογίας  ἐστέρηται. Ἐλέησόν με· βραχὺ τὸ ῥῆμα, καὶ πέλαγος  εὗρε φιλανθρωπίας·  ὅπου  γὰρ  ἕλεος,  πάντα  τὰ  ἀγαθά.  Κἂν ἔξω  ᾖς, κράζε καὶ  λέγε, Ἐλέησόν με, μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλ' ἀρχὴ τρόπου. Ὁ Ἱερεμίας ἐν βορβόρῳ ἦν, καὶ τὸν Θεὸν ἐπεσπάσατο· ὁ ∆ανιὴλ ἐν λάκκῳ λεόντων, καὶ τὸν Θεὸν ἐξευμενίσατο· οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ ἦσαν, καὶ Θεὸν ὑμνοῦντες ἐδυσώπησαν· ὁ λῃστὴς ἐσταυρώθη, καὶ οὐκ ἐκώλυσεν ὁ σταυρὸς, ἀλλὰ παράδεισον ἤνοιξεν· ὁ Ἰὼβ ἐν κοπρίᾳ ἦν, καὶ τὸν Θεὸν ἵλεων κατεσκεύασεν· ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους, καὶ τὸν Θεὸν ὑπήκοον ἔσχε. Κἂν ἐν βαλανείῳ ᾖς, εὔχου, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης· ὅπου ἐὰν ᾖς, εὔχου. Ναὸς εἶ τοῦ Θεοῦ, μὴ ζήτει τόπον· γνώμης  χρεία μόνον. Κἂν δικαστῇ παραστῇς, εὔχου· ὅταν ὀργίζηται ὁ δικαστὴς, εὔχου. Θάλαττα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι, μέσος ὁ Μωϋσῆς· πολλὴ ἐν τῇ εὐχῇ στενοχωρία, ἀλλὰ μέγα τὸ πλάτος τῆς εὐχῆς ἦν. Ὄπισθεν οἱ Αἰγύπτιοι ἐδίωκον, ἔμπροσθεν ἡ θάλασσα, μέση ἡ εὐχή· καὶ οὐδὲν ἐλάλει ὁ Μωϋσῆς· καὶ λέγει αὐτῷ ὁ Θεός· Τί βοᾷς πρός με; Τὸ μὲν στόμα οὐ λαλεῖ, ἡ δὲ διάνοια βοᾷ. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν παραστῇς δικαστῇ μαινομένῳ, τυραννοῦντι, τὰ μέγιστα ἀπειλοῦντι, καὶ ἄλλοις δημίοις τὰ αὐτὰ ποιοῦσιν, εὖξαι σὺ τῷ Θεῷ, καὶ εὐχομένου σοῦ τὰ κύματα καταστέλλεται. Ὁ δικαστὴς ἐπὶ σέ; Σὺ ἐπὶ τὸν Θεὸν κατάφευγε. Ὁ ἄρχων πλησίον σου; Σὺ τὸν  ∆εσπότην κάλεσον. Μὴ γὰρ ἄνθρωπός   ἐστιν,  ἵνα   ἀπέλθῃς   εἰς  τόπον;  Θεὸς  ἀεὶ  ἐγγύς   ἐστιν.  Ἐὰν  θέλῃς παρακαλέσαι ἄνθρωπον, ἐρωτᾷς τί ποιεῖ, καθεύδει, ἀσχολεῖται· διακονῶν οὐκ ἀποκρίνεταί σοι. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων· ὅπου ἐὰν ἀπέλθῃς καὶ καλέσῃς, ἀκούει· οὐκ ἀσχολία, οὐ μεσίτης, οὐ διάκονος  διατειχίζει.  Εἰπὲ, Ἐλέησόν με, καὶ παρευθὺς Θεὸς παραγίνεται· Ἔτι γὰρ, φησὶ, λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ ἐγὼ πάρειμι. Ὢ ῥῆμα ἡμερότητος γέμον.
 Οὐδὲ ἀναμένει τελέσαι τὴν εὐχήν· οὔπω τελεῖς τὴν εὐχὴν, καὶ λαμβάνεις τὴν δόσιν. Ἐλέησόν με. Ταύτην μιμησώμεθα τὴν Χαναναίαν, παρακαλῶ· Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ Κύριος λέγει πρὸς αὐτήν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω  σοι ὡς θέλεις. Ποῦ ὁ αἱρετικός; Μὴ εἶπε, Παρακαλέσω μου τὸν  Πατέρα;  μὴ  εἶπεν,  Ἱκετεύσω  τὸν  γεννήσαντά  με; μὴ  εὐχῆς  χρεία  ἐνταῦθα; Οὐδαμῶς. ∆ιὰ τί; Ἐπειδὴ μεγάλη ἦν ἡ πίστις, μέγα ἦν τὸ σκεῦος, μεγάλη καὶ ἡ χάρις ἐξεχύθη. Ὅπου δεῖ εὐχῆς, ἀσθενὲς τὸ σκεῦος. Ὦ γύναι,  μεγάλη  σου ἡ πίστις. Οὐ νεκρὸν  εἶδες ἐγειρόμενον,  οὐ λεπρὸν  καθαριζόμενον,  οὐ προφητῶν  ἤκουσας, οὐ νόμον ἐμελέτησας, οὐ θάλατταν εἶδες σχιζομένην, οὐχ ἕτερόν τι σημεῖον ἑώρακας παρ' ἐμοῦ γενόμενον· ὑβρίσθης δὲ μᾶλλον παρ' ἐμοῦ, καὶ ἐξηπορήθης· ἀπηγόρευσά σου τὸ πάθος, καὶ οὐκ ἀνεχώρησας, ἀλλὰ παρέμεινας· λοιπὸν ἀπόλαβε καὶ σὺ παρ' ἐμοῦ ἀξίαν καὶ πρέπουσαν εὐφημίαν·  Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Ἀπέθανεν ἡ γυνὴ, καὶ τὸ ἐγκώμιον αὐτῆς μένει, διαδήματος ὂν λαμπρότερον. Ὅπου ἐὰν ἀπέλθῃς, ἀκούεις τοῦ Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Εἴσελθε εἰς Περσῶν τὴν ἐκκλησίαν, καὶ ἀκούσεις τοῦ  Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· εἰς τὴν Γότθων, εἰς τὴν βαρβάρων, εἰς τὴν Ἰνδῶν,  εἰς τὴν Μαύρων, ὅσην ἥλιος  ἐφορᾷ γῆν· ἕνα λόγον  ὁ Χριστὸς ἐφθέγξατο,  καὶ οὐ σιωπᾷ ὁ λόγος, ἀλλὰ μεγάλῃ  τῇ φωνῇ  ἀνακηρύττει  τὴν  πίστιν  αὐτῆς, λέγων,  Ὦ γύναι,  μεγάλη  σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Οὐκ εἶπε, Θεραπευθήτω τὸ θυγάτριόν σου· ἀλλ', Ὡς θέλεις. Σὺ αὐτὴν θεράπευσον· σὺ γενοῦ ἰατρός· σοὶ ἐγχειρίζω τὸ φάρμακον· ὕπαγε, ἐπίθες, Γενηθήτω σοι ὡς θέλεις. Τὸ θέλημά σου θεραπευσάτω αὐτήν. Ἡ Χαναναία θελήματι ἐθεράπευσε, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀφ' ἑαυτοῦ οὐ θεραπεύει; Γενηθήτω σοι ὡς θέλεις. Οὐδὲ ἐκέλευσεν ἡ γυνὴ, οὐδὲ ἐπέταξε τῷ δαιμονίῳ, ἀλλ' ἠθέλησε μόνον, καὶ  τὸ  θέλημα  τῆς  γυναικὸς  ἐθεράπευσε,  καὶ  δαίμονας  ἐξέβαλε.  Ποῦ εἰσιν  οἱ τολμῶντες λέγειν, ὅτι δι' εὐχῆς ὁ Υἱὸς ἤνυσε; Γενηθήτω σοι ὡς θέλεις. Βλέπε καὶ τῆς λέξεως τὴν εὐγένειαν· τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται.Ὅτε γὰρ ἐποίει τὸν οὐρανὸν ὁ Θεὸς, εἶπε, Γενηθήτω ὁ οὐρανὸς, καὶ ἐγένετο ὁ οὐρανός·  γενηθήτω   ἥλιος,  καὶ  ἐγένετο  ἥλιος·  γενηθήτω   γῆ,  καὶ  ἐγένετο  γῆ·ἐπιτάγματι   τὴν  οὐσίαν  ἤγαγεν.  Οὕτω  καὶ  αὐτὸς,  Γενηθήτω  σοι  ὡς  θέλεις.  Ἡ συγγένεια τῆς λέξεως τὴν κοινωνίαν  τῆς φύσεως ἔδειξε. Καὶ ἱάθη ἡ θυγάτηρ αὐτῆς. Πότε; Ἀπὸ τῆς ὥρας ἐκείνης· οὐκ ἐξ ὅτου ἦλθεν ἡ μήτηρ αὐτῆς ἐν τῷ οἴκῳ, ἀλλὰ πρὶν ἐλθεῖν. Ἦλθεν εὑρεῖν δαιμονιῶσαν, καὶ εὗρεν ὑγιαίνουσαν, τῷ θελήματι αὐτῆς θεραπευθεῖσαν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |