ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΒʹ Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν;

Παρασκευή 28 Οκτωβρίου 2016

ΚΒʹ Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν;




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


ΚΒʹ Οὐκ οἴδατε  ὅτι  οἱ  τὰ  ἱερὰ  ἐργαζόμενοι,  ἐκ  τοῦ  ἱεροῦ  ἐσθίουσιν;  οἱ  τῷ θυσιαστηρίῳ προσ εδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε  τοῖς  τὸ εὐαγγέλιον  καταγγέλλουσιν,  ἐκ τοῦ εὐαγγελίου  ζῇν.

αʹ. Πολλὴν ποιεῖται τὴν σπουδὴν, ὥστε δεῖξαι μὴ κεκωλυμένον  τὸ λαμβάνειν. ∆ιόπερ τοσαῦτα εἰπὼν  ἔμπροσθεν, οὐκ ἠρκέσθη, ἀλλὰ  καὶ ἐπὶ τὸν  νόμον  χωρεῖ, οἰκειότερον  τοῦ προτέρου παρέχων ὑπόδειγμα. Οὐδὲ γὰρ ἦν ἴσον τὰς βοῦς παραγαγεῖν εἰς μέσον, καὶ ῥητῶς περὶ ἱερέων νόμον κείμενον εἰς μέσον ἀγαγεῖν. Σκόπει δέ μοι κἀν τούτῳ τὴν Παύλου σύνεσιν, πῶς μέμνηται τοῦ πράγματος μεγαλοπρεπῶς. Οὐδὲ γὰρ εἶπεν, Οἱ τὰ ἱερὰ  ἐργαζόμενοι  ἐκ  τῶν  προσφερόντων  λαμβάνουσιν·  ἀλλὰ  τί;  Ἐκ τοῦ  ἱεροῦ ἐσθίουσιν· ἵνα μήτε οἱ λαμβάνοντες ὀνειδίζωνται,  μήτε οἱ παρέχοντες ἐπαίρωνται.∆ιὸ καὶ τὸ ἑξῆς οὕτω τέθεικεν. Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα εἶπεν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες   ἀπὸ   τῶν    θυόντων    λαμβάνουσιν,    ἀλλὰ,    Τῷ   θυσιαστηρίῳ συμμερίζονται.


Τὰ γὰρ προσενεχθέντα οὐκέτι λοιπὸν τῶν προσενεγκάντων ἦν, ἀλλὰ τοῦ ἱεροῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ οὐκ εἶπεν, ὅτι Τὰ ἱερὰ λαμβάνουσιν, ἀλλ', Ἐκ τοῦ ἱεροῦ ἐσθίουσι, δεικνὺς πάλιν τὴν συμμετρίαν, καὶ ὅτι οὐ χρηματίζεσθαι δεῖ οὐδὲ πλουτεῖν. Εἰ δὲ λέγει, ὅτι Τῷ θυσιαστηρίῳ συμμερίζονται, οὐ τὴν ἐξίσης διανομὴν λέγει, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδομένην αὐτοῖς παραμυθίαν. Καίτοι τὰ τῶν ἀποστόλων μείζονα  πολλῷ  ἦν. Ἐκεῖ μὲν γὰρ τιμὴ  ἦν  ἡ ἱερωσύνη· ἐνταῦθα  δὲ κίνδυνοι  καὶ σφαγαὶ καὶ φόνοι. ∆ιόπερ τῶν ἄλλων  παραδειγμάτων  ἁπάντων  πολὺ μεῖζον ἦν τὸ λέγειν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν. Ὅταν γὰρ εἴπῃ, Ἐσπείραμεν, τοὺς χειμῶνας  καὶ τοὺς κινδύνους,  καὶ τὰς ἐπιβουλὰς καὶ τὰ ἄφατα κακὰ ἐνδείκνυται, ἅπερ ὑπέμενον  κηρύττοντες.  Ἀλλ' ὅμως  καὶ τοσαύτης οὔσης τῆς  ὑπεροχῆς,  οὐκ ἠθέλησεν οὔτε τὰ τῆς Παλαιᾶς ταπεινῶσαι,  οὔτε τὰ ἑαυτοῦ ἐπᾶραι· ἀλλὰ  καὶ τὰ ἑαυτοῦ συστέλλει, οὐκ ἀπὸ τῶν κινδύνων, ἀλλ' ἀπὸ τοῦ μεγέθους τῆς δωρεᾶς διδοὺς τὴν ὑπεροχήν. Οὐ γὰρ εἶπεν, Εἰ ἐκινδυνεύσαμεν ἢ παρεβουλευσάμεθα, ἀλλ', Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν· καὶ τὰ τῶν ἱερέων, ὡς οἷόν τέ ἐστιν, ἐπαίρει λέγων·
Οἱ τὰ  ἱερὰ  ἐργαζόμενοι,  καὶ  οἱ  τῷ  θυσιαστηρίῳ  προσεδρεύοντες,  τὴν  διηνεκῆ δουλείαν αὐτῶν καὶ τὴν καρτερίαν διὰ τούτων ἐνδείξασθαι βουλόμενος. Καὶ εἰπὼν τοὺς ἱερέας τοὺς παρὰ Ἰουδαίοις, τούς τε Λευίτας τούς τε ἀρχιερέας, ἑκάτερα τὰ τάγματα ἐδήλωσε, καὶ τὰ καταδεέστερα καὶ τὰ ὑπερέχοντα· τὰ μὲν διὰ τοῦ λέγειν, Οἱ τὰ ἱερὰ ἐργαζόμενοι, τὰ δὲ διὰ τοῦ εἰπεῖν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες. Οὐδὲ γὰρ πᾶσιν ἓν ἐπιτεταγμένον  ἔργον ἦν· ἀλλ' οἱ μὲν τὰ παχύτερα, οἱ δὲ τὰ ὑψηλότερα ἦσαν ἐγκεχειρισμένοι. Πάντας τοίνυν  τούτους περιλαβὼν, ἵνα μή τις λέγῃ, Τί τῆς Παλαιᾶς ἡμῖν μέμνησαι; οὐκ οἶσθα ὅτι προσταγμάτων τελειοτέρων  ἡμῖν ὁ καιρός; μετ'  ἐκεῖνα  πάντα  τὸ  πάντων  ἰσχυρότερον  τέθεικεν  εἰπών·  Οὕτω καὶ  ὁ Κύριος διέταξε  τοῖς  τὸ  εὐαγγέλιον  καταγγέλλουσιν,  ἐκ  τοῦ  εὐαγγελίου  ζῇν.  Καὶ οὐδὲ ἐνταῦθα ἐκ τῶν  ἀνθρώπων  λέγει τρέφεσθαι, ἀλλ' ὥσπερ ἐπὶ τῶν  ἱερέων, Ἐκ τοῦ ἱεροῦ, καὶ Ἐκ τοῦ θυσιαστηρίου, οὕτω καὶ  ἐνταῦθα, Ἐκ τοῦ εὐαγγελίου, φησί·καὶ ὥσπερ ἐκεῖ Ἐσθίειν, οὕτως ἐνταῦθα Ζῇν, οὐκ ἐμπορεύεσθαι οὐδὲ θησαυρίζειν.Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάμην. Τί οὖν, εἰ μὴ ἐχρήσω, φησὶ, νῦν, πρὸς δὲ τὸ μέλλον χρήσασθαι βούλει, καὶ διὰ τοῦτο ταῦτα λέγεις; Ἄπαγε· καὶ γὰρ διὰ τοῦτο ταχέως τῇ ἐπιδιορθώσει ἐχρήσατο, οὕτως εἰπών·  Οὐκ ἔγραψα  δὲ  ταῦτα,  ἵνα  οὕτω  γένηται  ἐν  ἐμοί.  Καὶ ὅρα  μεθ'  ὅσης σφοδρότητος   ἀρνεῖται   καὶ   διακρούεται   τὸ   πρᾶγμα·  Καλὸν  γάρ   μοι   μᾶλλον ἀποθανεῖν,  ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ  καὶ πολλάκις  κέχρηται  τῇ ῥήσει ταύτῃ· καὶ γὰρ ἀνωτέρω  εἶπεν,  Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ· καὶ μετὰ ταῦτα πάλιν, Εἰς τὸ μὴ καταχρήσασθαί με τῇ ἐξουσίᾳ μου· καὶ ἐνταῦθα, Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάμην. Τούτων, ποίων; Τῶν πολλῶν παραδειγμάτων.   Πολλῶν  γάρ  μοι  παρεχόντων   ἐξουσίαν,  τοῦ  στρατιώτου,  τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ' ἡμῶν εἰς ὑμᾶς γινομένων,  τῶν  παρ' ὑμῶν  εἰς τοὺς ἄλλους, τῶν  ἱερέων, τοῦ προστάγματος τοῦ Χριστοῦ, οὐδενὶ τούτων ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν. Καὶ μή  μοι  τὰ  παρελθόντα  λέγε·  καίτοι  γε  ἔχω  εἰπεῖν,  ὅτι  πολλὰ  καὶ  ἐν  τοῖς παρελθοῦσιν ὑπέμεινα διὰ τοῦτο· ἀλλ' ὅμως οὐκ ἐκείνοις ἰσχυρίζομαι μόνοις, ἀλλὰ καὶ  περὶ τῶν  μελλόντων  ὑπισχνοῦμαι,  ὅτι  αἱροῦμαι  μᾶλλον  ἀποθανεῖν  λιμῷ,  ἢ τούτων ἀποστερηθῆναι τῶν στεφάνων. Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, φησὶν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Οὐκ εἶπεν, Ἢ τὸν νόμον μου ἵνα τις καταλύσῃ, ἀλλὰ, Τὸ καύχημα. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ποιεῖ μὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνώμενος, τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων καὶ τὴν περιουσίαν τῆς προθυμίας, καὶ καύχημα τὸ πρᾶγμα καλεῖ. Τοσοῦτον ἀπεῖχεν ὀδυνᾶσθαι, ὅτι καὶ καυχᾶται καὶ ἀποθανεῖν αἱρεῖται μᾶλλον, ἢ ἐκπεσεῖν τοῦ καυχήματος τούτου. Οὕτω καὶ ζωῆς αὐτῷ γλυκύτερον ἦν τὸ γινόμενον.

βʹ. Εἶτα καὶ ἑτέρωθεν ἐπαίρει αὐτὸ, καὶ δείκνυσι μέγα ὂν, οὐχ ἵνα ἑαυτὸν λαμπρὸν ἀποφήνῃ· πόῤῥω γὰρ οὗτος ἐκείνου τοῦ πάθους· ἀλλ' ἵνα δείξῃ ὅτι χαίρει, καὶ τὴν ὑποψίαν  ἐκ περιουσίας ἀνέλῃ. ∆ιὰ γὰρ τοῦτο,  ὡς  ἔφθην  εἰπὼν,  καὶ  καύχημα  αὐτὸ  ἐκάλεσε.  Καὶ τί  φησιν;  Ἐὰν  γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δὲ μοί ἐστιν, ἐὰν  μὴ  εὐαγγελίζωμαι!  Εἰ γὰρ  ἑκὼν  τοῦτο  πράσσω, μισθὸν  ἔχω·  εἰ  δὲ  ἄκων, οἰκονομίαν   πεπίστευμαι.  Τίς  οὖν   μοί  ἐστιν  ὁ  μισθός;  Ἵνα  εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. Τί λέγεις, εἰπέ μοι; ἐὰν εὐαγγελίζῃ, οὐκ ἔστι σοι καύχημα, ἀλλ' ἐὰν ἀδάπανον   θῇς  τὸ  εὐαγγέλιον;   οὐκοῦν  τοῦτο  μεῖζον  ἐκείνου;  Οὐδαμῶς·  ἀλλ' ἑτέρωθεν  ἔχει  τι πλέον· ὅτι τὸ μέν ἐστιν ἐπίταγμα,  τὸ δὲ τῆς ἐμῆς προαιρέσεως κατόρθωμα. Ἃ  μὲν  γὰρ ὑπὲρ τὴν  ἐντολὴν  γίνεται,  πολὺν  ἔχει  τὸν  μισθὸν κατὰ τοῦτο· ἃ δὲ ἐν ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησι, τοῦτο ἐκείνου πλέον εἶναι, οὐ κατ' αὐτὴν τοῦ πράγματος τὴν φύσιν. Τί γὰρ τοῦ κηρῦξαι ἴσον; Τοῦτο γὰρ καὶ πρὸς τοὺς ἀγγέλους αὐτοὺς ἁμιλλᾶσθαι  ποιεῖ· ἀλλ' ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά  ἐστι καὶ ὀφειλὴ,  τὸ δὲ προαιρέσεως φιλοτιμία,  κατὰ τοῦτο ἐκείνου πλέον. ∆ιό φησι, τὸ αὐτὸ ἑρμηνεύων, ὅπερ εἶπον νῦν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι· τὸ Ἑκών καὶ Ἄκων ἐπὶ τοῦ ἐγκεχειρίσθαι  καὶ  μὴ  ἐγκεχειρίσθαι  λαμβάνων.  Οὕτω  καὶ  τὸ,  Ἀνάγκη  γάρ  μοι ἐπίκειται,  νοητέον,  οὐχ  ὡς  ἄκοντός  τι  τούτων  ποιοῦντος,  μὴ  γένοιτο·  ἀλλ' ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι, καὶ πρὸς τὴν ἀντιδιαστολὴν  τῆς ἐλευθερίας τῆς ἐν τῷ λαμβάνειν  εἰρημένης. ∆ιὸ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον. Τί οὖν, εἰπέ μοι, Πέτρος οὐκ ἔχει μισθόν; καὶ τίς ἂν σχοίη ποτὲ τοσοῦτον ὅσον ἐκεῖνος; τί δὲ οἱ λοιποὶ ἀπόστολοι; πῶς οὖν εἶπεν, Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι; Ὁρᾷς κἀνταῦθα τὴν σύνεσιν; Οὐδὲ γὰρ εἶπεν, Εἰ δὲ ἄκων, οὐκ ἔχω μισθὸν, ἀλλ',  Οἰκονομίαν πεπίστευμαι· δεικνὺς ὅτι καὶ οὕτως ἔχει μισθὸν, ἀλλὰ τοιοῦτον, οἷον ὁ τὸ ἐπιταχθὲν  ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ὁ ἐκ τῶν ἑαυτοῦ φιλοτιμησάμενος  καὶ ὑπερβὰς τὸ ἐπίταγμα.  Τίς οὖν  ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον, φησὶ, θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαί με τῇ  ἐξουσίᾳ μου  ἐν  τῷ  εὐαγγελίῳ.  Ὁρᾷς πῶς  διόλου  τῷ  ὀνόματι  τῆς  ἐξουσίας κέχρηται, δεικνὺς  τοῦτο, ὃ συνεχῶς εἶπον, ὅτι οὐδὲ οἱ λαμβάνοντες  ἐγκλημάτων ἄξιοι;  Προσέθηκε δὲ,  Τῷ  εὐαγγελίῳ,  ὁμοῦ  μὲν  τὸ  εὐαγγέλιον  δηλῶν,  ὁμοῦ  δὲ κωλύων  πανταχοῦ τὸ πρᾶγμα ἐξάγειν. Τὸν γὰρ διδάσκοντα χρὴ λαμβάνειν, οὐχὶ δὲ καὶ τὸν ἀργοῦντα ἁπλῶς. Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας  κερδήσω. Πάλιν ἐνταῦθα ἄλλην  τίθησιν ὑπερβολήν. Μέγα μὲν γὰρ καὶ τὸ μὴ λαβεῖν· τοῦτο δὲ, ὃ μέλλει λέγειν, πολλῷ πλέον ἐκείνου. Τί δέ ἐστιν ὅ φησιν; Οὐ μόνον οὐκ ἔλαβον, φησὶν, οὐδὲ μόνον οὐκ ἐχρησάμην τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ καὶ ἐδούλωσα ἐμαυτὸν, καὶ δουλείαν ποικίλην καὶ παντοδαπήν. Οὐδὲ γὰρ ἐν χρήμασι  μόνον,  ἀλλ'  ὃ  πολλῷ  χρημάτων  μεῖζον  ἦν,  ἐν  πράγμασι  πολλοῖς  καὶ ποικίλοις τὸ αὐτὸ τοῦτο ἐπεδειξάμην· καὶ ἐδούλωσα ἐμαυτὸν, οὐδενὶ ὑποκείμενος κατ' οὐδὲν, οὐδὲ ἀνάγκην ἔχων· τοῦτο γάρ ἐστιν, Ἐλεύθερος ὢν ἐκ πάντων· καὶ οὐδὲ ἑνὶ ἐδούλευσα, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ· διὸ καὶ ἐπήγαγε, Πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Καὶ γὰρ  κηρῦξαι  ἐπεταττόμην  καὶ  ἀπαγγέλλειν   τὰ  ἐμπιστευθέντα·  τὸ  δὲ  μυρία μηχανᾶσθαι  καὶ ἐπινοεῖν,  λοιπὸν  τῆς  ἐμῆς σπουδῆς ἦν. Τοῦ γὰρ καταβαλεῖν  τὸ ἀργύριον ὑπεύθυνος  ἤμην μόνον· ἐγὼ δὲ καὶ ὑπὲρ τοῦ ἀπαιτῆσαι πάντα  ἐποίουν πάλιν, πλέον τῶν ἐπιτεταγμένων  ἐπιχειρῶν.  Ἐπειδὴ γὰρ προαιρέσει καὶ προθυμίᾳ καὶ ἀγάπῃ τῇ εἰς Χριστὸν πάντα ἔπραττεν, ἀκόρεστον εἶχεν ἐπιθυμίαν εἰς τὴν τῶν ἀνθρώπων  σωτηρίαν. ∆ιὸ καὶ ἐκ πολλῆς τῆς περιουσίας ὑπερέβαινε τὰ σκάμματα, διὰ πάντων ὑπὲρ αὐτὸν πηδῶν τὸν οὐρανόν. Καὶ εἰπὼν τὴν δουλείαν, λέγει λοιπὸν τοὺς τρόπους αὐτῆς τοὺς ποικίλους. Τίνες δέ εἰσιν οὗτοι; Καὶ ἐγενόμην, φησὶ, τοῖς Ἰουδαίοις  ὡς  Ἰουδαῖος,  ἵνα  Ἰουδαίους  κερδήσω.  Καὶ πῶς  ἐγένετο  τοῦτο;  Ὅτε περιέτεμεν, ἵνα καθέλῃ περιτομήν. ∆ιὰ  τοῦτο οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ', Ὡς Ἰουδαῖος, ὅπεροἰκονομία ἦν. Τί λέγεις; ὁ τῆς οἰκουμένης κῆρυξ, καὶ τῶν οὐρανῶν αὐτῶν ἁψάμενος, καὶ τοσοῦτον ἐν τῇ χάριτι λάμψας, οὗτος ἀθρόον καταβαίνει τοσοῦτον; Ναί· τοῦτο γάρ ἐστιν ἀναβῆναι. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι καταβαίνει μόνον, ἀλλ' ὅτι καὶ τὸν κάτω κείμενον ἀνίστησι καὶ ἀνάγει πρὸς ἑαυτόν. Τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω.

γʹ. Ἢ ἐπεξήγησις τοῦ προτέρου ἐστὶν, ἢ ἕτερόν τι αἰνίττεται παρὰ τὸ πρότερον· Ἰουδαίους μὲν  λέγων τοὺς ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιούτους ὄντας· ὑπὸ νόμον δὲ, τοὺς προσηλύτους, ἢ τοὺς πιστοὺς γενομένους καὶ ἔτι ἀντεχομένους  τοῦ νόμου. Οὐκέτι γὰρ ἦσαν ὡς Ἰουδαῖοι, ἀλλ' ὑπὸ νόμον. Καὶ πότε ἐγένετο ὑπὸ νόμον; Ὅτε ἐξυρᾶτο, ὅτε ἔθυεν. Ἐγίνετο δὲ ταῦτα, οὐ τῆς γνώμης αὐτῷ μεταβαλλομένης, ἐπεὶ κακία τὸ πρᾶγμα ἦν· ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης. Ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς  εἰς ταῦτα μεταστήσῃ, ἐγίνετο  αὐτὸς οὐκ ἀληθῶς,  ἐπιδεικνύμενος  μόνον, οὐκ ὢν  δὲ, οὐδὲ ἐκ διανοίας ταῦτα πράττων οὕτως ἐχούσης. Πῶς γὰρ, ὁ καὶ ἑτέρους μεταθεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν. ἵνα ἄλλους ποιοῦντας ἐλευθερώσῃ τῆς ταπεινότητος  ἐκείνης; Τοῖς ἀνόμοις  ὡς  ἄνομος. Οὗτοι οὔτε Ἰουδαῖοι  ἦσαν, οὔτε Χριστιανοὶ, οὔτε Ἕλληνες, ἀλλ' ἐκτὸς νόμου ὄντες, οἷος ἦν ὁ Κορνήλιος, καὶ εἴ τινες κατ' ἐκεῖνον. Καὶ γὰρ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπεκρίνετο τῶν ἐκείνων. Τινὲς δέ φασι καὶ τὴν ἀπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν τῷ βωμῷ διάλεξιν αὐτῷ γενομένην πρὸς Ἀθηναίους αἰνίττεσθαι, καὶ λέγειν, Τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶτα ἵνα μὴ νομίσῃ τις μεταβολὴν γνώμης  εἶναι τὸ πρᾶγμα, ἐπήγαγε· Μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ' ἔννομος Χριστοῦ. Τουτέστιν, Οὐ μόνον ἄνομος οὐκ ὢν, ἀλλ' οὐδὲ ἁπλῶς ἔννομος, ἀλλὰ τὸν πολλῷ τοῦ παλαιοτέρου νόμον ὑψηλότερον ἔχων, τουτέστι, τοῦ Πνεύματος καὶ τῆς χάριτος· διὸ καὶ ἐπήγαγε, Χριστοῦ. Εἶτα ποιήσας περὶ τῆς γνώμης θαῤῥῆσαι, καὶ τὸ κέρδος τίθησι πάλιν  τῆς τοιαύτης συγκαταβάσεως, λέγων· Ἵνα κερδήσω ἀνόμους. Καὶ πανταχοῦ τὴν αἰτίαν προβάλλεται τῆς συγκαταβάσεως· καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ, Καὶ τοῖς ἀσθενέσι, φησὶν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῦτο λοιπὸν  τὸ  τούτων  λέγων,  δι' ὃ καὶ  πάντα  ταῦτα  εἴρηται.  Καίτοι ἐκεῖνα  πολλῷ μείζονα ἦν, ἀλλὰ τοῦτο οἰκειότερον· ὅθεν καὶ ὕστερον αὐτὸ τέθεικεν. Ἐποίησε δὲ αὐτὸ καὶ παρὰ Ῥωμαίοις, ὅτε περὶ βρωμάτων ἐνεκάλει, καὶ ἀλλαχοῦ πολλαχοῦ. Εἶτα, ἵνα μὴ καθ' ἕκαστον ἅπαντα λέγων, διατρίβῃ, φησί· Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως  τινὰς  σώσω. Ὁρᾷς τὴν ὑπερβολήν; Πᾶσι μὲν γέγονα πάντα, οὐ πάντας δὲ προσδοκῶν σώζειν, φησὶ, ἀλλ' ἵνα κἂν ὀλίγους σώσω. Καὶ τὴν μὲν σπουδὴν καὶ τὴν διακονίαν  τοσαύτην ὑπέμεινα, ὅσην εἰκὸς τὸν ἅπαντας σώζοντα, οὐ μὴν ἐλπίζων ἁπάντων περιέσεσθαι· ὃ πολὺ μέγα ἦν, καὶ προθυμίας ζεούσης. Ἐπεὶ καὶ ὁ σπείρων πανταχοῦ  ἔσπειρε, καὶ  οὐ  τὸν  πάντα  σπόρον  διέσωσεν,  ἀλλ'  ὅμως  τὸ  ἑαυτοῦ πεποίηκε. Καὶ εἰπὼν τὴν ὀλιγότητα τῶν σωζομένων, πάλιν τῷ, Πάντως, προσθεῖναι, παρεμυθήσατο  τοὺς  ὑπὲρ  τούτων   ἀλγοῦντας.   Εἰ  γὰρ  καὶ  μὴ  πάντα   δυνατὸν διασωθῆναι τὸν σπόρον, ἀλλ' ὅμως καὶ πάντα ἀμήχανον ἀπολέσθαι. ∆ιὰ τοῦτο εἶπε, Πάντως, ὅτι ἀνάγκη  πᾶσα τὸν  οὕτω  θερμῶς σπουδάζοντα καὶ ἐπιτυχεῖν. Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, τουτέστιν, ἵνα δόξω τι  καὶ αὐτὸς  συνεισενηνοχέναι  οἴκοθεν,  καὶ κοινωνήσω  τῶν  ἀποκειμένων στεφάνων  τοῖς πιστοῖς. Ὥσπερ γὰρ ἔλεγεν, Ἐκ τοῦ εὐαγγελίου  ζῇν, τουτέστιν, ἐκ τῶν  πιστευόντων,  οὕτω καὶ ἐνταῦθα, Συγκοινωνὸς  γένωμαι  τοῦ εὐαγγελίου,  ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς ἐν τῷ εὐαγγελίῳ  πεπιστευκόσιν. Εἶδες ταπεινοφροσύνην, πῶς ἐν τῇ τῶν μισθῶν ἀντιδόσει ἕνα τῶν πολλῶν ἑαυτὸν τίθησι, πάντων ἐπλεονεκτήσας τοῖς πόνοις; Ὅθεν δῆλον, ὅτι καὶ τοῖς ἐπάθλοις. Ἀλλ'  ὅμως αὐτὸς οὐκ ἀξιοῖ τῶν πρωτείων  ἀπολαύειν,  ἀλλ'  ἀγαπᾷ, ἂν μετὰ τῶν  ἄλλων  κοινωνήσῃ τῶν  ἀποκειμένων   στεφάνων.  Ταῦτα  δὲ  ἔλεγεν,  οὐκ  ἐπειδὴ  μισθῷ  τινι  ταῦτα ἔπραττεν, ἀλλ' ἵνα ἐκείνους κἀντεῦθεν  ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρ τῶν ἀδελφῶν. Εἶδες σύνεσιν; εἶδες ἀκριβείας ὑπεροχὴν, πῶς ὑπὲρ τὰ  ἐπιτεταγμένα  ἐποίησε, μὴ  λαμβάνων,  λαμβάνειν  ἐξόν;  εἶδες  συγκαταβάσεως ὑπερβολὴν, πῶς ὁ ἔννομος Χριστοῦ καὶ τὸν ἀνωτάτω τηρῶν νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος  ἦν,  τοῖς  Ἰουδαίοις  ὡς  Ἰουδαῖος,  ἐν  ἑκατέροις  ἄκρος φανεὶς  καὶ  πάντας νικήσας; Τοῦτο καὶ σὺ ποίει, καὶ μὴ νόμιζε καταπίπτειν  ἄκρος ὢν, ἐάν τι διὰ τὸν ἀδελφὸν   ὑπομείνῃς   τῶν   ταπεινῶν·   οὐδὲ   γὰρ  καταπεσεῖν   ἐστι  τοῦτο,   ἀλλὰ καταβῆναι.  Ὁ  μὲν  γὰρ  πεσὼν,  κεῖται  μόλις  ἀνιστάμενος·  ὁ  δὲ  καταβὰς,  καὶ ἀναβήσεται μετὰ πολλοῦ τοῦ κέρδους· καθάπερ καὶ Παῦλος κατῄει μὲν μόνος, ἀνῄει δὲ μετὰ τῆς οἰκουμένης, οὐχ ὑποκρινόμενος· οὐδὲ γὰρ ἂν τὸ κέρδος ἐζήτησε τῶν σωζομένων, εἴ γε ὑπεκρίνετο. Τὴν γὰρ ἀπώλειαν ὁ ὑποκριτὴς ζητεῖ, καὶ ὥστε λαβεῖν, ὑποκρίνεται, οὐχ ὥστε δοῦναι. Ἀλλ' οὗτος οὐχ οὕτως· ἀλλ' ὥσπερ ἰατρὸς, ὥσπερ διδάσκαλος, ὥσπερ πατὴρ, ὁ μὲν  τῷ  κάμνοντι,  ὁ δὲ τῷ  μαθητῇ,  ὁ δὲ τῷ  παιδὶ συγκαταβαίνει  εἰς διόρθωσιν,  οὐκ εἰς βλάβην· οὕτω  καὶ οὗτος.

δʹ. Ὅτι γὰρ οὐχ ὑπόκρισις ἦν τὰ εἰρημένα, ὅταν μηδὲν τοιοῦτον ἀναγκάζηται ποιεῖν ἢ λέγειν, ἀλλὰ τὴν διάθεσιν αὐτοῦ καὶ τὴν παῤῥησίαν δεῖξαι βούληται, ἄκουσον αὐτοῦ λέγοντος· Οὔτε ζωὴ οὔτε θάνατος, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις ἑτέρα κτίσις δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἶδες ἀγάπην πυρὸς θερμοτέραν;  Οὕτω  καὶ  ἡμεῖς  ἀγαπήσωμεν  τὸν  Χριστόν· καὶ  γὰρ  εὔκολον,  ἂν βουλώμεθα.  Οὐδὲ γὰρ ἐκεῖνος  φύσει τοιοῦτος  ἦν. ∆ιά τοι τοῦτο καὶ τὰ πρότερα αὐτοῦ ἀνεγράφη  τὰ ἐναντία  τούτοις, ἵνα μάθωμεν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις  ἅπαντα εὔκολα. Μὴ τοίνυν  ἀπογνῶμεν,  ἀλλὰ, κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης,  κἂν  ὁτιοῦν,  ἐννόησον  ὅτι  Παῦλος βλάσφημος  ἦν  καὶ  διώκτης  καὶ ὑβριστὴς,  καὶ  τῶν  ἁμαρτωλῶν   πρῶτος,  καὶ  ἐξαίφνης   πρὸς  αὐτὴν  ἀνέβη  τὴν κορυφὴν τῆς ἀρετῆς, καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι γε οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας, μεθ' ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς Ἐκκλησίας. Καὶ γὰρ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ τότε, καὶ ὅτι μὴ μυρίας εἶχε χεῖρας, ἵνα πάσαις βάλλῃ  τὸν  Στέφανον,  ἤλγει.  Ὅμως δὲ καὶ οὕτως  εὗρεν ὅπως πλείοσιν  αὐτὸν  βάλῃ χερσὶ, ταῖς  τῶν  ψευδομαρτύρων,  ὧν  τὰ ἱμάτια  ἐτήρει· καὶ ἡνίκα δὲ εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας, γυναῖκας, θορύβου καὶ ταραχῆς καὶ μυρίων πολέμων πάντα πληρῶν. Οὕτω γοῦν  καὶ  φοβερὸς  ἦν,  ὡς  τοὺς  ἀποστόλους  καὶ  μετὰ  τὴν  ἀρίστην μεταβολὴν μηδέπω τολμᾷν κολλᾶσθαι αὐτῷ. Ἀλλ' ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, οἷος γέγονεν·  οὐδὲν γὰρ δεῖ πλέον  εἰπεῖν. Ποῦ τοίνυν  εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης  ἀνάγκην  ἐπιτειχίζοντες  τῇ  τῆς  προαιρέσεως ἐλευθερίᾳ;  Ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέσθωσαν. Τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλύον,  κἂν  τῶν  πονηροτάτων  ἔμπροσθεν  ᾖ.  Καὶ γὰρ  πρὸς  τοῦτο  ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσον καὶ κατὰ φύσιν ἡμῖν ἐστιν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν ἡ πονηρία, ὥσπερ οὖν τὸ νοσεῖν καὶ ὑγιαίνειν. Καὶ γὰρ ὀφθαλμοὺς ἡμῖν ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα ἀκολάστως  βλέπωμεν,  ἀλλ'  ἵνα  τὰ  δημιουργήματα  αὐτοῦ  θαυμάζοντες, προσκυνῶμεν τὸν ποιήσαντα. Καὶ ὅτι αὕτη ἡ χρεία τῶν ὀφθαλμῶν,  δῆλον ἐκ τῶν ὁρωμένων.   Κάλλος  μὲν   γὰρ  ἡλίου   καὶ   οὐρανοῦ   ἐξ  ἀπείρου   βλέπομεν   τοῦ διαστήματος· γυναικὸς δὲ εὐμορφίαν οὐκ ἄν τις ἐκ τοσούτου καταμάθοι. Ὁρᾷς, ὅτι πρὸς τοῦτο ἡμῖν  μᾶλλον  γεγένηται  ὁ ὀφθαλμός;  Πάλιν ἀκοὴν ἐποίησεν, οὐχ ἵνα βλάσφημα δεχώμεθα ῥήματα, ἀλλ' ἵνα σωτήρια δόγματα. ∆ιά τοι τοῦτο, ὅταν μὲν ἀπηχές τι δέξηται, καὶ ναρκᾷ ἡ ψυχὴ καὶ τὸ σῶμα δὲ αὐτό. Λαλιὰ γὰρ πολυόρκου ἀνορθώσει τρίχας, φησί. Κἂν ὠμὸν, κἂν ἀπηνές τι ἀκούσωμεν, πάλιν φρίττομεν· ἂν δὲ ἐμμελές τι καὶ φιλάνθρωπον,  καὶ γαννύμεθα καὶ χαίρομεν. Καὶ τὸ στόμα δὲ ἡμῶν αἰσχρὰ  φθεγγόμενον,  αἰσχύνεσθαι  καὶ  ἐγκαλύπτεσθαι  ποιεῖ·  ἂν  δὲ  σεμνὰ,  μετὰ ἀδείας προΐεται ταῦτα καὶ ἐλευθερίας ἁπάσης. Τοῖς δὲ κατὰ φύσιν οὐδεὶς ἂν αἰσχυνθείη, ἀλλὰ τοῖς παρὰ φύσιν. Καὶ χεῖρες μὲν, ὅταν ἁρπάζωσι, κρύπτονται καὶ ἀπολογίας  ἐπιζητοῦσιν· εἰ δὲ ἐλεημοσύνην  δοῖεν, καὶ ἐγκαλλωπίζονται.  Ὥστε ἂν ἐθέλωμεν, πολλὴν ἔχομεν πάντοθεν πρὸς ἀρετὴν τὴν ῥοπήν. Εἰ δὲ τὴν ἡδονήν μοι λέγεις τὴν ἀπὸ τῆς κακίας, ἐννόησον ὅτι καὶ τοῦτο πλέον παρὰ τῆς ἀρετῆς καρπούμεθα. Καὶ γὰρ τὸ συνειδὸς ἔχειν ἀγαθὸν, καὶ τὸ παρὰ πάντων  θαυμάζεσθαι, καὶ τὸ χρηστὰς ἀναμένειν  ἐλπίδας, πάντων  ἥδιον τῷ φύσιν ἡδονῆς ἐπεσκεμμένῳ· ὥσπερ οὖν τἀναντία  πάντων  ὀδυνηρότερα τῷ λύπης  εἰδότι  φύσιν, οἷον τὸ παρὰ πάντων  ὀνειδίζεσθαι, τὸ κατηγορεῖσθαι οἴκοθεν, τὸ τρέμειν καὶ δεδοικέναι καὶ τὰ μέλλοντα  καὶ τὰ παρόντα.

εʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ὑποθώμεθα τῷ λόγῳ  ἔχοντά  τινα  γυναῖκα,  τὸν  τοῦ  πλησίον  διορύττειν  γάμον,  καὶ  ἥδεσθαι τῇ πονηρᾷ  ταύτῃ  κλοπῇ  τῆς  ἐρωμένης  ἀπολαύοντα·  εἶτα  ἀντιθῶμεν  τούτῳ  πάλιν ἕτερον τὸν τὴν αὑτοῦ στέργοντα· καὶ ἵνα πλείων  καὶ σαφεστέρα ἡ νίκη γίνηται, οὗτος  ὁ τῆς  αὐτοῦ  μόνης  ἀπολαύων,  ἐράτω  μὲν  καὶ  ἐκείνης  τῆς  μοιχευομένης, κατεχέτω δὲ τοῦ ἔρωτος καὶ μηδὲν πραττέτω πονηρόν· καίτοι γε οὐδὲ καθαρὰ τοῦτο σωφροσύνη ἐστί· πλὴν ἀλλ' ἐκ περιουσίας, ἵνα μάθῃς πόση τῆς ἀρετῆς ἡ ἡδονὴ, διὰ τοῦτο οὕτω τὸ δρᾶμα ἐπλάσαμεν. Συνθέντες τοίνυν αὐτοὺς, οὕτως ἐρώμεθα ἀμφοτέρους, τίνος  ἡδίων  ὁ βίος· καὶ ἀκούσῃ τοῦ μὲν καὶ ἐγκαλλωπιζομένου  καὶ σκιρτῶντος ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῆς ἐπιθυμίας· τούτου δέ· μᾶλλον δὲ οὐδὲ ἀναμεῖναι δεῖ  τὸ παρ' αὐτοῦ  τι  μαθεῖν·  ὄψει  γὰρ αὐτὸν,  κἂν  μυριάκις  ἀρνῆται,  δεσμωτῶν ἀθλιώτερον  διακείμενον.  Καὶ γὰρ ἅπαντας  δέδοικε καὶ ὑποπτεύει, καὶ τὴν αὑτοῦ γυναῖκα καὶ τὸν τῆς μοιχευομένης ἄνδρα  καὶ τὴν μοιχευομένην  αὐτὴν, καὶ οἰκείους καὶ φίλους καὶ συγγενεῖς, καὶ τοίχους καὶ σκιὰς καὶ ἑαυτὸν, καὶ, τὸ πάντων χαλεπώτερον,  τὸ συνειδὸς ἔχει καταβοῶν, ὑλακτοῦν καθ' ἑκάστην ἡμέραν. Ἂν δὲ καὶ τὸ τοῦ Θεοῦ δικαστήριον ἐννοήσῃ, οὐδὲ στῆναι δυνήσεται. Καὶ ἡ μὲν ἡδονὴ βραχεῖα, ἡ δὲ ἀπὸ ταύτης ὀδύνη διηνεκής. Καὶ γὰρ καὶ ἐν ἑσπέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ἐρημίᾳ καὶ ἐν πόλει, καὶ πανταχοῦ ἕπεται ὁ κατήγορος, ξίφος δεικνὺς ἠκονημένον, καὶ τὰς ἀφορήτους κολάσεις, καὶ τῷ φόβῳ καταναλίσκων αὐτὸν καὶ δαπανῶν. Ὁ δὲ σώφρων  ἐκεῖνος  πάντων  τούτων  ἀπήλλακται,  καὶ ἔστιν  ἐν  ἐλευθερίᾳ,  καὶ μετὰ ἀδείας ὁρᾷ τὴν γυναῖκα τὴν ἑαυτοῦ, τὰ παιδία, τοὺς φίλους, καὶ ἐλευθέροις ἅπασιν ὀφθαλμοῖς ἀπαντᾷ. Εἰ δὲ ὁ ἐρῶν μὲν, κρατῶν δὲ, τοσαύτης ἀπολαύσεται ἡδονῆς, ὁ μηδὲ ἐρῶν, ἀλλὰ καθαρῶς σωφρονῶν, τίνος λιμένος, ποίας γαλήνης οὐχ ἡδίω καὶ ἡμερωτέραν κτήσεται ψυχήν; ∆ιά τοι τοῦτο τοὺς μοιχεύοντας μὲν ὀλίγους ἂν ἴδοις, σωφρονοῦντας δὲ πλείους. Εἰ δὲ τοῦτο ἥδιον, τοῦτο ἂν εἵλοντο οἱ πολλοί. Καὶ μή μοι λέγε τὸν ἀπὸ τῶν νόμων φόβον· οὐδὲ γὰρ οὗτός ἐστιν αὐτοὺς ὁ κατέχων, ἀλλ' ἡ τῆς ἀτοπίας ὑπερβολὴ, καὶ τὸ πλείονα εἶναι τὰ λυπηρὰ τῶν ἡδέων, καὶ ἡ τοῦ συνειδότος ψῆφος. Καὶ ὁ μὲν μοιχὸς τοιοῦτος. Εἰ δὲ βούλεσθε, καὶ τὸν πλεονέκτην  εἰς μέσον ἀγάγωμεν,  ἕτερον  ἔρωτα  πάλιν  παράνομον  ἀπογυμνοῦντες.  Καὶ γὰρ καὶ  τοῦτον ὀψόμεθα τὰ αὐτὰ δεδοικότα, καὶ οὐ δυνάμενον καθαρᾶς ἀπολαύειν ἡδονῆς. Καὶ γὰρ καὶ τοὺς ἀδικουμένους ἐννοῶν, καὶ τοὺς συναλγοῦντας αὐτοῖς, καὶ τὴν κοινὴν ἁπάντων  περὶ  αὐτοῦ  ψῆφον,  μυρία  κύματα  ἔχει.  Καὶ οὐ  τοῦτο  μόνον  ἐστὶ  τὸ χαλεπὸν, ἀλλ' οὐδὲ τῆς ἐρωμένης ἀπολαῦσαι δύναται. Τοιοῦτος γὰρ ὁ τῶν φιλαργύρων  τρόπος· οὐχ ἵνα ἀπολαύωσιν ἔχουσιν, ἀλλ' ἵνα μὴ ἀπολαύωσιν. Εἰ δὲ αἴνιγμά σοι τοῦτο εἶναι δοκεῖ, καὶ τὸ ἔτι τούτου χεῖρον καὶ ἀπορώτερον ἄκουε· ὅτι οὐ ταύτῃ μόνον ἐστέρηνται τῆς τῶν ὄντων ἡδονῆς, τῷ μὴ τολμᾷν αὐτοῖς χρῆσθαι, ὡς βούλονται, ἀλλὰ καὶ τῷ μηδέποτε αὐτῶν ἐμπίπλασθαι, ἀλλ' ἐν τῷ διψῇν εἶναι διηνεκῶς·  οὗ τί γένοιτ' ἂν χαλεπώτερον;  Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος· ἀλλὰ καὶ τρόμου καὶ μίσους, καὶ φόβου  καὶ τοῦ ἀνιάτου  τούτου  δίψους  ἀπήλλακται· καὶ ὥσπερ ἐκείνῳ  πάντες  ἐπαρῶνται,  οὕτω  πάντες  τούτῳ  συνεύχονται·  καὶ καθάπερ ἐκεῖνος  οὐδένα κέκτηται  φίλον,  οὕτως  οὗτος οὐδένα ἐχθρόν.  Τί τοίνυν,  τούτων οὕτως ὡμολογημένων,  ἢ κακίας ἀηδέστερον, ἣ ἀρετῆς ἥδιον γένοιτ' ἄν; μᾶλλον δὲ, κἂν μυρία εἴπωμεν, οὐδεὶς οὔτε ἐκείνης τὴν λύπην, οὔτε ταύτης  τὴν ἡδονὴν παραστῆσαι δυνήσεται λόγῳ, ἕως ἂν αὐτῆς ἀπολαύσωμεν. Τότε γὰρ καὶ πικρότερον χολῆς εὑρήσομεν τὴν κακίαν, ὅταν τοῦ τῆς ἀρετῆς ἀπογευσώμεθα μέλιτος. Ἔστι μὲν γὰρ καὶ νῦν ἀηδὴς καὶ φορτικὴ καὶ ἐπαχθὴς, καὶ πρὸς τοῦτο οὐδὲ αὐτοὶ οἱ θεραπεύοντες    αὐτὴν    ἀντεροῦσιν·   ὅταν   δὲ   αὐτῆς   ἀποστῶμεν,   τότε   αὐτῆς ἀκριβέστερον αἰσθανόμεθα τῶν πικρῶν ἐπιταγμάτων.  Εἰ δὲ οἱ πολλοὶ πρὸς αὐτὴν τρέχουσι, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ παῖδες πολλάκις τὰ ἧττον ἡδέα ἑλόμενοι, τῶν μειζόνως εὐφραινόντων  καταφρονοῦσι· καὶ οἱ νοσοῦντες ὑπὲρ προσκαίρου χάριτος τὴν διηνεκῆ καὶ ἀσφαλεστέραν εὐφροσύνην ἀπώλεσαν. Τοῦτο δὲ τῆς τῶν ἐρώντων ἀσθενείας τε καὶ ἀνοίας ἐστὶν, οὐ τῆς τῶν πραγμάτων φύσεως. Ὁ γὰρ μεθ' ἡδονῆς ζῶν, ὁ ἐνάρετός ἐστιν, ὁ πλουτῶν ὄντως καὶ ὄντως ἐλεύθερος ὤν. Εἰ δέ τις τὰ μὲν ἄλλα  συγχωροίη  τῇ  ἀρετῇ,  ἐλευθερίαν,  ἄδειαν,  τὸ  φροντίδων   ἀπηλλάχθαι,  τὸ μηδένα  δεδοικέναι,  τὸ  μηδένα  ὑποπτεύειν,  τὴν  δὲ  ἡδονὴν  μὴ  συγχωροίη,  καὶ γελάσαι μοι λοιπὸν  δαψιλὲς  ἐνταῦθα ἐπέρχεται. Τί γὰρ ἕτερόν ἐστιν ἡδονὴ, ἢ τὸ φροντίδος ἀπηλλάχθαι  καὶ φόβου καὶ ἀθυμίας, καὶ πᾶσιν ἀχείρωτον εἶναι; Τίς γὰρ ἐν ἡδονῇ, εἰπέ μοι, ὁ μαινόμενος  καὶ σφαδάζων καὶ κεντούμενος  ὑπὸ ἐπιθυμιῶν πολλῶν, καὶ οὐδὲ ἐν ἑαυτῷ ὢν, ἢ ὁ τούτων πάντων  ἀπηλλαγμένος  τῶν κυμάτων, καὶ ὥσπερ ἐν λιμένι  τῇ φιλοσοφίᾳ  καθήμενος; οὐκ εὔδηλον  ὅτι οὗτος; Ἀλλὰ τῆς ἀρετῆς  ἴδιον  τοῦτο  ἀνεφάνη.  Ὥστε ἡ  κακία  ὄνομα  μόνον  ἡδονῆς  ἔχει,  τοῦ  δὲ πράγματός ἐστιν ἔρημος· καὶ πρὸ μὲν τῆς ἀπολαύσεως μανία ἐστὶν, οὐχ ἡδονὴ, μετὰ δὲ τὴν ἀπόλαυσιν εὐθέως καὶ αὐτὴ σβέννυται. Εἰ τοίνυν  οὔτε ἐν ἀρχῇ οὔτε μετὰ ταῦτα ἔστιν ἰδεῖν αὐτῆς τὴν ἡδονὴν, ποῦ φανεῖται  καὶ πότε; Ἵνα δὲ σαφέστερον, ὃ λέγω,  μάθῃς,  ἐπὶ  ὑποδείγματος  τὸν  λόγον  γυμνάσωμεν·  σκόπει  δέ·  ἠράσθη τις γυναικὸς  ὡραίας  καὶ εὐμόρφου· οὗτος  ἕως μὲν  ἂν  μὴ ἐπιτύχῃ  τοῦ ἔρωτος, τοῖς ἐξεστηκόσιν ἔοικε καὶ παραπαίουσιν· ἐπειδὰν δὲ ἐπιτύχῃ, ἔσβεσε τὴν ἐπιθυμίαν. Εἰ τοίνυν μήτε ἐν ἀρχῇ ἥδεται· μανία γὰρ τὸ πρᾶγμά ἐστι· μήτε ἐν τῷ τέλει· καταλύει γὰρ τῇ μίξει τὸν οἶστρον· ποῦ λοιπὸν αὐτὴν εὑρήσομεν; Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ καὶ ἐν ἀρχῇ ταραχῆς ἀπήλλακται πάσης, καὶ μέχρι τέλους ἀκμάζουσα μένει ἡ ἡδονή· μᾶλλον δὲ οὐδέ ἐστι τέλος παρ' ἡμῖν ἡδονῆς, οὐδὲ ἔχει πέρας ἡμῶν τὰ ἀγαθὰ, οὐδὲ καταλύεταί ποτε αὕτη ἡ ἡδονή. Ταῦτ' οὖν ἅπαντα ἐννοήσαντες, εἴ γε ἡδονῆς ἐρῶμεν,   ἐπιλαβώμεθα   ἀρετῆς,  ἵνα   καὶ   τῶν   παρόντων   καὶ   τῶν   μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν· ὧν γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.



ΚΓʹ.Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον;

 αʹ. ∆είξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν, καὶ ὡς τοῦτο ἡ ἄκρα τελειότης,  καὶ ὅτι αὐτὸς πάντων  πλέον  πρὸς τὸ τέλειον  ἀναβὰς, μᾶλλον  δὲ καὶ ὑπερβὰς αὐτὸ τῷ μὴ λαμβάνειν, πάντων πλέον κατέβη πάλιν, καὶ ἑκατέρων τούτων τοὺς καιροὺς γνωρίμους   ποιήσας ἡμῖν  καὶ τῆς τελειότητος  καὶ τῆς συγκαταβάσεως, πληκτικώτερον  αὐτῶν καθικνεῖται λοιπὸν, αἰνιττόμενος  ὅτι τοῦτο τὸ  παρ'  αὐτῶν  γινόμενον   καὶ  δοκοῦν  εἶναι  τελειότητος,  ματαιοπονία  τίς  ἐστι περιττή. Καὶ οὐ λέγει μὲν αὐτὸ οὕτω σαφῶς, ἵνα μὴ ἀπαναισχυντήσωσι· δι' ὧν δὲ κατασκευάζει, τοῦτο δηλοῖ· καὶ εἰπὼν  ὅτι εἰς τὸν Χριστὸν ἁμαρτάνουσι, καὶ τοὺς ἀδελφοὺς ἀπολλύουσι, καὶ οὐδὲν αὐτοῖς ὄφελος γίνεται ἀπὸ τῆς γνώσεως τῆς τελείας, ἐὰν μὴ ἀγάπη προσῇ, πάλιν ἐπὶ κοινὸν ἔρχεται παράδειγμα, καὶ φησίν· Οὐκ οἴδατε  ὅτι  οἱ  ἐν  σταδίῳ  τρέχοντες,  πάντες  μὲν  τρέχουσιν,  εἷς  δὲ  λαμβάνει  τὸ βραβεῖον; Τοῦτο δὲ λέγει, οὐχ ὡς καὶ ἐνταῦθα ἑνὸς ἐκ πάντων μέλλοντος σώζεσθαι,ἄπαγε, ἀλλ' ὡς πολλὴν ὀφειλόντων  ἡμῶν εἰσενεγκεῖν τὴν σπουδήν. Ὥσπερ γὰρ ἐκεῖ κατιόντων  πολλῶν  εἰς τὸ στάδιον, οὐ στεφανοῦνται  πολλοὶ,  ἀλλ' εἰς ἕνα τοῦτο περιίσταται,  καὶ  οὐκ ἀρκεῖ τὸ καθεῖναι  εἰς  τὸν  ἀγῶνα,  οὔτε  τὸ ἀλείψασθαι  καὶ
παλαῖσαι·  οὕτω καὶ ἐνταῦθα  οὐκ ἀρκεῖ τὸ πιστεῦσαι καὶ ὡς ἔτυχεν  ἀγωνίσασθαι· ἀλλὰ ἂν μὴ οὕτω δράμωμεν, ὡς μέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρασχεῖν, καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲ ἡμῖν ἔσται πλέον. Εἰ γὰρ καὶ τέλειον  νομίζεις εἶναι σαυτὸν, φησὶ, κατὰ τὴν γνῶσιν, ἀλλ' οὐδέπω τοῦ παντὸς ἐπιλήψῃ, ὅπερ αἰνιττόμενος  ἔλεγεν·  Οὕτω τρέχετε, ἵνα καταλάβητε.  Οὐκ ἄρα που κατειληφότες ἦσαν. Καὶ εἰπὼν  οὕτω, καὶ τὸν  τρόπον  διδάσκει· Πᾶς δὲ ὁ ἀγωνιζόμενος  πάντα ἐγκρατεύεται. Τί ἐστι, Πάντα; Οὐχὶ τοῦδε μὲν ἀπέχεται, ἐν ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστριμαργίας, καὶ λαγνείας  καὶ μέθης, καὶ πάντων  ἁπλῶς  κρατεῖ τῶν παθῶν. Τοῦτο γὰρ, φησὶ, καὶ ἐπὶ τῶν  ἔξωθεν  ἀγώνων  γίνεται.  Οὐδὲ γὰρ μεθύειν ἔξεστι τοῖς ἀγωνιζομένοις κατὰ τὸν καιρὸν τῆς ἀγωνίας οὐδὲ, πορνεύειν, ἵνα μὴ τὴν δύναμιν  ἐκλύσωσιν,  ἀλλ'  οὐδὲ  περὶ  ἄλλο  τι  οὐδὲν  ἠσχολῆσθαι·  ἀλλὰ  πάντων ἑαυτοὺς ἅπαξ ἀποστήσαντες, τοῖς γυμνασίοις μόνον προσέχουσιν. Εἰ δὲ ἐκεῖ ταῦτα, ὅπου καὶ εἰς ἕνα ὁ στέφανος, πολλῷ μᾶλλον ἐνταῦθα, ὅπου καὶ πλείων ἡ φιλοτιμία. Οὐδὲ γὰρ εἷς ὁ στεφανούμενος μόνος, καὶ τὰ ἔπαθλα δὲ πολὺ τοὺς πόνους νικᾷ. ∆ιὸ καὶ  ἐντρεπτικῶς  αὐτὸ  τίθησι  λέγων·  Ἐκεῖνοι  μὲν  οὖν,  ἵνα  φθαρτὸν  στέφανον λάβωσιν· ἡμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν  οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Ἐντρέψας γὰρ αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς μέσον ἄγει λοιπὸν, ὅπερ ἄριστος τρόπος διδασκαλίας ἐστί. ∆ιὸ καὶ πανταχοῦ φαίνεται τοῦτο ποιῶν. Τί δέ ἐστιν, Οὐκ ἀδήλως; Πρὸς σκοπόν τινα βλέπων, φησὶν, οὐκ εἰκῆ καὶ μάτην, καθάπερ ὑμεῖς. Τί γὰρ ὑμῖν γίνεται  πλέον  ἀπὸ τοῦ εἰς εἰδωλεῖα  εἰσιέναι, καὶ τὴν  τελειότητα  δῆθεν  ἐκείνην ἐπιδείκνυσθαι; Οὐδέν. Ἀλλ' οὐκ ἐγὼ τοιοῦτος, ἀλλὰ πάντα, ἅπερ ποιῶ, ὑπὲρ τῆς τῶν πλησίον σωτηρίας ποιῶ· κἂν τελειότητα ἐπιδείξωμαι, δι' αὐτούς· κἂν συγκατάβασιν, δι' αὐτούς· κἂν ὑπερβῶ Πέτρον ἐν τῷ μὴ λαμβάνειν,  ἵνα μὴ σκανδαλισθῶσι· κἂν καταβῶ  πλέον  πάντων,  περιτεμνόμενος  καὶ  ξυρώμενος,  ἵνα  μὴ  ὑποσκελισθῶσι. Τοῦτό ἐστιν, Οὐκ ἀδήλως. Σὺ δὲ διὰ τί ἐσθίεις ἐν εἰδωλείοις, εἰπέ μοι; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν αἰτίαν εὔλογον οὐδεμίαν. Βρῶμα γάρ σε οὐ παρίστησι τῷ Θεῷ· καὶ οὔτε ἐὰν φάγῃς, περισσεύεις, οὔτε ἐὰν μὴ φάγῃς, ὑστερῇ. Οὐκοῦν ἁπλῶς καὶ ὡς ἔτυχε τρέχεις· τοῦτο γάρ ἐστιν, Ἀδήλως. Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Πάλιν τὸ οὐκ εἰκῆ καὶ μάτην αἰνιττόμενος, τοῦτό φησιν· Ἔχω γὰρ ὃν πλήξω, τουτέστι, τὸν διάβολον· σὺ δὲ αὐτὸν οὐ πλήττεις, ἀλλὰ καὶ ἁπλῶς ἐκχέεις σαυτοῦ τὴν ἰσχύν. Τέως μὲν  οὖν  αὐτοὺς  διαβαστάζων,  οὕτω  φησίν.  Ἐπειδὴ  γὰρ  σφοδροτέρως  αὐτοῖς ἐχρήσατο ἐν  τοῖς  ἔμπροσθεν, πάλιν  κατέχει  τὴν  ἐπιτίμησιν,  τῷ  τέλει  τοῦ λόγου τηρῶν  τὴν  βαθεῖαν  τομήν.  Ἐνταῦθα μὲν  γάρ φησιν, ὅτι εἰκῆ καὶ μάτην ποιοῦσιν· ὕστερον δὲ δείκνυσιν, ὅτι, καὶ ἐπ' ὀλέθρῳ πολλῷ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ὅτι καὶ χωρὶς τῆς βλάβης τῶν ἀδελφῶν,  οὐδὲ αὐτοὶ ἀνεύθυνοι  ταῦτα τολμῶντες. Ἀλλ'  ὑπωπιάζω  μου  τὸ  σῶμα  καὶ  δουλαγωγῶ,  μή  πως  ἄλλοις  κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυμίας γαστρὸς κατεχομένους καὶ ἀνιέντας  αὐτῇ  τὰς  ἡνίας,  καὶ  προσχήματι  τελειότητος  τὴν  γαστριμαργίαν  τὴν ἑαυτῶν πληροῦντας· ὃ καὶ ἄνωθεν ὤδινεν εἰπεῖν, ὅτε ἔλεγε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ   ἡ   κοιλία   τοῖς   βρώμασιν.   Ἐπειδὴ   γὰρ   καὶ   πορνείαν   τρυφὴ   ποιεῖ,   καὶ εἰδωλολατρείαν  τοῦτο ἔτεκε, εἰκότως  πολλαχοῦ  καθικνεῖται  τοῦ νοσήματος· καὶ δεικνὺς ὅσα ἔπαθε διὰ τὸ εὐαγγέλιον, καὶ τοῦτο μετ' ἐκείνων  τίθησιν. Ὥσπερ γὰρ, φησὶν, ὑπερέβην τὰ προστάγματα, καὶ ταῦτα οὐ κούφου μοι τοῦ πράγματος ὄντος· καὶ γὰρ, Πάντα στέγομεν, φησίν· οὕτω καὶ ἐνταῦθα πολὺν  ὑπομένω  πόνον, ὥστε σωφρόνως ζῇν. Εἰ γὰρ καὶ δυσένδοτος ἡ ἐπιθυμία καὶ ἡ τῆς γαστρὸς τυραννὶς, ἀλλ' ὅμως αὐτὴν  χαλινῶ,  καὶ οὐκ ἐνδίδωμι  ἐμαυτὸν  τῷ πάθει, ἀλλὰ  πάντα  ὑπομένω πόνον,  ὥστε  μὴ  παρασυρῆναι.

 βʹ. Μὴ γὰρ  δὴ  νομίσητε  ἀπραγμόνως  με  ταῦτα κατορθοῦν. Καὶ γὰρ δρόμος ἐστὶ καὶ παγκράτιον  καὶ φύσεως τυραννὶς, κατεξανισταμένη συνεχῶς καὶ ἐλευθεριάζειν βουλομένη· ἀλλ' οὐκ ἀνέχομαι, ἀλλὰ καταστέλλω καὶ ὑποτάττω  μετὰ πολλῶν  τῶν ἱδρώτων  αὐτήν. Ταῦτα δὲ λέγει, ἵνα μηδεὶς  ἀπογινώσκῃ  τῶν  ὑπὲρ ἀρετῆς  ἀγώνων,  ἐπειδὴ  τὸ  πρᾶγμα  ἐπίπονον·  διό φησιν,  Ὑπωπιάζω  καὶ δουλαγωγῶ.  Οὐκ εἶπεν,  Ἀναιρῶ, οὐδὲ, Κολάζω· οὐδὲ γὰρ ἐχθρὰ ἡ σάρξ· ἀλλ',  Ὑπωπιάζω  καὶ δουλαγωγῶ,  ὃ δεσπότου ἐστὶν, οὐ πολεμίου· διδασκάλου, οὐκ ἐχθροῦ· παιδοτρίβου, οὐκ ἐναντίου. Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ δὲ Παῦλος τοῦτο δέδοικεν ὁ τοσούτους διδάξας, καὶ δέδοικε μετὰ τὸ κηρῦξαι καὶ γενέσθαι ἄγγελος, καὶ τῆς οἰκουμένης τὴν προστασίαν δέξασθαι, τί ἂν εἴποιμεν  ἡμεῖς; Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἐπειδὴ ἐπιστεύσατε, ὅτι ἀρκεῖ τοῦτο  εἰς  σωτηρίαν   ὑμῖν.   Εἰ  γὰρ  ἐμοὶ  τὸ  κηρῦξαι,  τὸ  διδάξαι,  τὸ  μυρίους προσαγαγεῖν,  οὐκ  ἀρκεῖ  εἰς  σωτηρίαν,  εἰ  μὴ  καὶ  τὰ  κατ'  ἐμαυτὸν  παρασχοίμην ἄληπτα, πολλῷ μᾶλλον ὑμῖν. Εἶτα ἐφ' ἕτερα ὑποδείγματα ἔρχεται πάλιν· καὶ ὥσπερ ἀνωτέρω τὰ τῶν ἀποστόλων, καὶ τὰ τῆς κοινῆς συνηθείας, καὶ τὰ τῶν ἱερέων καὶ τὰ ἑαυτοῦ  τέθεικεν·  οὕτω  καὶ  ἐνταῦθα  τὰ  τῶν  Ὀλυμπιακῶν  ἀγώνων.  Καὶ τὰ  παρ' ἑαυτοῦ  θεὶς,  πάλιν  ἐπὶ  τὰς  τῆς  Παλαιᾶς  πρόεισιν  ἱστορίας.  Καὶ ἐπειδὴ  μέλλει φορτικώτερον  ποιεῖν τὸν λόγον, κοινὴν ποιεῖται τὴν παραίνεσιν, καὶ οὐ περὶ τῶν προκειμένων μόνον, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς τῶν παρὰ Κορινθίοις νοσημάτων διαλέγεται.  Καὶ ἐπὶ μὲν τῶν  ἔξωθεν  ἀγώνων· Οὐκ οἴδατε, φησίν· ἐνταῦθα δὲ, Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευμένοι.  Καὶ τί τοῦτό ἐστιν, ὅπερ οὐ θέλεις  ἡμᾶς ἀγνοεῖν;  Ὅτι οἱ πατέρες ἡμῶν πάντες, φησὶν, ὑπὸ τὴν νεφέλην  ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν  Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ  καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες  τὸ αὐτὸ βρῶμα πνευματικὸν  ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν  ἔπιον (ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός)· ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεός. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα λέγει; Ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκείνους οὐκ ὤνησε τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους  τὸ  βαπτίσματος  τυχεῖν  καὶ  μυστηρίων  πνευματικῶν   ἀπολαῦσαι,  εἰ  μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον. ∆ιὸ καὶ τοὺς τοῦ βαπτίσματος, καὶ τοὺς τῶν  μυστηρίων παράγει τύπους. Τί δέ ἐστιν, Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν μυστηρίων κοινωνήσοντες· Βαπτιζόμεθα γὰρ, φησὶν, ὑπὲρ τῶν νεκρῶν,  τουτέστι, τῶν  σωμάτων  τῶν  ἡμετέρων·  οὕτω  κἀκεῖνοι  θαῤῥήσαντες τῷ Μωϋσεῖ, τουτέστιν, ἰδόντες αὐτὸν διαβάντα πρῶτον, κατετόλμησαν καὶ αὐτοὶ τῶν ὑδάτων.  Ἀλλ' ἐπειδὴ  βούλεται  τὸν  τύπον  ἐγγὺς  τῆς  ἀληθείας  ἀγαγεῖν,  οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου. Καὶ τοῦτο μὲν τοῦ λουτροῦ σύμβολον· τὰ δὲ μετὰ ταῦτα, τῆς ἱερᾶς τραπέζης. Καθάπερ γὰρ σὺ τὸ σῶμα ἐσθίεις τὸ δεσποτικὸν, οὕτως ἐκεῖνοι τὸ μάννα· καὶ ὥσπερ σὺ τὸ αἷμα πίνεις, οὕτω  καὶ  ἐκεῖνοι  ὕδωρ  ἐκ  πέτρας.  Εἰ γὰρ  καὶ  αἰσθητὰ  ἦν  τὰ  γινόμενα,  ἀλλὰ πνευματικῶς παρείχετο, οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν, καὶ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν ἔτρεφεν εἰς πίστιν ἐνάγοντα. ∆ιά τοι τοῦτο περὶ μὲν τῆς τροφῆς οὐδὲν εἶπεν· ἐξηλλαγμένη γὰρ ἦν, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῇ φύσει· μάννα γὰρ ἦν· ἐπὶ δὲ τοῦ ποτοῦ, ἐπειδὴ ὁ τρόπος τῆς χορηγίας μόνος ἦν ὁ παράδοξος, καὶ κατασκευῆς ἐδεήθη· διόπερ εἰπὼν, ὅτι Τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον,   ἐπήγαγεν·   Ἔπινον   γὰρ   ἐκ   πνευματικῆς    ἀκολουθούσης   πέτρας·   καὶ προσέθηκεν, Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐ γὰρ ἡ τῆς πέτρας φύσις τὸ ὕδωρ ἠφίει, φησίν· ἦ γὰρ ἂν καὶ πρὸ τούτου ἀνέβλυζεν· ἀλλ' ἑτέρα τις πέτρα πνευματικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν,  ὁ Χριστὸς ὁ παρὼν  αὐτοῖς  πανταχοῦ,  καὶ πάντα θαυματουργῶν.  ∆ιὰ γὰρ τοῦτο  εἶπεν,  Ἀκολουθούσης. Εἶδες Παύλου σοφίαν, πῶς ἑκατέρων αὐτὸν ὄντα χορηγὸν δείκνυσι, καὶ ταύτῃ τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἄγων; Ὁ γὰρ ἐκεῖνα παρασχὼν ἐκείνοις, φησὶν, οὗτος καὶ ταύτην κατεσκεύασε τὴν τράπεζαν· καὶ ὁ αὐτὸς κἀκείνους  διὰ τῆς θαλάττης,  καὶ σὲ διὰ τοῦ βαπτίσματος ἤγαγε· κἀκείνοις μάννα καὶ ὕδωρ, καὶ σοὶ σῶμα καὶ αἷμα παρέσχε. Καὶ τὰ μὲν τῆς δωρεᾶς  αὐτοῦ  τοιαῦτα·  ἴδωμεν  δὲ καὶ  τὰ ἑξῆς, καὶ  σκοπήσωμεν, εἰ τῆς  δωρεᾶς ἀναξίων φανέντων  τούτων ἐφείσατο. Ἀλλ' οὐκ ἂν ἔχοις τοῦτο εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, καίτοι γε τιμήσας αὐτοὺς τοσαύτῃ τιμῇ. Ἀλλ' οὐδὲν αὐτοὺς τοῦτο ὤνησεν, ἀλλ' οἱ πλείους ἀπώλοντο. Καὶ μὴν πάντες ἀπώλοντο· ἀλλ' ἵνα μὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν, Οἱ πλείους. Καίτοι γε ἄπειροι ἦσαν, ἀλλ' οὐδὲν τὸ πλῆθος ὠφέλησε· καὶ πάντα ἐκεῖνα ἀγάπης τεκμήρια ἦν, ἀλλ' οὐδὲ τοῦτο αὐτοὺς ὤνησεν, ἐπεὶ μηδὲ αὐτοὶ τὰ τῆς ἀγάπης ἐπεδείκνυντο. Ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ διαπιστοῦσιν,  ἅτε  μὴ  παροῦσι  μηδὲ  φαινομένοις,   ἀπὸ  τῶν   ἤδη  γεγενημένων δείκνυσιν, ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις εὐεργετηκὼς ᾖ· Εἰ γὰρ καὶ  τοῖς  μέλλουσιν  ἀπιστεῖτε,  φησὶν,  ἀλλ' οὐ δήπου  καὶ  τοῖς  γεγενημένοις ἀπιστήσετε. 

γʹ. Σκοπεῖτε γοῦν ἡλίκα εὐηργέτησε τούτους· Αἰγύπτου καὶ τῆς ἐκεῖ δουλείας ἀπήλλαξε, τὴν θάλασσαν ὑπεστόρεσεν, ἐξ οὐρανοῦ μάννα κατήνεγκε, κάτωθεν ὑδάτων πηγὰς ξένας καὶ παραδόξους ἀνῆκε, παρῆν αὐτοῖς πανταχοῦ θαυματουργῶν,  καὶ  πάντοθεν  αὐτοὺς  τειχίζων·  ἀλλ'  ὅμως,  ἐπειδὴ  τῆς  δωρεᾶς ταύτης  οὐδὲν  ἄξιον  ἐπεδείξαντο,  οὐκ ἐφείσατο  αὐτῶν,  ἀλλ' ἀπώλεσεν  ἅπαντας. Κατεστρώθησαν γὰρ, φησὶν, ἐν τῇ ἐρήμῳ· τήν τε ἀθρόαν αὐτῶν ἀπώλειαν  καὶ τὰς κολάσεις καὶ τὰς τιμωρίας τὰς θεηλάτους ἐμφαίνων  διὰ τῆς λέξεως ταύτης, καὶ ὅτι οὐδὲ τῶν προκειμένων ἐπάθλων ἐπέτυχον. Οὐδὲ γὰρ ἐν τῇ γῇ τῆς ἐπαγγελίας ταῦτα αὐτοῖς εἰργάσατο, ἀλλ' ἔξω καὶ πόῤῥω που καὶ μακρὰν τῆς χώρας ἐκείνης, διπλῇ τιμωρίᾳ κολάσας, καὶ τῷ μὴ συγχωρῆσαι τὴν γῆν ἰδεῖν, καὶ ταῦτα ἐπηγγελμένην αὐτοῖς, καὶ τῷ κολάσαι χαλεπῶς. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί· Πρὸς σὲ μὲν οὖν· διὸ καὶ ἐπήγαγε· Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν. Ὥσπερ γὰρ αἱ δωρεαὶ τύποι, οὕτω καὶ αἱ κολάσεις τύποι· καὶ ὥσπερ τὸ βάπτισμα καὶ ἡ τράπεζα προδιεγράφετο, οὕτω καὶ διὰ τῶν  μετὰ ταῦτα,  ὅτι  καὶ κολασθήσονται  οἱ ταύτης  ἀνάξιοι  τῆς  δωρεᾶς, προανεφωνεῖτο   δι'  ἡμᾶς,  ὥστε  σωφρονεστέρους  γενέσθαι  τοῖς  παραδείγμασιν ἐκείνοις. ∆ιὸ καὶ ἐπήγαγεν· Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. Ὥσπερ γὰρ ἐν ταῖς εὐεργεσίαις οἱ τύποι προέλαβον, καὶ ἠκολούθησεν ἡ ἀλήθεια,  οὕτω  καὶ  ἐν  ταῖς  τιμωρίαις   ἕψεται.  Ὁρᾷς  πῶς  δείκνυσιν,   οὐχ  ὅτι κολασθήσονται μόνον, ἀλλ' ὅτι καὶ μειζόνως ἢ ἐκεῖνοι; Εἰ γὰρ τὸ μὲν τύπος, τὸ δὲ ἀλήθεια, ἀνάγκη καὶ ἐν ταῖς τιμωρίαις πολλὴν  εἶναι τὴν ὑπεροχὴν, ὥσπερ καὶ ἐν ταῖς  δωρεαῖς.  Καὶ  σκόπει  τίνων   καθάπτεται  πρῶτον·  τῶν  ἐν  τοῖς  εἰδωλείοις ἐσθιόντων. Εἰπὼν γὰρ, Μὴ εἶναι ἐπιθυμητὰς κακῶν, ὅπερ ἦν καθολικὸν, ἐπάγει καὶ τὸ κατ' εἶδος, δεικνὺς ὅτι ἕκαστον τῶν ἁμαρτημάτων ἐκ πονηρᾶς γέγονεν ἐπιθυμίας· καὶ πρῶτον  τοῦτο ἔφη· Μηδὲ εἰδωλολάτραι  γίνεσθε, καθώς  τινες  αὐτῶν,  ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ἤκουσας πῶς λοιπὸν καὶ εἰδωλολάτρας καλεῖ; ἀλλ' ἐνταῦθα μὲν ἀποφαινόμενος, ὕστερον δὲ καὶ κατασκευάζων. Καὶ τὴν αἰτίαν δὲ τέθεικε, δι' ἣν εἰς τὰς τραπέζας ἐκείνας ἔτρεχον· αὕτη δὲ ἦν γαστριμαργία. ∆ιόπερ εἰπὼν, Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καὶ ἐπαγαγὼν,  Μηδὲ εἰδωλολάτρας  γίνεσθαι,  τὴν  αἰτίαν  τῆς  τοιαύτης  παρανομίας τίθησιν· αὕτη δὲ ἦν ἡ γαστριμαργία. Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν  καὶ πιεῖν. Καὶ τὸ  ἐξ αὐτῆς  τέλος  προστίθησιν, ὅτι  Ἀνέστησαν παίζειν  Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρείαν  ἐξέβησαν· οὕτω δέος, μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκεῖ πέσητε. Εἶδες πῶς ἔδειξε τοὺς δῆθεν τελείους τούτους ἐκείνων  ἀτελεστέρους; οὓς ἔπληττεν  οὐ τούτῳ  μόνον  τῷ  μὴ διαβαστάζειν, ἀλλὰ  καὶ τῷ  τοὺς μὲν  ἀπὸ ἀγνοίας, τοὺς δὲ ἀπὸ γαστριμαργίας ἁμαρτάνειν· καὶ τῆς μὲν ἐκείνων ἀπωλείας τὴν κόλασιν  τούτοις  λογίζεται,  τούτους  δὲ  οὐκ  ἀφίησιν,  εἰς  ἕτερον  ἀνενεγκεῖν  τῆς οἰκείας  ἁμαρτίας  τὴν  πρόφασιν,  ἀλλὰ  καὶ  τῆς  ἐκείνων  βλάβης  καὶ  τῆς  ἑαυτῶν αὐτοὺς ὑπευθύνους  ἀποφαίνεται.  Μηδὲ πορνεύωμεν,  καθώς τινες  αὐτῶν ἐπόρνευσαν.  Τίνος  ἕνεκεν  τῆς  πορνείας  ἐνταῦθα  μέμνηται  πάλιν,  τοσαῦτα περὶ αὐτῆς ἔμπροσθεν διαλεχθείς; Ἔθος ἀεὶ τῷ Παύλῳ, ὅταν ὑπὲρ πολλῶν ἁμαρτημάτων ἐγκαλῇ, καὶ τάξει αὐτὰ διατιθέναι καὶ καθ' ἕκαστον ἐπιέναι τοῖς προκειμένοις, καὶ πάλιν ἐν τοῖς περὶ ἑτέρων λόγοις καὶ τῶν προτέρων μεμνῆσθαι· ὃ δὴ καὶ ὁ Θεὸς ἐποίει ἐπὶ τῆς Παλαιᾶς, καθ' ἕκαστον τῶν πεπλημμελημένων  ἀναμιμνήσκων τοῦ μόσχου τοὺς Ἰουδαίους, καὶ τὴν ἁμαρτίαν ἐκείνην εἰς μέσον ἄγων. Τοῦτο τοίνυν καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ, ὁμοῦ τε ἐκείνης αὐτοὺς ἀναμιμνήσκων  τῆς ἁμαρτίας, καὶ   διδάσκων,   ὅτι   καὶ   τοῦτο   ἐντεῦθεν   ἐτέχθη   τὸ   κακὸν,   ἀπὸ  τρυφῆς   καὶ γαστριμαργίας. ∆ιὸ καὶ ἐπήγαγε· Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Καὶ διὰ τί μὴ τίθησι καὶ τὴν ἐπὶ τῆς εἰδωλολατρείας  κόλασιν;  Ἢ ἐπειδὴ  δῆλον  ἦν  καὶ  σαφέστερον· ἢ  ἐπειδὴ  πληγὴ τοσαύτη οὐ γέγονε τότε, ὅση ἐπὶ τοῦ Βαλαὰμ, ἡνίκα ἐτελέσθησαν τῷ Βεελφεγὼρ, τῶν  Μαδιανιτίδων  γυναικῶν  ἐπὶ τῆς παρατάξεως φανεισῶν  καὶ ἐφελκυσαμένων αὐτοὺς  εἰς  ἀσέλγειαν  κατὰ  τὴν  συμβουλὴν  Βαλαάμ. Ὅτι γὰρ τοῦ  Βαλαὰμ ἦν  ἡ πονηρὰ αὕτη συμβουλὴ, δηλοῖ Μωϋσῆς μετὰ ταῦτα λέγων οὕτω πρὸς τῷ τέλει τοῦ βιβλίου τῶν Ἀριθμῶν· Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν τῷ πολέμῳ Μαδιὰμ μετὰ τῶν τραυματιῶν, καὶ ἤγαγον τὰ σκῦλα. Καὶ ὠργίσθη Μωϋσῆς, καὶ εἶπεν· Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; Αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ εἰς σκάνδαλον, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν  Φεγώρ. Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.

 δʹ. ∆ιὰ τούτου πάλιν  ἕτερον αἰνίττεται  ἔγκλημα, ὃ καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς, ὅτι περὶ σημείων ἐμάχοντο, καὶ τῶν πειρασμῶν δὲ ἕνεκεν ἐγόγγυζον  λέγοντες, Πότε ἥξει τὰ ἀγαθὰ, πότε τὰ ἔπαθλα; ∆ιὸ καὶ ἐπάγει τούτων ἕνεκεν διορθούμενος αὐτοὺς καὶ φοβῶν· Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον μόνον, τὸ πάσχειν ὑπὲρ τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὸ γενναίως  τὰ ἐπιόντα φέρειν, καὶ μεθ' ἡδονῆς  ἁπάσης. Τοῦτο γάρ ἐστιν ὁ στέφανος  ἅπας· ὡς, ἂν μὴ τοῦτο ᾖ, καὶ κόλασις  ἕψεται  τοῖς  δυσανασχετοῦσι. ∆ιὰ τοῦτο  καὶ  οἱ  ἀπόστολοι  μαστιζόμενοι ἔχαιρον,  καὶ  Παῦλος  ἐν  τοῖς  παθήμασιν  ἐκαυχᾶτο.  Πάντα  δὲ  ταῦτα  τυπικῶς συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε.  Πάλιν  φοβεῖ  τῷ  τὰ  τέλη  λέγειν,   καὶ  μείζονα  τῶν   γεγενημένων προσδοκᾷν παρασκευάζει. Ὅτι μὲν γὰρ δώσομεν δίκην, ἀπὸ τῶν εἰρημένων, φησὶ, δῆλον καὶ τοῖς ἀπιστοῦσι τοῖς περὶ γεέννης λόγοις· ὅτι δὲ καὶ χαλεπωτέραν, ἀφ' ὧν πλειόνων ἀπελαύσαμεν εὐεργεσιῶν, καὶ ἀφ' ὧν ἐκεῖνα τύποι. Εἰ γὰρ ἐν ταῖς δωρεαῖς ὑπεροχὴ, εὔδηλον ὅτι καὶ ἐν τῇ τιμωρίᾳ. ∆ιὰ τοῦτο καὶ τύπους ἐκάλεσε, καὶ δι' ἡμᾶς γεγράφθαι  ἔφη, καὶ τέλους ἐμνημόνευσεν, ἵνα ἀναμνήσῃ τῆς συντελείας. Οὐ γὰρ τοιαῦται τότε αἱ τιμωρίαι, ὡς καὶ πέρας λαμβάνειν καὶ καταλύεσθαι, ἀλλ' αἰώνιος ἡ κόλασις. Ὥσπερ γὰρ αἱ ἐνταῦθα κολάσεις τῷ παρόντι συγκαταλύονται βίῳ, οὕτως αἱ ἐκεῖ διηνεκῶς μένουσιν. Ὅταν δὲ εἴπῃ, Τὰ τέλη τῶν αἰώνων, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐφέστηκε λοιπὸν τὸ δικαστήριον τὸ φοβερόν. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Πάλιν αὐτῶν τὸν τῦφον καθεῖλε τῶν ἐπὶ τῇ γνώσει μέγα φρονούντων. Εἰ γὰρ οἱ τοσούτων  ἀπολαύσαντες  τοιαῦτα  ἔπαθον,  καὶ οἱ μὲν  ὑπὲρ γογ   γυσμοῦ μόνον  τοιαύτην  ἔδοσαν  δίκην,  οἱ  δὲ  ὑπὲρ  τοῦ  πειράσαι,  καὶ  οὔτε  τὸ  πλῆθος ἐδυσώπησε τὸν Θεὸν, οὔτε τὸ τοιούτων  ἐπιτυχεῖν· πολλῷ μᾶλλον ἐφ' ἡμῶν, ἂν μὴ νήφωμεν, τοῦτο ἔσται. Καὶ καλῶς εἶπεν· Ὁ δοκῶν ἑστάναι. Τοῦτο γὰρ οὐδὲ ἑστάναι ἐστὶν, ὡς ἑστάναι χρὴ, τὸ θαῤῥεῖν ἑαυτῷ· ταχέως γὰρ ὁ τοιοῦτος πεσεῖται· ἐπεὶ καὶ ἐκεῖνοι, εἰ μὴ μέγα ἐφρόνησαν καὶ ἐθάῤῥησαν, ἀλλ' ἦσαν κατεσταλμένοι, οὐκ ἂν ταῦτα ἔπαθον. Ὅθεν δῆλον, ὅτι ἀλαζονεία μάλιστα καὶ ῥᾳθυμία ἑξῆς καὶ ἡ γαστριμαργία τούτων εἰσὶν αἱ πηγαὶ τῶν κακῶν. Ὥστε εἰ καὶ ἕστηκας, φυλάττου τὸ μὴ πεσεῖν. Τὸ γὰρ ἐνταῦθα στῆναι οὐκ ἔστιν ἑστάναι βεβαίως, ἕως ἂν ἀπαλλαγῶμεν τῶν κυμάτων  τοῦ παρόντος βίου, καὶ πρὸς τὸν εὐδιεινὸν  καταπλεύσωμεν  λιμένα. Μὴ τοίνυν  ἐπὶ τῇ στάσει φρόνει μέγα, ἀλλὰ φυλάττου  τὴν πτῶσιν. Εἰ γὰρ Παῦλος δέδοικεν, ὁ πάντων  στεῤῥότερος, πολλῷ  μᾶλλον  ἡμᾶς δεδοικέναι χρή. Ὁ μὲν οὖν Ἀπόστολος ἔλεγεν, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ἡμεῖς δὲ οὐδὲ τοῦτο δυνάμεθα εἰπεῖν,  πάντων,  ὡς εἰπεῖν,  πεπτωκότων  καὶ κατεστρωμένων  καὶ χαμαὶ κειμένων.  Τίνι γὰρ εἴπω τοῦτο; τῷ ἁρπάζοντι καθ'  ἑκάστην ἡμέραν; ἀλλὰ κεῖται μέγα πτῶμα πεσών. Ἀλλὰ τῷ πόρνῳ; ἀλλὰ ἔῤῥιπται χαμαί. Ἀλλὰ τῷ μεθύοντι; ἀλλὰ καὶ αὐτὸς κεῖται· καὶ οὐδὲ, ὅτι κεῖται, οἶδεν. Ὥστε οὐ τούτου καιρὸς τοῦ ῥήματος, ἀλλ'  ἐκείνου  τοῦ  προφητικοῦ,  ὃ  καὶ  πρὸς  Ἰουδαίους  ἔλεγε·  Μὴ ὁ  πίπτων  οὐκ ἀνίσταται; Καὶ γὰρ ἅπαντες κεῖνται, καὶ ἀναστῆναι οὐ βούλονται. Ὥστε ἡ προτροπὴν ἡμῖν οὐχ ὑπὲρ τοῦ μὴ πεσεῖν, ἀλλ' ὑπὲρ τοῦ τοὺς κειμένους δυνηθῆναι  ἀναστῆναι. Ἀναστῶμεν  τοίνυν  ὀψὲ γοῦν  ποτε, ἀγαπητοὶ,  ἀναστῶμεν,  καὶ στῶμεν  γενναίως. Μέχρι τίνος  κείμεθα;  μέχρι  τίνος  μεθύομεν,  τῇ  πολλῇ  τῶν  βιωτικῶν  ἐπιθυμίᾳ κεκαρωμένοι; Εὔκαιρον καὶ νῦν εἰπεῖν· Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; οὕτω πάντες καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν διδασκαλίαν εἰσὶ κεκωφωμένοι, καὶ πολλῶν ἐντεῦθεν ἐμπεπλησμένοι κακῶν! Καὶ εἰ τὰς ψυχὰς γυμνὰς ἦν ἰδεῖν, καθάπερ ἐπὶ τῶν στρατοπέδων τῆς συμβολῆς παρελθούσης, τοὺς μὲν νεκροὺς ἔστι θεάσασθαι, τοὺς δὲ τετραυματισμένους, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας εἴδομεν ἄν. ∆ιὸ δέομαι καὶ παρακαλῶ,   χεῖρα   ἀλλήλοις   ὀρέξωμεν   καὶ   διαναστῶμεν.   Καὶ  γὰρ   ἐγὼ   τῶν πεπληγότων  εἰμὶ, καὶ δεομένων τοῦ φάρμακα ἐπιθήσοντος. Ἀλλὰ μὴ ἀπογνῶτε διὰ τοῦτο· εἰ γὰρ καὶ χαλεπαὶ  αἱ πληγαὶ,  ἀλλ' οὐκ ἀνίατοι. Τοιοῦτος ἡμῶν  ὁ ἰατρός· μόνον αἰσθώμεθα τῶν τραυμάτων, κἂν εἰς αὐτὸ τὸ ἔσχατον ἔλθωμεν  τῆς κακίας, πολλὰς ὁδοὺς τέμνει σωτηρίας ἡμῖν. Κἂν γὰρ τῷ πλησίον ἀφῇς ὀργὴν, ἀφεθήσεταί σοι πλημμελήματα· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Κἂν ἐλεημοσύνην δῷς, συγχωρήσει σοι τὰ ἁμαρτήματα· Τὰς γὰρ ἀνομίας σου, φησὶν, ἐν ἐλεημοσύναις λύτρωσαι. Κἂν εὔξῃ σπουδαίως, ἀπολαύσεις ἀφέσεως. Καὶ τοῦτο δείκνυσιν ἡ χήρα ἡ τὸν ὠμὸν ἐκεῖνον δικαστὴν ἐπικάμψασα τῇ συνεχείᾳ τῆς ἐντεύξεως.  Κἂν κατηγορήσῃς τῶν  ἁμαρτημάτων,  ἔχεις παραμυθίαν·
Λέγε γὰρ σὺ τὰς  ἁμαρτίας  σου πρῶτος,  ἵνα  δικαιωθῇς.  Κἂν σκυθρωπάσῃς ὑπὲρ τούτων, καὶ τοῦτό σοι φάρμακον ἔσται μέγιστον· Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη καὶ ἐπορεύθη  στυγνὸς,  καὶ  ἰασάμην  τὰς   ὁδοὺς  αὐτοῦ.  Κἂν κακόν  τι  παθὼν, γενναίως  ἐνέγκῃς, τὸ πᾶν ἀπεδύσω. Τοῦτο γὰρ καὶ πρὸς τὸν πλούσιον ὁ Ἀβραὰμ ἔλεγεν, ὅτι Ἀπέλαβε Λάζαρος τὰ κακὰ αὐτοῦ, καὶ ἐνταῦθα παρακαλεῖται. Κἂν χήραν ἐλεήσῃς, πλύνεταί σου τὰ ἁμαρτήματα· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Οὐδὲ γὰρ οὐλὴν τῶν τραυμάτων ἀφίησι φανῆναί τινα.

εʹ. Ἀλλὰ κἂν εἰς ἐκεῖνο ἔλθωμεν τὸ βάθος τῶν κακῶν, εἰς ὃ κατέπεσεν ὁ τὰ πατρῷα κατεδηδοκὼς καὶ κεράτια ἐσθίων, καὶ μετανοήσωμεν, σωζόμεθα πάντως· κἂν μύρια τάλαντα ὀφείλωμεν, καὶ προσπέσωμεν καὶ μὴ μνησικακήσωμεν, πάντα ἡμῖν ἀφίεται· κἂν ἐκεῖσε ἀποπλανηθῶμεν,  οὗ τὸ πρόβατον ἀπεβουκολήθη, κἀκεῖθεν ἡμᾶς ἀνακτᾶται· μόνον βουληθῶμεν, ἀγαπητοί· φιλάνθρωπος  γὰρ ὁ Θεός. ∆ιὰ τοῦτο καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος τῇ προσπτώσει ἠρκεῖτο, καὶ ἐπὶ τοῦ τὰ πατρῷα κατεδηδοκότος τῇ ἐπανόδῳ μόνῃ, καὶ ἐπὶ τοῦ προβάτου τῷ βουληθῆναι βασταχθῆναι. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος αὐτοῦ τῆς φιλανθρωπίας,  ἐνταῦθα αὐτὸν ποιήσωμεν ἵλεων ἡμῖν, καὶ  προφθάσωμεν   τὸ  πρόσωπον  αὐτοῦ  ἐν  ἐξομολογήσει,  ἵνα  μὴ  ἀπελθόντες ἐντεῦθεν ἀναπολόγητοι, τὴν ἐσχάτην ὑπομείνωμεν τιμωρίαν. Ἂν μὲν γὰρ κατὰ τὸν παρόντα βίον ἐπιδειξώμεθα σπουδὴν κἂν τὴν τυχοῦσαν, τὰ μέγιστα κερδανοῦμεν· ἂν δὲ μηδὲν ἐνταῦθα γενόμενοι βελτίους ἀπέλθωμεν, κἂν σφοδρότερον ἐκεῖ μετανοήσωμεν, οὐδὲν ἡμῖν ἔσται πλέον. Καὶ γὰρ ἔδει τῶν σκαμμάτων εἴσω μένοντα ἀγωνίσασθαι, οὐ μετὰ τὸ λυθῆναι  τὸ θέατρον ἀποδύρεσθαι καὶ δακρύειν ἀνόνητα· ὅπερ ὁ πλούσιος ἐκεῖνος ἐποίει, θρηνῶν μὲν καὶ ὀλοφυρόμενος, εἰκῆ δὲ λοιπὸν καὶ μάτην, ἐπειδὴ τὸν καιρὸν, καθ' ὃν ταῦτα ἐχρῆν ποιεῖν, ὑπερεῖδεν. Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ πολλοὶ  ἕτεροι κατ' ἐκεῖνον  νῦν  εἰσι πλούσιοι, χρημάτων  μὲν οὐ βουλόμενοι  καταφρονεῖν,  ψυχῆς  δὲ ἀντὶ  χρημάτων  καταφρονοῦντες· οὓς ἔμοιγε θαυμάζειν ἔπεισιν, ὅταν ἴδω τῷ μὲν Θεῷ περὶ ἐλέου συνεχῶς ἐντυγχάνοντας,  αὐτοὺς δὲ τὰ ἀνήκεστα ἑαυτοὺς διατιθέντας, καὶ ὥσπερ πολεμίας, οὕτω τῆς ἑαυτῶν ἀφειδοῦντας   ψυχῆς.  Μὴ  δὴ  παίζωμεν,  ἀγαπητοὶ,  μὴ  παίζωμεν,  μηδὲ παραλογιζώμεθα ἑαυτοὺς, τὸν μὲν Θεὸν ἀξιοῦντες ἡμᾶς ἐλεῆσαι, αὐτοὶ δὲ τοῦ ἐλέου τούτου καὶ χρήματα καὶ τρυφὴν καὶ πάντα ἁπλῶς προτιθέντες. Οὐδὲ γὰρ, εἴ τίς σοι δίκην προσῆγε, καὶ κατηγορῶν  τοῦ δεῖνος ἔλεγεν, ὅτι μυρίους μέλλων  ὑπομένειν θανάτους, καὶ κύριος ὢν λῦσαι τὰς ψήφους χρήμασιν ὀλίγοις, εἵλετο μᾶλλον ἀποθανεῖν, ἤ τι τῶν αὑτοῦ προέσθαι, ἐλέου τινὸς ἢ συγγνώμης  ἔφης αὐτὸν ἄξιον εἶναι. Τοῦτο τοίνυν καὶ ἐπὶ σαυτοῦ λογίζου· καὶ γὰρ καὶ ἡμεῖς τοῦτο ποιοῦμεν, καὶ τῆς σωτηρίας ἡμῶν καταφρονοῦντες, τῶν χρημάτων φειδόμεθα· Πῶς οὖν τὸν Θεὸν ἀξιοῖς σου φείσασθαι, αὐτὸς σαυτοῦ οὕτως ἀφειδῶν, καὶ χρήματα προτιμῶν ψυχῆς;
∆ιὸ καὶ σφόδρα ἐκπέπληγμαι, πόση τοῖς χρήμασιν ἐγκέκρυπται γοητεία, μᾶλλον δὲ οὐ τοῖς χρήμασιν, ἀλλὰ ταῖς τῶν ἀπατωμένων  ψυχαῖς. Εἰσὶ γὰρ, εἰσὶν οἱ καὶ σφόδρα τῆς  μαγγανείας  ταύτης  καταγελῶντες.  Τί γὰρ  καὶ  ἱκανὸν  ἡμᾶς  τῶν  ἐν  αὐτοῖς γοητεῦσαι; οὐχὶ ἄψυχός ἐστιν ἡ ὕλη, οὐχὶ ἐπίκηρος; οὐχὶ ἄπιστος αὐτῶν ἡ κτῆσις; οὐ φόβων  γέμει καὶ κινδύνων;  οὐ φόνων  καὶ ἐπιβουλῆς; οὐκ ἔχθρας καὶ μίσους; οὐ ῥᾳθυμίας καὶ κακίας πολλῆς; οὐ γῆ ἐστιν  καὶ σποδός; τίς ἡ μανία, τίς ἡ νόσος! ἀλλὰ γὰρ οὐ κατηγορεῖν  δεῖ μόνον τῶν  νοσούντων  τὰ τοιαῦτα, φησὶν, ἀλλὰ καὶ καταλύειν τὸν ἔρωτα. Καὶ πῶς ἑτέρως καταλύσομεν, ἀλλ' ἢ δεικνύντες φαῦλον ὄντα καὶ μυρίων κακῶν ἀνάμεστον; Ἀλλὰ τοῦτο οὐκ εὔκολον τὸν ἐρῶντα πεῖσαι περὶ τῶν παιδικῶν.  Οὐκοῦν ἕτερον αὐτῷ κάλλος ἀντιστῆσαι δεῖ. Ἀλλὰ ἀσώματον οὐχ ὁρᾷ κάλλος,  ἔτι  νοσῶν·  οὐκοῦν  σωματικὸν  ἐπιδείξωμεν,  καὶ  εἴπωμεν  πρὸς  αὐτόν· Ἐννόησον τοὺς λειμῶνας καὶ τὰ ἐν αὐτοῖς ἄνθη, τὰ χρυσίου παντὸς φαιδρότερα καὶ τῶν παντοδαπῶν χαριέστερα καὶ διαυγέστερα λίθων· ἐννόησον τὰ διειδῆ τῶν πηγῶν ῥεῖθρα, τοὺς ποταμοὺς τοὺς ἐλαίου δίκην ἀψοφητὶ  ῥέοντας ἀπὸ τῆς γῆς·  ἀνάβηθι πρὸς τὸν οὐρανὸν, καὶ ἴδε τοῦ ἡλίου τὸ κάλλος, τῆς σελήνης τὴν εὐπρέπειαν, τῶν ἄστρων τὰ ἄνθη. Καὶ τί τοῦτο; φησίν· οὐ γὰρ δὴ κεχρήμεθα αὐτοῖς ὡς τοῖς χρήμασι. Καὶ μὴν  πλέον,  ἢ  τοῖς  χρήμασιν,  ὅσῳ  καὶ  ἀναγκαιοτέρα  αὐτῶν  ἡ  χρεία,  καὶ ἀσφαλεστέρα ἡ ἀπόλαυσις. Οὐδὲ γὰρ δέδοικας, μή τις, ὥσπερ τὰ χρήματα, αὐτὰ λαβὼν ἀπέλθῃ· ἀλλ' ἔξεστί σοι θαῤῥεῖν ὑπὲρ αὐτῶν διηνεκῶς, καὶ ταῦτα μὴ μεριμνῶντι  μηδὲ φροντίζοντι. Εἰ δ', ὅτι μετὰ τῶν ἄλλων ἀπολαύεις αὐτῶν, ἀλγεῖς, καὶ μὴ μόνος αὐτὰ κατέχεις ὥσπερ τὰ χρήματα, οὐ χρημάτων, ἀλλὰ πλεονεξίας μοι δοκεῖς ἐρᾷν μόνης. Καὶ οὐδὲ τὰ χρήματα ἐφίλησας ἂν, εἰ κοινὰ προύκειτο πᾶσιν. Οὐκοῦν ἐπειδὴ τὴν ἐρωμένην εὑρήκαμεν, τὴν πλεονεξίαν λέγω, φέρε σοι δείξω, πῶς σε μισεῖ αὕτη καὶ ἀποστρέφεται, πόσα θήγει κατὰ σοῦ ξίφη, πόσα ὀρύττει βάραθρα, πόσους ἀνάπτει βρόχους, πόσους παρασκευάζει κρημνούς· ἵνα κἂν οὕτω σβέσῃς τὸ φίλτρον. Πόθεν οὖν ἔστι ταῦτα εἰδέναι; Ἀπὸ τῶν ὁδῶν, ἀπὸ τῶν πολέμων, ἀπὸ τῆς θαλάττης, ἀπὸ τῶν δικαστηρίων. Καὶ γὰρ καὶ τὸ πέλαγος αἱμάτων ἐνέπλησε, καὶ τὰ τῶν   δικαστῶν   φοινίσσει   ξίφη   παρανόμως   πολλάκις,   καὶ   τοὺς   ταῖς   ὁδοῖς ἐφεδρεύοντας νύκτωρ καὶ μεθ' ἡμέραν ὁπλίζει αὕτη, καὶ φύσιν ἀγνοῆσαι ἔπεισε, καὶ πατραλοίας ἐποίησε καὶ μητραλοίας, καὶ πάντα ἐπεισήγαγε τῷ βίῳ τὰ κακά. ∆ιὸ καὶ ῥίζαν αὐτῶν  ὁ Παῦλος ταύτην  καλεῖ. Αὕτη τοὺς αὐτῆς ἐραστὰς τῶν  τὰ μέταλλα ἐργαζομένων  οὐδὲν ἄμεινον ἀφίησι διακεῖσθαι. Καθάπερ γὰρ ἐκεῖνοι διηνεκῶς  ἐν σκότῳ κατακεκλεισμένοι καὶ δεδεμένοι πονοῦσιν ἀνόνητα· οὕτω καὶ οὗτοι ἐν τοῖς σπηλαίοις τῆς φιλαργυρίας κατορωρυγμένοι, οὐδενὸς αὐτοῖς ἀνάγκην ἐπιτιθέντος, αὐτόματοι τὴν κόλασιν ἐπισπῶνται, ἑαυτοῖς δεσμοὺς περιθέντες ἀλύτους. Καὶ οἱ μὲν κατάδικοι, κἂν ἑσπέρας καταλαβούσης ἀνίενται τῶν μόχθων· οὗτοι δὲ καὶ ἐν ἡμέρᾳ καὶ ἐν  νυκτὶ  διορύττουσι  τὰ πονηρὰ  ταῦτα  μέταλλα·  καὶ τοῖς  μὲν  μέτρον  ἐστὶν ὡρισμένον τῆς μοχθηρᾶς ἐργασίας ἐκείνης, οὗτοι δὲ μέτρον οὐδὲν ἴσασιν, ἀλλ' ὅσον ἂν ὀρύξωσι, τοσούτῳ μείζονος ἐφίενται  ταλαιπωρίας.  Εἰ δὲ ἐκεῖνοι  μὲν ἄκοντες, οὗτοι  δὲ ἑκόντες,  τὸ χαλεπόν  μοι λέγεις  τοῦ νοσήματος, ὅτι  οὐδὲ ἀπαλλαγῆναι δύνανται, εἴ γε μηδὲ μισοῦσι τὴν κακοπάθειαν. Ἀλλ' ὥσπερ ὗς ἐν βορβόρῳ, οὕτω καὶ οὗτοι ταῖς τῆς φιλαργυρίας δυσωδίαις ἐγκαλινδούμενοι ἥδονται, χαλεπώτερα πάσχοντες τῶν καταδίκων ἐκείνων. Ὅτι γὰρ ἐν χείροσίν εἰσιν, ἄκουσον τὰ ἐκείνων, καὶ  τότε  εἴσῃ  τὰ  τούτων.  Λέγεται  τοίνυν  ἡ  χρυσῖτις  ἐκείνη  γῆ  χηραμοὺς  καὶ καταδύσεις ἔχειν ἐν τοῖς ζοφεροῖς σπηλαίοις ἐκείνοις· τὸν οὖν κακοῦργον τὸν τοῖς ἐκεῖ καταδικασθέντα μόχθοις, διὰ τοῦτο λύχνον   λαμβάνοντα καὶ δίκελλαν, οὕτως  εἰσιέναι  ἔνδον,  καὶ  ληκύθιον  ἐπιφέρεσθαι,  ὥστε  ἐπιστάζειν  ἐντεῦθεν  τῷ λύχνῳ  τὸ ἔλαιον, διὰ τὸ σκότος εἶναι καὶ ἐν ἡμέρᾳ ἀφεγγὲς, ὥσπερ ἔφθην  εἰπών. Εἶτα ἐπειδὰν ὁ καιρὸς ἐπὶ τὴν ταλαίπωρον αὐτὸν καλῇ τροφὴν, αὐτὸν μὲν ἀγνοεῖν τὸν καιρὸν, τὸν δὲ δεσμοφύλακα τὸν ἐκείνου ἄνωθεν κατάξαντα σφοδρῶς τὸ σπήλαιον, διὰ τοῦ πατάγου καὶ τῆς φωνῆς ἐκείνης δηλοῦν τοῖς κάτω ἐργαζομένοις τῆς ἡμέρας τὸ τέλος. Ἆρ' οὐκ ἐφρίξατε ταῦτα ἀκούσαντες; Ἴδωμεν  τοίνυν,  εἰ μὴ χαλεπώτερα τούτων πάσχουσιν οἱ φιλάργυροι. Καὶ γὰρ καὶ οὗτοι βαρύτερον ἔχουσι δεσμοφύλακα τὴν φιλαργυρίαν, καὶ τοσούτῳ βαρύτερον, ὅσῳ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν αὐτοῖς συνδεῖ. Καὶ τὸ σκότος δὲ τοῦτο, ἐκείνου φρικωδέστερον· οὐ γάρ ἐστιν αἰσθητὸν, ἀλλ' ἔνδοθεν  αὐτὸ τίκτοντες,  ὅπουπερ ἂν ἀπίωσι, πανταχοῦ  μεθ' ἑαυτῶν περιφέρουσιν. Ἔσβεσται γὰρ αὐτοῖς ὁ τῆς ψυχῆς ὀφθαλμός. ∆ιὸ καὶ μάλιστα πάντων αὐτοὺς ὁ Χριστὸς ταλανίζει λέγων· Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον! Κἀκεῖνοι μὲν κἂν λύχνον ἔχουσι φαίνοντα, οὗτοι δὲ καὶ ταύτης ἀπεστέρηνται τῆς αὐγῆς· διὸ καὶ καθ' ἑκάστην ἡμέραν εἰς μυρία ἐμπίπτουσι βάραθρα. Καὶ οἱ μὲν κατάδικοι, νυκτὸς καταλαμβανούσης, ἀναπνέουσιν, εἰς τὴν κοινὴν τῶν δυσημερούντων καταπλεύσαντες γαλήνην, τὴν νύκτα λέγω· τοῖς δὲ φιλαργύροις καὶ τοῦτον  ἡ  πλεονεξία  προσέχωσε τὸν  λιμένα·  τοσαῦτα  καὶ  ἐν  νυκτὶ  φροντίζουσι χαλεπῶς,  ἅτε μηδενὸς ἐνοχλοῦντος  μετὰ σχολῆς ἁπάσης κατακόπτοντες  ἑαυτούς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, ποῖος παραστήσει λόγος; τὰς καμίνους τὰς ἀφορήτους, τοὺς πυριφλεγέθοντας  ποταμοὺς, τοὺς βρυχομένους ὀδόντας, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν  σκώληκα τὸν  ἰοβόλον,  τὸ σκότος τὸ ἀφεγγὲς,  τὰ μηδέποτε πέρας λαμβάνοντα κακά, Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, φοβηθῶμεν τὴν πηγὴν τῶν τοσούτων τιμωριῶν, τὴν ἀκόρεστον μανίαν, τὴν λύμην τῆς ἡμετέρας σωτηρίας. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ ἀργύριον  φιλεῖν  καὶ ψυχήν.  Μάθωμεν ὅτι γῆ καὶ σποδὸς τὰ χρήματα, ὅτι ἀπολιμπάνει ἡμᾶς ἀποδημοῦντας ἐντεῦθεν, μᾶλλον δὲ ὅτι καὶ πρὸ τῆς ἀποδημίας πολλάκις ἡμῶν ἀποπηδᾷ, καὶ πρὸς τὰ μέλλοντα παραβλάπτει, καὶ πρὸς τὴν παροῦσαν ζωήν. Καὶ γὰρ πρὸ τῆς γεέννης καὶ πρὸ τῆς κολάσεως ἐκείνης μυρίοις κἀνταῦθα ἡμᾶς περιβάλλει πολέμοις, καὶ στάσεις ἐγείρει καὶ μάχας. Οὐδὲν γὰρ οὕτω πολεμοποιὸν, ὡς φιλαργυρία· οὐδὲν οὕτω πτωχοποιὸν, κἂν  ἐν πλούτῳ, κἂν ἐν πενίᾳ φανῇ. Φύεται γὰρ καὶ ἐν πενήτων  ψυχαῖς τὸ χαλεπὸν  τοῦτο νόσημα, καὶ πλέον αὐτῶν ἐπιτρίβει τὴν πενίαν. Κἂν εὑρεθῇ πένης φιλάργυρος, οὐκ ἐν χρήμασιν ὁ  τοιοῦτος,  ἀλλ'  ἐν  λιμῷ  δίδωσι  δίκην.  Οὐ γὰρ  ἀνέχεται  τῶν  μετρίων  αὐτῶν ἀπολαῦσαι μετὰ ἀδείας, ἀλλὰ καὶ τὴν γαστέρα λιμῷ κατατείνει, καὶ τὸ σῶμα ἅπαν γυμνότητι  καὶ κρυμῷ τιμωρεῖται,  καὶ τῶν  δεσμωτῶν  μᾶλλον  αὐχμῶν  καὶ ῥυπῶν πανταχοῦ φαίνεται· καὶ ἀεὶ θρηνεῖ καὶ ὀδύρεται, ὥσπερ πάντων ὢν ἀθλιώτερος, κἂν μυρίους πενεστέρους ἔχῃ. Οὗτος, κἂν εἰς ἀγορὰν ἐμβάλλῃ, πολλοὺς λαβὼν ἄπεισι μώλωπας· κἂν εἰς βαλανεῖον, κἂν εἰς θέατρον, πλείονα λήψεται τραύματα, οὐκ ἀπὸ τῶν θεωρούντων  μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς, ὅταν ἴδῃ πολλὰς τῶν πορνευομένων  γυναικῶν  χρυσίῳ καταλαμπομένας. Οὗτος κἂν τὴν θάλατταν πλέῃ, τοὺς ἐμπόρους πάλιν καὶ τὰς μυριαγώγους ναῦς ἐννοῶν καὶ τὰ ἄπειρα κέρδη, οὐδὲ ζῇν ἑαυτὸν ἡγήσεται· κἂν διὰ γῆς ὁδεύῃ, τοὺς ἀγροὺς, τὰ προάστεια, τὰ καταλύματα, τὰ βαλανεῖα, τὰς ἐκ τούτων  προσόδους ἀναλογιζόμενος,  ἀβίωτον  ἑαυτῷ τὸν βίον ἡγήσεται  εἶναι  λοιπόν·  κἂν  οἴκοι  δὲ  κατακλείσῃς  αὐτὸν,  τὰ  ἀπὸ  τῆς  ἀγορᾶς τραύματα ἀναξαίνων,  καθ' ἑαυτὸν μειζόνως λυμανεῖται  τὴν ψυχήν· καὶ μίαν οἶδε παραμυθίαν μόνην τῶν κατεχόντων  αὐτὸν κακῶν, τὸν θάνατον καὶ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Ταῦτα δὲ οὐχ ὁ πένης μόνον, ἀλλὰ καὶ ὁ πλούσιος ὁ τούτῳ περιπεσὼν τῷ  νοσήματι  πείσεται,  καὶ  τοσούτῳ  μᾶλλον  τοῦ  πένητος,  ὅσῳ καὶ  σφοδροτέρα ἐπίκειται τούτῳ ἡ τυραννὶς, καὶ πλείων ἡ μέθη. ∆ιὸ καὶ πάντων πενέστερον ἑαυτὸν οὗτος ἡγήσεται, μᾶλλον δὲ καὶ ἔστι πενέστερος. Οὐ γὰρ τῷ μέτρῳ τῆς οὐσίας, ἀλλὰ τῇ διαθέσει τῆς γνώμης ὁ πλοῦτος καὶ ἡ πενία κρίνονται· καὶ ἐκεῖνος μᾶλλόν ἐστιν ὁ πάντων πτωχότατος, ὁ ἀεὶ τοῦ πλείονος ἐπιθυμῶν, καὶ μηδέποτε στῆσαι δυνάμενος τὴν πονηρὰν ταύτην ἐπιθυμίαν.  ∆ιὰ δὴ ταῦτα πάντα φεύγωμεν  τὴν φιλαργυρίαν, τὴν πτωχοποιὸν,  τὴν ψυχοφθόρον,  τὴν γεέννης  φίλην,  τὴν ἐχθρὰν τῆς βασιλείας τῶν οὐρανῶν, τὴν μητέρα πάντων ὁμοῦ τῶν κακῶν· καὶ καταφρονῶμεν χρημάτων, ἵνα ἀπολαύσωμεν χρημάτων, καὶ μετὰ τῶν χρημάτων ἀπολαυσόμεθα καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς,


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |