ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΣΤ ΄Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις

Παρασκευή 28 Οκτωβρίου 2016

ΙΣΤ ΄Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΙΣΤ ΄Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις  ἢ ἅρπαξιν ἢ εἰ δωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμί γνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυ σος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

 αʹ. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ὁ τοιοῦτος, καὶ, Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, καὶ εἰκὸς ἦν αὐτοὺς ὑποπτεῦσαι ὅτι πάντας τοὺς πόρνους δεῖ φεύγειν (εἰ γὰρ μεταδίδωσι τῆς οἰκείας  λύμης  ὁ  ἡμαρτηκὼς  τοῖς  οὐχ  ἡμαρτηκόσι, πολλῷ  μᾶλλον  τοὺς  ἔξωθεν ἀποστρέφεσθαι χρή· εἰ γὰρ τοῦ οἰκείου οὐ δεῖ φείδεσθαι διὰ τὸ τοιαύτην ἐξ αὐτοῦ βλάβην γίνεσθαι, πολλῷ μᾶλλον τῶν ἄλλων)· τούτου δὲ ὑπονοουμένου ἀνάγκη ἦν χωρίζεσθαι καὶ τῶν παρ' Ἕλλησι πόρνων, καὶ οὕτως εἰς ἀδύνατον  τοῦ πράγματος περιισταμένου, μειζόνως ἂν ἐδυσχέρανον, τῇ ἐπιδιορθώσει ταύτῃ κέχρηται, λέγων· Ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· τὸ, Πάντως, ὡς ἐπὶ ὡμολογημένου  τιθείς.


Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι ὡς ἀτελεστέροις αὐτοῖς τοῦτο οὐκ ἐπέταξε, καὶ ὡς τέλειοι δῆθεν αὐτὸ πρᾶξαι ἐπιχειρήσωσι,  δείκνυσιν   ὅτι   οὐδὲ  δυνατὸν   τοῦτο   γενέσθαι,   οὐδὲ  εἰ  σφόδρα βούλοιντο· ἐπεὶ ἑτέραν οἰκουμένην ἔδει ζητῆσαι. ∆ιὸ καὶ ἐπήγαγεν· Ἐπεὶ ὀφείλετε ἄρα ἐκ  τοῦ  κόσμου ἐξελθεῖν.  Εἶδες πῶς  ἐστιν  ἀνεπαχθὴς,  καὶ  πανταχοῦ  οὐ  τὸ δυνατὸν  μόνον, ἀλλὰ καὶ  τὸ εὔκολον τῆς νομοθεσίας σκοπεῖ; Πῶς γὰρ ἔνι ἄνθρωπον  ὄντα,  φησὶ, καὶ οἰκίας  καὶ παίδων  προϊστάμενον, καὶ τὰ τῆς  πόλεως πράττοντα, ἢ χειροτέχνην  ὄντα, ἢ στρατευόμενον, τῶν πλειόνων  ὄντων Ἑλλήνων, τοὺς πανταχοῦ πόρνους φεύγειν; πόρνους γὰρ κόσμου τοὺς παρὰ τοῖς Ἕλλησι λέγει. Νῦν δὲ ἔγραψα ὑμῖν,  ἐάν  τις  ἀδελφὸς  ᾖ τοιοῦτος,  τῷ  τοιούτῳ  μηδὲ συνεσθίειν. Ἐνταῦθα καὶ ἑτέρους αἰνίττεται  ἐν πονηρίᾳ ζῶντας. Καὶ πῶς ἀδελφὸς ὢν, εἰδωλολάτρης  εἶναι δύναται; Ὡς ἐπὶ τῶν Σαμαρειτῶν συνέβη ποτὲ, οἳ ἐξ ἡμισείας τὴν εὐσέβειαν ᾑροῦντο· ἄλλως δὲ καὶ προκαταβάλλεται τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὃν μετὰ ταῦτα μέλλει γυμνάζειν. Ἢ πλεονέκτης. Καὶ γὰρ καὶ πρὸς τούτους ἀποδύεται· διὸ καὶ ἔλεγε· ∆ιὰ τί οὐκ ἀδικεῖσθε μᾶλλον; διὰ τί οὐκ ἀποστερεῖσθε; ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε. –Ἢ μέθυσος. Καὶ γὰρ καὶ τοῦτο ἐγκαλεῖ προϊὼν, ὡς ὅταν λέγῃ· Ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει· καὶ, Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἢ λοίδορος, ἢ ἅρπαξ. Καὶ γὰρ καὶ τούτοις ἐπετίμησεν ἔμπροσθεν. Εἶτα καὶ τὴν αἰτίαν προστίθησι, δι' ἢν οὐ κωλύει τοῖς ἔξωθεν τοιούτοις οὖσιν ἀναμίγνυσθαι, δεικνὺς ὅτι οὐ μόνον οὐ δυνατὸν, ἀλλὰ καὶ περιττόν· Τί γάρ μοι καὶ τοὺς ἔξωθεν κρίνειν; τοὺς ἔσω καὶ τοὺς ἔξω, τοὺς Χριστιανοὺς καὶ τοὺς Ἕλληνας καλῶν, καθὼς καὶ ἀλλαχοῦ φησι· ∆εῖ δὲ καὶ μαρτυρίαν ἔχειν αὐτὸν καλὴν ὑπὸ τῶν ἔξωθεν. Καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας δὲ Ἐπιστολῇ τὸ αὐτό φησι λέγων· Μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν  ἡγεῖσθε, ἀλλὰ  νουθετεῖτε  ὡς ἀδελφόν.  Ἐνταῦθα μέντοι  τὴν  αἰτίαν  οὐ  τίθησι.  Τί  δήποτε;   Ὅτι  ἐκεῖ  μὲν  παραμυθήσασθαι ἐβούλετο, ἐνταῦθα δὲ οὐκέτι. Οὐ γὰρ τὸ ἁμάρτημα ἐνταῦθα κἀκεῖ τὸ αὐτὸ, ἀλλ' ἐκεῖ ἔλαττον· ἀργίαν γὰρ ἐγκαλεῖ· ἐνταῦθα δὲ πορνείαν καὶ ἕτερα χαλεπώτατα ἁμαρτήματα. Καὶ πρὸς Ἕλληνας μὲν εἰ βούλοιτό τις ἀπιέναι, οὐ κωλύει συνεσθίειν, διὰ τὴν αὐτὴν πάλιν αἰτίαν. Οὕτω δὲ καὶ ἡμεῖς ποιοῦμεν, ὑπὲρ μὲν τῶν υἱῶν καὶ τῶν ἀδελφῶν πάντα πράττοντες, τῶν δὲ ἀλλοτρίων οὐ πολὺν ποιούμεθα λόγον. Τί οὖν; οὐκ ἐκήδετο  καὶ  τῶν  ἔξωθεν  Παῦλος; Ἐκήδετο μὲν,  ἀλλὰ  μετὰ τὸ δέξασθαι τὸ κήρυγμα   καὶ   ὑπευθύνους   ποιῆσαι   τῇ   διδασκαλίᾳ   τοῦ   Χριστοῦ,  τότε   αὐτοῖς ἐνομοθέτει· ἕως δὲ ὅτε κατεφρόνουν,  περιττὸν  ἦν  τὰ προστάγματα τοῦ Χριστοῦ λέγειν τοῖς αὐτὸν οὐκ εἰδόσι τὸν Χριστόν. Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς  κρινεῖ.  Ἐπειδὴ  γὰρ  εἶπε,  Τί  μοι  τοὺς  ἔξω  κρίνειν;  ἵνα  μή  τις  νομίσῃ ἀτιμωρήτους  τούτους  ἀφίεσθαι,  ἕτερον  δικαστήριον  ἐφίστησιν  αὐτοῖς  φοβερόν. Τοῦτο δὲ εἶπεν, ὁμοῦ μὲν ἐκείνους φοβῶν, ὁμοῦ δὲ τούτους παραμυθούμενος, καὶ δεικνὺς ὅτι ἡ κόλασις αὕτη ἡ πρόσκαιρος, τῆς ἀθανάτου καὶ διηνεκοῦς ἐξαρπάζει· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Νυνὶ δὲ κρινόμενοι, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν· καὶ, Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

 βʹ. Ἐμνημόνευσε ῥήσεως ἐν τῇ Παλαιᾷ κειμένης, ὁμοῦ μὲν δεικνὺς, ὅτι καὶ αὐτοὶ τὰ μέγιστα κερδανοῦσιν, ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες  χαλεποῦ, ὁμοῦ δὲ δηλῶν, ὅτι οὐ καινοτομία τὸ τοιοῦτον, ἀλλὰ καὶ ἄνωθεν ἐδόκει τοῦτο τῷ νομοθέτῃ τοὺς τοιούτους ἐκτέμνεσθαι· ἀλλ' ἐκεῖ μὲν  σφοδρότερον, ἐνταῦθα  δὲ ἡμερώτερον. ∆ιόπερ καὶ εἰκότως  ἄν τις διαπορήσειε, τί δήποτε ἐκεῖ μὲν συνεχώρει κολάζεσθαι τὸν ἡμαρτηκότα καὶ καταλεύεσθαι, ἐνταῦθα  δὲ οὐκέτι, ἀλλ' ἐπὶ μετάνοιαν  αὐτὸν  ἄγει. Τί δήποτ' οὖν ἑτέρως μὲν ἐκεῖνα, ἑτέρως δὲ ταῦτα διετυποῦτο; ∆ιὰ δύο ταύτας αἰτίας· μίαν μὲν, ὅτι ἐπὶ μείζονα ἀγῶνα οὗτοι ἤγοντο, καὶ πλείονος ἐδέοντο τῆς μακροθυμίας· ἑτέραν δὲ τὴν ἀληθεστέραν, ὅτι οὗτοι μὲν ἀπὸ τῆς ἀτιμωρησίας εὐκολώτερον διωρθοῦντο ἐπὶ μετάνοιαν  ἐρχόμενοι, ἐκεῖνοι δὲ ἐπὶ κακίαν μείζονα ἔμελλον  ἕρπειν. Εἰ γὰρ τοὺς πρώτους κολαζομένους ὁρῶντες  τοῖς αὐτοῖς ἐνέμενον,  εἰ μηδὲ ἐκολάζοντό τινες, πολλῷ μᾶλλον τοῦτο ἂν ἔπαθον. ∆ιὰ τοῦτο ἐκεῖ μὲν τῷ μοιχῷ καὶ τῷ ἀνδροφόνῳ θάνατος εὐθέως ἐπάγεται· ἐνταῦθα δὲ, ἐὰν διὰ μετανοίας ἀπολούσωνται, διέφυγον τὴν κόλασιν. Πλὴν καὶ ἐνταῦθα σφοδροτέρας, καὶ ἐν τῇ Παλαιᾷ ἡμερωτέρας ἴδοι τις ἂν τιμωρίας, ἵνα δειχθῇ  διὰ πάντων,  ὅτι συγγενεῖς αἱ διαθῆκαι καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ νομοθέτου· καὶ παρὰ πόδας καὶ ἐκεῖ καὶ ἐνταῦθα τὰς τιμωρίας, καὶ μετὰ πολὺν χρόνον πολλάκις ἐν ἑκατέρᾳ, καὶ οὐδὲ μετὰ πολὺν χρόνον πολλάκις, ἀλλὰ μετανοίᾳ μόνῃ ἀρκούμενον τὸν Θεόν. Καὶ γὰρ ἐν τῇ Παλαιᾷ μοιχεύσας καὶ φονεύσας ὁ ∆αυῒδ, διὰ  μετανοίας  ἐσώθη, καὶ  ἐν  τῇ  Καινῇ μικρὰ  ἀπὸ  χωρίου  τιμῆς  ὑφελόμενος  ὁ Ἀνανίας μετὰ τῆς γυναικὸς  ἀπώλετο. Εἰ δὲ πλεονάζει  ταῦτα ἐν τῇ Παλαιᾷ, τὰ δὲ ἐναντία  ἐν  τῇ  Καινῇ, ἡ  διαφορὰ  τῶν  προσώπων  τὴν  διαφορὰν  τῆς  τοιαύτης οἰκονομίας  ἐργάζεται.  Τολμᾷ τις  ὑμῶν,  πρὸς τὸν  ἀδελφὸν  αὐτοῦ  πρᾶγμα ἔχων,κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐνταῦθα πάλιν ὡς ἐπὶ ὡμολογημένων  ποιεῖται  τὴν κατηγορίαν. Καὶ γὰρ ἐκεῖ φησιν, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· καὶ ἐνταῦθα, Τολμᾷ τις ὑμῶν; ἐκ προοιμίων εὐθέως τὸν θυμὸν ἐνδεικνύμενος, καὶ δεικνὺς ὅτι τόλμης ἐστὶ τὸ πρᾶγμα καὶ παρανομίας. Καὶ τί δήποτε τὸν  περὶ πλεονεξίας  καὶ τοῦ μὴ δεῖν  ἔξω κρίνεσθαι  παρενέβαλε  λόγον;  Οἰκεῖοννόμον πληρῶν. Καὶ γὰρ ἔθος αὐτῷ τὰ παρεμπίπτοντα  διορθοῦν, ὥσπερ ἡνίκα περὶ τῶν κοινῶν τραπεζῶν διαλεγόμενος, εἰς τὸν περὶ τῶν μυστηρίων ἐξέβη λόγον. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ πλεονεκτῶν  ἀδελφῶν  ἐμνημόνευσε, ζέων τῇ φροντίδι  τῆς διορθώσεως τῶν  ἁμαρτανόντων  οὐκ ἀνέχεται  διατηρῆσαι τάξιν· ἀλλὰ  τὸ ἐκ τῆς ἀκολουθίας  ἀχθὲν  εἰς  μέσον  ἁμάρτημα  διορθοῦται  πάλιν,  καὶ  οὕτως  ἐπὶ  τὸν πρότερον ἐπάνεισιν. Ἀκούσωμεν οὖν τί φησι καὶ περὶ τούτου· Τολμᾷ τις ὑμῶν πρὸς τὸν  ἀδελφὸν  αὐτοῦ  πρᾶγμα ἔχων,  κρίνεσθαι ἐπὶ  τῶν  ἀδίκων,  καὶ οὐχὶ  ἐπὶ  τῶν ἁγίων; Τέως ἐκ τῶν ὀνομάτων γυμνοῖ καὶ ἀποτρέπει, καὶ ἐγκαλεῖ. Καὶ ἐκ προοιμίων μὲν οὐκ ἀνατρέπει  τὴν κρίσιν τὴν ἐπὶ τῶν  πιστῶν· ὅτε δὲ αὐτοὺς κατέπληξε διὰ πολλῶν,  τότε καὶ τὸ ὅλως  κρίνεσθαι ἀνεῖλε.  Μάλιστα μὲν  γὰρ εἰ δεῖ κρίνεσθαι, φησὶν,  ἐπὶ  τῶν  ἀδίκων  οὐκ ἔδει·  ὅλως  δὲ οὐδὲ κρίνεσθαι  δεῖ. Ἀλλὰ  τοῦτο  μὲν ὕστερον τίθησι· τέως δὲ τὸ πρῶτον διακαθαίρει τὸ μὴ ἔξω δικάζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον πρὸς τὸν φίλον μικροψυχοῦντα, τὸν ἐχθρὸν καταλλάκτην λαμβάνειν, φησί; πῶς δὲ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, ὅταν Ἕλλην τῷ Χριστιανῷ καθέζηται δικάζων; Εἰ δὲ ὑπὲρ ἰδιωτικῶν  οὐ χρὴ παρ' Ἕλλησι δικάζεσθαι, πῶς αὐτοῖς ἐπιτρέψομεν ὑπὲρ ἑτέρων μειζόνων; Καὶ ὅρα πῶς εἶπεν· οὐκ εἶπεν, Ἐπὶ τῶν ἀπίστων, ἀλλ', Ἐπὶ τῶν ἀδίκων, λέξιν  θεὶς, ἧς μάλιστα χρείαν εἶχεν  εἰς τὴν προκειμένην  ὑπόθεσιν, ὥστε ἀποτρέψαι καὶ ἀπαγαγεῖν. Ἐπειδὴ γὰρ περὶ δίκης αὐτῷ ὁ λόγος ἦν, οἱ δικαζόμενοι δὲ οὐδὲν  οὕτως  ἐπιζητοῦσιν,  ὡς  τὸ πολλὴν  εἶναι  πρόνοιαν  τοῦ  δικαίου  παρὰ τοῖς δικάζουσιν, ἐντεῦθεν αὐτοὺς ἀποτρέπει, μονονουχὶ  λέγων· Ποῖ φέρῃ καὶ τί ποιεῖς, ἄνθρωπε,  τοὐναντίον  πάσχων,  ὧν  ἐπιθυμεῖς,  καὶ  ὑπὲρ τοῦ  τῶν  δικαίων  τυχεῖν ἀδίκοις  ἐπιτρέπων  ἀνθρώποις;  Καὶ ἐπειδὴ  εὐθέως  φορτικὸν  ἦν  ἀκοῦσαι  τὸ  μὴ δικάζεσθαι, οὐκ  εὐθέως  τοῦτο  ἐπήγαγεν,  ἀλλὰ  τοὺς  δικάζοντας  ἤμειψε  μόνον, ἔξωθεν  εἰς  τὴν  Ἐκκλησίαν  εἰσάγων  τοὺς  δικαζομένους.  Εἶτα,  ἐπειδὴ εὐκαταφρόνητον  εἶναι ἐδόκει τὸ παρὰ τοῖς ἔνδον δικάζεσθαι, καὶ μάλιστα τότε (οὐ γὰρ ἦσαν ἴσως ἱκανοὶ πρᾶγμα συνιδεῖν, οὔτε τοιοῦτοι οἷοι οἱ ἔξωθεν δικασταὶ νόμων ἔμπειροι  καὶ  ῥητορείας,  ἅτε  ἐξ  ἰδιωτῶν   οἱ  πλείους  ὄντες)·  ὅρα  πῶς  αὐτοὺς ἀξιοπίστους ποιεῖ, πρῶτον  ἁγίους  καλέσας. Ἀλλ' ἐπειδὴ τοῦτο βίου καθαρότητα, οὐκέτι δὲ ἀκρίβειαν τὴν περὶ τὴν ἀκρόασιν αὐτοῖς ἐμαρτύρει, ὅρα πῶς καὶ τοῦτο μεθοδεύει τὸ μέρος, λέγων οὕτως· Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι;


γʹ. Σὺ τοίνυν  ὁ  μέλλων  κρίνειν  ἐκείνους  τότε,  πῶς  ὑπ'  ἐκείνων  ἀνέχῃ κρίνεσθαι  νῦν;  Κρινοῦσι δὲ οὐχὶ  αὐτοὶ  καθήμενοι  καὶ λόγον  ἀπαιτοῦντες,  ἀλλὰ κατακρινοῦσι. Τοῦτο γοῦν δηλῶν ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων  ἐλαχίστων;  Οὐ γὰρ εἶπεν, Ὑφ' ὑμῶν, ἀλλ',  Ἐν ὑμῖν· ὥσπερ ὅταν λέγῃ· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· καὶ, Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Ὅταν γὰρ τὸν αὐτὸν ἥλιον   ὁρῶντες,   καὶ   τῶν   αὐτῶν   μετέχοντες   πάντων,   ἡμεῖς   μὲν   εὑρεθῶμεν πιστεύσαντες,  ἐκεῖνοι  δὲ  ἠπιστηκότες,  οὐ  δυνήσονται  εἰς  ἄγνοιαν  καταφυγεῖν· κατηγορήσομεν  γὰρ  αὐτῶν  ἡμεῖς  δι' αὐτῶν,  ὧν  ἐπράξαμεν.  Καὶ πολλὰ  τοιαῦτα εὑρήσει  τις  ἐκεῖ  κριτήρια.  Εἶτα, ἵνα  μὴ  δόξῃ  τις  περὶ  ἄλλων  λέγειν,  ὅρα πῶς κοινοποιεῖ  τὸν λόγον· Καὶ εἰ ἐν ὑμῖν  κρίνεται  ὁ κόσμος, ἀνάξιοί  ἐστε κριτηρίωνἐλαχίστων; Αἰσχύνην ὑμῖν φέρει τὸ πρᾶγμα, φησὶ, καὶ ὄνειδος ἄφατον. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινομένους αἰσχύνεσθαι, τοὐναντίον  μὲν οὖν ἐστιν αἰσχύνη, φησὶν, ὅταν ὑπὸ τῶν ἔξω κρίνεσθε· ἐκεῖνα γάρ ἐστιν ἐλάχιστα τὰ κριτήρια, οὐ ταῦτα. Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; Τινὲς ἐνταῦθά φασι τοὺς ἱερέας αἰνίττεσθαι· ἀλλ' ἄπαγε· περὶ γὰρ δαιμόνων ὁ λόγος αὐτῷ. Εἰ γὰρ περὶ ἱερέων ἔλεγε διεφθαρμένων, ᾐνίξατο ἂν αὐτοὺς ἄνω εἰπὼν, ὅτι Ἐν ὑμῖν κρίνεται ὁ κόσμος· οἶδε γὰρ κόσμον καὶ τοὺς πονηροὺς ἀνθρώπους καλεῖν ἡ Γραφή· καὶ οὐκ ἂν ἐκ δευτέρου τὸ αὐτὸ εἶπεν, οὐδ' ἂν ὡς μεῖζόν τι λέγων ὕστερον αὐτὸ τέθεικεν. Ἀλλὰ περὶ ἐκείνων λέγει τῶν ἀγγέλων, περὶ ὧν φησιν ὁ Χριστός· Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις  αὐτοῦ· καὶ ὁ Παῦλος, ὅτι Οἱ ἄγγελοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ὅταν γὰρ αἱ ἀσώματοι δυνάμεις αὗται ἔλαττον ἡμῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλεπωτέραν δώσουσι δίκην. Εἰ δὲ ἔτι φιλονεικοῖέν  τινες  ἱερέας λέγειν  αὐτὸν, ἐρόμεθα ποίους ἱερέας;   Τοὺς  βιωτικῶς   περιπατήσαντας   πάντως.   Πῶς  οὖν   φησιν,   Ἀγγέλους κρινοῦμεν,   μήτι  γε  βιωτικὰ,   πρὸς  ἀντιδιαστολὴν   τῶν   βιωτικῶν   τιθεὶς   τοὺς ἀγγέλους; Εἰκότως, ἅτε τῆς τούτων  χρείας ἐκτὸς γενομένους  διὰ τὴν τῆς φύσεως ὑπεροχήν.  Βιωτικὰ  μὲν  οὖν  κριτήρια  ἐὰν  ἔχητε,  τοὺς  ἐξουθενημένους   ἐν  τῇ Ἐκκλησίᾳ, τούτους καθίζετε. Μεθ' ὑπερβολῆς ἡμᾶς διδάξαι βουλόμενος, ὅτι, οὐδ' ἂν ὁτιοῦν ᾖ, τοῖς ἔξωθεν ἑαυτοὺς διδόναι χρὴ, τὴν δοκοῦσαν εἶναι ἀντίθεσιν κινήσας, προηγουμένως  ταύτην  ἔλυσεν. Ὃ γὰρ λέγει,  τοιοῦτόν  ἐστιν· Ἴσως ἐρεῖ τις,  ὅτι οὐδεὶς ἐν ὑμῖν σοφὸς οὐδὲ ἱκανὸς διακρῖναι, ἀλλ'  εὐκαταφρόνητοι  πάντες. Καὶ τί τοῦτο; Κἂν γὰρ μηδεὶς ᾖ σοφὸς, φησὶ, τοῖς ἐλαχίστοις  ἐπιτρέπετε. Τοῦτο δὲ πρὸς ἐντροπὴν  ὑμῖν  λέγω.  Ἐλέγχοντός  ἐστι τὴν  τούτων  ἀντίθεσιν,  ὡς  σκῆψιν  οὖσαν περιττήν· διὸ καὶ ἐπήγαγεν· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; Τοσαύτη, φησὶν, ἀπορία; τοσαύτη σπάνις ἀνδρῶν συνετῶν παρ' ὑμῖν· Καὶ ἡ ἐπαγωγὴ δὲ μείζονα τὴν πληγὴν ἔχει εἰπὼν γὰρ, Οὕτως οὐκ ἔνι σοφὸς  ἐν ὑμῖν οὐδὲ εἷς; ἐπήγαγεν· Ὃς δυνήσηται διακρῖναι μεταξὺ τοῦ ἀδελφοῦ αὐτοῦ; Ὅταν γὰρ ἀδελφὸς δικάζηται μετὰ ἀδελφοῦ, οὐδὲ πολλῆς δεῖ τῆς συνέσεως καὶ τῆς δεινότητος τῷ μεσιτεύοντι τῇ δίκῃ, τῆς  διαθέσεως  καὶ  τῆς  συγγενείας  πολλὰ  συμπραττούσης  πρὸς  τὴν  λύσιν  τῆς τοιαύτης φιλονεικίας. Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. Εἶδες πῶς ἐν ἀρχῇ μὲν χρησίμως διέβαλε τοὺς δικάζοντας, ἀδίκους καλέσας· ἐνταῦθα δὲ ἐντρεπτικῶς, ἀπίστους εἰπών; Καὶ γὰρ σφόδρα αἰσχρὸν, εἰ μηδὲ ἀδελφοῖς δυνατὸν γενέσθαι καταλλαγῆς  αἴτιον τὸν ἱερέα, ἀλλ' ἀνάγκη πρὸς τοὺς ἔξω τρέχειν. Ὥστε εἰπὼν, Τοὺς ἐξουθενημένους, οὐ τοῦτο εἶπε προηγουμένως, ὅτι τοὺς ἀπεῤῥιμμένους δεῖ καθίζειν, ἀλλὰ καθαπτόμενος αὐτῶν. Ὅτι γὰρ τοῖς δυναμένοις διακρίνειν ἐπιτρέπειν  χρὴ, ἐδήλωσεν  εἰπών·  Οὕτως οὐκ ἔνι  σοφὸς ἐν ὑμῖν  οὐδὲ εἷς; καὶ ἐκ περιουσίας  ἐπιστομίζων  καὶ  λέγων,  ὅτι  εἰ  καὶ  μηδεὶς  ἦν  σοφὸς  ἐν  ὑμῖν,  τοῖς ἀσυνέτοις ἐπιτρέπειν ἐχρῆν μᾶλλον τὴν ἀκρόασιν, ἢ τοὺς ἔξωθεν δικάζειν. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν οἰκίᾳ μὲν γινομένης μάχης, μηδένα τῶν ἔξωθεν καλεῖν, ἀλλ' αἰσχύνεσθαι εἰ διαδοθείη πρὸς τοὺς ἔξω τὰ ἔνδον γινόμενα· ἔνθα δὲ Ἐκκλησία, τῶν ἀποῤῥήτων  μυστηρίων  ὁ θησαυρὸς, πάντα  ἐκφέρεσθαι ἔξω; Ἀλλὰ ἀδελφὸς  μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. ∆ιπλοῦν τὸ ἔγκλημα, ὅτι κρίνεται, καὶ ἐπὶ ἀπίστων. Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἁμάρτημα τὸ πρὸς ἀδελφὸν κρίνεσθαι, τὸ καὶ ἐπὶ ἐξωτικῶν ποίαν ἔχει συγγνώμην; Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν. Εἶδες ποῦ αὐτὸ ἐτήρησε, καὶ πῶς εὐκαίρως αὐτὸ ἀνεῖλεν; Οὔπω γὰρ λέγω, φησὶ, τὶς ἀδικεῖ, ἢ τὶς ἀδικεῖται· τέως αὐτῷ τῷ κρίνεσθαι ἑκάτερος διαβέβληται, καὶ οὐδὲν ἕτερος ἑτέρου βελτίων κατὰ τοῦτο.


δʹ. Εἰ δὲ δικαίως ἢ ἀδίκως κρίνεται, ἑτέρου λόγου τοῦτο. Μὴ τοίνυν  λέγε· Τὶς ἠδίκησεν· ἐντεῦθεν γὰρ ἤδη σε κατακρίνω ἀπὸ τοῦ δικάζεσθαι. Εἰ δὲ τὸ μὴ δύνασθαι φέρειν ἀδικοῦντα, ἔγκλημα, τὸ καὶ  ἀδικεῖν  πόσης κατηγορίας  ἄξιον; ∆ιὰ τί  οὐχὶ  μᾶλλον  ἀδικεῖσθε; διὰ τί  οὐχὶ μᾶλλον  ἀποστερεῖσθε;  ἀλλ' αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Πάλιν διπλοῦν τὸ ἔγκλημα, τάχα δὲ καὶ τριπλοῦν καὶ τετραπλάσιον. Ἓν μὲν, τὸ μὴ εἰδέναι ἀδικούμενον φέρειν· δεύτερον δὲ, τὸ καὶ ἀδικεῖν· τρίτον, τὸ καὶ τοῖς ἀδίκοις ἐπιτρέπειν περὶ τούτων· τέταρτον, τὸ καὶ ἀδελφόν. Οὐδὲ γὰρ ὁμοίως τὰ ἁμαρτήματα κρίνεται, ὅταν εἰς τὸν τυχόντα καὶ εἰς τὸ οἰκεῖον γίνηται μέλος. Ἀπὸ γὰρ πλείονος ἰταμότητος τολμᾶται τοῦτο· κἀκεῖ μὲν ἡ φύσις τοῦ πράγματος καταπεπάτηται μόνη, ἐνταῦθα  δὲ  καὶ  ἡ  τοῦ  προσώπου  ποιότης.  Ἐντρέψας  τοίνυν  ἀπὸ  τῶν  κοινῶν λογισμῶν, καὶ πρὸ τούτων ἀπὸ τῶν κειμένων ἐπάθλων, εἰς ἀπειλὴν κατακλείει τὴν παραίνεσιν, ἰσχυρότερον ποιῶν τὸν λόγον, καὶ οὕτω λέγων· Οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ,  οὔτε μαλακοὶ,  οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται,  οὐ κλέπται,  οὐ μέθυσοι, οὐ  λοίδοροι,  οὐχ  ἅρπαγες  βασιλείαν  Θεοῦ  κληρονομήσουσι.  Τί λέγεις; περὶ πλεονεκτῶν  διαλεγόμενος, τοσοῦτον ὄχλον ἐπήγαγες ἡμῖν παρανόμων ἀνθρώπων;  Ναὶ, φησίν· ἀλλ'  οὐ συγχέων  τὸν λόγον  τοῦτο ποιῶ, ἀλλὰ  καὶ τάξει  προβαίνων.  Ὥσπερ γὰρ περὶ τῶν  πόρνων  διαλεγόμενος,  μέμνηται  πάντων  ὁμοῦ, οὕτω πάλιν  τοῦ πλεονέκτου  μνησθεὶς, πάντας εἰς μέσον ἄγει, πρὸς τοὺς ἐλέγχους συνεθίζων τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς. Τὸ γὰρ ἐν ταῖς τῶν ἑτέρων μνήμαις συνεχῶς ἀκούειν τὴν κειμένην  κόλασιν αὐτοῖς, εὐπαράδεκτον ποιεῖ τὸν ἔλεγχον, ἐπειδὰν  τοῖς  οἰκείοις  αὐτῶν  ἁμαρτήμασιν  ἐπαποδύηται.  Οὐδὲ γὰρ  ὡς  συνειδὼς ἐνταῦθα αὐτοῖς ταῦτα, οὐδὲ ὡς ἐλέγχων ποιεῖται τὴν ἀπειλήν· ὃ μάλιστα καὶ ἱκανόν ἐστι κατασχεῖν τὸν ἀκροατὴν, καὶ μὴ ἀφεῖναι  ἀποπηδῆσαι, ὅταν μὴ πρὸς αὐτὸν ὁ λόγος ἀποτείνηται, ἀλλ' ἀδιορίστως λεγόμενος, λανθανόντως  αὐτοῦ πλήττῃ τὸ συνειδός. Μὴ πλανᾶσθε. Ἐνταῦθα αἰνίττεταί τινας λέγοντας, ὅπερ καὶ νῦν λέγουσιν οἱ πολλοὶ, ὅτι Φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς, οὐκ ἐπεξέρχεται τοῖς πλημμελήμασι· μὴ δὴ φοβηθῶμεν· οὐδένα γὰρ ἐπ' οὐδενὶ δίκην ἀπαιτήσει ποτέ. Καὶ τούτων  ἕνεκέν  φησιν·  Μὴ  πλανᾶσθε.  Πλάνης  γάρ  ἐστιν  ἐσχάτης  καὶ  ἀπάτης, ἐλπίσαντα χρηστὰ τῶν ἐναντίων  ἐπιτυχεῖν, καὶ ταῦτα περὶ Θεοῦ ὑποπτεύειν, ἃ μηδὲ περὶ ἀνθρώπου τις ἐννοήσειε. ∆ιό φησιν ὁ προφήτης ἐκ προσώπου αὐτοῦ· Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου· καὶ ὁ Παῦλος ἐνταῦθα, Μὴ πλανᾶσθε· οὔτε πόρνοι (τὸν ἤδη καταδικασθέντα  πρῶτον  τίθησιν), οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε μέθυσοι, οὔτε λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι. Πολλοὶ τούτου ἐπελάβοντο τοῦ χωρίου, ὡς  σφόδρα τραχέος,  εἴ  γε  τὸν  μέθυσον καὶ  λοίδορον  μετὰ  τοῦ  μοιχοῦ  καὶ  τοῦ ἡταιρηκότος καὶ τοῦ ἀρσενοκοίτου τίθησι· καίτοι γε οὐκ ἴσα τὰ ἐγκλήματα, πῶς οὖν τὰ τῆς κολάσεως ἴσα; Τί οὖν ἐροῦμεν; Ὅτι μάλιστα μὲν οὖν οὐ μικρὸν τὸ τῆς μέθης καὶ τὸ τῆς λοιδορίας, ἐπεὶ καὶ ὁ Χριστὸς τὸν μωρὸν καλέσαντα τὸν ἀδελφὸν  τῇ γεέννῃ παρέδωκε. Πολλάκις γὰρ ἐντεῦθεν ἐτέχθη θάνατος· καὶ ὁ τῶν Ἰουδαίων δὲ δῆμος τὰ χαλεπώτατα  ἐκ τῆς  μέθης  ἐξήμαρτεν  ἁμαρτήματα· ἔπειτα,  ὅτι  οὐ περὶ κολάσεως  ὁ  λόγος  αὐτῷ  τέως,  ἀλλὰ  περὶ  ἐκπτώσεως  βασιλείας.  Τῆς  μὲν  οὖν βασιλείας  ὁμοίως  καὶ  οὗτος  καὶ  ἐκεῖνος  ἐκπίπτουσιν·  εἰ  δέ  τινα  ἐν  τῇ  γεέννῃ διαφορὰν ἕξουσιν, οὐ τοῦ παρόντος καιροῦ ζητεῖν· οὐ γὰρ περὶ τούτου πρόκειται νῦν ἡμῖν. Καὶ ταῦτά τινες ἦτε· ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε. Σφόδρα ἐντρεπτικῶς ἐπήγαγε  λέγων·  Ἐννοήσατε  ἡλίκων   ὑμᾶς  ἐξείλετο  κακῶν  ὁ  Θεὸς, ὅσην  ὑμῖν φιλανθρωπίας  παρέσχετο πεῖραν καὶ ἀπόδειξιν· καὶ οὐδὲ μέχρι τῆς ἀπαλλαγῆς τὴν ἀντίδοσιν  ἔδωκεν,  ἀλλ'  ἐπὶ  πολὺ  τὴν  εὐεργεσίαν  προήγαγε·  καὶ  γὰρ  καθαρὸν ἐποίησεν. Ἆρ' οὖν τοῦτο μόνον; Οὐδαμῶς, ἀλλὰ καὶ ἡγίασεν· ἀλλ' οὐδὲ τοῦτο μόνον, ἀλλὰ  καὶ  ἐδικαίωσε.  Καίτοι γε  καὶ  τὸ  τῶν  ἁμαρτημάτων  ἀπαλλαγῆναι,  δωρεὰ μεγάλη· νυνὶ δέ σε καὶ μυρίων ἐνέπλησεν ἀγαθῶν. Καὶ τοῦτο γέγονεν Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐκ ἐν τῷδε καὶ τῷδε, ἀλλὰ Καὶ ἐν τῷ Πνεύματι τοῦ  Θεοῦ ἡμῶν.  Ταῦτα οὖν  εἰδότες,  ἀγαπητοὶ,  καὶ  τὸ μέγεθος  τῆς  γεγενημένης εὐεργεσίας ἐννοοῦντες, μένωμεν σωφρόνως βιοῦντες, τῶν τε ἀπηριθμημένων καθαρεύοντες ἁπάντων,  καὶ τὰ δικαστήρια φεύγωμεν  τὰ ἐν ἀγοραῖς ταῖς ἔξω, καὶ τὴν εὐγένειαν, ἣν ὁ Θεὸς  ἡμῖν ἐχαρίσατο, ταύτην διαφυλάξωμεν.  Ἐννόησον  γὰρ ἡλίκης ἐστὶν αἰσχύνης καθέζεσθαι Ἕλληνά σοι δίκαια νέμοντα.

εʹ. Τί οὖν, φησὶν, ἐὰν παρανόμως  ὁ ἔνδον  κρίνῃ; ∆ιὰ τί, εἰπέ μοι; κατὰ ποίους γὰρ νόμους δικάζει ὁ Ἕλλην; καὶ κατὰ ποίους ὁ Χριστιανός; οὐκ εὔδηλον ὅτι κατὰ μὲν τοὺς τῶν ἀνθρώπων ὁ Ἕλλην, κατὰ δὲ τοὺς τοῦ Θεοῦ ὁ Χριστιανός; Οὐκοῦν ἐνταῦθα μᾶλλον τὸ δίκαιον,  ἐπειδὴ καὶ ἐξ οὐρανῶν  εἰσιν οἱ νόμοι πεμφθέντες.  Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν μετὰ τῶν εἰρημένων καὶ ἕτερα ἔστιν ὑποπτεῦσαι πολλὰ, καὶ ῥητόρων δεινότητα  καὶ  διαφθορὰν  ἀρχόντων  καὶ  πολλὰ  ἄλλα  τὸ  δίκαιον  λυμαινόμενα· ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. Τί οὖν, ἂν ὁ ἀντίδικος δυνάστης ᾖ, φησί; Καὶ διὰ τοῦτο μὲν οὖν μάλιστα δικάζεσθαι ἐνταῦθα χρή· ἐν γὰρ τοῖς ἔξω δικαστηρίοις περιέσται σου πάντως. Εἰ δὲ οὐκ ἀνέχεται, ἀλλὰ καὶ τῶν ἔνδον καταφρονεῖ καὶ ἔξω πρὸς βίαν ἕλκει,  βέλτιον,   ὅπερ  ἐξ  ἀνάγκης   μέλλεις   πάσχειν,   ἑκὼν   ὑποστῆναι   καὶ  μὴ δικάσασθαι, ἵνα  καὶ μισθὸν ἔχῃς. Ἂν  γάρ τίς  σοι, φησὶ, θέλῃ  κριθῆναι,  καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ. Καὶ τί χρὴ λέγειν τὰ ἡμέτερα; καὶ γὰρ αὐτοὶ οἱ τῶν ἔξωθεν δικαστηρίων συνήγοροι μυριάκις ταῦτα λέγουσι, ὅτι βέλτιον ἔξωθεν διαλύεσθαι.  Ἀλλ'  ὢ  τῶν   χρημάτων!  μᾶλλον   δὲ,  ὢ  τοῦ  ἀτόπου  ἔρωτος  τῶν χρημάτων! ὅτι πάντα  ἀνέτρεψε καὶ κατέβαλε, καὶ πάντα  λῆρος τοῖς πολλοῖς  καὶ μῦθοι  διὰ  τὰ  χρήματα.  Καὶ  τὸ  μὲν   βιωτικοὺς   εἶναι   τοὺς  τοῖς  δικαστηρίοις ἐνοχλοῦντας,  οὐδὲν  θαυμαστόν· τὸ  δὲ πολλοὺς  τῶν  ἀποταξαμένων  τὰ  αὐτὰ  δὴ ταῦτα ποιεῖν, τοῦτό ἐστιν ὃ συγγνώμης πάσης ἐστέρηται. Εἰ γὰρ ἐθέλοις ἰδεῖν πόσον ταύτης ἀπέχειν σε τῆς χρείας, τῆς τῶν δικαστηρίων λέγω, προσέταξεν ἡ Γραφὴ, καὶ τίσιν οἱ νόμοι κεῖνται μαθεῖν, ἄκουσον τί φησιν ὁ Παῦλος· ∆ικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις. Εἰ δὲ περὶ τοῦ Μωσαϊκοῦ ταῦτά φησι, πολλῷ μᾶλλον περὶ τῶν ἔξωθεν. Ἂν μὲν οὖν ἀδικῇς, δῆλον ὡς οὐκ ἂν εἴης δίκαιος· ἐὰν δὲ ἀδικῇ καὶ φέρῃς (δικαίου γὰρ μάλιστα τοῦτό ἐστιν), οὐδὲν χρείαν ἔχεις τῶν ἔξωθεν νόμων. Καὶ πῶς δυνήσομαι φέρειν ἀδικούμενος, φησί; Καίτοι γε ὁ Χριστὸς καὶ τούτου τι πλέον προσέταξεν. Οὐ γὰρ μόνον ἀδικούμενον  φέρειν ἐκέλευσεν, ἀλλὰ καὶ προσεπιδαψιλεύεσθαι τῷ ἀδικοῦντι, καὶ τῇ προθυμίᾳ τοῦ πάσχειν ὑπερβαίνειν  τὴν ἐπιθυμίαν  τοῦ ποιοῦντος  κακῶς. Οὐ γὰρ εἶπε, Τῷ θέλοντί  σοι κριθῆναι  καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες τὸν χιτῶνα· ἀλλὰ, Μετ' ἐκείνου καὶ τὸ ἱμάτιον δός. Νίκησον γὰρ αὐτὸν, φησὶ, τῷ κακῶς πάσχειν, μὴ τῷ κακῶς ποιεῖν· αὕτη γὰρ ἡ σαφὴς νίκη καὶ λαμπρά. ∆ιὸ καὶ προϊὼν ἔλεγεν ὁ Παῦλος· Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν. Καὶ διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; Ὅτι γὰρ ὁ ἀδικούμενος νικᾷ μᾶλλον τοῦ μὴ φέροντος ἀδικεῖσθαι, τοῦτο ὑμῖν ποιήσω φανερόν. Ὁ μὴ φέρων ἀδικεῖσθαι, κἂν εἰς δικαστήριον ἑλκύσῃ, κἂν περιγένηται, τότε μάλιστα ἥττηται· ὃ γὰρ  οὐκ  ἤθελεν,  ἔπαθεν·  ἠνάγκασε  γὰρ  αὐτὸν  ὁ  ἀντίδικος   καὶ  ἀλγῆσαι  καὶ δικάσασθαι. Τί γὰρ ὅτι νενίκηκας;  τί δὲ ὅτι τὰ χρήματα ἀπέλαβες ἅπαντα; ὅπερ οὐκ ἐβούλου τέως  ὑπέμεινας,  ἀναγκασθεὶς δικάσασθαι. Ἂν  δὲ ἐνέγκῃς  τὴν ἀδικίαν,  νικᾷς  χρημάτων  μὲν  ἀποστερούμενος, τῆς  δὲ νίκης,  οὐκέτι  τῆς  ἐπὶ  τῇ φιλοσοφίᾳ ταύτῃ· οὐ γὰρ ἴσχυσέ σε ἀναγκάσαι ἐκεῖνος, ὅπερ οὐκ ἐβούλου, ποιῆσαι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εἰπέ μοι, τίς ἐνίκησεν, ὁ βάσκανος, ἢ ὁ ἐπὶ τῆς κοπρίας; τίς ἡττήθη, ὁ πάντα ἀφαιρεθεὶς Ἰὼβ, ἢ ὁ πάντα ἀφελόμενος διάβολος; ∆ῆλον ὅτι ὁ πάντα  ἀφελόμενος  διάβολος. Τίνα οὖν θαυμάζομεν τῆς νίκης,  τὸν  διάβολον  τὸν πλήξαντα,  ἢ τὸν  Ἰὼβ  τὸν  πληγέντα;  ∆ῆλον  ὅτι  τὸν  Ἰώβ· καίτοι  γε  οὐκ ἴσχυσε χρήματα ἀπολλύμενα  κατασχεῖν, οὐ σῶσαι τοὺς παῖδας τοὺς αὐτοῦ. Καὶ τί λέγω χρήματα καὶ παῖδας; τὴν τοῦ σώματος οὐκ ἴσχυσε περιποιήσασθαι σωτηρίαν. Ἀλλ' ὅμως οὗτός ἐστιν ὁ νικήσας, ὁ πάντα  τὰ ὄντα ἀποβαλών.  Χρήματα μὲν γὰρ οὐκ ἴσχυσε κατασχεῖν, τὴν δὲ εὐσέβειαν κατέσχε μετὰ ἀκριβείας ἁπάσης. Ἀλλὰ παισὶν οὐκ ἐπήμυνεν ἀπολλυμένοις. Καὶ τί τοῦτο; καὶ γὰρ ἐκείνους λαμπροτέρους ἐποίησε τὸ συμβὰν, καὶ ἑαυτῷ δὲ οὕτως ἤμυνεν ἐπηρεαζομένῳ. Εἰ δὲ μὴ κακῶς ἔπαθε καὶ ἠδικήθη παρὰ τοῦ διαβόλου, οὐκ ἂν ἐνίκησε τὴν λαμπρὰν νίκην ἐκείνην. Εἰ πονηρὸν ἦν  τὸ  ἀδικεῖσθαι, οὐκ  ἂν  ἡμῖν  αὐτὸ  ἐπέταξεν  ὁ Θεός· πονηρὰ  γὰρ ὁ Θεὸς οὐκ ἐπιτάττει·  ἢ οὐκ ἴστε, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῆς δόξης; καὶ οὐκ ἂν αἰσχύνῃ καὶ γέλωτι καὶ ζημίᾳ περιβαλεῖν ἡμᾶς ἠθέλησεν, ἀλλὰ τἀναντία προξενῆσαι. ∆ιὰ τοῦτο κελεύει ἡμᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡμᾶς τῶν βιωτικῶν, καὶ  πεῖσαι  τί  δόξα  καὶ  τί  αἰσχύνη,  τί  ζημία  καὶ  τί  κέρδος.   ʹ.  Ἀλλὰ  δεινὸν  τὸ ἀδικεῖσθαι καὶ ἐπηρεάζεσθαι. Οὐκ ἔστι δεινὸν, οὐκ ἔστιν, ἄνθρωπε. Μέχρι τίνος πρὸς τὰ παρόντα ἐπτόησαι; Οὐδὲ γὰρ ἂν ἐπέταξεν αὐτὸ ὁ Θεὸς, εἰ δεινὸν ἦν. Σκόπει δέ· Ὁ ἠδικηκὼς  ἀπῆλθε  χρήματα  ἔχων,  ἀλλὰ  καὶ συνειδὸς πονηρόν· ὁ δὲ ἠδικημένος, χρημάτων  μὲν  ἀπεστερημένος, παῤῥησίαν δὲ κεκτημένος  πρὸς τὸν  Θεὸν, κτῆμα μυρίων θησαυρῶν τιμιώτερον. Ταῦτ' οὖν εἰδότες, φιλοσοφῶμεν ἐκ προαιρέσεως, καὶ μὴ  πάσχωμεν  τὰ  τῶν   ἀνοήτων,   οἳ  τότε  νομίζουσι  μὴ  ἀδικεῖσθαι,  ὅταν  ἀπὸ δικαστηρίου τοῦτο πάθωσι. Τοὐναντίον  δὲ ἅπαν ἐστὶν ἡ μεγίστη ζημία, καὶ ὅλως ὅταν μὴ ἑκόντες ταῦτα φιλοσοφῶμεν,  ἀλλ' ἡττηθέντες  ἐκεῖθεν. Οὐδὲν γὰρ κέρδος ἀπὸ  δικαστηρίου  ἡττηθέντα  ἐνεγκεῖν·  καὶ  γὰρ  τῆς  ἀνάγκης  τὸ  πρᾶγμα  γίνεται λοιπόν. Τίς οὖν ἡ λαμπρὰ νίκη; Ὅταν σὺ καταφρονήσῃς, ὅταν μὴ δικάσῃ. Τί φής; Ἀφῃρέθην ἅπαντα τὰ ὄντα, φησὶ, καὶ σιγᾷν κελεύεις; ἐπηρεάσθην, καὶ φέρειν πράως παραινεῖς; καὶ πῶς δυνήσομαι; Ῥᾷστα μὲν οὖν, ἂν εἰς τὸν οὐρανὸν ἀναβλέψῃς, ἂν ἴδῃς τὸ κάλλος τοῦτο, καὶ ποῦ σε ἐπηγγείλατο  δέξασθαι ὁ Θεὸς φέροντα ἀδικίαν γενναίως. Τοῦτο τοίνυν ποίει, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐννόησον ὅτι τῷ ἐκεῖ καθημένῳ  ἐπὶ  τῶν  Χερουβὶμ γέγονας  ὅμοιος.  Καὶ γὰρ  καὶ  ἐκεῖνος  ὑβρίσθη καὶ ἤνεγκε, καὶ ὠνειδίσθη καὶ οὐκ ἠμύνατο, καὶ ἐπτύσθη καὶ οὐκ ἐπεξῆλθεν· ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠμείψατο εὐεργεσίαις μυρίαις τοὺς τὰ τοιαῦτα πεποιηκότας, καὶ ἡμᾶς μιμητὰς αὐτοῦ γενέσθαι ἐκέλευσεν. Ἐννόησον ὅτι γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μητρός σου· γυμνὸς καὶ ἀπελεύσῃ καὶ σὺ κἀκεῖνος ὁ  ἠδικηκώς· μᾶλλον δὲ ἐκεῖνος μὲν  μετὰ  μυρίων  τραυμάτων  σκώληκα  τικτόντων.  Ἐννόησον  ὅτι  πρόσκαιρα τὰ παρόντα, λόγισαι τοὺς τάφους τῶν προγόνων, κατάμαθε τὰ γεγενημένα σαφῶς, καὶ ὄψει ὅτι ἰσχυρότερόν σε ἐποίησεν ὁ ἀδικήσας. Τὸ μὲν γὰρ αὐτοῦ πάθος χαλεπώτερον ἐποίησε, τὴν φιλαργυρίαν  λέγω· τὸ δὲ σὸν ἀσθενέστερον, λαβὼν  τὴν τροφὴν  τοῦ θηρίου. Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων,  ἀγωνίας, βασκανίας συκοφαντῶν,  θορύβου, ταραχῆς, φόβου διηνεκοῦς· καὶ τὸν  φορυτὸν  τῶν  κακῶν ἐπεσώρευσεν ἐπὶ  τὴν  ἑαυτοῦ  κεφαλήν.  Τί οὖν,  ἐὰν  λιμῷ  παλαίσω,  φησί;  Μετὰ Παύλου τοῦτο πάσχεις τοῦ λέγοντος· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν. Ἀλλ' ἐκεῖνος διὰ τὸν Θεὸν, φησί. Καὶ σὺ διὰ τὸν Θεόν· ὅταν γὰρ μὴ ἐπεξέλθῃς, διὰ τὸν Θεὸν τοῦτο ποιεῖς. Ἀλλ' ὁ ἠδικηκὼς μετὰ τῶν πλουτούντων τρυφᾷ.  Μᾶλλον  δὲ μετὰ τοῦ διαβόλου· ἀλλὰ  σὺ μετὰ Παύλου στεφανοῦσαι. Μὴ τοίνυν  δέδιθι λιμόν· Οὐ γὰρ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Καὶ ἕτερός φησι πάλιν· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Εἰ γὰρ τὰ στρουθία  τοῦ  ἀγροῦ  διατρέφει,   πῶς   σὲ  οὐ  διαθρέψει;  Μὴ  γινώμεθα   τοίνυν ὀλιγόπιστοι μηδὲ ὀλιγόψυχοι, ἀγαπητοί. Ὁ γὰρ βασιλείαν οὐρανῶν ἐπαγγειλάμενος καὶ  τοσαῦτα ἀγαθὰ,  τὰ  παρόντα  πῶς  οὐ δώσει; Μὴ περιττῶν  ἐπιθυμῶμεν,  ἀλλ' αὐταρκείας ἐχώμεθα, καὶ ἀεὶ πλουτήσομεν· σκεπάσματα ζητῶμεν καὶ τροφὰς, καὶ πάντων  ἐπιληψόμεθα  καὶ τούτων  καὶ τῶν  πολλῷ  μειζόνων.  Εἰ δὲ ἀλγεῖς  ἔτι καὶ κάτω κύπτεις, ἠβουλόμην σοι τοῦ ἠδικηκότος μετὰ τὴν νίκην δεῖξαι τὴν ψυχὴν, πῶς τέφρα  γίνεται.  Καὶ γὰρ ἡ ἁμαρτία  τοιοῦτον·  ἕως  μὲν  ἂν  ἐργασθῇ, παρέχει  τινὰ ἡδονήν· ὅταν δὲ τελεσθῇ, τότε ἡ μικρὰ ἡδονὴ ὑπεξίσταται, ἐπεισέρχεται δὲ ἀθυμία. Ταῦτα καὶ ὅταν ὑβρίζωμέν τινας  πάσχομεν· ὕστερον γοῦν ἑαυτῶν  κατηγοροῦμεν. Οὕτω καὶ  ὅταν  πλεονεκτήσωμεν,  χαίρομεν·  μετὰ δὲ ταῦτα  κεντούμεθα  ὑπὸ  τοῦ συνειδότος.  Ὁρᾷς  παρὰ  τῷ  δεῖνι  τὴν  οἰκίαν  τοῦ  πένητος;  ∆άκρυσον, μὴ  τὸν ἀπεστερημένον, ἀλλὰ τὸν εἰληφότα· οὐ γὰρ ἔδωκεν, ἀλλ' ἔλαβε κακόν. Ἐκεῖνον μὲν γὰρ τῶν παρόντων ἀπεστέρησεν, ἑαυτὸν δὲ τῶν ἀφάτων ἀγαθῶν ἐξέβαλεν. Εἰ γὰρ ὁ μὴ δοὺς τοῖς  δεομένοις,  εἰς γέενναν  ἄπεισιν, ὁ λαμβάνων  τὰ τῶν  δεομένων,  τί πείσεται; Καὶ τί τὸ κέρδος, φησὶν, ὅταν ἐγὼ πάθω κακῶς; Μέγα μὲν οὖν τὸ κέρδος. Οὐ γὰρ τῇ τιμωρίᾳ τοῦ κακῶς πεποιηκότος ἵστησί σοι τὴν ἀντίδοσιν ὁ Θεός· ἐπεὶ οὐδὲν ἂν ἦν μέγα. Τί γὰρ ὄφελος, ὅταν ἐγὼ πάθω κακῶς, κἀκεῖνος πάσχῃ κακῶς; καίτοι γε πολλοὺς οἶδα μεγίστην παραμυθίαν ταύτην ἡγουμένους, καὶ τὸ πᾶν ἀπειληφέναι νομίζοντας, ὅταν τοὺς ἐπηρεάσαντας ἴδωσι κολαζομένους. Ἀλλ' ὅμως ὁ Θεὸς οὐκ ἐν  τούτοις  ἵστησι τὴν  ἀμοιβήν. Ἀλλὰ βούλει  μαθεῖν  ὅσα τὰ ἀγαθά σε διαδέξεται; Τὸν οὐρανόν σοι πάντα ἀνοίγει, τῶν ἁγίων  ποιεῖ συμπολίτην, εἰς τὸν αὐτῶν χορὸν τελεῖν σε παρασκευάζει, ἁμαρτημάτων ἀπολύει, δικαιοσύνῃ στεφανοῖ. Εἰ γὰρ οἱ τοῖς ἡμαρτηκόσιν ἀφιέντες  τυγχάνουσιν  ἀφέσεως, οἱ μὴ μόνον ἀφιέντες, ἀλλὰ  καὶ  ἐπιδαψιλευόμενοι,  τίνος  οὐ  τεύξονται  εὐλογίας;  Μὴ τοίνυν  ἀγεννῶς ἐνέγκῃς, ἀλλὰ καὶ εὖξαι ὑπὲρ τοῦ ἠδικηκότος· ὑπὲρ γὰρ σαυτοῦ  τοῦτο ποιεῖς. Ἔλαβέ σου χρήματα; ἀλλὰ καὶ ἁμαρτίας· ὅπερ καὶ ἐπὶ τοῦ Νεεμὰν καὶ τοῦ Γιεζῆ γέγονε. Πόσον οὐκ ἂν ἠθέλησας δοῦναι πλοῦτον ὥστε ἀφεθῆναί σοι τὰ ἁμαρτήματα; Τοῦτο τοίνυν  γίνεται  νῦν·  ἂν γὰρ ἐνέγκῃς  γενναίως  καὶ μὴ καταράσῃ, λαμπρὸν ἀνεδήσω τὸν στέφανον. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ λέγοντος  ἤκουσας· Εὔχεσθε ὑπὲρ τῶν  ἐπηρεαζόντων  ὑμᾶς. Καὶ τὸ ἔπαθλον  ἐννόησον  ἡλίκον· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὥστε οὐδὲν ἀπεστέρησαι, ἀλλὰ καὶ προσέλαβες· οὐκ ἠδίκησαι, ἀλλὰ καὶ ἐστεφανώθης, φιλοσοφώτερος γενόμενος  τὴν  ψυχὴν,  ὅμοιος  τῷ  Θεῷ καταστὰς, τῆς  φροντίδος  τῶν  χρημάτων ἀπαλλαγεὶς, τὴν βασιλείαν τῶν οὐρανῶν κτησάμενος. Ταῦτα οὖν ἅπαντα ἀναλογισάμενοι, φιλοσοφῶμεν ἐν ταῖς ἀδικίαις, ἀγαπητοὶ, ἵνα καὶ τῆς τοῦ παρόντος βίου  ταραχῆς  ἀπαλλαγῶμεν   καὶ  τὴν  ἀνόνητον   ἐκβάλωμεν   ἀθυμίαν,  καὶ  τῆς μελλούσης  χαρᾶς ἐπιτύχωμεν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΙΖʹ.Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.

αʹ. Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττεται.  Ἐπειδὴ γὰρ μέλλει  πάλιν  ἐπὶ  τὸν  πεπορνευκότα  φέρεσθαι,  ἡ  δὲ  πορνεία  ἀπὸ  τρυφῆς  καὶ ἀμετρίας, σφοδρῶς τὸ πάθος  κολάζει. Οὐδὲ γὰρ περὶ τῶν  ἀπηγορευμένων  λέγει τοῦτο· ἐκεῖνα γὰρ οὐκ ἔξεστιν· ἀλλὰ περὶ τῶν ἀδιαφόρων εἶναι δοκούντων. Οἷόν τι λέγω· Ἔξεστι, φησὶ, φαγεῖν,  καὶ πιεῖν, ἀλλ' οὐ συμφέρει μετὰ ἀσωτίας. Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ  ποιεῖν  εἴωθεν  εἰς τὸ ἐναντίον περιτρέπων  τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δείκνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ' οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἀσυμφόρου ἀποτρέπει λέγων· Οὐ συμφέρει· δεύτερον δὲ καὶ ἀπὸ τοῦ ἐναντίου,  λέγων,  ὅτι Οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κύριος εἶ τοῦ φαγεῖν,  φησίν· οὐκοῦν  μένε  κύριος ὢν,  καὶ σκόπει μὴ γένῃ δοῦλος  τούτου  τοῦ πάθους. Ὁ μὲν  γὰρ εἰς δέον  αὐτῷ  κεχρημένος,  αὐτὸς  αὐτοῦ κύριός ἐστιν· ὁ δὲ εἰς ἀμετρίαν ἐξιὼν, οὐκέτι κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνεται, τῆς ἀδηφαγίας ἐν αὐτῷ τυραννούσης. Εἶδες πῶς τὸν νομίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπὸ ἐξουσίαν ὄντα; Τοῦτο γὰρ ἔθος τῷ Παύλῳ ποιεῖν,  ὅπερ ἔφθην  εἰπὼν,  εἰς τὸ ἐναντίον περιτρέπειν τὰς ἀντιθέσεις, ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε. Σκόπει δέ· Ἐκείνων ἕκαστος ἔλεγεν· Ἔξεστί μοι τρυφᾷν· αὐτός φησιν, ὅτι Οὐχ οὕτως αὐτὸ ποιεῖς, ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ' ὡς αὐτὸς ὑποκείμενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐδὲ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος ᾖς, ἀλλ' αὐτὴ σοῦ τὴν ἐξουσίαν ἔχει. Τοῦτο καὶ ἐπὶ τῶν χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Τὰ βρώματα τῇ κοιλίᾳ. Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν λέγει· ὡς ὅταν λέγῃ· Ὧν ὁ θεὸς ἡ κοιλία, οὐ περὶ τοῦ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδηφαγίας. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς· Καὶ ἡ κοιλία τοῖς βρώμασι· τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Καὶ μὴν καὶ ἡ κοιλία, σῶμα. Ἀλλὰ δύο συζυγίας ἔθηκε, τὰ βρώματα καὶ τὴν γαστριμαργίαν,  ὅπερ κοιλίαν  ἐκάλεσε, τὸν  Χριστὸν καὶ τὸ σῶμα. Τί δέ ἐστι, Τὰ βρώματα τῇ κοιλίᾳ; Τὰ βρώματα, φησὶ, πρὸς τὴν γαστριμαργίαν  ἔχει φιλίαν,  καὶ αὕτη πρὸς ταῦτα. Οὐ δύναται οὖν πρὸς τὸν Χριστὸν ἡμᾶς ἄγειν, ἀλλὰ πρὸς ταῦτα ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστι, καὶ δούλους ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. Τί τοίνυν περὶ τροφὴν  ἐπτόησαι καὶ κέχηνας, ἄνθρωπε; Τὸ γὰρ τέλος ἐκείνης τῆς διακονίας τοῦτο, καὶ πλέον οὐδὲν ἐπιδείξεται· ἀλλ' ὥσπερ δεσποίνῃ τινὶ διακονουμένη μένει διατηροῦσα τὴν δουλείαν ταύτην, καὶ οὐ πρόεισι περαιτέρω, καὶ οὐδὲν ἔργον ἕτερον ἔχει, ἀλλ' αὐτὸ τοῦτο τὸ μάταιον. Καὶ ἀμφότερα ἀλλήλοις συμπέπλεκται καὶ συγκαταλύεται, ἡ κοιλία τοῖς βρώμασι, καὶ τὰ βρώματα τῇ κοιλίᾳ,  δρόμον τινὰ  ἀνήνυτον  ἀνελίττουσα· ὡς ἂν εἰ ἀπὸ σώματος διεφθαρμένου  σκώληκες τίκτοιντο,  καὶ πάλιν ὑπὸ τῶν σκωλήκων ἀναλίσκοιτο τὸ σῶμα· ἢ ὥσπερ ἂν εἰ κῦμα κορυφούμενον καὶ διαλυόμενον μηδὲν περαίνοι πλέον. Ταῦτα δὲ οὐ περὶ τροφῆς καὶ σώματος λέγει, ἀλλὰ τὸ πάθος τῆς γαστριμαργίας καὶ τὴν ἀμετρίαν τῶν ἐδεσμάτων διαβάλλει. Καὶ δηλοῖ τὰ ἑξῆς· ἐπάγει γάρ· Ὁ δὲ Θεὸς καὶ  ταύτην  καὶ  ταῦτα  καταργήσει·  οὐ  τὴν  γαστέρα  λέγων,  ἀλλὰ  τὴν  ἄμετρον ἐπιθυμίαν,  οὐδὲ τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν.  Πρὸς γὰρ ἐκεῖνα οὐ δυσχεραίνει, ἀλλὰ  καὶ νομοθετεῖ  περὶ αὐτῶν  οὕτω  λέγων·  Ἔχοντες τροφὰς  καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ἀλλὰ ταύτῃ διαβάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν αὐτοῦ μετὰ συμβουλὴν ἐπιτρέψας εὐχῇ. Τινὲς δέ φασιν, ὅτι προφητεία τὸ εἰρημένον ἐστὶ, τὴν ἐν τῷ μέλλοντι αἰῶνι κατάστασιν δηλοῦσα, καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ φαγεῖν οὐδὲ πιεῖν. Εἰ δὲ τὸ σύμμετρον ἕξει τέλος, πολλῷ μᾶλλον τῆς ἀμετρίας ἀπέχεσθαι δεῖ. Εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι τοῦ σώματός ἐστιν ἡ διαβολὴ, μηδὲ ὑποπτεύσῃ ὅτι ἀπὸ τοῦ μέρους τὸ ὅλον διέβαλε, μηδὲ λέγῃ ὅτι ἡ φύσις τοῦ σώματος αἰτία ἦν τῆς πορνείας, ἄκουσον  τῶν  ἑξῆς. Οὐ γὰρ  τὴν  φύσιν  αἰτιῶμαι,  φησὶ,  τοῦ  σώματος, ἀλλὰ  τὴν ἄμετρον τῆς ψυχῆς ἀσωτίαν· διὸ καὶ ἐπάγει· Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἀσώτως ζῇ καὶ πορνεύῃ, ὥσπερ οὐδὲ ἡ κοιλία, ἵνα γαστριμαργῇ, ἀλλ' ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύριος τῷ σώματι  ἐπικέηται.  Αἰδεσθῶμεν,  φρίξωμεν   ὅτι  τοσαύτης  ἀξιωθέντες   τιμῆς,  ὡς ἐκείνου  τοῦ  ἄνω  καθημένου  γενέσθαι  μέλη,  τοσούτοις  κακοῖς  καταισχύνομεν ἑαυτούς. Κατηγορήσας τοίνυν  ἱκανῶς  τῶν  γαστριμάργων, καὶ τῇ τῶν  μελλόντων ἐλπίδι τῆς κακίας ἀπάγει ταύτης, λέγων· Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ  διὰ  τῆς  δυνάμεως  αὐτοῦ.

 βʹ. Εἶδες πάλιν  σοφίαν  ἀποστολικήν;  τὸ  γὰρ ἀξιόπιστον ἀεὶ τῆς ἀναστάσεως ἀπὸ τοῦ Χριστοῦ κατα  σκευάζει, καὶ μάλιστα νῦν. Εἰ γὰρ τὸ σῶμα ἡμῶν μέλος τοῦ Χριστοῦ, ἀνέστη δὲ ὁ Χριστὸς, καὶ τὸ σῶμα πάντως  ἕψεται  τῇ  κεφαλῇ.  ∆ιὰ τῆς  δυνάμεως  αὐτοῦ.  Ἐπειδὴ  γὰρ  εἶπε  πρᾶγμα ἀπιστούμενον καὶ λογισμοῖς οὐ δυνάμενον ὑπονοηθῆναι, τῷ ἀκαταλήπτῳ τῆς δυνάμεως αὐτοῦ παρεχώρησε τὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, οὐ μικρὰν κατ' αὐτῶν ἀπόδειξιν  καὶ ταύτην  παρεχόμενος. Καὶ ἐπὶ μὲν τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὐ τέθεικεν  αὐτό· οὐδὲ γὰρ εἶπεν, Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἐξεγερεῖ· ἐξέβη γὰρ τὸ πρᾶγμα· ἀλλὰ πῶς; Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε· καὶ οὐκ ἐδεῖτο κατασκευῆς. Ἐπὶ δὲ τῆς ἡμετέρας ἀναστάσεως, ἐπειδὴ οὐδέπω γέγονεν, οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ· τῇ ἀξιοπιστίᾳ τῆς τοῦ ποιοῦντος ἰσχύος τοὺς  ἀντιλέγοντας   ἐπιστομίζων.  Εἰ δὲ  τῷ  Πατρὶ τὴν  ἀνάστασιν  λογίζεται  τοῦ Χριστοῦ, μηδέν  σε θορυβείτω  τοῦτο. Οὐ γὰρ ὡς  ἀτονοῦντος  τοῦ Χριστοῦ, τοῦτο τέθεικεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ πάλιν,  Ἐξουσίαν ἔχω θεῖναι  τὴν ψυχήν  μου, καὶ ἐξουσίαν ἔχω πάλιν  λαβεῖν αὐτήν· καὶ ὁ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσί φησιν· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν  ὁ Παῦλος οὕτω φησίν; Ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Σφόδρα δὲ εὐκαίρως ἐνταῦθα  τῆς ἀναστάσεως ἀνέμνησε, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδηφαγίας τὴν τυραννίδα, καὶ μονονουχὶ λέγων·
Ἔφαγες· ἔπιες ἀσώτως, καὶ τί τὸ πέρας; οὐδὲν, ἀλλ' ἢ φθορὰ μόνον. Συνεζεύχθης τῷ Χριστῷ, καὶ τί τὸ πέρας; Μέγα καὶ θαυμαστὸν ἡ μέλλουσα ἀνάστασις, ἡ ἔνδοξος ἐκείνη καὶ πάντα ὑπερβαίνουσα λόγον. Μηδεὶς τοίνυν διαπιστείτω τῇ ἀναστάσει· εἰ δέ τις ἀπιστεῖ, ἐννοείτω  πόσα ἐξ οὐκ ὄντων ἐποίησε, καὶ δεχέσθω καὶ περὶ ἐκείνης ἀπόδειξιν. Τὰ γὰρ ἤδη γενόμενα παραδοξότερα πολλῷ, καὶ θαῦμα ἀμήχανον ἔχοντα. Σκόπει δέ· Γῆν λαβὼν ἔφυρε, καὶ ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρὸ τούτου. Πῶς οὖν ἡ γῆ γέγονεν  ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; πῶς δὲ τὰ ἐξ αὐτῆς ἅπαντα, τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν, οὐκ ὠδίνων  ἐπ'  ἐκείνων  ἡγησαμένων,  οὐχ  ὑετῶν  κατενεχθέντων ἐπὶ  τούτων,  οὐχὶ γεωργίας φανείσης, οὐ βοῶν, οὐκ ἀρότρου, οὐκ ἄλλου οὐδενὸς συντελοῦντος εἰς τὴν γένεσιν τούτων; ∆ιὰ τοῦτο γὰρ ἐκ γῆς ἀψύχου καὶ ἀναισθήτου τοσαῦτα ἐν ἀρχῇ γένη καὶ φυτῶν καὶ ἀλόγων ζώων ἀνῆκεν, ἵνα ἄνωθέν σε παιδεύσῃ τὸν τῆς ἀναστάσεως λόγον. Τοῦτο γὰρ τῆς ἀναστάσεως ἀπορώτερον. Οὐ γάρ ἐστιν ἴσον σβεσθέντα ἀνάψαι λύχνον, καὶ μηδαμῶς φαινόμενον  δεῖξαι πῦρ· οὐκ ἔστιν ἴσον κατενεχθεῖσαν οἰκίαν ἀναστῆσαι, καὶ μηδὲ ὅλως ὑφεστῶσαν παραγαγεῖν. Ἐνταῦθα μὲν γὰρ, εἰ καὶ μηδὲν ἄλλο,  ἀλλ'  ἡ  ὕλη  ὑπέκειτο·  ἐκεῖ  δὲ  οὐδὲ  ἡ  οὐσία  ἐφαίνετο.   ∆ιὰ  τοῦτο  τὸ δυσκολώτερον εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτου τὸ εὐκολώτερον παραδέξῃ. ∆υσκολώτερον δὲ εἶπον,  οὐχὶ  τῷ Θεῷ, ἀλλὰ  κατὰ τὴν  τῶν  ἡμετέρων λογισμῶν  ἀκολουθίαν· Θεῷ γὰρ δύσκολον  οὐδέν· ἀλλ' ὥσπερ ζωγράφος  ὁ μίαν ποιῶν  εἰκόνα,  μυρίας  εὐκόλως  ποιήσει,  οὕτω  καὶ  Θεῷ ῥᾴδιον  μυρίους  ποιῆσαι κόσμους καὶ ἀπείρους· μᾶλλον  δὲ, ὥσπερ εὔκολον ἐννοῆσαί σε πόλιν  καὶ κόσμους ἀπείρους, οὕτω ποιῆσαι Θεῷ εὔκολον, μᾶλλον δὲ καὶ τούτου πολλῷ πάλιν εὐκολώτερον. Σὺ μὲν γὰρ κἂν βραχὺν χρόνον ἀναλίσκεις ἐν τῇ ἐννοίᾳ· ὁ δὲ Θεὸς οὐδὲ τοῦτο, ἀλλ' ὅσῳ τῶν κουφοτάτων τινὸς, μᾶλλον δὲ καὶ τοῦ νοῦ τοῦ ἡμετέρου οἱ λίθοι βαρύτεροι, τοσούτῳ ὁ νοῦς ἡμῶν τῆς ταχύτητος τῆς ἐν τῷ ποιεῖν ἀπολιμπάνεται  τοῦ Θεοῦ. Ἐθαύμασας αὐτοῦ τὴν  δύναμιν  ἐπὶ τῆς γῆς; Ἐννόησον πάλιν  πῶς ὁ οὐρανὸς γέγονεν  οὐκ ὢν, πῶς τὰ ἄπειρα ἄστρα, πῶς ὁ ἥλιος, πῶς ἡ σελήνη· καὶ ταῦτα πάντα οὐκ ὄντα. Πάλιν, εἰπέ μοι, πῶς μετὰ τὸ γενέσθαι ἕστηκε, καὶ ἐπὶ τίνος; ποίαν ὑποβάθραν ἔχει, ἡ γῆ δὲ ποίαν; καὶ τί μετὰ τὴν γῆν; καὶ μετ' ἐκεῖνο  πάλιν  τὸ μετὰ τὴν  γῆν,  τί; Ὁρᾷς εἰς πόσον ἴλιγγον  ἐκπίπτει  σου τὸ τῆς διανοίας  ὄμμα, ἂν  μὴ ταχέως  ἐπὶ  τὴν  πίστιν  καταδράμῃς  καὶ τὴν  ἀκατάληπτον δύναμιν  τοῦ  ποιήσαντος;  Εἰ δὲ  βούλει  καὶ  ἀπὸ  τῶν  ἀνθρωπίνων   στοχάζεσθαι, δυνήσῃ κατὰ μικρὸν πτερῶσαί σου τὴν διάνοιαν. Ποίων ἀνθρωπίνων;  φησίν. Οὐχ ὁρᾷς τοὺς  κεραμέας, πῶς  τὸ  διακλασθὲν  καὶ  γενόμενον  ἄμορφον  διαπλάττουσι σκεῦος; τοὺς τὴν μεταλλικὴν  χωνεύοντας  γῆν, πῶς τὴν γῆν χρυσίον ἀποφαίνουσι, καὶ σίδηρον καὶ χαλκόν; πάλιν  ἑτέρους τοὺς τὴν  ὕελον  ἐργαζομένους, πῶς  τὴν ἄμμον εἰς ἓν σῶμα συνεχὲς καὶ διαυγὲς  μετασκευάζουσι; Εἴπω τοὺς σκυτοδέψας, τοὺς τὰ ἁλουργὰ ἐσθήματα βάπτοντας, πῶς ἕτερον ἀνθ' ἑτέρου τὸ δεξάμενον τὴν βαφὴν ἀποφαίνουσιν; εἴπω τὴν γέννησιν  τὴν ἡμετέραν; οὐ σπέρμα βραχὺ πρῶτον ἄμορφον καὶ ἀτύπωτον  ἐνίεται  εἰς τὴν ὑποδεχομένην  μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τί δὲ ὁ σῖτος; οὐ κόκκος γυμνὸς εἰς τὴν γῆν καταβάλλεται; οὐ μετὰ τὸ καταβληθῆναι σήπεται; πόθεν ἄσταχυς καὶ ἀνθέρικες καὶ καλάμη καὶ τὰ ἄλλα πάντα; οὐ κεγχρὶς σύκου μικρὰ πολλάκις ἐμπεσοῦσα εἰς γῆν, καὶ ῥίζαν  καὶ  κλάδους  καὶ  καρπὸν  ἤνεγκεν;  Εἶτα τούτων  μὲν  ἕκαστον δέχῃ  καὶ  οὐ περιεργάζῃ, τὸν δὲ Θεὸν μόνον ἀπαιτεῖς εὐθύνας μετασκευάζοντα ἡμῶν τὸ σῶμα; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης;

γʹ. Ταῦτα πρὸς Ἕλληνας λέγωμεν  καὶ τὰ τοιαῦτα· πρὸς  γὰρ  τοὺς  ταῖς  Γραφαῖς  πειθομένους  οὐδὲ  λόγου  μοι  δεῖ.  Εἰ γὰρ  μέλλοις περιεργάζεσθαι πάντα τὰ ἐκείνου, τί πλέον ἕξει τῶν ἀνθρώπων ὁ Θεός; καίτοι γε καὶ ἀνθρώπους πολλοὺς οὐ περιεργαζόμεθα. Εἰ δὲ ἐπ' ἀνθρώπων τοῦτο ποιοῦμεν, καὶ οὐ περιεργαζόμεθα, πολλῷ οὖν μᾶλλον τὴν τοῦ Θεοῦ σοφίαν πολυπραγμονεῖν  οὐ χρὴ οὐδὲ λογισμοὺς ἀπαιτεῖν· πρῶτον μὲν, ὅτι ἀξιόπιστος ὁ ἀποφαινόμενος, δεύτερον δὲ, ὅτι οὐ δέχεται  λογισμῶν  ἔρευναν τὰ πράγματα. Οὐ γὰρ οὕτω πτωχὸς  ὁ Θεὸς, ὡς τοιαῦτα ἐργάζεσθαι μόνα, ἃ τῇ τῶν λογισμῶν ἀσθενείᾳ περιληφθῆναι  δύναται τῶν σῶν. Εἰ γὰρ τέκτονος  ἔργον οὐ καταλαμβάνεις,  πολλῷ  μᾶλλον  τοῦ ἀριστοτέχνου Θεοῦ. Μὴ ἀπιστεῖτε τοίνυν τῇ ἀναστάσει· ἐπεὶ πολλῷ μακρὰν τῆς ἐλπίδος ἔσεσθε τῆς μελλούσης. Ἀλλὰ τί τὸ σοφὸν τῶν ἀντιλεγόντων, μᾶλλον δὲ τὸ σφόδρα ἀνόητον; Καὶ πῶς, ὅταν  ἀναμιχθῇ  τὸ σῶμα τῇ γῇ καὶ γένηται  γῆ, καὶ αὕτη πάλιν  ἑτέρως μετενεχθῇ,  ἀναστήσεται, φησί; Σοὶ τοῦτο ἄπορον εἶναι  δοκεῖ, ἀλλ'   οὐ τῷ ἀκοιμήτῳ  ὀφθαλμῷ· ἐκείνῳ  γὰρ ἅπαντα  δῆλα.  Καὶ σὺ μὲν  οὐχ  ὁρᾷς τὴν  ἐν  τῇ συγχύσει διαίρεσιν, ἐκεῖνος δὲ πάντα οἶδεν· ἐπεὶ καὶ τὰ ἐν τῇ καρδίᾳ σὺ μὲν ἀγνοεῖς τοῦ πλησίον, ἐκεῖνος δὲ πάντα ἐπίσταται. Εἰ τοίνυν ἐπειδὴ ἀγνοεῖς πῶς ἀνίστησιν ὁ Θεὸς, ἀπιστεῖς ὅτι ἀνίστησιν, ἀπιστήσεις ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ οἶδεν; οὐ φαίνεται γὰρ οὐδὲ ταῦτα. Καίτοι ἐπὶ τοῦ σώματος μὲν ὕλη ἐστὶν ὁρατὴ, κἂν διαλυθῇ· ἐκεῖναι δὲ αἱ ἔννοιαι ἀόρατοι. Ὁ τὰ ἀόρατα τοίνυν εἰδὼς μετὰ ἀκριβείας ἁπάσης, τὰ ὁρατὰ οὐκ ὄψεται, καὶ διαιρήσει ῥᾳδίως τὸ σῶμα; Παντί που δῆλον. Μὴ τοίνυν ἀπίστει τῇ ἀναστάσει·  διαβολικὸν  γὰρ τὸ δόγμα· καὶ  σπουδάζει τοῦτο  ὁ διάβολος,  οὐχ  ἵνα ἀνάστασις ἀπιστηθῇ μόνον, ἀλλ' ἵνα καὶ τὰ τῆς ἀρετῆς ἔργα καταλυθῇ καὶ ἀπόληται. Ἄνθρωπος γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι καὶ δώσειν λόγον τῶν πεπραγμένων, οὐχ  ἅψεται  ταχέως  ἀρετῆς· οὐχ  ἁπτόμενος  δὲ ἀρετῆς, διαπιστήσει τῇ ἀναστάσει πάλιν· ἀμφότερα γὰρ ὑπ' ἀλλήλων κατασκευάζεται, ἡ κακία ὑπὸ τῆς ἀπιστίας, καὶ ἡ ἀπιστία  ὑπὸ  τῆς  κακίας.  Πολλῶν  γὰρ  πεπληρωμένον   τὸ  συνειδὸς  πονηριῶν, δεδοικὸς  καὶ  τρέμον  τὴν  μέλλουσαν  ἀντίδοσιν,  ἐπειδὴ  μὴ  βούλεται  ἀπὸ  τῆς μεταβολῆς  τῆς  ἐπὶ  τὰ  κάλλιστα  τὴν  παραμυθίαν  πορίζεσθαι, ἀπὸ  τῆς  ἀπιστίας ἀναπαύεσθαι βούλεται. Οὐ λέγοντος γὰρ σοῦ ἀνάστασιν οὐδὲ κρίσιν, κἀκεῖνος ἐρεῖ· Οὐκοῦν οὐδὲ  ἐγὼ  δώσω  λόγον  τῶν  τετολμημένων.  Ἀλλὰ  τί  φησιν  ὁ  Χριστός; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἂν τοσαῦτα ἐπραγματεύσατο  ὁ Θεὸς, εἴ γε  μὴ ἔμελλεν  ἀναστήσειν  ἡμᾶς, ἀλλὰ  διαλύειν  καὶ ἀφανίζειν  εἰς  τὸ  μηδέν· οὐκ  ἂν  τὸν  οὐρανὸν  ἐξέτεινε  τοῦτον,  οὐκ ἂν  τὴν  γῆν ὑπεστόρεσεν, οὐκ  ἂν  τὰ  ἄλλα  ἅπαντα  ὑπὲρ  τῆς  βραχείας  ζωῆς  μόνον  ταύτης ἐποίησεν. Εἰ δὲ ὑπὲρ τῆς παρούσης ταῦτα, τί οὐ ποιήσει ὑπὲρ τῆς μελλούσης; Εἰ δὲ μὴ ἔσται μέλλουσα, πολὺ ἡμεῖς τῶν δι' ἡμᾶς γενομένων ἀτιμότεροι κατὰ τοῦτο. Καὶ γὰρ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ ποταμοὶ μονιμώτερα  ἡμῶν, καὶ τῶν  ἀλόγων  δὲ ἔνια· καὶ γὰρ κορώνη καὶ τὸ τῶν ἐλεφάντων  γένος καὶ πολλὰ ἕτερα πλείονα χρόνον ἀπολαύει τῆς παρούσης ζωῆς. Ἡμῖν δὲ καὶ βραχὺς καὶ ἐπίπονος  ὁ βίος, ἀλλ' οὐκ ἐκείνοις, ἀλλὰ καὶ μακρὸς, καὶ μᾶλλον ἀθυμίας καὶ φροντίδων  ἀπηλλαγμένος.  Τί οὖν, εἰπέ μοι, τοὺς δούλους βελτίους  ἐποίησε τῶν  δεσποτῶν; Μὴ, παρακαλῶ, μὴ ταῦτα λογίζου, μηδὲ πτώχευε τὴν διάνοιαν, ἄνθρωπε, μηδὲ ἀγνόει τὸν πλοῦτον τοῦ Θεοῦ, τοιοῦτον  ἔχων  ∆εσπότην. Καὶ γὰρ ἐξ ἀρχῆς σε ἐβούλετο ἀθάνατον  ὁ Θεὸς ποιῆσαι, ἀλλ' οὐκ ἠθέλησας σύ. Καὶ γὰρ ἀθανασίας αἰνίγματα ἐκεῖνα ἦν, ἡ πρὸς τὸν Θεὸν ὁμιλία, τὸ ἀταλαίπωρον  τῆς ζωῆς, τὸ λύπης καὶ φροντίδων  ἀπηλλάχθαι  καὶ πόνων, καὶ τῶν ἄλλων τῶν ἐπικαίρων. Οὔτε γὰρ ἱματίου ἐδεῖτο ὁ Ἀδὰμ, οὐκ ὀρόφου, οὐκ ἄλλης τινὸς τοιαύτης κατασκευῆς, ἀλλ' ἀγγέλοις μᾶλλον ἐῴκει, καὶ πολλὰ τῶν μελλόντων  προῄδει, καὶ σοφίας ἐπεπλήρωτο πολλῆς. Καὶ ὃ λάθρα ἐποίησεν ὁ Θεὸς, τοῦτο ἐκεῖνος ἔγνω, τὸ περὶ τῆς γυναικός· διὸ καὶ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ὁ δὲ πόνος ὕστερον γέγονεν, ὕστερον ἱδρὼς, ὕστερον αἰσχύνη καὶ ἡ δειλία καὶ τὸ ἀπαῤῥησίαστον· τότε δὲ οὐ λύπη, οὐκ ὀδύνη, οὐ στεναγμός. Ἀλλ' οὐκ ἔμεινεν ἐπὶ τῆς ἀξίας ἐκείνης.

δʹ. Τί οὖν ἐγὼ πάθω, φησί; δι'  ἐκεῖνον  ἀπόλλυμαι;  Μάλιστα μὲν  οὐ  δι'  ἐκεῖνον·  οὐδὲ  γὰρ  σὺ ἀναμάρτητος ἔμεινας, ἀλλ' εἰ καὶ μὴ τὴν αὐτὴν ἁμαρτίαν, ἑτέραν γοῦν ἥμαρτες. Ἄλλως δὲ οὐδὲ ἀπὸ τῆς τιμωρίας ἐβλάβης, ἀλλὰ καὶ ἐκέρδανας. Εἰ μὲν γὰρ ἔμελλες διόλου μένειν θνητὸς, ἴσως εἶχέ τινα λόγον τὸ εἰρημένον· νῦν δὲ καὶ ἀθάνατος εἶ, κἂν ἐθέλῃς, ὑπὲρ τὸν ἥλιον αὐτὸν λάμψαι δυνήσῃ. Ἀλλ' εἰ μὴ θνητὸν  ἔλαβον σῶμα, φησὶν, οὐκ ἂν ἥμαρτον. Τί οὖν, εἰπέ μοι; ἐκεῖνος, θνητὸν  ἔχων σῶμα, ἥμαρτεν; Οὐδαμῶς· οὐ γὰρ ἂν, εἴ γε θνητὸν ἦν, ὕστερον ἐν κολάσεως τάξει τὸν θάνατον ὑπέμεινεν. Ὅτι δὲ οὔτε θνητὸν σῶμα ἐμποδίζει πρὸς ἀρετὴν, ἀλλὰ καὶ σωφρονίζει καὶ τὰ μέγιστα συντελεῖ, δῆλον ἐκεῖθεν. Εἰ γὰρ προσδοκία ἀθανασίας μόνον οὕτως ἐπῆρε τὸν Ἀδὰμ, εἰ καὶ τῷ ὄντι ἀθάνατος ἐγεγόνει, ποῦ οὐκ ἂν ἀπονοίας ἐξέβη; Καὶ νῦν μὲν ἁμαρτὼν δύνασαι λῦσαι τὰ ἁμαρτήματα, τοῦ σώματος ταπεινοῦ ὄντος καὶ καταπίπτοντος καὶ διαλυομένου· καὶ γὰρ αὗται αἱ ἔννοιαι ἱκαναὶ σωφρονίσαι· εἰ δὲ ἐν ἀθανάτῳ ἐπλημμέλησας,  μονιμώτερα  ἴσως  ἔμελλεν   εἶναι  τὰ  ἁμαρτήματα.  Οὐ τοίνυν   ἡ θνητότης αἰτία τῆς ἁμαρτίας, μὴ κατηγόρει, ἀλλ' ἡ πονηρὰ προαίρεσίς ἐστιν ἡ ῥίζα τῶν κακῶν. ∆ιὰ τί γὰρ μηδὲν τὸν Ἄβελ τὸ σῶμα ἠδίκησε; διὰ τί μηδὲν τοὺς δαίμονας τὸ ἀσώματον ὤνησε; Βούλει μαθεῖν,  ὅτι οὐ μόνον  οὐκ ἔβλαψε  τὸ σῶμα θνητὸν γενόμενον,  ἀλλὰ καὶ ὠφέλησεν;  ἄκουσον ὅσα κερδαίνεις, ἐὰν νήφῃς,  ἐκ τούτου. Ἀνθέλκει σε καὶ περισπᾷ ἀπὸ τῆς κακίας ὀδύναις  καὶ λύπαις καὶ πόνοις  καὶ τοῖς ἄλλοις  τοῖς τοιούτοις. Ἀλλὰ καὶ εἰς πορνείαν  ἐξάγει, φησίν; Οὐ τὸ σῶμα, ἀλλ' ἡ ἀκολασία· ταῦτα μὲν γὰρ, ἅπερ εἶπον, πάντως τοῦ σώματός ἐστι. ∆ιόπερ οὐκ ἔστιν ἄνθρωπον  εἰς τὸν βίον ἐλθόντα τοῦτον μὴ καὶ νοσεῖν καὶ ἀλγεῖν  καὶ ἀθυμεῖν· μὴ πορνεύειν δὲ ἔνι. Ὥστε εἰ τῆς τοῦ σώματος ἦν φύσεως καὶ τὰ τῆς κακίας, καθολικὰ ἂν ἦν· τὰ γὰρ φυσικὰ τοιαῦτα, τὸ δὲ πορνεύειν  οὐ τοιοῦτον· ἀλλὰ τὸ μὲν ἀλγεῖν ἐντεῦθεν, τὸ δὲ πορνεύειν ἀπὸ τῆς προαιρέσεως. Μὴ τοίνυν κατηγόρει τοῦ σώματος, μή σου τὴν τιμὴν ἀφαιρείσθω ὁ διάβολος, ἥν σοι ἔδωκεν ὁ Θεός. Ἂν γὰρ θέλωμεν, χαλινός ἐστιν ἄριστος τὸ σῶμα, τὰ σκιρτήματα τῆς ψυχῆς κατέχον, ἀπόνοιαν κατασπῶν,  ἀλαζονείαν  κωλύον,  ἐν  τοῖς  μεγίστοις  κατορθώμασιν  ἡμῖν διακονούμενον.  Μὴ γάρ μοι τοὺς μαινομένους  εἴπῃς· ἐπεὶ καὶ τῶν ἵππων πολλοὺς ὁρῶμεν κατὰ κρημνῶν φερομένους, τὸν ἡνίοχον ῥίψαντας μετὰ τοῦ χαλινοῦ· ἀλλ' οὐ μεμφόμεθα τὸν χαλινόν·  οὐ γὰρ ἐκεῖνος διασπασθεὶς τοῦτο εἰργάσατο, ἀλλ' ὁ ἡνίοχος ὁ μὴ κατασχὼν, πάντα ἀπώλεσεν. Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου· ἂν ἴδῃς νέον ἐν ὀρφανίᾳ ζῶντα καὶ μυρία ἐργαζόμενον κακὰ, μὴ τὸ σῶμα αἰτιῶ, ἀλλὰ τὸν ἡνίοχον  τὸν  συρόμενον, τὸν  λογισμὸν  λέγω.  Ὥσπερ γὰρ αἱ ἡνίαι  οὐ παρέχουσι πράγματα τῷ ἡνιόχῳ, ἀλλ' ὁ ἡνίοχος πάντων  αἴτιος οὐ καλῶς αὐτὰς κατέχων· διὸ καὶ δίκην αὐτὸν ἀπαιτοῦσι, συμπλεκόμεναι αὐτῷ καὶ παρασύρουσαι πολλάκις  καὶ ἀναγκάζουσαι τῆς οἰκείας δυσπραγίας κοινωνεῖν·  οὕτω δὴ καὶ ἐνταῦθα. Ἐγὼ μὲν γὰρ, φησὶν, ἵμασσον τὸ στόμα τοῦ ἵππου, ἕως κατεῖχες· ἐπειδὴ δὲ ἔῤῥιψας, ἀπαιτῶ σε τῆς καταφρονήσεως δίκην, καὶ περιπλέκομαι καὶ παρασύρω, ὥστε μηκέτι τὸ αὐτὸ παθεῖν.  Μηδεὶς τοίνυν  αἰτιάσθω  τὰς  ἡνίας,  ἀλλ' ἑαυτὸν  καὶ  τὴν  διεφθαρμένην γνώμην. Καὶ γὰρ ἐφ' ἡμῶν ἡνίοχός ἐστιν ὁ λογισμός· ἡνίαι δὲ τὸ σῶμα, συνάγουσαι τοὺς ἵππους πρὸς τὸν ἡνίοχον. Ἂν μὲν οὖν καλῶς αὗται διακέωνται, οὐδὲν πείσῃ δεινόν·  ἂν  δὲ ἀφῇς  αὐτὰς, ἠφάνισας  καὶ ἀπώλεσας ἅπαντα. Σωφρονῶμεν τοίνυν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλὰ τῆς πονηρᾶς διανοίας. Καὶ γὰρ τοῦ διαβόλου  ἔργον  τοῦτο,  πάντων  μᾶλλον  ποιεῖν  τοὺς  ἀνοήτους  κατηγορεῖν,  καὶ σώματος καὶ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, ἢ τῆς διεφθαρμένης  γνώμης· ἵνα μὴ τὴν αἰτίαν εὑρόντες ἀπαλλαγῶσι τῆς ῥίζης τῶν κακῶν. Ἀλλ' ὑμεῖς τὴν ἐπιβουλὴν συνειδότες, τὸν θυμὸν κατ' αὐτοῦ στρέψατε, καὶ τὸν ἡνίοχον  ἐπιστήσαντες τῷ ζεύγει, πρὸς τὸν Θεὸν τὸ ὄμμα τῆς διανοίας  τείνατε. Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐδὲν ὁ τὸν  ἀγῶνα  θεὶς εἰσφέρει, ἀλλ'  ἀναμένει  τὸ τέλος· ἐνταῦθα  δὲ τὸ πᾶν ὁ ἀγωνοθέτης ἐστὶ Θεός. Τοῦτον τοίνυν ἔχωμεν ἵλεων, καὶ πάντως ἐπιτευξόμεθα τῶν μελλόντων  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |