ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Π∆ʹ Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω

Παρασκευή 28 Οκτωβρίου 2016

Π∆ʹ Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


Π∆ʹ Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.

αʹ. Θαυμαστὸν ἡ  μακροθυμία,  καὶ  ὥσπερ ἐν  εὐδίῳ  λιμένι  καθίστησι τὴν ψυχὴν, κυμάτων ἀπαλλάττουσα καὶ πνευμάτων πονηρῶν. Καὶ ταύτην πανταχοῦ μὲν ἡμᾶς ὁ Χριστὸς ἐπαίδευσεν· μάλιστα δὲ νῦν, κρινόμενος καὶ ἀγόμενος καὶ περιαγόμενος. Καὶ γὰρ πρὸς τὸν Ἄνναν  ἀπενεχθεὶς,  μετὰ πολλῆς  ἀπεκρίνατο  τῆς ἐπιεικείας,  καὶ πρὸς τὸν  ῥαπίσαντα ὑπηρέτην  εἶπε  τὰ πάντα  καθελεῖν  δυνάμενα τῦφον·  κἀκεῖθεν  πρὸς  Καϊάφαν, εἶτα  πρὸς  τὸν  Πιλᾶτον  ἐλθὼν,  καὶ  ὁλόκληρον δαπανήσας νύκτα  ἐν τούτοις, διὰ πάντων  τὴν  αὐτοῦ πραότητα ἐπιδείκνυται·  καὶ λεγόντων,  ὅτι κακοποιός ἐστι, καὶ ἐλέγξαι μὴ δυναμένων,  εἱστήκει σιγῶν· ὅτε δὲ ἠρωτήθη περὶ τῆς βασιλείας, τότε ἐφθέγξατο πρὸς τὸν Πιλᾶτον, παιδεύων αὐτὸν καὶ ἀνάγων  πρὸς ὑψηλότερα. Ἀλλὰ τί δήποτε ὁ Πιλᾶτος οὐκ ἐπ' αὐτῶν  ποιεῖται  τὴν ἐξέτασιν, ἀλλ' ἰδίᾳ εἰς τὸ πραιτώριον εἰσελθών;


Μεγάλην τινὰ εἶχεν ὑπόνοιαν περὶ αὐτοῦ, καὶ ἐβούλετο μὴ θορυβούντων Ἰουδαίων πάντα ἀκριβῶς μαθεῖν. Εἶτα ἐπειδὴ εἶπε, Τί ἐποίησας; περὶ μὲν τούτου οὐδὲν ἀπεκρίνατο· περὶ δὲ οὗ μάλιστα ὁ Πιλᾶτος ἀκοῦσαι  ἐπόθει,  τῆς  βασιλείας  τῆς  αὐτοῦ,  περὶ  ταύτης  ἀποκρίνεται  λέγων·  Ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· τουτέστι, Βασιλεὺς μέν εἰμι, ἀλλ' οὐ τοιοῦτος οἷον ὑποπτεύεις, ἀλλὰ πολλῷ  λαμπρότερος· καὶ διὰ τούτων  καὶ διὰ τῶν ἑξῆς, ὅτι οὐδὲν εἴργασται αὐτῷ δεινὸν, ἀποφαίνων.  Ὁ γὰρ εἰπὼν, Εἰς τοῦτο γεγέννημαι,  καὶ  εἰς  τοῦτο  ἦλθον,  ἵνα  μαρτυρήσω τῇ  ἀληθείᾳ,  δείκνυσιν  οὐδὲν εἰργασμένον αὐτῷ δεινόν. Εἶτα εἰπὼν, Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς, ἐπισπᾶται διὰ τούτων, καὶ πείθει γενέσθαι τῶν λεγομένων  ἀκροατήν. Εἴ τις γάρ ἐστι, φησὶν, ἀληθὴς, καὶ ταῦτα ποθεῖ, πάντως  ἀκούσεταί μου. Οὕτω γοῦν καὶ αὐτὸν εἷλε τοῖς βραχέσι ῥήμασιν, ὡς εἰπεῖν, Τί ἐστιν ἀλήθεια; Ἀλλὰ τέως πρὸς τὸ κατεπεῖγον ἵσταται. Συνεῖδε γὰρ, ὅτι τοῦτο μὲν ἐδεῖτο καιροῦ τὸ ἐρώτημα· θέλει δὲ αὐτὸν  ἐξαρπάσαι τῆς  ὁρμῆς τῶν  Ἰουδαίων.  ∆ιὸ καὶ  ἐξῆλθε.  Καὶ τί  φησιν;  Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Καὶ σκόπει πῶς συνετῶς. Οὐ γὰρ εἶπεν, ὅτι Ἐπειδὴ ἥμαρτε καὶ ἄξιός ἐστι θανάτου,  χαρίσασθε αὐτὸν  τῇ ἑορτῇ· ἀλλὰ  πρῶτον  αὐτὸν ἀπαλλάξας αἰτίας ἁπάσης, τότε ἐκ περιουσίας ἀξιοῖ, εἰ καὶ μὴ βούλοιντο ὡς ἀθῶον ἀφιέναι, κἂν ὡς ὑπεύθυνον τῷ καιρῷ χαρίσασθαι· διὸ καὶ ἐπήγαγεν· Ἔστι συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ἐν τῷ Πάσχα· εἶτα ἐντρεπτικῶς, Βούλεσθε οὖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων, Ἔκραξαν οὖν πάντες· Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. Ὢ τῆς μιαρᾶς γνώμης! τοὺς μὲν ὁμοτρόπους αἰτοῦσι, καὶ τοὺς ὑπευθύνους ἀφιᾶσι· τὸν δὲ ἀνεύθυνον  κολάσαι κελεύουσιν· οὗτος γὰρ αὐτοῖς ἄνωθεν  ὁ νόμος. Σὺ δὲ διὰ πάντων  σκόπει τὴν φιλανθρωπίαν τοῦ ∆εσπότου ἐπὶ τούτοις. Ἐμάστιξεν αὐτὸν ὁ Πιλᾶτος,  τάχα  ἐκλῦσαι  βουλόμενος  καὶ  παραμυθήσασθαι τὸν  Ἰουδαϊκὸν  ζῆλον. Ἐπειδὴ γὰρ τοῖς προτέροις οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι, σπεύδων μέχρι τούτου τὸ δεινὸν  στῆσαι, καὶ ἐμάστιξε, καὶ γενέσθαι  τὰ  γενόμενα  συνεχώρησε, . τὴν χλαμύδα καὶ τὸν στέφανον περιτεθῆναι, ὥστε αὐτῶν χαλάσαι τὴν ὀργήν. ∆ιὰ τοῦτο καὶ ἐστεφανωμένον ἐξήγαγε πρὸς αὐτοὺς, ἵνα τὴν ὕβριν τὴν εἰς αὐτὸν γεγενημένην ἰδόντες,  μικρὸν  ἀναπνεύσωσι  τοῦ  πάθους  καὶ  ἐμέσωσι  τὸν  ἰόν.  Καὶ  πῶς  οἱ στρατιῶται  ταῦτα  ἐποίουν,  εἴ  γε  μὴ  ἐπίταγμα  τοῦ  ἄρχοντος  ἦν;  Εἰς χάριν  τὴν Ἰουδαϊκήν· ἐπεὶ οὐδὲ τὴν ἀρχὴν παρ' ἐκείνου κελευσθέντες εἰσῆλθον νυκτὸς, ἀλλὰ τοῖς Ἰουδαίοις χαριζόμενοι, χρημάτων ἕνεκεν πάντα ἐτόλμων. Ἀλλ' ὅμως τοσούτων καὶ τηλικούτων  γενομένων  αὐτὸς εἱστήκει σιγῶν· ὅπερ οὖν καὶ ἐπὶ τῆς ἐξετάσεως ἐποίησε, καὶ οὐδὲν  ἀπεκρίνατο.  Σὺ δὲ μὴ μόνον  ἄκουε ταῦτα, ἀλλὰ  καὶ ἐπὶ τῆς διανοίας ἔχε διηνεκῶς, καὶ τὸν βασιλέα τῆς οἰκουμένης καὶ τῶν ἀγγέλων  πάντων ὁρῶν χλευαζόμενον ὑπὸ στρατιωτῶν, διὰ ῥημάτων, διὰ πραγμάτων, καὶ πάντα φέροντα σιγῇ, μιμοῦ διὰ τῶν ἔργων αὐτόν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Πιλᾶτος, Τὸν βασιλέα τῶν  Ἰουδαίων,  καὶ  σχῆμα αὐτῷ  χλευασίας  λοιπὸν  περιτιθέασιν.  Εἶτα ἐξαγαγὼν αὐτὸν, φησί· Οὐδεμίαν αἰτίαν εὑρίσκω κατ' αὐτοῦ. Ἐξῆλθεν οὖν ἔχων τὸν στέφανον, καὶ οὐδὲ οὕτως ἐσβέσθη ἡ ὀργὴ, ἀλλ' ἐβόων· Σταύρωσον, σταύρωσον αὐτόν. Ἰδὼν τοίνυν ὁ Πιλᾶτος εἰκῆ πάντα γινόμενα, φησίν· Λάβετε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε. Ὅθεν δῆλον, ὅτι καὶ τὰ πρότερα διὰ τὴν ἐκείνων  συνεχώρησε μανίαν.  Ἐγὼ γὰρ, φησὶν,  οὐδεμίαν  αἰτίαν  εὑρίσκω  κατ'  αὐτοῦ.

 βʹ. Ὅρα  διὰ  πόσων  ὁ  δικαστὴς ἀπολογεῖται,  συνεχῶς  αὐτὸν  ἀπαλλάττων  ἐγκλημάτων·  ἀλλὰ  τοὺς  κύνας  οὐδὲν τούτων ἐνέτρεψε. Καὶ γὰρ τὸ, Λάβετε καὶ σταυρώσατε, ἀφοσιουμένου ἐστὶ, καὶ ἐπὶ πρᾶγμα οὐ συγκεχωρημένον  αὐτοῖς ὠθοῦντος.  Αὐτοὶ μὲν οὖν ἤγαγον  αὐτὸν, ἵνα μετὰ  τῆς  τοῦ  ἄρχοντος  κρίσεως τοῦτο  γένηται·  συνέβη δὲ τοὐναντίον,  ἀπὸ τῆς κρίσεως  τοῦ  ἄρχοντος  αὐτὸν  ἀπολύεσθαι  μᾶλλον.  Εἶτα, ἐπειδὴ  κατῃσχύνθησαν, Ἡμεῖς νόμον ἔχομεν, φησὶ, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Πῶς οὖν, εἰπόντος τοῦ δικαστοῦ, Λάβετε αὐτὸν, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε, ἐλέγετε· Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα· ἐνταῦθα δὲ ἐπὶ τὸν νόμον καταφεύγετε; Καὶ σκόπει τὴν κατηγορίαν. Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Τοῦτο ἔγκλημα, εἰπέ μοι, τὸ τὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ πράττοντα  λέγειν  αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ; Τί οὖν ὁ Χριστός; Καὶ ταῦτα πρὸς ἀλλήλους  διαλεγομένων  αὐτῶν ἐσίγα, πληρῶν τὸ προφητικὸν ἐκεῖνο, Οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Εἶτα Πιλᾶτος μὲν φοβεῖται, παρ' αὐτῶν ἀκούσας ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν  ἐποίησε,  καὶ  δέδοικε  μήποτε  ᾖ  ἀληθὲς  τὸ  λεγόμενον,  καὶ  δόξῃ παρανομεῖν· αὐτοὶ δὲ διὰ πραγμάτων καὶ ῥημάτων τοῦτο μαθόντες οὐ πεφρίκασιν, ἀλλ' ἀναιροῦσιν αὐτὸν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν. ∆ιὰ τοῦτο οὐκέτι αὐτὸν ἐρωτᾷ, Τί  ἐποίησας;  ἀλλ'  ἄνωθεν   πάλιν  ὑπὸ  τοῦ  φόβου  κατασειόμενος  ποιεῖται  τὴν ἐξέτασιν, λέγων· Εἰ σὺ εἶ ὁ Χριστός; Ἀλλ' οὐκ ἀπεκρίνατο. Ὁ γὰρ ἀκούσας, ὅτι Εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἦλθον, καὶ, ὅτι Ἡ βασιλεία μου οὐκ ἔστιν ἐντεῦθεν, καὶ ὀφείλων  ἀντιστῆναι καὶ ἐξελέσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, ἠκολούθησε δὲ τῇ Ἰουδαϊκῇ  ὁρμῇ.  Εἶτα  ἐκεῖνοι  πάντοθεν   ἐπιστομιζό  . μενοι,  ἐπὶ  δημόσιον ἔγκλημα  τὸν  λόγον  ἐξάγουσι, λέγοντες·  Ὁ ποιῶν  ἑαυτὸν  βασιλέα, ἀντιλέγει  τῷ Καίσαρι. Ἐχρῆν οὖν τοῦτο ἐξετάσαι μετὰ ἀκριβείας, εἴ γε τυραννίδι ἐπέθετο, καὶ τὸν Καίσαρα τῆς βασιλείας ἐκβαλεῖν ἐπεχείρησεν. Ἀλλ'  οὐ ποιεῖται τὴν ἐξέτασιν μετὰ ἀκριβείας. ∆ιὰ τοῦτο οὐδὲν αὐτῷ ἀπεκρίνατο, ἐπειδὴ ᾔδει εἰκῆ πάντα ἐρωτῶντα. Καὶ ἄλλως  δὲ, τῶν  ἔργων  μαρτυρούντων  αὐτῷ,  οὐκ ἐβούλετο  διὰ  λόγου  νικᾷν  καὶ ἀπολογίαν συντιθέναι, δεικνὺς ὅτι ἑκὼν ἐπὶ τοῦτο ἔρχεται. Ἐπεὶ οὖν ἐσίγησε, φησὶν ὁ Πιλᾶτος· Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε; Ὁρᾷς πῶς ἑαυτὸν προκατέκρινεν; Εἰ γὰρ ἐν σοὶ τὸ πᾶν κεῖται, τίνος ἕνεκεν οὐδεμίαν αἰτίαν εὑρὼν οὐκ ἀπολύεις;  Ἐπεὶ  οὖν  καθ'  ἑαυτοῦ  τὴν  ἀπόφασιν  ἐξήνεγκε,  τότε  λέγει·  Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι· δεικνὺς, ὅτι καὶ αὐτὸς ὑπεύθυνος ἁμαρτίᾳ ἐστίν. Εἶτα κατασπῶν αὐτοῦ τὸ φρόνημα καὶ τὸν τῦφον, φησίν· Οὐκ εἶχες ἐξουσίαν, εἰ μὴ ἦν σοι δεδομένον· δηλῶν οὐχ ἁπλῶς καὶ κατὰ τὴν τῶν πολλῶν  ἀκολουθίαν τοῦτο γινόμενον,  ἀλλὰ  μυστικῶς  ἐπιτελούμενον.   Ἵνα  δὲ  μὴ  ἀκούσας,  Εἰ μὴ  ἦν  σοι δεδομένον,  νομίσῃ τοῦ παντὸς  ἀπηλλάχθαι  ἐγκλήματος,  διὰ τοῦτο εἶπε· Μείζονα ἁμαρτίαν  ἔχει  ὁ παραδιδούς  μέ σοι. Καὶ μὴν  εἰ δεδομένον  ἦν, οὔτε οὗτος, οὔτε ἐκεῖνοι ὑπεύθυνοι  ἐγκλημάτων.  Εἰκῆ ταῦτα λέγεις· τὸ γὰρ ∆εδομένον ἐνταῦθα τὸ Συγκεχωρημένον ἐστίν· ὡσανεὶ ἔλεγεν· Εἴασε ταῦτα γενέσθαι· οὐ μὴν διὰ τοῦτο τῆς πονηρίας ἐκτὸς ὑμεῖς. Κατέπληξεν αὐτὸν διὰ τῶν ῥημάτων, καὶ σαφῆ παρέσχετο τὴν ἀπολογίαν· ὅθεν καὶ ἐζήτει αὐτὸν ἀπολῦσαι ἐκεῖνος. Ἀλλ' αὐτοὶ πάλιν ἔκραζον· Ἐὰν τοῦτον   ἀπολύσῃς,  οὐκ  εἶ  φίλος   τοῦ  Καίσαρος. Ἐπειδὴ  γὰρ  ἀπὸ  τοῦ  νόμου παραγαγόντες   ἐγκλήματα,  οὐδὲν  ὤνησαν,  κακούργως  ἐπὶ  τοὺς  ἔξω  τρέπονται νόμους, λέγοντες· Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. Καὶ ποῦ οὗτος τύραννος ἐφάνη; πόθεν δὲ ἔχετε δεῖξαι τοῦτο; ἀπὸ τῆς ἁλουργίδος; ἀπὸ τοῦ διαδήματος·  ἀπὸ τοῦ σχήματος; ἀπὸ τῶν  στρατιωτῶν;  οὐχὶ  μόνος  ἀεὶ μετὰ τῶν δώδεκα  μαθητῶν  ἐβάδισε, πάντα  εὐτελῶς  μετιὼν,  καὶ  τροφὴν,  καὶ  στολὴν,  καὶ οἴκησιν; Ἀλλ' ὢ τῆς ἀναιδείας  καὶ τῆς ἀκαίρου δειλίας! ὁ γὰρ Πιλᾶτος, νομίσας κινδυνεύειν λοιπὸν, εἰ παρίδοι ταῦτα, ἐξέρχεται μὲν ὡς ἐξετάζων τὸ πρᾶγμα (τὸ γὰρ καθίσαι  τοῦτο  ἐδήλου)· οὐδεμίαν  δὲ  ποιησάμενος  ἐξέτασιν,  παραδίδωσιν  αὐτὸν, νομίζων δυσωπήσειν αὐτούς. Ὅτι γὰρ οὕτως αὐτὸ ἐποίει, ἄκουσον τί φησιν· Ἴδε ὁ βασιλεὺς ὑμῶν.  Ἐπειδὴ δὲ εἶπον  ἐκεῖνοι, Σταύρωσον, πάλιν  ἐπήγαγε  λέγων·  Τὸν βασιλέα  ὑμῶν  σταυρώσω, Οἱ δὲ  ἔκραζον,  Οὐκ ἔχομεν  βασιλέα,  εἰ  μὴ  Καίσαρα. Ἑκόντες ἑαυτοὺς ὑπέβαλον τῇ κολάσει. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς αὐτοὺς παρέδωκεν, ὅτε καὶ αὐτοὶ πρῶτοι  τῆς προνοίας  αὐτοῦ καὶ τῆς ἐπιστασίας ἑαυτοὺς ἐξέβαλον. Καὶ ἐπειδὴ ὁμοφώνως  ἠρνήσαντο  τὴν  βασιλείαν, εἴασεν αὐτοὺς ταῖς  ἑαυτῶν  ψήφοις περιπεσεῖν.  Καίτοι τὰ  λεγόμενα  ἱκανὰ  παῦσαι  τῆς  ὀργῆς  αὐτοὺς  λοιπόν.  Ἀλλ' ἐδεδοίκεσαν, μὴ  πάλιν  ἀφεθεὶς  ὀχλαγωγήσῃ,  καὶ  πάντα  ὑπὲρ  τούτου  ἔπραττον.∆εινὸν  γὰρ ἡ φιλαρχία,  δεινὸν  καὶ ψυχὴν  ἱκανὸν  ἀπολέσαι. ∆ιὰ τοῦτο οὐδέποτε αὐτοῦ ἤκουσαν. Ἀλλ' ὁ μὲν Πιλᾶτος ἀπὸ ψιλῶν ῥημάτων ἐβούλετο ἀφεῖναι· οὗτοι δὲ ἔγκεινται  λέγοντες,  Σταύρωσον. Καὶ τί δήποτε οὕτως  ἀνελεῖν  αὐτὸν  ἐπεχείρουν; Ἐπονείδιστος οὗτος ὁ θάνατος ἦν. ∆εδοικότες οὖν μή τις . αὐτοῦ μετὰ ταῦτα γένηται  μνήμη, σπουδάζουσι καὶ ἐπὶ τιμωρίαν ἀγαγεῖν τὴν ἐπάρατον, οὐκ εἰδότες, ὅτι διὰ τῶν κωλυμάτων  αἴρεται ἡ ἀλήθεια. Ὅτι γὰρ τοῦτο ὑπώπτευον, ἄκουσον τί φασιν·  Ἡμεῖς  ἠκούσαμεν,  ὅτι  [ὁ] πλάνος  ἐκεῖνος  εἶπεν,  ὅτι  μετὰ  τρεῖς  ἡμέρας ἐγείρομαι. ∆ιὰ τοῦτο πάντα ἐκύκων, ἄνω καὶ κάτω στρέφοντες, ὥστε τὰ μετὰ ταῦτα λυμήνασθαι· καὶ συνεχῶς ἐπεβόων, Σταύρωσον, δῆμος ἄτακτος ὑπὸ τῶν ἀρχόντων διεφθαρμένος.

 γʹ. Ἡμεῖς  δὲ μὴ μόνον  ἀναγινώσκωμεν  ταῦτα,  ἀλλὰ  καὶ  ἐπὶ  τῆς διανοίας φέρωμεν αὐτὰ, τὸν στέφανον τὸν ἀκάνθινον, τὸ ἱμάτιον, τὸν κάλαμον, τὰ ῥαπίσματα, τὰς ἐπὶ κόῤῥης πληγὰς, τὰ ἐμπτύσματα, τὴν εἰρωνείαν. Ἱκανὰ γὰρ ταῦτα συνεχῶς  στρεφόμενα ἅπασαν ὀργὴν  καθελεῖν.  Κἂν χλευαζώμεθα,  κἂν  ἀδίκως  τι πάσχωμεν, συνεχῶς  λέγωμεν·  Οὐκ ἔστι δοῦλος μείζων  τοῦ κυρίου αὐτοῦ· καὶ τὰ παρὰ τῶν Ἰουδαίων λεγόμενα προφέρωμεν εἰς μέσον, ἅπερ ἐφθέγξαντο  λυττῶντες καὶ λέγοντες,  ὅτι ∆αιμόνιον ἔχεις· καὶ, Σαμαρείτης εἶ σύ· καὶ, ὅτι Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. ∆ιὰ γὰρ τοῦτο ταῦτα πάντα ὑπέμεινεν, ἵνα αὐτοῦ κατ' ἴχνος βαίνωμεν ἡμεῖς, καὶ σκώμματα φέρωμεν, ἃ μάλιστα τῶν λοιδοριῶν ἐξίστησιν. Ἀλλ' ὅμως  αὐτὸς  οὐ μόνον  ἔφερε  ταῦτα,  ἀλλὰ  καὶ  πάντα  ἔπραττεν,  ὥστε σῶσαι καὶ ἀπαλλάξαι  τοὺς  ταῦτα  ποιοῦντας  τῆς  ἀποκειμένης  κολάσεως. Καὶ γὰρ καὶ  τοὺς ἀποστόλους ἐπὶ τῇ τούτων  ἔπεμψε σωτηρίᾳ. Ἀκούεις γοῦν  αὐτῶν  λεγόντων,  ὅτι «Οἴδαμεν  ὅτι  κατὰ  ἄγνοιαν  ἐπράξατε,»  καὶ  διὰ  τούτων  εἰς  μετάνοιαν  αὐτοὺς ἑλκόντων. Ταῦτα καὶ ἡμεῖς ζηλώσωμεν. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν ἵλεω ποιεῖ, ὡς τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς, καὶ εὖ ποιεῖν τοὺς ἐπηρεάζοντας. Ὅταν τις ἐπηρεάζῃ, μὴ πρὸς αὐτὸν ἴδῃς, ἀλλὰ πρὸς τὸν κινοῦντα  δαίμονα, καὶ τὴν ὀργὴν ἅπασαν κατ' ἐκείνου κένωσον· αὐτὸν δὲ καὶ ἐλέει τὸν ὑπ' ἐκείνου κινούμενον. Εἰ γὰρ τὸ ψεῦδος ἀπὸ τοῦ διαβόλου, καὶ τὸ ὀργίζεσθαι εἰκῆ πολλῷ μᾶλλον ἐκεῖθεν. Ὅταν κωμῳδοῦντα ἴδῃς, ἐννόησον ὅτι ὁ διάβολός ἐστιν αὐτὸν ὁ κινῶν. Οὐ γὰρ Χριστιανῶν τὰ σκώμματα. Ὁ γὰρ κελευσθεὶς πενθεῖν, καὶ ἀκούων, Οὐαὶ οἱ γελῶντες! εἶτα ὀνειδίζων καὶ σκώπτων καὶ διακαιόμενος, οὐ τοῦ λοιδορεῖσθαι παρ' ἡμῶν, ἀλλὰ θρηνεῖσθαι ἄξιος, ἐπεὶ καὶ ὁ Χριστὸς ἐταράχθη  τὸν  Ἰούδαν  ἐννοήσας. Ταῦτα οὖν  ἅπαντα  μελετῶμεν  ἐπὶ τῶν ἔργων. Ἂν γὰρ ταῦτα μὴ κατορθώσωμεν, εἰκῆ καὶ μάτην εἰς τὸν κόσμον ἤλθομεν· μᾶλλον δὲ καὶ ἐπὶ κακῷ. Οὐ γάρ ἐστιν ἡ πίστις ἱκανὴ εἰς τὴν βασιλείαν εἰσαγαγεῖν, ἀλλὰ καὶ ταύτῃ μάλιστα κατακρῖναι τοὺς βίον φαῦλον ἐπιδεικνυμένους ἔχει. Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· καὶ πάλιν, Εἰ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ποίαν οὖν ἕξομεν ἀπολογίαν,  ἐντὸς τῶν  βασιλείων γινόμενοι,  καὶ εἰς τὰ ἄδυτα διακύψαι καταξιωθέντες,  καὶ κοινωνοὶ  καταστάντες  μυστηρίων  ἁμαρτιῶν  ἀπαλλαττόντων, τῶν οὐδενὸς τούτων μετεσχηκότων Ἑλλήνων γινόμενοι χείρους; Εἰ γὰρ ἐκεῖνοι διὰ δόξαν κενὴν τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, πολλῷ μᾶλλον ἡμᾶς διὰ τὸ τῷ Θεῷ δοκοῦν χρὴ πᾶσαν ἀρετὴν ἐπιέναι.  Νῦν δὲ οὐδὲ χρημάτων  καταφρονοῦμεν·  ἀλλ' ἐκεῖνοι  μὲν καὶ τῆς ἑαυτῶν  πολλάκις  ὑπερεῖδον ψυχῆς, καὶ παῖδας ἐπέδωκαν  ἐν πολέμοις τῇ τῶν δαιμόνων μανίᾳ, καὶ τῆς φύσεως κατεφρόνησαν διὰ τοὺς δαίμονας· ἡμεῖς δὲ οὐδὲ ἀργυρίου διὰ τὸν Χριστὸν, οὐδὲ ὀργῆς διὰ τὸ δοκοῦν τῷ . Θεῷ, ἀλλὰ  φλεγμαίνομεν,   καὶ  πυρεττόντων  οὐδὲν  ἄμεινον  διακείμεθα.  Καὶ καθάπερ ἐκεῖνοι τῷ κακῷ κατεχόμενοι διακαεῖς εἰσιν, οὕτω καὶ ἡμεῖς, ὥσπερ ἀπὸ πυρός τινος ἀγχόμενοι, οὐδαμοῦ τῆς ἐπιθυμίας στῆναι δυνάμεθα, καὶ ὀργὴν καὶ φιλοχρηματίαν αὔξοντες. ∆ιὰ ταῦτα αἰσχύνομαι καὶ ἐκπλήττομαι, παρὰ μὲν Ἕλλησι βλέπων χρημάτων  ὑπερορῶντας,  παρὰ δὲ ἡμῖν  μαινομένους  ἅπαντας.  Εἰ γὰρ καὶ τούτων εὕροιμέν τινας καταφρονοῦντας, ἀλλ' ἑτέροις ἁλίσκονται, θυμῷ καὶ βασκανίᾳ· καὶ πρᾶγμα δύσκολον, καθαρὰν φιλοσοφίαν  εὑρεῖν. Τὸ δὲ αἴτιον, οὐ σπουδάζομεν τὰ φάρμακα λαβεῖν παρὰ τῶν Γραφῶν, οὐδὲ μετὰ κατανύξεως αὐταῖς προσέχομεν, καὶ ὀδύνης καὶ στεναγμοῦ, ἀλλ' ἁπλῶς, εἴποτε σχολὴν ἀγάγοιμεν. ∆ιὰ τοῦτο, ἐπειδὰν πολὺς φορυτὸς ἔλθῃ βιωτικῶν πραγμάτων, ἐπικλύζει πάντα, καὶ εἴ τι γέγονε κέρδος, ἀπόλλυσιν.  Οὐδὲ γὰρ,  εἴ  τις  τραῦμα  ἔχων,  εἶτα  φάρμακον  ἐπιτιθεὶς,  μὴ  μετὰ ἀκριβείας ἐπιδήσειεν, ἀλλ' ἐάσειεν ἐκπεσεῖν, καὶ ὕδατι, καὶ κόνει, καὶ αὐχμῷ, καὶ μυρίοις ἑτέροις τοῖς  δυναμένοις  ἐπιτρίψαι  τὸ ἕλκος ἑαυτοῦ ἐκδοίη, γενήσεταί  τι πλέον αὐτῷ· ἀλλὰ οὐ παρὰ τὴν τῶν φαρμάκων ἀσθένειαν, ἀλλὰ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν. Τοῦτο καὶ ἡμῖν συμβαίνειν εἴω . θεν, ὅταν τοῖς μὲν θείοις λογίοις μικρὸν προσέχωμεν, τοῖς δὲ βιωτικοῖς ἀθρόον ἑαυτοὺς ἐκδῶμεν καὶ διηνεκῶς. Οὕτω γὰρ ὁ σπόρος ἀποπνίγεται πᾶς, καὶ πάντα ἄκαρπα γίνεται. Ἵν' οὖν μὴ τοῦτο γένηται, μικρὸν διαβλέψωμεν, ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, καὶ κατανεύσωμεν εἰς τὰ μνήματα καὶ τὰς σοροὺς τῶν ἀπελθόντων.  Καὶ ἡμᾶς γὰρ τὸ αὐτὸ μένει τέλος, καὶ αὐτὴ τῆς ἀποδημίας ἀνάγκη πολλάκις πρὸ τῆς ἑσπέρας ἡμῖν ἐπιστήσεται. Παρασκευαζώμεθα τοίνυν  πρὸς τὴν ἔξοδον ταύτην. Καὶ γὰρ πολλῶν  ἡμῖν δεῖ τῶν ἐφοδίων· ἐπεὶ καὶ πολὺ τὸ καῦμα ἐκεῖ, πολὺς ὁ αὐχμὸς, πολλὴ ἡ ἐρημία. Οὐκ ἔστιν εἰς  πανδοχεῖον  καταλῦσαι  λοιπόν·  οὐκ  ἔστιν  ἀγοράσαι  τι,  μὴ  πάντα  ἐντεῦθεν λαβόντα. Ἄκουσον γοῦν τί λέγουσιν αἱ παρθένοι· Ὑπάγετε πρὸς τοὺς πωλοῦντας· ἀλλ' οὐχ εὗρον ἀπελθοῦσαι. Ἄκουσον τί φησιν ὁ Ἀβραὰμ, ὅτι Χάσμα μεταξὺ ἡμῶν καὶ ὑμῶν. Ἄκουσον τί φησιν ὁ Ἰεζεκιὴλ περὶ τῆς ἡμέρας ἐκείνης, ὅτι Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ τοὺς υἱοὺς αὐτῶν οὐ μὴ ῥύσονται. Ἀλλ' ἡμᾶς μὴ γένοιτο τούτων ἀκοῦσαι τῶν ῥημάτων, ἀλλ' ἀρκοῦντα τῆς αἰωνίου ζωῆς λαβόντας ἐντεῦθεν τὰ ἐφόδια, μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |