αʹ. Περιπαθές πως τὸ γυναικεῖον γένος, καὶ πρὸς οἶκτον ἐπιῤῥεπέστερον. Τοῦτο δὲ εἶπον, ἵνα μὴ θαυμάσῃς τί δήποτε Μαρία μὲν πικρῶς ἐθρήνει τῷ τάφῳ, Πέτρος δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Οἱ μὲν γὰρ μαθηταὶ, φησὶν, ἀπῆλθον πρὸς ἑαυτοὺς, ἡ δὲ εἱστήκει δακρύουσα. Καὶ γὰρ ἡ φύσις εὐέμπτωτος, καὶ τὸν περὶ ἀναστάσεως οὐδέπω σαφῶς ᾔδει λόγον· καθάπερ ἐκεῖνοι τὰ ὀθόνια θεασάμενοι καὶ πιστεύσαντες, ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθον εἰς τὴν Γαλιλαίαν, καθάπερ αὐτοῖς συντέτακτο πρὸ τοῦ πάθους; Ἀνέμενον τοὺς λοιποὺς ἴσως· καὶ ἄλλως δὲ, ἔτι ἐν ἀκμαζούσῃ ἦσαν ἐκπλήξει. Οὗτοι μὲν οὖν ἀπῆλθον· ἐκείνη δὲ εἱστήκει πρὸς τῷ τόπῳ. Μέγα γὰρ, ὅπερ ἔφην, πρὸς παραμυθίαν καὶ μνῆμα φαινόμενον.
Ὁρᾷς γοῦν αὐτὴν, ὥστε πλέον ἀναπαύεσθαι, καὶ παρακύπτουσαν, καὶ βουλομένην τὸν τόπον ἰδεῖν ἔνθα τὸ σῶμα ἔκειτο; ∆ιὰ δὴ τοῦτο καὶ τῆς πολλῆς ταύτης σπουδῆς μισθὸν ἔλαβεν οὐ μικρόν. Ὃ γὰρ οὐκ εἶδον οἱ μαθηταὶ, τοῦτο εἶδεν ἡ γυνὴ πρώτη, καθημένους ἀγγέλους, τὸν μὲν πρὸς ποδῶν, τὸν δὲ πρὸς κεφαλῆς ἐν λευκοῖς· καὶ τὸ σχῆμα φαιδρότητος πολλῆς γέμον καὶ χαρᾶς. Ἐπειδὴ γὰρ οὐκ ἦν ὑψηλὴ τῆς γυναικὸς ἡ διάνοια, ὡς ἀπὸ τῶν σουδαρίων ὑποδέξασθαι τὴν ἀνάστασιν, γίνεταί τι πλέον, καὶ ἀγγέλους θεωρεῖ καθημένους ἐν φαιδρῷ τῷ σχήματι, ὥστε αὐτὴν ἀναστῆσαι τέως τοῦ πάθους ἐντεῦθεν καὶ παραμυθήσασθαι. Ἀλλ' οὐδὲν αὐτῇ περὶ ἀναστάσεως λέγουσιν· ἀλλ' ἠρέμα προβιβάζεται τῷ δόγματι τούτῳ. Εἶδεν ὄψεις φαιδρὰς, καὶ μᾶλλον ἢ κατὰ τὴν συν. ήθειαν· εἶδε σχῆμα λαμπρόν· ἤκουσε συμπαθοῦς φωνῆς. Τί γάρ φησι; Γύναι, τί κλαίεις; ∆ιὰ δὲ τούτων ἁπάντων, ὥσπερ θύρας ἀνοιγομένης, κατὰ μικρὸν εἰς τὸν περὶ ἀναστάσεως ἤγετο λόγον. Καὶ ὁ τρόπος δὲ τῆς καθέδρας αὐτῶν εἰς ἐρώτησιν αὐτὴν ἦγε· καὶ γὰρ ἐνέφαινον, ὅτι ᾔδεσαν τὸ γεγονός. ∆ιὰ τοῦτο οὐδὲ ὁμοῦ κάθηνται, ἀλλὰ διεστηκότες ἀλλήλων. Ἐπειδὴ γὰρ οὐκ εἰκὸς αὐτὴν τολμῆσαι ἁπλῶς πυθέσθαι, καὶ τῇ ἐρωτήσει καὶ τῷ τρόπῳ τῆς καθέδρας ἄγουσιν αὐτὴν ἐπὶ διάλεξιν. Τί οὖν αὕτη; Θερμῶς ἅμα καὶ φιλοστόργως· Ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ τεθείκασιν αὐτόν. Τί φῄς; οὐδέπω οὐδὲν περὶ ἀναστάσεως οἶδας, ἀλλ' ἔτι θέσιν φαντάζῃ; Ὁρᾷς πῶς οὐδέπω ὑψηλὸν κατεδέξατο δόγμα; Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω. Καὶ ποία αὕτη ἀκολουθία, πρὸς ἐκείνους διαλεγομένην, καὶ μηδέπω μηδὲν ἀκούσασαν παρ' αὐτῶν, στραφῆναι εἰς τὰ ὀπίσω; Ἐμοὶ δοκεῖ, ταῦτα λεγούσης αὐτῆς, ἄφνω φανεὶς ὁ Χριστὸς ὄπισθεν αὐτῆς ἐκπλῆξαι τοὺς ἀγγέλους, κἀκείνους θεασαμένους τὸν ∆εσπότην, καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῷ κινήματι εὐθέως ἐμφῆναι, ὅτι τὸν Κύριον εἶδον· καὶ τοῦτο τὴν γυναῖκα ἐπέστρεψε, καὶ εἰς τὰ ὀπίσω στραφῆναι ἐποίησεν. Ἐκείνοις μὲν οὖν οὕτως ἐφάνη· τῇ γυναικὶ δὲ οὐχ οὕτως, ὥστε αὐτὴν μὴ ἐκ πρώτης ἐκπλῆξαι τῆς ὄψεως, ἀλλ' ἐν εὐτελεστέρῳ καὶ κοινῷ τῷ σχήματι. Καὶ δῆλον ἐξ ὧν καὶ κηπουρὸν αὐτὸν εἶναι ἐνόμιζε. Τὴν δὲ οὕτω ταπεινὴν οὐκ ἔδει ἀθρόον ἐπὶ τὰ ὑψηλὰ ἀγαγεῖν, ἀλλ' ἠρέμα. Πάλιν οὖν αὐτὴν ἐρωτᾷ· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Τοῦτο ἐνέφηνεν εἰδέναι αὐτὸν, ὃ βούλεται ἐρωτῆσαι, . καὶ εἰς ἀπόκρισιν ἤγαγε. Τοῦτο οὖν καὶ ἡ γυνὴ συνιεῖσα, οὐκ ἔτι τὸ ὄνομα τοῦ Ἰησοῦ λέγει, ἀλλ' ὡς εἰδότος τοῦ ἐρωτῶντος περὶ οὗ πυνθάνεται, φησίν· Εἰ σὺ ἐβάστασας αὐτὸν, εἰπέ μοι ποῦ ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ. Πάλιν θέσιν καὶ ἄρσιν, καὶ τὸ βαστάσαι, ὡς περὶ νεκροῦ διαλεγομένη, φησίν. Ὃ δὲ ἐμφαίνει, τοῦτό ἐστιν· Εἰ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἤρατε αὐτὸν ἐντεῦθεν, εἴπατέ μοι, καὶ ἐγὼ λήψομαι αὐτόν. Πολλὴ ἡ εὔνοια καὶ φιλοστοργία τῆς γυναικός· ὑψηλὸν δὲ οὐδὲν οὐδέπω παρ' αὐτῇ. ∆ιὰ τοῦτο λοιπὸν προτίθησιν αὐτῇ τοῦτο, οὐ δι' ὄψεως, ἀλλὰ διὰ φωνῆς. Ὥσπερ γὰρ τοῖς Ἰουδαίοις ποτὲ μὲν ἐγνωρίζετο, ποτὲ δὲ ἄδηλος ἦν καὶ παρών· οὕτω καὶ φθεγγόμενος, ἡνίκα ἐβούλετο, τότε γνώριμον ἑαυτὸν ἐποίει. Καὶ γὰρ ὅτε τοῖς Ἰουδαίοις ἔλεγε, Τίνα ζητεῖτε; οὐ τὴν ὄψιν, οὐ τὴν φωνὴν ἐπέγνωσαν, ἕως ἠθέλησεν· ὃ δὴ καὶ ἐνταῦθα συνέβη. Καὶ τὸ ὄνομα αὐτῆς μόνον ἐκάλεσεν, ὀνειδίζων καὶ καθαπτόμενος, ὅτι ταῦτα περὶ τοῦ ζῶντος ἐφαντάζετο. Πῶς δὲ, Στραφεῖσα λέγει, εἴ γε πρὸς αὐτὴν διελέγετο; Ἐμοὶ δοκεῖ εἰποῦσαν αὐτὴν τὸ, Ποῦ τεθείκατε αὐτὸν, στραφῆναι πρὸς τοὺς ἀγγέλους ὡς ἐρωτῶσαν, τί ἐξεπλάγησαν· εἶτα τὸν Χριστὸν καλέσαντα αὐτὴν ἐπιστρέψαι πρὸς ἑαυτὸν ἀπ' ἐκείνων, καὶ διὰ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιῆσαι. Ὅτε γὰρ ἐκάλεσεν αὐτὴν, Μαρία, τότε αὐτὸν ἐπέγνω. Οὕτως οὐκ ὄψεως ἦν, ἀλλὰ φωνῆς ἡ ἐπίγνωσις. Εἰ δὲ λέγοιεν, Πόθεν δῆλον, ὅτι οἱ ἄγγελοι ἐξεπλάγησαν, καὶ διὰ τοῦτο ἐπεστράφη ἡ γυνή; καὶ ἐνταῦθα ἐροῦσι, Πόθεν δῆλον, ὅτι ἥψατο αὐτοῦ, καὶ προσέπεσεν; Ἀλλ' ὥσπερ τοῦτο δῆλον ἀπὸ τοῦ εἰπεῖν, Μή μου ἅπτου· οὕτω κἀκεῖνο, ἀπὸ τοῦ εἰπεῖν, ὅτι ἐστράφη. Τίνος δὲ ἕνεκεν εἶπε, Μή μου ἅπτου; Τινές φασιν, ὅτι χάριν αἰτεῖ πνευματικὴν, ἀκούσασα μετὰ τῶν μαθητῶν λέγοντος· Ἐὰν πορευθῶ πρὸς τὸν Πατέρα, ἐρωτήσω αὐτὸν, καὶ δώσει ὑμῖν ἄλλον Παράκλητον.
βʹ. Καὶ πῶς ἡ μὴ παροῦσα μετὰ τῶν μαθητῶν, ταῦτα ἤκουσε; Ἄλλως δὲ, καὶ πόῤῥω τῆς διανοίας ταύτης ἡ τοιαύτη φαντασία. Πῶς δὲ αἰτεῖ, οὐδέπω πρὸς τὸν Πατέρα ἀπελθόντος; Τί οὖν; ∆οκεῖ μοι βούλεσθαι αὐτὴν ἔτι συνεῖναι αὐτῷ, ὥσπερ τότε, καὶ ἀπὸ τῆς χαρᾶς μηδὲν ἐννοῆσαι μέγα, εἰ καὶ πολλῷ βελτίων ἐγεγόνει κατὰ σάρκα. Ταύτης γοῦν ἀπάγων αὐτὴν τῆς ἐννοίας, καὶ τοῦ μετὰ πολλῆς αὐτῷ ἀδείας διαλέγεσθαι (οὐδὲ γὰρ τοῖς μαθηταῖς φαίνεται λοιπὸν ἐπιχωριάζων ὁμοίως), ἀνάγει αὐτῆς τὴν διάνοιαν, ὥστε αἰδεσιμώτερον αὐτῷ προσέχειν. Τὸ μὲν οὖν εἰπεῖν, Μὴ πρόσιθί μοι, καθάπερ καὶ πρότερον· οὐ γὰρ ἐν τοῖς αὐτοῖς τὰ πράγματα, οὐδὲ ὁμοίως μέλλω συνεῖναι λοιπὸν ὑμῖν· πρόσαντες ἦν καὶ κόμπον ἔχον· τὸ δὲ εἰπεῖν, Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα, εἰ καὶ ἀνεπαχθὲς, τὸ αὐτὸ δηλοῦντος ἦν. Εἰπὼν γὰρ, ὅτι Οὔπω ἀναβέβηκα, ἐμφαίνει, ὅτι ἐκεῖ σπεύδει καὶ ἐπείγεται· τὸν δὲ ἐκεῖ μέλλοντα ἀπιέναι, καὶ μηκέτι μετὰ ἀνθρώπων στρέφεσθαι, οὐκ ἔδει μετὰ τῆς αὐτῆς ὁρᾷν διανοίας ἧς καὶ πρὸ τούτου Καὶ ὅτι τοῦτό ἐστι, δηλοῖ τὸ ἑξῆς· Πορεύου, εἰπὲ τοῖς ἀδελφοῖς, ὅτι πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Καίτοι οὐκ ἔμελλε εὐθέως τοῦτο ποιεῖν, ἀλλὰ μετὰ τεσσαράκοντα ἡμέρας. Πῶς οὖν τοῦτό φησιν; Ἀναστῆσαι βουλόμενος αὐτῆς τὴν διάνοιαν, καὶ πεῖσαι, ὅτι εἰς τοὺς οὐρανοὺς ἀπέρχεται. Τὸ δὲ, Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, τῆς οἰκονομίας ἐστὶ, ἐπεὶ καὶ τὸ ἀναβῆναι τῆς . σαρκός ἐστι. Πρὸς γὰρ τὴν οὐδὲν μέγα φανταζομένην ταῦτα φθέγγεται. Ἑτέρως οὖν αὐτοῦ Πατὴρ, καὶ ἑτέρως ἡμῶν; Πάνυ μὲν οὖν. Εἰ γὰρ τῶν δικαίων ἑτέρως Θεὸς καὶ τῶν ἄλλων ἀνθρώπων, πολλῷ μᾶλλον τοῦ Υἱοῦ καὶ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν, Εἰπὲ τοῖς ἀδελφοῖς, ἵνα μὴ ἀπὸ τούτου ἴσον τι φαντασθῶσι, δείκνυσι τὸ ἐνηλλαγμένον. Αὐτὸς μὲν γὰρ ἔμελλε καθιεῖσθαι ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, οὗτοι δὲ παρεστάναι. Ὥστε εἰ καὶ κατὰ τὴν οὐσίαν τὴν ἐν σαρκὶ ἀδελφὸς ἡμῶν ἐγένετο, ἀλλὰ τῇ τιμῇ πολὺ διενήνοχε, καὶ οὐδὲ ἔστιν εἰπεῖν ὅσον. Αὕτη μὲν οὖν ἀπέρχεται ταῦτα ἀπαγγέλλουσα τοῖς μαθηταῖς. Τοσοῦτόν ἐστι προσεδρία καὶ καρτερία καλόν. Ἐκεῖνοι δὲ πῶς λοιπὸν οὐκ ἤλγησαν μέλλοντος ἀπιέναι, οὐδὲ ἐφθέγξαντο οἷα καὶ πρότερον; Τότε μὲν οὖν ὡς τεθνηξομένου, τοῦτο ἔπασχον· νῦν δὲ, ἀναστάντος, τίνος ἕνεκεν ἔμελλον ἀλγεῖν; Ἀπήγγειλε δὲ καὶ τὴν ὄψιν καὶ τὰ ῥήματα, ἅπερ ἱκανὰ ἦν αὐτοὺς παραμυθήσασθαι. Ἐπειδὴ οὖν εἰκὸς ἦν τοὺς μαθητὰς ταῦτα ἀκούοντας, ἢ διαπιστεῖν τῇ γυναικὶ, ἢ πιστεύσαντας ἀλγεῖν, ὅτι αὐτοὺς οὐ κατηξίωσε τῆς ὄψεως, καίτοι γε ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ αὐτοῖς φαίνεσθαι· ἵν' οὖν μὴ ταῦτα στρέφοντες ἀλύωσιν, οὐδὲ ἡμέραν μίαν ἀφῆκε διελθεῖν, ἀλλ' εἰς ἐπιθυμίαν αὐτοὺς ἀγαγὼν τῷ τε ἤδη εἰδέναι ἐγηγέρθαι αὐτὸν, τῷ τε παρὰ τῆς γυναικὸς ἀκοῦσαι, διψῶσιν αὐτοῖς ἰδεῖν καὶ περιφόβοις οὖσιν (ὃ καὶ αὐτὸ μάλιστα τὸν πόθον ἐποίει πλείονα), τότε ὀψίας γενομένης, ἐφίστατο, καὶ μετὰ πολλοῦ τοῦ θαύματος. Καὶ τί δήποτε ἑσπέρας ἐφάνη; Ὅτι τότε μάλιστα εἰκὸς ἦν αὐτοὺς εἶναι περιδεεῖς. Ἀλλὰ τὸ θαυμαστὸν, πῶς φάντασμα αὐτὸν οὐκ ἐνόμισαν; καὶ γὰρ κεκλεισμένων εἰσῆλθε τῶν θυρῶν, καὶ ἀθρόον. Μάλιστα μὲν καὶ ἡ γυνὴ προλαβοῦσα πολλὴν τὴν πίστιν εἰργάσατο· ἄλλως δὲ, καὶ τρανὴν καὶ ἥμερον τὴν ὄψιν αὐτοῖς ἐπέδειξεν. Ἡμέρας δὲ οὐκ ἐπέστη μὲν, ὡς συλλεγῆναι ἅπαντας ὁμοῦ· πολλὴ γὰρ ἦν ἡ ἔκπληξις. Οὐδὲ γὰρ τὴν θύραν ἐπάταξεν, ἀλλ' ἀθρόον ἔστη μέσος, καὶ ἐπέδειξε τὴν πλευρὰν καὶ τὰς χεῖρας. Ἅμα δὲ καὶ τῇ φωνῇ κατεστόρεσε κυμαίνοντα τὸν λογισμὸν, εἰπών· Εἰρήνη ὑμῖν· τουτέστι, Μὴ θορυβεῖσθε· καὶ ῥήματος ἀναμνήσας, ὃ πρὸ τοῦ σταυροῦ πρὸς αὐτοὺς εἶπεν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· καὶ πάλιν, Ἐν ἐμοὶ εἰρήνην ἔχετε, ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Ἐχάρησαν δὲ οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Ὁρᾷς ἐπὶ τῶν ἔργων τοὺς λόγους ἐκβαίνοντας; Ὃ γὰρ ἔλεγε πρὸ τοῦ σταυροῦ, ὅτι Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν, τοῦτο νῦν ἔργῳ ἐπλήρωσεν. Ἅπαντα δὲ ταῦτα ἐνῆγεν αὐτοὺς εἰς πίστιν ἀκριβεστάτην. Ἐπειδὴ γὰρ πόλεμον ἄσπονδον εἶχον πρὸς Ἰουδαίους, συνεχῶς ἐπιλέγει τὸ, Εἰρήνη ὑμῖν, ἀντίῤῥοπον διδοὺς τοῦ πολέμου τὴν παραμυθίαν.
γʹ. Τοῦτο γοῦν πρῶτον μετὰ τὴν ἀνάστασιν εἶπε τὸ ῥῆμα (διὸ καὶ Παῦλος πανταχοῦ φησι, Χάρις ὑμῖν καὶ εἰρήνη)· ταῖς δὲ γυναιξὶ χαρὰν εὐαγγελίζεται, διότι ἐν λύπαις τὸ γένος ἐκεῖνο ἦν, καὶ ταύτην ἐδέξατο πρώτην χαράν. Καταλλήλως μὲν οὖν τοῖς ἀνδράσι, διὰ τὸν πόλεμον, εἰρήνην· ταῖς δὲ γυναιξὶ, διὰ τὴν λύπην, εὐαγγελίζεται χαράν. Πάντα δὲ καταλύσας τὰ λυπηρὰ, ἐπιλέγει τὰ κατορθώματα τοῦ σταυροῦ· ταῦτα δὲ ἦν ἡ εἰρήνη. Ἐπεὶ οὖν ἅπαντα ἀνῄρηται τὰ κωλύματα, καὶ τὴν νίκην κατέστησε λαμπρὰν, καὶ κατώρθωται πάντα· εἶτα λοιπόν φησι· Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς. Οὐδεμίαν ἔχετε δυσκολίαν ἀπό τε . τῶν ἤδη γεγενημένων, ἀπό τε τῆς ἀξίας ἐμοῦ τοῦ πέμποντος. Ἐνταῦθα ἐπαίρει αὐτῶν τὴν ψυχὴν, καὶ δείκνυσι πολὺ τὸ ἀξιόπιστον, εἴ γε μέλλοιεν αὐτοῦ τὸ ἔργον ἀναδέχεσθαι. Καὶ οὐκέτι παράκλησις πρὸς τὸν Πατέρα γίνεται, ἀλλ' αὐθεντίᾳ δίδωσιν αὐτοῖς τὴν δύναμιν. Ἐνεφύσησε γὰρ, καὶ εἶπε· Λάβετε Πνεῦμα ἅγιον. Ὧν ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν κρατῆτε, κεκράτηνται. Καθάπερ γάρ τις βασιλεὺς ἄρχοντας ἀποστέλλων, ἐξουσίαν εἰς δεσμωτήριον καὶ ἐμβαλεῖν, καὶ ἀφιέναι δίδωσιν· οὕτω καὶ τούτους ἐκπέμπων, ταύτῃ περιβάλλει τῇ δυνάμει. Πῶς οὖν φησιν· Ἐὰν μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ, καὶ δὴ τὸ Πνεῦμα δίδωσι; Τινὲς μέν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκεν, ἀλλ' ἐπιτηδείους αὐτοὺς πρὸς ὑποδοχὴν δι' ἐμφυσήματος κατέστησεν. Εἰ γὰρ ἄγγελον ἰδὼν ὁ ∆ανιὴλ ἐξέστη, τί τὴν ἀπόῤῥητον χάριν ἐκείνην δεχόμενοι οὐκ ἂν ἔπαθον, εἰ μὴ μαθητὰς αὐτοὺς πρότερον κατεσκεύασε; ∆ιὰ τοῦτο οὐκ εἶπε, φησὶν, Ἐλάβετε Πνεῦμα ἅγιον· ἀλλὰ, Λάβετε Πνεῦμα ἅγιον. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων ἐξουσίαν τινὰ πνευματικὴν καὶ χάριν· ἀλλ' οὐχ ὥστε νεκροὺς ἐγείρειν καὶ δυνάμεις ποιεῖν, ἀλλ' ὥστε ἀφεῖναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. ∆ιὸ ἐπήγαγεν· Ὧν ἂν ἀφῆτε, ἀφέωνται, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσιν. Ἐκεῖ δὲ μετὰ τεσσαράκοντα ἡμέρας τὴν τῶν σημείων ἔλαβον ἐνέργειαν· διό φησι· Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ· μάρτυρες δὲ διὰ τῶν σημείων ἐγίνοντο. Καὶ γὰρ ἄφατος ἡ τοῦ Πνεύματος χάρις καὶ πολυειδὴς ἡ δωρεά. Τοῦτο δὲ γίνεται, ἵνα μάθῃς, ὅτι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου μία ἡ δωρεὰ καὶ ἐξουσία. Ἃ γὰρ δοκεῖ ἰδιάζοντα εἶναι τοῦ Πατρὸς, ταῦτα καὶ τοῦ Υἱοῦ εἶναι φαίνεται, καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς οὖν οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν, φησὶν, Ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν; Ἀλλὰτοῦτο δείκνυται τοῦ Υἱοῦ ὄν. Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ὁδός· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ὅρα δὲ αὐτὸ καὶ τοῦ Πνεύματος ὄν. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν Χριστὸν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ πάλιν, τοὺς ἀποστόλους ποτὲ μὲν ὑπὸ τοῦ Πατρὸς, ποτὲ δὲ ὑπὸ τοῦ Υἱοῦ, ποτὲ δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος δεδόσθαι τῇ Ἐκκλησίᾳ, καὶ τὰς διαιρέσεις τῶν χαρισμάτων Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὁρῶμεν οὔσας.
δʹ. Πάντα τοίνυν πράττωμεν ὥστε δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν παρ' ἑαυτοῖς, καὶ τοὺς ἐγκεχειρισμένους τὴν ἐνέργειαν μετὰ πολλῆς θεραπεύωμεν τῆς τιμῆς. Μεγάλη γὰρ ἡ τῶν ἱερέων ἀξία. Ὧν ἂν ἀφῆτε, φησὶν, ἀφέωνται αἱ ἁμαρτίαι. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, καὶ ὑπερεκπερισσοῦ ἡγεῖσθε αὐτοὺς ἐν τιμῇ. Σὺ μὲν γὰρ τὰ σαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διάθῃ καλῶς, οὐδείς σοι τῶν ἄλλων ἔσται λόγος· ὁ δὲ ἱερεὺς, κἂν τὸν οἰκεῖον καλῶς οἰκονομήσῃ βίον, τὸν δὲ σὸν ἤτοι ἁπάντων τῶν περὶ αὐτὸν μὴ μετὰ ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν πονηρῶν εἰς τὴν γέενναν ἄπεισιν· καὶ πολλάκις ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ὑμετέρων ἀπόλλυται, ἂν μὴ πάντα τὰ εἰς αὐτὸν ἥκοντα ἀπαρτίσῃ καλῶς. Εἰδότες οὖν τοῦ κινδύνου τὸ μέγεθος, πολλὴν ἀπονέμετε αὐτοῖς εὔνοιαν· ὃ καὶ Παῦλος ᾐνίξατο λέγων, ὅτι Ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν· καὶ . οὐχ ἁπλῶς, ἀλλ' Ὡς λόγον ἀποδώσοντες. ∆ιὸ τῆς πολλῆς δεῖ θεραπείας αὐτοὺς ἀπολαύειν. Ἐὰν δὲ ἐπεμβαίνητε μετὰ τῶν ἄλλων αὐτοῖς καὶ ὑμεῖς, καὶ οὐδὲ τὰ ὑμέτερα καλῶς διακείσεται. Ἕως μὲν γὰρ ἐν εὐθυμίᾳ διάγει ὁ κυβερνήτης, ἐν ἀσφαλείᾳ ἔσται καὶ τὰ τῶν ἐπιβατῶν· ἂν δὲ, λοιδορουμένων ἐκείνων καὶ ἀπεχθῶς ἐχόντων πρὸς αὐτὸν, ταλαιπωρῆται, οὐδὲ ἀγρυπνεῖν ὁμοίως δύναται, οὔτε τὴν τέχνην διασώζειν, καὶ ἄκων μυρίοις αὐτοὺς περιβάλλει κακοῖς. Οὕτω καὶ ἱερεὺς, ἂν μὲν ἀπολαύῃ τῆς παρ' ὑμῶν τιμῆς, καὶ τὰ ὑμέτερα διαθεῖναι καλῶς δυνήσεται· ἂν δὲ ἀθυμίᾳ αὐτοὺς περιβάλλητε, τὰς χεῖρας ἐκλύσαντες εὐχειρώτους μεθ' ὑμῶν αὐτοὺς ποιήσετε τοῖς κύμασι, κἂν σφόδρα γενναῖοι ὦσιν. Ἐννόησον τί περὶ τῶν Ἰουδαίων φησὶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα λέγουσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Νῦν δὲ οὐκ ἔστιν εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ ἱερεῖς, ἀλλ', Ἐπὶ τῆς τοῦ Χριστοῦ. Τὴν γὰρ ἐκείνου διεδέξαντο διδασκαλίαν. ∆ιὸ καὶ Παῦλός φησιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐχ ὁρᾶτε ἐπὶ τῶν ἔξωθεν ἀρχόντων ἅπαντας ὑποκύπτοντας, καὶ γένει βελτίους ὄντας πολλάκις καὶ βίῳ καὶ συνέσει τῶν δικαζόντων αὐτούς; Ἀλλ' ὅμως διὰ τὸν δεδωκότα οὐδὲν τούτων ἐννοοῦσιν, ἀλλ' αἰδοῦνται τὴν ψῆφον τοῦ βασιλεύοντος, κἂν ὁστισοῦν ὁ λαβὼν ᾖ τὴν ἀρχήν. Εἶτα ἂν ἄνθρωπος χειροτονήσῃ, τοσοῦτος φόβος· τοῦ δὲ Θεοῦ χειροτονοῦντος, καὶ ὑπερορῶμεν τὸν χειροτονούμενον, καὶ λοιδοροῦμεν, καὶ μυρίοις ὀνείδεσι πλύνομεν, καὶ τοὺς ἀδελφοὺς ἡμῶν κωλυθέντες κρίνειν, κατὰ τῶν ἱερέων τὴν γλῶσσαν ἀκονῶμεν. Καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια, ὅταν τὴν μὲν ἐν τῷ ὀφθαλμῷ τῷ ἡμετέρῳ δοκὸν μὴ βλέπωμεν, τὸ δὲ κάρφος τοῦ ἑτέρου πικρῶς περιεργαζώμεθα; οὐκ οἶσθα ὅτι καὶ χαλεπώτερον σαυτῷ ποιεῖς τὸ δικαστήριον οὕτω δικάζων; Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλὰ καὶ σφόδρα ἐλεῶν καὶ δακρύων· οὐ μὴν διὰ τοῦτό φημι δίκαιον εἶναι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, καὶ μάλιστα τῶν πάνυ ἀφελεστέρων. Κἂν γὰρ ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος ᾖ, σὺ δὲ, ἂν σαυτῷ προσέχῃς, οὐδὲν παραβλαβήσῃ εἰς τὰ ἐγκεχειρισμένα αὐτῷ παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ δι' ὄνου φωνὴν ἀφεθῆναι ἐποίησε, καὶ διὰ μάντεως εὐλογίας πνευματικὰς ἐχαρίσατο, καὶ ἐν ἀλόγῳ στόματι καὶ ἐν ἀκαθάρτῳ γλώττῃ τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους· πολλῷ μᾶλλον δι' ὑμᾶς τοὺς εὐγνώμονας, εἰ καὶ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον. Οὐδὲ γὰρ ὁ καθαρὸς ἀπὸ τῆς οἰκείας ἐπισπᾶται αὐτὸ καθαρότητος· ἀλλὰ χάρις ἐστὶν ἡ τὸ πᾶν ἐργαζομένη. Πάντα γὰρ, φησὶ, δι' ὑμᾶς, εἴτε Παῦλος εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς. Ἃ γὰρ ἐγκεχείρισται ὁ ἱερεὺς, Θεοῦ μόνου ἐστὶ δωρεῖσθαι· καὶ ὅπουπερ ἂν ἡ ἀνθρωπίνη φθάσῃ φιλοσοφία, ἐλάττων τῆς χάριτος ἐκείνης φανεῖται. Καὶ ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθύμως τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἀλλ' ἵνα μὴ ῥᾳθυμούντων τινῶν τῶν προεστώτων, ὑμεῖς οἱ ἀρχόμενοι ἑαυτοῖς πολλάκις ἐπισωρεύητε τὰ κακά. Καὶ τί λέγω τοὺς ἱερεῖς; Οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ· ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει γλῶτταν, καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα. Καὶ γὰρ οὐδὲ δίκαιον ἦν διὰ τὴν . ἑτέρου κακίαν εἰς τὰ σύμβολα τῆς σωτηρίας ἡμῶν τοὺς πίστει προσιόντας παραβλάπτεσθαι. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὸν Θεὸν φοβώμεθα, καὶ τοὺς ἱερέας αὐτοῦ ἐντίμως ἔχωμεν, πᾶσαν αὐτοῖς ἀπονέμοντες τιμήν· ἵνα καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ . ὑπὲρ τῆς εἰς ἐκείνους θεραπείας πολλὴν λάβωμεν παρὰ τοῦ Θεοῦ τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου