ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ξ∆ʹ Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ

Παρασκευή 28 Οκτωβρίου 2016

Ξ∆ʹ Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ



Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Ξ∆ʹ Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, καὶ τὰ ἑξῆς.

αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ὁ Χριστὸς οὐχ οὕτω πρὸς τὴν ἀξίαν  ὁρᾷ τὴν  ἑαυτοῦ, ὡς πρὸς τὴν  σωτηρίαν  τὴν  ἡμετέραν· οὐδ' ὅπως τι μέγα φθέγξηται, ἀλλ' ὅπως δυνάμενον ἡμᾶς ἐπισπάσασθαι. ∆ιὰ τοῦτο τὰ μὲν ὑψηλὰ καὶ μεγάλα, ὀλίγα, καὶ αὐτὰ δὲ κεκρυμμένα· τὰ δὲ ταπεινὰ καὶ εὐτελῆ, πολλὰ περιῤῥεῖ τοῖς αὐτοῦ λόγοις. Ἐπειδὴ γὰρ τούτοις ἐνήγοντο  μᾶλλον, τούτοις καὶ ἐνδιατρίβει, καὶ οὔτε αὐτὰ διόλου φθέγγεται,  ὥστε μὴ τοὺς μετὰ ταῦτα βλαβῆναι,  οὔτε αὐτὰ ἀποσιωπᾷ,  ὥστε  μὴ  τοὺς  τότε  σκανδαλισθῆναι.  Οἱ μὲν  γὰρ  τῆς  ταπεινότητος ἐξελθόντες,  καὶ ἐξ ἑνὸς ὑψηλοῦ δόγματος τὸ πᾶν δυνήσονται  κατιδεῖν· οἱ δὲ ἀεὶ ταπεινοὶ ὄντες, εἰ μὴ πολλάκις ταῦτα ἤκουον οὐδ' ἂν ὅλως προσῆλθον. Ἀμέλει γοῦν οὐδὲ μετὰ τοσαῦτα μένουσιν, ἀλλὰ καὶ λιθάζουσι καὶ διώκουσι, καὶ ἀναιρεῖν ἐπιχειροῦσι, καὶ βλάσφημον ἀποκαλοῦσι· καὶ ὅταν μὲν ἴσον ἑαυ . τὸν ποιῇ τῷ Θεῷ, οὕτω λέγουσιν·


Οὗτος βλασφημεῖ· ὅταν δὲ εἴπῃ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἔτι καὶ δαιμονῶντα  καλοῦσιν· ὥσπερ καὶ ὅταν θανάτου κρείττονα εἶναι τὸν ἀκούοντα αὐτοῦ τῶν  ῥημάτων,  ἢ καὶ ὅταν  λέγῃ, Ἐγὼ ἐν  τῷ  Πατρὶ, καὶ ὁ Πατὴρ ἐν  ἐμοὶ, ἐγκαταλιμπάνουσιν  αὐτόν· καὶ σκανδαλίζονται  πάλιν,  ὅταν λέγῃ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι. Εἰ γοῦν ταῦτα οὐκ ἔφερον σπανιάκις λεγόμενα, σχολῇ γ' ἂν, εἰ διὰ πάντων  ὑψηλὸς ἦν ὁ λόγος καὶ οὕτως ὑφαίνετο,  προσέσχον ἂν αὐτῷ. Ὅταν γοῦν λέγῃ, Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ, ὅτι Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, τότε πιστεύουσι. Καὶ ὅτι τότε, δῆλον ἀπὸ τοῦ τὸν εὐαγγελιστὴν τοῦτο ἐπισημήνασθαι καὶ εἰπεῖν, ὅτι Ταῦτα αὐτοῦ λαλοῦντος  πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Εἰ τοίνυν  τὸ μὲν  ταπεινὰ  φθέγγεσθαι  πρὸς πίστιν  ἐφεῖλκε,  τὸ  δὲ  ὑψηλὰ,  ἀπεσόβει, πῶς  οὐκ ἐσχάτης  ἀνοίας  μὴ  λογίζεσθαι  τῶν  ταπεινῶν   τὴν  αἰτίαν  πᾶσαν  ὅτι  διὰ  τοὺς ἀκροατὰς εἴρηται; Ἐπεὶ καὶ ἀλλαχοῦ μέγα τι εἰπεῖν βουληθεὶς, ἐσίγησε, τὴν αἰτίαν ταύτην  προσθεὶς  καὶ  εἰπών·  Ἵνα  δὲ  μὴ  σκανδαλίσωμεν   αὐτοὺς,  βάλε  . ἄγκιστρον εἰς τὴν θάλασσαν· ὃ δὴ ποιεῖ καὶ ἐνταῦθα. Μετὰ γὰρ τὸ εἰπεῖν· Ἐγὼ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἐπήγαγεν· Ἀλλὰ διὰ τὸν ὄχλον [τὸν] περιεστῶτα εἶπον, ἵνα πιστεύσωσι. Μὴ ἡμέτερα τὰ ῥήματα; μὴ στοχασμὸς ἀνθρώπινος; Ὅταν οὖν τις ἀπὸ τῶν  γεγραμμένων  μὴ ἀνέχηται  πείθεσθαι, ὅτι ἐσκανδαλίζοντο  ἐπὶ τοῖς  ὑψηλοῖς, ἀκούων  τοῦ Χριστοῦ λέγοντος  διὰ τοῦτο  ταπεινὰ  φθέγγεσθαι,  ἵνα  μὴ σκανδαλισθῶσι, πῶς λοιπὸν τῆς φύσεως εἶναι τὰ εὐτελῆ ὑποπτεύσει ῥήματα, ἀλλὰ μὴ συγκαταβάσεως; Οὕτω καὶ ἀλλαχοῦ, φωνῆς  ἐνεχθείσης ἄνωθεν, ἔλεγεν· Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Καίτοι τῷ μὲν ὑψηλῷ ἔξεστι πολλὰ περὶ ἑαυτοῦ λέγειν  ταπεινά· τῷ δὲ ταπεινῷ  οὐ θέμις περὶ ἑαυτοῦ μέγα τι καὶ ὑψηλὸν φθέγξασθαι.   Ἐκεῖνο   μὲν   γὰρ   ἀπὸ   συγκαταβάσεως   γίνεται,    καὶ   τὴν   τῶν διδασκομένων  ἀσθένειαν αἰτίαν  ἔχει· μᾶλλον  δὲ τὸ ἐνάγειν  εἰς ταπεινοφροσύνην ὁρᾷν, καὶ τὸ σάρκα περικεῖσθαι, καὶ τὸ παιδεύειν τοὺς ἀκούοντας μηδὲν περὶ ἑαυτῶν μέγα λαλεῖν, καὶ τὸ νομίζεσθαι ἀντίθεον, καὶ τὸ ἀπιστεῖσθαι ἥκειν παρὰ τοῦ Θεοῦ, καὶ τὸ ὑποπτεύεσθαι λύειν τὸν νόμον, καὶ τὸ βασκαίνειν τοὺς ἀκούοντας, καὶ πρὸς αὐτὸν ἀπεχθῶς διακεῖσθαι· διότι ἔλεγεν ἑαυτὸν ἴσον τῷ Θεῷ· τὸ δὲ ταπεινὸν ὄντα τινὰ, ὑψηλόν τι περὶ ἑαυτοῦ λέγειν, οὐδεμίαν ἔχει αἰτίαν οὔτε εὔλογον οὔτε ἄλογον· ἀλλ' ἢ ἀπόνοια  ἂν  εἴη μόνον  καὶ ἀναίδεια,  καὶ τόλμα  ἀσύγγνωστος. Τίνος οὖν ἕνεκεν ταπεινὰ φθέγγεται,  τῆς ἀποῤῥήτου καὶ μεγάλης οὐσίας ἐκείνης ὤν; Τῶν τε εἰρημένων ἕνεκεν, καὶ ὥστε μὴ νομισθῆναι ἀγέννητος. Καὶ γὰρ Παῦλος τοιοῦτόν τι φαίνεται  φοβηθείς. ∆ιὸ καὶ ἔλεγε· Χωρὶς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ἀσεβὲς γὰρ τοῦτο καὶ λογίσασθαι. Εἴ γε ἐλάττων  τοῦ γεγεννηκότος  ὢν καὶ ἑτέρας οὐσίας, ἴσος ἐνομίζετο, οὐκ ἂν οὖν πάντα ἐποίησεν, ὥστε μὴ νομισθῆναι τοῦτο; Νῦν δὲ αὐτὸς τοὐναντίον  ποιεῖ, λέγων· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ πέμψαντός με, μὴ πιστεύετέ μοι. Καὶ τὸ λέγειν  δὲ, ὅτι Ἐγὼ ἐν  τῷ  Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, τὴν  ἰσότητα ἡμῖν αἰνίττεται. Ἐχρῆν δὲ μετὰ πολλῆς αὐτὸ σφοδρότητος καθελεῖν, εἴ γε καταδεέστερος ἦν, καὶ μηδαμοῦ ὅλως εἰπεῖν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἢ, ὅτι Ἕν ἐσμεν, ἢ, ὅτι Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ περὶ δυνάμεως ὅτε λόγος ἦν αὐτῷ, ἔλεγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ περὶ ἐξουσίας ὅτε λόγος ἦν, πάλιν ἔλεγεν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ὅπερ οὐ δυνατὸν ἦν ἑτέρας ὄντα οὐσίας ποιεῖν. Εἰ δὲ καὶ δυνατὸν ἦν, οὐκ ἐχρῆν τοῦτο εἰπεῖν, ἵνα μὴ ὑποπτεύσωσι μίαν καὶ τὴν αὐτὴν οὐσίαν εἶναι. Εἰ γὰρ ἵνα  μὴ  ὑποπτεύσωσι  ὅτι  ἀντίθεός  ἐστι, καὶ  τὰ  μὴ  προσήκοντα  αὐτῷ  φθέγγεται πολλάκις, πολλῷ μᾶλλον ἔδει τότε. Νῦν δὲ τὸ λέγειν, Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· καὶ τὸ λέγειν, Τὰ ἔργα ἃ ἐκεῖνος ἐργάζεται, κἀγὼ ὁμοίως ποιῶ· καὶ τὸ λέγειν ἑαυτὸν ἀνάστασιν εἶναι καὶ ζωὴν, καὶ φῶς τοῦ κόσμου, ἐξισοῦντός ἐστι τῷ γεγεννηκότι  ἑαυτὸν, καὶ τὴν ὑποψίαν ἱστῶντος, ἣν εἶχον ἐκεῖνοι. Εἶδες πῶς ὅτι μὲν τὸν νόμον  οὐ λύει, τοσαῦτα λέγει  . καὶ ἀπολογεῖται·  τὴν δὲ δόξαν τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα οὐ μόνον οὐ καθαιρεῖ, ἀλλὰ καὶ ἵστησιν; Οὕτω καὶ εἰπόντων,  ὅτι Βλασφημεῖς, ὅτι ποιεῖς σεαυτὸν Θεὸν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητος αὐτὸ ἔστησε.


βʹ. Καὶ τί λέγω ὅτι ὁ Υἱὸς τοῦτο ἐποίησεν, ὅπου γε καὶ ὁ Πατὴρ ὁ μὴ σάρκα λαβὼν τὸ αὐτὸ τοῦτο ποιεῖ. Καὶ γὰρ καὶ αὐτὸς ἠνέσχετο πολλὰ περὶ αὐτοῦ ταπεινὰ λεχθῆναι  διὰ τὴν σωτηρίαν τῶν ἀκουόντων. Τὸ γὰρ, Ἀδὰμ, ποῦ εἶ; καὶ τὸ, Ἵνα γνῶ, εἰ ἄρακατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· καὶ τὸ, Νῦν ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σύ· καὶ τὸ, Ἐὰν ἄρα ἀκούσωσι· καὶ τὸ, Ἐὰν ἄρα συνῶσι· καὶ, Τίς δώσει τὴν καρδίαν τοῦ λαοῦ τούτου οὕτως εἶναι; καὶ τὸ λέγεσθαι, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· καὶ πολλὰ ἕτερα τοιαῦτα ἐν τῇ Παλαιᾷ εἴ τις ἐκλέγοι, ἀνάξια τῆς τοῦ Θεοῦ ἀξίας ὄντα εὑρήσει. Καὶ ἐπὶ τοῦ Ἀχαὰβ δὲ εἴρηται· Τίς ἀπατήσει μοι τὸν Ἀχαάβ; Καὶ τὸ ἀεὶ τῶν Ἑλληνικῶν  θεῶν κατὰ σύγκρισιν ἑαυτὸν προτιθέναι, πάντα ἀνάξια τοῦ Θεοῦ· ἀλλ' ἑτέρως ἄξια γίνεται. Καὶ γὰρ οὕτω φιλάνθρωπός  ἐστιν, ὡς διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ τῶν τῇ ἀξίᾳ αὐτοῦ πρεπόντων ῥημάτων ὑπεριδεῖν. Καὶ γὰρ καὶ αὐτὸ τὸ ἄνθρωπον γενέσθαι, ἀνάξιον, καὶ τὸ δούλου μορφὴν λαβεῖν, καὶ ταπεινὰ φθέγγεσθαι ῥήματα, καὶ ταπεινὰ περιβεβλῆσθαι, ἀνάξιον μὲν, εἴ τις πρὸς τὴν ἀξίαν ἐκείνην   ἴδοι·  ἄξιον  δὲ,  εἴ  τις  τὸν  ἄφατον  τῆς  αὐτοῦ  φιλανθρωπίας   πλοῦτον λογίσαιτο. Ἔστι δὲ καὶ ἑτέρα τῆς ταπεινότητος  τῶν ῥημάτων αἰτία. Ποία αὕτη; Ὅτι τὸν  μὲν  Πατέρα καὶ  ᾔδεσαν  καὶ  ὡμολόγουν,  αὐτὸν  δὲ  οὐκ  ᾔδεσαν.  ∆ιὰ  τοῦτο συνεχῶς ἐπ' αὐτὸν καταφεύγει ὡς ὡμολογημένον, ἅτε αὐτὸς οὐκ ὢν οὐδέπω ἀξιόπιστος. Οὐ παρὰ τὴν οἰκείαν εὐτέλειαν, ἀλλὰ παρὰ τὴν ἄνοιαν τῶν ἀκουόντων καὶ  τὴν  ἀσθένειαν.  ∆ιὰ τοῦτο  καὶ  εὔχεται  καὶ  λέγει·  Πάτερ, εὐχαριστῶ  σοι, ὅτι ἤκουσάς μου. Εἰ γὰρ οὓς θέλει ζωοποιεῖ, καὶ καθὼς ὁ Πατὴρ, οὕτω ζωοποιεῖ, τίνος ἕνεκεν  παρακαλεῖ; Ἀλλ' ὥρα λοιπὸν  εἰς αὐτὸ ἐμβῆναι τὸ χωρίον.  Ἦραν οὖν τὸν λίθον, οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Ἐρωτήσωμεν οὖν τὸν μὲν αἱρετικόν· Ἀπὸ τῆς εὐχῆς ῥοπὴν ἔλαβε, καὶ τὸν νεκρὸν ἀνέστησε; πῶς  οὖν  τὰ ἄλλα  χωρὶς  εὐχῆς  ἐποίει  λέγων·  Σοὶ λέγω,  τὸ δαιμόνιον, ἔξελθε  ἀπ'  αὐτοῦ;  καὶ,  Θέλω, καθαρίσθητι;  καὶ,  Ἆρον τὸν  κράββατόν  σου; καὶ, Ἀφέωνταί  σοι αἱ ἁμαρτίαι σου; καὶ τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο; τί δὲ ὅλως ἔχει τῶν ἀποστόλων πλέον, εἴ γε καὶ αὐτὸς ἐπὶ εὐχῆς ποιεῖ; Μᾶλλον δὲ οὔτε ἐκεῖνοι μετὰ εὐχῆς  πάντα  ἐποίουν,  ἀλλὰ  καὶ  χωρὶς  εὐχῆς  πολλάκις   τὸ  ὄνομα  τοῦ  Ἰησοῦ καλοῦντες. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ τοσαύτην εἶχεν ἰσχὺν, πῶς ἂν αὐτὸς εὐχῆς ἐδεήθη; Εἰ δὲ  εὐχῆς  ἐδεῖτο,  οὐκ  ἂν  τὸ  ὄνομα  αὐτοῦ  ἴσχυσεν. Ὅτε δὲ  ὅλως  ἐποίει  τὸν ἄνθρωπον, ποίας εὐχῆς ἐδεήθη; οὐχὶ ὁμοτιμία ἐκεῖ πολλή; Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον. Τί δὲ ἀσθενέστερον, εἰ εὐχῆς ἐδεῖτο; Ἴδωμεν δὲ καὶ τίς ἡ εὐχή. Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Τίς τοίνυν οὕτως ηὔξατό ποτε; . Πρὶν ἢ γάρ τι εἰπεῖν, Εὐχαριστῶ σοι, λέγει, δεικνὺς ὅτι οὐ δεῖται εὐχῆς· Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. Τοῦτο εἶπεν, οὐχ ὡς αὐτοῦ ἀδυνατοῦντος, ἀλλ' ὡς μιᾶς γνώμης οὔσης. Τίνος δὲ ἕνεκεν καὶ εὐχῆς σχῆμα ἀνέλαβε; Μὴ ἐμοῦ, ἀλλ' αὐτοῦ ἄκουσον λέγοντος·
∆ιὰ τὸν περιεστῶτα ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Οὐκ εἶπεν, Ἵνα πιστεύσωσιν ὅτι ἐλάττων εἰμί· ὅτι χρείαν ἔχω ῥοπῆς τῆς ἄνωθεν· ὅτι χωρὶς εὐχῆς οὐ δύναμαι  ποιῆσαι· ἀλλ',  Ὅτι σύ με ἀπέστειλας. Ταῦτα γὰρ πάντα  εὐχὴ  δηλοῖ, ἂν ἁπλῶς  αὐτὴν  ἐκλάβωμεν.  Οὐκ εἶπεν Ἀπέστειλάς  με  τὸν  ἀσθενοῦντα,  τὸν  τὴν δουλείαν ἐπεγνωκότα, τὸν ἀφ' ἑαυτοῦ οὐδὲν ποιοῦντα· ἀλλὰ ταῦτα πάντα ἀφεὶς, ἵνα μηδὲν τούτων ὑποπτεύσῃς, τίθησι τὴν ἀληθῆ τῆς εὐχῆς αἰτίαν, ἵνα μὴ ἀντίθεόν με νομίσωσιν· ἵνα μὴ λέγωσιν, Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γινόμενον·  μονονουχὶ  λέγων,  ὅτι Εἰ ἤμην ἀντίθεος, οὐκ ἂν προεχώρησε τὸ γινόμενον. Τὸ δὲ, Ἤκουσάς μου, καὶ ἐπὶ φίλων  λέγεται, καὶ ἐπὶ ὁμοτίμων. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· τουτέστι, Πρὸς τὸ γενέσθαι μου τὸ θέλημα οὐ δέομαι εὐχῆς, ἀλλ' ὥστε πεῖσαι ὅτι σοὶ καὶ ἐμοὶ μία βούλησις. Τί οὖν εὔχῃ; ∆ιὰ τοὺς ἀσθενεῖς καὶ παχυτέρους. Καὶ ταῦτα εἰπὼν, ἔκραξε φωνῇ μεγάλῃ. ∆ιατί γὰρ οὐκ εἶπεν, Ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω; διατί μὴ εἶπεν, Ἀνάστησον αὐτὸν, Πάτερ; ἀλλὰ ταῦτα  πάντα  ἀφεὶς  καὶ  εὐχομένου  σχῆμα  ἀναλαβὼν,  διὰ  τῶν  πραγμάτων  τὴν αὐθεντίαν ἐνδείκνυται; Ὅτι καὶ τοῦτο τῆς αὐτοῦ σοφίας, διὰ μὲν ῥημάτων συγκατάβασιν, διὰ δὲ τῶν ἔργων ἐξουσίαν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ οὐδὲν ἄλλο εἶχον  ἐγκαλεῖν  αὐτῷ, ἀλλ' ἢ ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ οὕτω τοὺς πολλοὺς ἠπάτων· τούτου ἕνεκεν μεθ' ὑπερβολῆς δείκνυσι τοῦτό τε αὐτὸ δι' ὧν φησι, καὶ καθ' ὃν  τρόπον  ἡ  ἀσθένεια  ἐκείνων   ἀπῄτει.  Ἐνῆν  μὲν  γὰρ  καὶ  ἄλλως  δεῖξαι  τὴν συμφωνίαν  μετὰ τῆς οἰκείας ἀξίας· ἀλλ' οὐκ ἐδύνατο ἀναβῆναι τοσοῦτον ὁ ὄχλος. Καί φησι· Λάζαρε, δεῦρο ἔξω. Τοῦτό ἐστιν ὃ ἔλεγεν·  Ἔρχεται ὥρα ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι παρ' ἑτέρου ἔλαβε τὴν ἐνέργειαν, ἄνωθέν σε τοῦτο ἐδίδαξε, καὶ διὰ τῶν ἔργων ἐπέδειξε. Καὶ οὐκ εἶπεν, Ἀνάστηθι· ἀλλὰ, ∆εῦρο ἔξω, ὡς ζῶντι διαλεγόμενος τῷ τετελευτηκότι.

 γʹ. Τί ταύτης τῆς ἐξουσίας γένοιτ' ἂν ἴσον; Εἰ δὲ μὴ ἰδίᾳ δυνάμει τοῦτο ποιεῖ, τί πλέον ἕξει τῶν ἀποστόλων τῶν λεγόντων Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Εἰ γὰρ οὐ ποιῶν ἰδίᾳ δυνάμει, οὐ προσετίθει τοῦτο, ὅπερ οἱ ἀπόστολοι περὶ ἑαυτῶν ἔλεγον, ἔσονταί πως ἐκεῖνοι μᾶλλον φιλοσοφοῦντες, τῷ διακρούεσθαι τὴν δόξαν. Καὶ ἀλλαχοῦ· Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι. Εἶτα οἱ μὲν ἀπόστολοι, ἐπειδὴ οὐδὲν οἴκοθεν ἔπραττον, ταῦτα ἔλεγον ὥστε πεῖσαι τοῦτο· αὐτὸς δὲ τοιαύτην περὶ ἑαυτοῦ δόξαν ἔχων, οὐκ ἂν τὴν ὑπόνοιαν ἀνεῖλεν, εἴ γε μὴ οἰκείᾳ αὐθεντείᾳ ἐποίει; καὶ  τίς  ἂν  τοῦτο  εἴποι;  Καὶ μὴν  τὸ  ἐναντίον  ποιεῖ  ὁ  Χριστὸς, λέγων·  ∆ιὰ  τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν. Ὥστε εἰ ἐπίστευον, οὐκ ἦν χρεία . τῆς  εὐχῆς.  Εἰ δὲ  μὴ  ἦν  ἀνάξιον  αὐτοῦ  τὸ  εὔχεσθαι,  διατί  ἐκείνοις  τὴν  αἰτίαν λογίζεται; διατί δὲ μὴ εἶπεν, ὅτι Ἵνα πιστεύσωσιν ὅτι οὐκ εἰμί σου ἴσος; ἐχρῆν γὰρ διὰ τὴν ὑπόνοιαν πρὸς τοῦτο ἐλθεῖν. Ἀλλ' ὅτε μὲν ὑπωπτεύετο λύειν τὸν νόμον, τὴν λέξιν αὐτὴν τέθεικε, μηδὲ εἰρηκότων τι ἐκείνων· Μὴ νομίσητε ὅτι ἦλθον λῦσαι τὸν νόμον· ἐνταῦθα δὲ ἵστησι τὴν ὑπόνοιαν.  Ὅλως δὲ, τί ἔδει περιόδου τοσαύτης καὶ αἰνιγμάτων;  Ἤρκει γὰρ εἰπεῖν, Οὐκ εἰμὶ ἴσος, καὶ ἀπαλλαγῆναι,  Τί οὖν; Οὐκ εἶπεν, φησὶν, ὅτι Οὐ ποιῶ τὸ θέλημα τὸ ἐμόν; Ἀλλὰ καὶ τοῦτο συνεσκιασμένως καὶ πρὸς τὴν ἐκείνων ἀσθένειαν, καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ ἡ εὐχὴ γέγονεν. Τί δέ ἐστιν, ὅτι Ἤκουσάς μου; Τουτέστιν, ὅτι Οὐδὲν ἐναντίον ἐμοῦ πρὸς σέ. Ὥσπερ οὖν τὸ, ὅτι Ἤκουσάς μου, οὐ τοῦτό ἐστι δηλοῦντος, ὅτι αὐτὸς οὐκ ἴσχυσεν· (εἰ γὰρ τοῦτο ἦν, οὐκ ἀδυναμία μόνον ἔσται, ἀλλὰ καὶ ἄγνοια, εἴ γε πρὸ τοῦ εὔξασθαι οὐκ ᾔδει, ὅτι μέλλει ἐπινεύειν  ὁ Θεός· εἰ δὲ οὐκ ᾔδει, πῶς ἔλεγεν, ὅτι Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· καὶ οὐκ εἶπεν, Πορεύομαι ἵνα εὔξωμαι τῷ Πατρὶ, ἵνα ἐξυπνίσῃ αὐτόν;) ὥσπερ οὖν τοῦτο οὐκ ἀσθενείας, ἀλλ' ὁμογνωμοσύνης· οὕτω καὶ τὸ, Πάντοτέ μου ἀκούεις. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων εἴρηται. Εἰ δὲ οὔτε ἠγνόει, οὔτε ἠσθένει, εὔδηλον ὅτι διὰ τοῦτο τὰ ταπεινὰ φθέγγεται ῥήματα, ἵνα κἂν ἐκ τῆς ὑπερβολῆς πεισθῇς καὶ ἀναγκασθῇς ὁμολογῆσαι, ὅτι οὐ τῆς ἀξίας αὐτοῦ ἐστιν, ἀλλὰ τῆς συγκαταβάσεως. Τί οὖν οἱ τῆς ἀληθείας ἐχθροί; Οὐ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων  εἴρηκε, φησὶ, τὸ Ἤκουσάς μου, ἀλλ' ἵνα δείξῃ τὴν ὑπεροχήν. Καὶ μὴν τοῦτο οὐκ ἦν δεῖξαι τὴν ὑπεροχὴν, ἀλλὰ σφόδρα ταπεινῶσαι ἑαυτὸν, καὶ ἀποφῆναι οὐδὲν  ἀνθρώπου  πλέον  ἔχοντα.  Τὸ  γὰρ  εὔχεσθαι,  οὐ  κατὰ  Θεὸν,  οὐδὲ  κατὰ σύνθρονον. Ὁρᾷς ὅτι οὐδαμόθεν ἑτέρωθεν ἐπὶ τοῦτο ἦλθεν, ἀλλὰ διὰ τὴν ἀπιστίαν ἐκείνων;  Ὅρα γοῦν  καὶ τὸ ἔργον μαρτυροῦν αὐτῷ  τὴν  αὐθεντίαν.  Ἐκάλεσε, καὶ ἐξῆλθεν ὁ τεθνηκὼς  συνειλημμένος. Εἶτα ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ πρᾶγμα (τοῦ γὰρ ἀναστῆναι τὸ ἐξελθεῖν  δεδεμένον  οὐκ ἔλαττον  ἐδόκει εἶναι παράδοξον), Ἐκέλευσεν αὐτὸν λῦσαι, ἵνα καὶ ἁψάμενοι, καὶ πλησίον γενόμενοι, ἴδωσιν ὅτι ὄντως ἐκεῖνός ἐστι. Καί φησιν· Ἄφετε αὐτὸν ὑπάγειν. Εἶδες τὸ ἀκόμπαστον; Οὐκ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ' αὐτοῦ περιιέναι, ὥστε μὴ δόξαι τισὶν ἐπιδείκνυσθαι· οὕτως ᾔδει μετριάζειν. Γενομένου δὲ τοῦ σημείου, οἱ μὲν ἐθαύμαζον· οἱ δὲ προσελθόντες ἀπήγγελλον  τοῖς  Φαρισαίοις. Τί οὖν  ἐκεῖνοι;  ∆έον ἐκπλήττεσθαι  καὶ  θαυμάζειν, βουλεύονται  αὐτὸν ἀνελεῖν,  τὸν ἀναστήσαντα νεκρόν. Ὢ τῆς ἀνοίας! τὸν ἐν τοῖς ἄλλων σώμασι θανάτου περιγενόμενον, θανάτῳ παραδώσειν ἐνόμιζον. Καὶ λέγουσι· Τί ποιοῦμεν,  ὅτι  ὁ  ἄνθρωπος  οὗτος  πολλὰ  σημεῖα ποιεῖ;  Ἄνθρωπον  αὐτὸν  ἔτι καλοῦσιν, οἱ τοσαύτην λαβόντες ἀπόδειξιν τῆς αὐτοῦ θεότητος. Τί ποιοῦμεν; Πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι, καὶ μηκέτι νομίζειν  ἄνθρωπον. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἔρχονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Τί ἐστιν ὃ βουλεύονται ποιεῖν; Τὸν λαὸν ἐπισεῖσαι βούλονται λοιπὸν, ὡς μέλλοντες  κινδυνεύειν   ἐπὶ  ὑποψίᾳ  τυραννίδος.  Ἐὰν  γὰρ  ὀχλαγωγοῦντα,   φησὶ, μάθωσιν  αὐτὸν  οἱ  . Ῥωμαῖοι,  ὑποπτεύσουσιν  ἡμᾶς,  καὶ  ἐλεύσονται,  καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. Τίνος ἕνεκεν; εἰπέ μοι· μὴ γὰρ ἀποστασίαν ἐδίδασκεν; οὐκ ἐπέτρεψε φόρον δοῦναι Καίσαρι; οὐχὶ βασιλέα αὐτὸν ποιῆσαι ἠθελήσατε, καὶ ἔφυγεν; οὐχὶ τὸν εὐτελῆ καὶ ἀπέριττον ἐπεδείκνυτο  βίον, μήτε οἰκίαν ἔχων, μήτε ἄλλο τῶν τοιούτων οὐδέν; Ταῦτα μὲν οὖν ἔλεγον, οὐ προσδοκῶντες, ἀλλὰ βασκαίνοντες. Ἐξέβη δὲ καὶ μὴ προσδοκώντων αὐτῶν, καὶ τὸ ἔθνος καὶ τὴν πόλιν ἔλαβον, ἐπειδὴ ἀνεῖλον αὐτόν. Καὶ γὰρ πόῤῥω πάσης ὑποψίας ἦν τὰ γινόμενα. Ὁ γὰρ ἰώμενος νοσοῦντας, καὶ ἄριστον διδάσκων βίον, καὶ ἄρχουσι πείθεσθαι ἐπιτάττων, οὐχὶ  τυραννίδα  συνίστη, ἀλλὰ  κατέλυεν.  Ἀλλ' ἀπὸ τῶν  προτέρων  στοχαζόμεθα, φησίν. Ἀλλ' ἐκεῖνοι ἀποστασίαν ἐδίδασκον· οὗτος δὲ τοὐναντίον. Ὁρᾷς ὅτι ὑπόκρισις ἦν τὰ λεγόμενα; Τί γὰρ ἐπεδείξατο τοιοῦτον; δορυφόρους σοβοῦντας ἐπήγετο; ὀχήματα ἐπεσύρετο; οὐχὶ τὰς ἐρημίας ἐδίωκεν; Ἀλλ' ἵνα μὴ δόξωσιν ἀπὸ πάθους τοῦ ἑαυτῶν λέγειν, τὴν πόλιν φασὶ κινδυνεύειν  πᾶσαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν φόβον. Οὐ ταῦτα τῆς αἰχμαλωσίας ὑμῖν αἴτια γέγονεν, ἀλλὰ τὰ ἐναντία, καὶ ταύτης καὶ τῆς εἰς Βαβυλῶνα, καὶ τῆς ἐπὶ Ἀντιόχου τῆς  μετὰ  ταῦτα·  οὐ  τὸ  εἶναι  παρ'  ὑμῖν  θεραπεύοντας,  ἀλλὰ  τὸ  εἶναι  ἐν  ὑμῖν ἀδικοῦντας,  καὶ  τὸν  Θεὸν παροργίζοντας,  τοῦτο  ὑμᾶς  ἐκδότους  ἐποίησεν.  Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν τῶν δεόντων ὁρᾷν ἀφιεὶς, ἅπαξ πηρώσας τὴν ψυχήν. Οὐχὶ πράους ἐδίδασκεν εἶναι; οὐχὶ ῥαπιζομένους τὴν δεξιὰν, στρέφειν καὶ τὴν ἑτέραν; οὐ φέρειν ἀδικουμένους; οὐ μείζονα ἐπιδείκνυσθαι προθυμίαν πρὸς τὸ κακῶς παθεῖν, ἢ ἕτεροι ἔχουσι πρὸς τὸ κακῶς ποιῆσαι; Ταῦτ' οὖν, εἰπέ μοι, τυραννίδα συνιστῶντος, ἀλλ'  οὐ  τυραννίδα  καθαιροῦντος; 

δʹ. Ἀλλ'  ὅπερ  ἔφην,  δεινὸν  ἡ  βασκανία  καὶ ὑποκρίσεως γέμον. Τοῦτο τὴν οἰκουμένην μυρίων ἐνέπλησε κακῶν· ἀπὸ τοῦ νοσήματος τούτου τὰ δικαστήρια κρινομένων  πεπλήρωται·  ἀπὸ τούτου δόξης καὶ χρημάτων ἔρως· ἀπὸ τούτου φιλαρχία καὶ ὑπεροψία· ἐντεῦθεν ὁδοὶ λῃστὰς μιαροὺς, καὶ θάλαττα πειρατὰς ἔχει· ἐντεῦθεν  οἱ κατὰ τὴν οἰκουμένην  φόνοι, ἐντεῦθεν  τὸ γένος ἡμῶν διέσπασται. Ὅπερ ἂν ἴδῃς κακὸν, ἀπὸ ταύτης ὂν ὄψει· τοῦτο καὶ εἰς τὰς Ἐκκλησίας εἰσεκώμασε· τοῦτο ἄνωθεν  τὰ μυρία εἰργάσατο δεινά· τοῦτο τὴν φιλαργυρίαν  ἔτεκεν· αὕτη ἡ νόσος τὰ ἄνω κάτω ἐποίησε, καὶ τὸ δίκαιον διέφθειρε (∆ῶρα γὰρ, φησὶν, ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φῖμος στόματι, ἀποστρέφει ἐλέγχους)· τοῦτο δούλους ἀντ' ἐλευθέρων ποιεῖ· περὶ τούτου καθ' ἑκάστην διαλεγόμεθα τὴν ἡμέραν, καὶ πλέον οὐδὲν γίνεται. Θηρίων γινόμεθα χείρους, ὀρφανοὺς ἁρπάζομεν, χήρας γυμνοῦμεν, πένητας ἀδικοῦμεν, οὐαὶ ἐπὶ οὐαὶ συνάπτομεν. Οἴμοι! ὅτι ἀπόλωλε  εὐλαβὴς ἀπὸ τῆς γῆς. Καὶ ἡμῶν ἐστι τὸ θρηνεῖν λοιπόν·  μᾶλλον  δὲ τοῦτο δεῖ καθ' ἑκάστην λέγειν  τὴν  ἡμέραν. Οὐδὲν ἐν εὐχαῖς ἀνύομεν, οὐδὲν ἐν συμβουλαῖς καὶ παραι . νέσεσι· λείπεται ἄρα τὸ δακρύειν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησε· πολλὰ  τοῖς ἐν Ἱεροσολύμοις παραινέσας, ὡς οὐδὲν ἐκέρδανον ἐκεῖνοι, ἐδάκρυσεν αὐτῶν τὴν πώρωσιν. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσι· τοῦτο καὶ ἡμεῖς πράττωμεν νῦν. Θρήνου λοιπὸν ὁ καιρὸς, καὶ δακρύων, καὶ οἰμωγῆς. Εὔκαιρον  εἰπεῖν  καὶ  ἡμᾶς  νῦν,  Καλέσατε τὰς  θρηνούσας,  καὶ  πρὸς  τὰς  σοφὰς ἀποστείλατε, καὶ φθεγξάσθωσαν. Τάχα οὕτω δυνησόμεθα ἐκβαλεῖν τὸ νόσημα τῶν τὰς οἰκίας οἰκοδομούντων  τὰς λαμπρὰς, τῶν ἀγροὺς περιβαλλομένων  ἐξ ἁρπαγῆς. Θρηνεῖν εὔκαιρον· ἀλλὰ συλλάβεσθέ μοι καὶ ὑμεῖς τῶν θρήνων, οἱ γεγυμνωμένοι τε καὶ ἠδικημένοι· τοῖς ὑμῶν θρήνοις καταγάγετέ μου τὰ δάκρυα. Ἀλλὰ θρηνοῦντες, μὴ ἑαυτοὺς, ἀλλ' ἐκείνους θρηνήσωμεν· οὐχ ὑμᾶς ἠδίκησαν, ἀλλ' ἑαυτοὺς ἀπώλεσαν. Ὑμεῖς μὲν γὰρ ἔχετε τὴν βασιλείαν τῶν οὐρανῶν ἀντὶ τῆς ἀδικίας· ἐκεῖνοι δὲ, τὴν γέενναν  ἀντὶ κέρδους. ∆ιὰ τοῦτο βέλτιον ἀδικεῖσθαι καὶ μὴ ἀδικεῖν. Θρηνήσωμεν αὐτοὺς θρῆνον, μὴ τὸν ἀνθρώπινον,  ἀλλὰ τὸν ἀπὸ τῶν θείων  Γραφῶν, ὃν καὶ οἱ προφῆται  ἐθρήνησαν.  Θρηνήσωμεν  μετὰ  Ἡσαΐου πικρὸν,  καὶ  εἴπωμεν·  Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Οἰκίαι μεγάλαι  καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Θρηνήσωμεν μετὰ τοῦ Ναοὺμ, καὶ εἴπωμεν μετ' ἐκείνου· Οὐαὶ ὁ οἰκοδομῶν εἰς ὕψος τὴν οἰκίαν αὐτοῦ! μᾶλλον δὲ θρηνήσωμεν αὐτοὺς, καθάπερ καὶ ὁ Χριστὸς τοὺς τότε, λέγων· Οὐαὶ ὑμῖν τοῖς πλουσίοις! ὅτι ἀπέχετε τὸν μισθὸν ὑμῶν,  καὶ  τὴν  παράκλησιν  ὑμῶν.  Οὕτω, παρακαλῶ,  θρηνοῦντες  καὶ  ἡμεῖς  μὴ παυσώμεθα· εἰ δὲ μὴ ἄσχημον, καὶ κοψώμεθα ὑπὲρ τῆς τῶν ἀδελφῶν ῥᾳθυμίας. Μὴ κλαίωμεν  τὸν ἤδη τεθνηκότα,  ἀλλὰ κλαίωμεν  τὸν ἅρπαγα, τὸν πλεονέκτην,  τὸν φιλάργυρον, τὸν ἄπληστον. ∆ιατί νεκροὺς θρηνοῦμεν, ἐφ' ὧν οὐδὲν ἔστιν ἀνύσαι λοιπόν; Θρηνήσωμεν τούτους, ἐφ' ὧν ἐστι καὶ μεταβολή. Ἀλλ' ἡμῶν θρηνούντων, τάχα  αὐτοὶ  γελῶσιν.  Ἀλλὰ  καὶ  τοῦτο  θρήνων  ἄξιον,  ὅτι  γελῶσιν,  ἐφ'  οἷς  ἔδει πενθεῖν. Εἰ μὲν γὰρ ἔπασχόν τι ἀπὸ τῶν ὀδυρμῶν τῶν ἡμετέρων, ἐχρῆν παύσασθαι ὀδυρομένους ὡς μέλλοντας διορθοῦσθαι· ἐπειδὴ δὲ ἀναισθήτως διάκεινται, μένωμεν ἡμεῖς κλαίοντες, μὴ τοὺς πλουτοῦντας ἁπλῶς, ἀλλὰ τοὺς φιλαργύρους, τοὺς πλεονέκτας,  τοὺς  ἅρπαγας.  Οὐ κακὸν  ὁ  πλοῦτος  (ἔστι  γὰρ  αὐτῷ  καὶ  εἰς  δέον χρήσασθαι, ὅταν εἰς τοὺς δεομένους ἀναλίσκωμεν)· ἀλλὰ κακὸν ἡ πλεονεξία, τὰς ἀθανάτους   προξενοῦσα  κολάσεις.  Θρηνήσωμεν  τοίνυν.   Ἴσως  γάρ   τις   ἔσται διόρθωσις· ἢ κἂν οἱ ἐμπεσόντες μὴ ἀπαλλαγῶσιν, ἕτεροι γοῦν οὐ περιπεσοῦνται τῷ δεινῷ, ἀλλὰ φυλάξονται. Γένοιτο δὲ κἀκείνους ἐλευθερωθῆναι  τοῦ νοσήματος, καὶ ἡμῶν  μηδένα  περιπεσεῖν  ποτε,  ἵνα  κοινῇ  πάντες  τῶν  ἐπηγγελμένων   τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |