ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ο∆ʹ Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα

Παρασκευή 28 Οκτωβρίου 2016

Ο∆ʹ Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Ο∆ʹ Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.

αʹ. Ὁ μὲν προφήτης ἔλεγεν  Ἰουδαίοις· Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας  πρὸς πάντας.  Ὡς ἔοικε δὲ, οὐκ ἐκείνῃ  τῇ πόλει  δίκαιον  μόνον ταῦτα εἰπεῖν, ἀλλὰ καὶ τοῖς ἀναισχύντως πρὸς τὴν ἀλήθειαν ἀντιβλέπουσι. Τοῦ γὰρ Φιλίππου πρὸς τὸν Χριστὸν εἰπόντος, ∆εῖξον ἡμῖν τὸν Πατέρα σου, φησί· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Καὶ ὅμως τινές εἰσι καὶ μετὰ τὰ ῥήματα ταῦτα ἀποσχίζοντες τοῦ γεγεννηκότος  τὸν Υἱόν. Καίτοι ποίαν μείζω ταύτης ζητεῖς  ἐγγύτητα;  Τινὲς γὰρ ἐκ τῆς  ῥήσεως ταύτης  καὶ εἰς τὴν  Σαβελλίου νόσον ἐνέπεσον. Ἀλλὰ καὶ τούτους καὶ ἐκείνους ἀφέντες ἡμεῖς, ὡς ἐκ διαμέτρου παρανομοῦντας, ἴδωμεν τῶν εἰρημένων τὴν ἀκρίβειαν. Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς  με, Φίλιππε, φησί; Τί γάρ; σὺ εἶ ὁ Πατὴρ ὃν ἐπιζητῶ;


 Οὐχὶ, φησί. ∆ιὰ τοῦτο οὐδὲ εἶπεν, Οὐκ ἔγνωκας αὐτόν· ἀλλ', Οὐκ ἔγνωκάς με· οὐδὲν ἄλλο ἐμφαίνων, ἢ ὅτι οὐδὲν ἕτερόν ἐστιν ὁ Υἱὸς, ἢ τοῦτο ὅπερ ἐστὶν ὁ Πατὴρ, μένων ἐν τῷ εἶναι Υἱός. Πόθεν δὲ ἐπὶ τοῦτο ἦλθεν ὁ Φίλιππος; Ἔλεγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου  ἐγνώκειτε  ἄν·  καὶ  τοῖς  Ἰουδαίοις  πολλάκις  εἶπεν  τοῦτο.  Ἐπεὶ οὖν ἠρώτησεν αὐτὸν  ὁ Πέτρος πολλάκις,  καὶ Ἰουδαῖοι, τίς  ἐστιν ὁ Πατὴρ, ἠρώτησεν . αὐτὸν  καὶ ὁ Θωμᾶς, καὶ οὐδεὶς οὐδὲν  ἔμαθε σαφὲς, ἀλλ'  ἔτι ἠγνοεῖτο  τὰ λεγόμενα, ἵνα μὴ δόξῃ προσκορὴς εἶναι ὁ Φίλιππος, καὶ διενοχλεῖν  αὐτὸν μετὰ τοὺς Ἰουδαίους ἐρωτῶν καὶ αὐτὸς, ∆εῖξον ἡμῖν τὸν Πατέρα σου, ἐπήγαγε, καὶ ἀρκεῖ ἡμῖν· οὐδὲν πλέον ζητοῦμεν. Καίτοι ὁ Χριστὸς ἔλεγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ δι' ἑαυτοῦ τὸν Πατέρα ἐδήλου· ὁ δὲ ἀντέστρεψε τὴν τάξιν, καί φησι· Τὸν Πατέρα δεῖξον,  ὡς  αὐτὸν  εἰδὼς  ἀκριβῶς. Ἀλλ' οὐκ ἀνέχεται  αὐτοῦ ὁ Χριστὸς, ἀλλ' ἐπὶ τὴν ὁδὸν αὐτὸν ἵστησι, δι' αὐτοῦ τὸν Πατέρα μανθάνειν  πείθων· αὐτὸς δὲ τοῖς τοῦ σώματος ὀφθαλμοῖς τούτοις ἐβούλετο ἰδεῖν, ἴσως περὶ τῶν προφητῶν ἀκούων, ὅτι εἶδον τὸν Θεόν. Ἀλλὰ συγκατάβασις ἦν ἐκεῖνα, ὦ Φίλιππε.
∆ιὰ τοῦτο ὁ Χριστὸς ἔλεγε· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· καὶ πάλιν, Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Θεοῦ, καὶ μαθὼν, ἔρχεται πρός με. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καὶ ἐν τῇ Παλαιᾷ, Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Τί οὖν  ὁ Χριστός; Σφόδρα ἐπιτιμητικῶς·  Τοσοῦτον χρόνον  μεθ'  ὑμῶν  εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Καὶ οὐκ εἶπεν, Οὐκ εἶδές με, ἀλλ', Οὐκ ἔγνωκάς με. Μὴ γάρ σε βούλομαι, φησὶ, μαθεῖν; Τὸν Πατέρα σου ἰδεῖν  ζητῶ  νῦν·  σὺ δέ μοι λέγεις,  Οὐκ ἔγνωκάς με; ποίαν οὖν ἀκολουθίαν ἔχει τοῦτο; Πολλὴν μὲν οὖν. Ἐπειδὴ γὰρ τοῦτό ἐστιν,  ὅπερ  ἐστὶν  ὁ  Πατὴρ, μένων  Υἱὸς, εἰκότως  ἐν  . αὐτῷ  δείκνυσι  τὸν γεγεννηκότα.  Εἶτα διαιρῶν  τὰς ὑποστάσεις, φησίν· Ὁ ἑωρακὼς  ἐμὲ, ἑώρακε τὸν Πατέρα, ἵνα μή τις εἴπῃ, ὅτι αὐτὸς Πατὴρ, αὐτὸς Υἱός. Εἰ γὰρ αὐτὸς ἦν ὁ Πατὴρ, οὐκ ἂν εἶπεν, Ὁ ἑωρακὼς ἐμὲ, ἐκεῖνον ἑώρακε Πῶς δὲ οὐκ εἶπεν αὐτῷ, Ἀδύνατα αἰτεῖς, καὶ οὐ κατὰ ἄνθρωπον; ἐμοὶ γὰρ μόνῳ τοῦτο δυνατόν. Ἐπειδὴ εἶπεν, Ἀρκεῖ ἡμῖν, ὡς αὐτὸν εἰδὼς, δείκνυσιν ὅτι οὐδὲ αὐτὸν ἑώρακεν. Ἦ γὰρ ἂν κἀκεῖνον  εἶδεν, εἰ καὶ αὐτὸν ἠδυνήθη. ∆ιόπερ ἔλεγεν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Εἴ τις ἐμὲ εἶδε, κἀκεῖνον  ὄψεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Οὔτε ἐμὲ, οὔτε ἐκεῖνον δυνατόν ἐστιν ἰδεῖν.  Ὁ γὰρ Φίλιππος τὴν  δι' ὄψεως  ἐζήτει γνῶσιν·  καὶ ἐπειδὴ αὐτὸν  μὲν ἑωρακέναι ἐνόμιζεν, ἐβούλετο δὲ καὶ τὸν Πατέρα οὕτως ἰδεῖν, δείκνυσιν ὅτι οὐδὲ αὐτὸν εἶδεν. Εἰ δὲ λέγοι τις ὄψιν ἐνταῦθα τὴν γνῶσιν, οὐδὲ τούτῳ ἀντιλέγω. Ὁ γὰρ ἐμὲ  γνοὺς,  φησὶν,  ἔγνω  τὸν  Πατέρα. Ἀλλ'  οὐκ  εἶπε  τοῦτο,  ἀλλὰ  τὸ  ὁμοούσιον παραστῆσαι βουλόμενος εἶπεν· Ὁ τὴν ἐμὴν οὐσίαν εἰδὼς, οἶδε καὶ τὴν τοῦ Πατρός. Καὶ τί τοῦτο; φησί. Καὶ γὰρ ὁ τὴν κτίσιν εἰδὼς, οἶδε καὶ τὸν Θεόν. Καίτοι πάντες ἴσασι τὴν κτίσιν καὶ ἑωράκασι· τὸν δὲ Θεὸν οὐκ ἴσασι πάντες.  Ἄλλως  δὲ, ἴδωμεν  τί ὁ Φίλιππος ζητεῖ ἰδεῖν. Ἆρα τὴν σοφίαν τοῦ Πατρός; ἆρα τὴν ἀγαθότητα; Οὐχί· ἀλλὰ αὐτὸ τὸ τί ποτέ ἐστιν ὁ Θεὸς, αὐτὴν  τὴν  οὐσίαν. Πρὸς τοῦτο οὖν ἀποκρίνεται  ὁ Χριστός· Ὁ ἑωρακὼς ἐμέ. Ὁ δὲ τὴν κτίσιν ἰδὼν, οὐχὶ καὶ τοῦ Θεοῦ τὴν οὐσίαν εἶδεν. Εἴ τις εἶδεν ἐμὲ, τὸν Πατέρα μου εἶδε. φησίν. Εἰ δὲ ἑτέρας οὐσίας ἦν, οὐκ ἂν τοῦτο εἶπεν. Ἵνα δὲ καὶ παχυτέρου ἅψωμαι λόγου, οὐδεὶς χρυσὸν ἀγνοῶν, ἐν ἀργύρῳ τοῦ χρυσίου τὴν οὐσίαν ἰδεῖν δύναται· οὐ γὰρ ἄλλη δι' ἄλλης φαίνεται φύσις. ∆ιὰ τοῦτο καὶ καλῶς ἐπετίμησεν εἰπών· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι. Τοσαύτης ἀπέλαυσας διδασκαλίας, εἶδες σημεῖα μετὰ αὐθεντίας, καὶ πάντα ἅπερ θεότητος ἦν ἴδια, καὶ ἃ ὁ Πατὴρ  μόνος  ἐργάζεται,  ἁμαρτήματα  λυόμενα,  ἀπόῤῥητα  εἰς  μέσον  ἀγόμενα, θάνατον  ἀναχωροῦντα,  δημιουργίαν  ἀπὸ γῆς γινομένην,  Καὶ οὐκ ἔγνωκάς  με;

βʹ. Ἐπειδὴ γὰρ σάρκα περιέκειτο, διὰ τοῦτο εἶπεν, Οὐκ ἔγνωκάς με. Εἶδες τὸν Πατέρα; Μὴ ζήτει πλέον ἰδεῖν· ἐν ἐκείνῳ γάρ με ἑώρακας. Εἰ εἶδές με, μηδὲν περιεργάζου· καὶ γὰρ ἐν ἐμοὶ ἐκεῖνον ἔγνως. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρί; Τουτέστιν, Ἐν ἐκείνῃ τῇ οὐσίᾳ φαίνομαι. Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ. Εἶδες ἐγγύτητος ὑπερβολὴν, καὶ μιᾶς οὐσίας ὑπόδειγμα; Ὁ δὲ Πατὴρ, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πῶς ἀπὸ ῥημάτων ἀρξάμενος, ἐπὶ τὰ ἔργα ἦλθε; Τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Αὐτὸς λαλεῖ τὰ ῥήματα· ἀλλὰ δύο τίθησιν ἐνταῦθα, περὶ διδασκαλίας καὶ σημείων· ἢ ἐπειδὴ καὶ τὰ ῥήματα ἔργα ἦν. Πῶς οὖν αὐτὸς ποιεῖ; Καὶ μὴν ἀλλαχοῦ φησιν· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· πῶς οὖν ἐνταῦθα τὸν Πατέρα φησὶ ποιεῖν; Τὸ αὐτὸ τοῦτο δηλῶν, ὅτι οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἂν ἄλλως ἐποίησεν ὁ Πατὴρ, καὶ ἄλλως ἐγώ· καὶ μὴν ἀλλαχοῦ καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἐργάζεται, λέγων· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ἐκεῖ μὲν τὸ ἀπαράλλακτον τῶν ἔργων, ἐνταῦθα δὲ τὸ ταὐτὸν ἐνδεικνύμενος. Εἰ δὲ ἡ πρόχειρος τῶν λέξεων ἔμφασις ταπεινότητα ἐμφαίνει, μὴ θαυμάσῃς. Πρότερον γὰρ εἰπὼν, Οὐ πιστεύεις, τότε τοῦτο ἐφθέγξατο· δεικνὺς, ὅτι ὑπὲρ τοῦ εἰς πίστιν . αὐτὸν  ἀγαγεῖν  οὕτως  ἐσχημάτισε τὰ ῥήματα. Τὰς γὰρ καρδίας αὐτῶν  ἐνεβάτευε. Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Ἔδει μὲν ὑμᾶς ἀκούοντας Πατέρα καὶ Υἱὸν, μηδὲν ἕτερον ζητεῖν εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγενείας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμότιμον καὶ ὁμοούσιον, κἂν ἀπὸ τῶν ἔργων μάθετε. Καὶ τὸ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου, εἰ περὶ ἔργων  ἐλέγετο, οὐκ ἂν ὕστερον εἶπεν· Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Εἶτα δεικνὺς, ὅτι οὐ ταῦτα δύναται μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ τούτων μείζονα, μεθ' ὑπερβολῆς αὐτὰ τίθησιν. Οὐ γὰρ λέγει, ὅτι Καὶ μείζονα τούτων  δύναμαι ποιῆσαι· ἀλλ',  ὃ πολλῷ  θαυμαστότερον ἦν, Καὶ ἑτέροις δύναμαι δοῦναι, φησὶ, καὶ μείζονα ποιῆσαι τούτων. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος  ποιήσει, καὶ μείζονα  τούτων  ποιήσει, ὅτι  πρὸς τὸν  Πατέρα πορεύομαι. Τουτέστιν, Ὑμῶν ἐστὶ λοιπὸν  τὸ θαυματουργεῖν· ἐγὼ γὰρ ἀπέρχομαι. Εἶτα ἐπειδὴ ἤνυσεν  ὅπερ ὁ λόγος  ἐβούλετο, φησὶν,  ὅτι  Ὃ ἂν  αἰτήσητε ἐν  τῷ  ὀνόματί  μου, λήψεσθε, καὶ ἐγὼ τοῦτο ποιήσω, ἵνα ἐν ἐμοὶ δοξασθῇ ὁ Πατήρ. Ὁρᾷς πῶς πάλιν αὐτὸς ποιεῖ τοῦτο; Ποιήσω γὰρ, φησὶν, ἐγώ. Καὶ οὐκ εἶπεν, Ἀξιῶ τὸν Πατέρα· ἀλλ', Ἵνα δοξασθῇ ἐν ἐμοὶ ὁ Πατήρ. Καὶ μὴν ἀλλαχοῦ ἔλεγεν· Ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ· ἐνταῦθα δὲ, Αὐτὸς δοξάσει τὸν Πατέρα. Ὅταν γὰρ ὁ Υἱὸς φαίνηται  μεγάλα δυνάμενος, δοξασθήσεται ὁ γεγεννηκώς.  Τί δέ ἐστιν, Ἐν τῷ ὀνόματί μου; Ὅπερ οἱ ἀπόστολοι ἔλεγον, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Πάντα γὰρ τὰ σημεῖα, ἅπερ ἐποίησαν, αὐτὸς  ἐνήργει,  Καὶ χεὶρ Κυρίου ἦν  μετ' αὐτῶν.  Ἐγὼ ποιήσω, φησίν. Ὁρᾷς αὐθεντίαν;  τὰ δι'  ἄλλων  αὐτὸς ποιεῖ· τὰ δὲ δι'  αὐτοῦ οὐκ ἰσχύει, ἀλλ' ὑπὸ τοῦ Πατρὸς ἐνεργούμενος; Καὶ τίς ἂν ταῦτα εἴποι; Τίνος δὲ ἕνεκεν δεύτερον  αὐτὸ  τίθησι;  Βεβαιῶν τὸν  ἑαυτοῦ  λόγον,  καὶ  δεικνὺς  ὅτι  τὰ  πρότερα συγκαταβάσεως ἦν. Τὸ δὲ, Πρὸς τὸν Πατέρα πορεύομαι, τοῦτό ἐστιν· Οὐκ ἀπολοῦμαι, ἀλλ' ἐπὶ τῆς οἰκείας ἀξίας μένω, καὶ ἐν τοῖς οὐρανοῖς εἰμι. Πάντα δὲ ταῦτα παραμυθούμενος αὐτοὺς ἔλεγεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς μηδέπω τοὺς περὶ τῆς ἀναστάσεως εἰδότας λόγους ἐννοεῖν  τι σκυθρωπὸν, ἑτέροις ἐπαγγέλλεται  τοιαῦτα δώσειν αὐτοὺς, πανταχοῦ θεραπεύων αὐτοὺς, καὶ δεικνὺς ὅτι μένει διηνεκῶς, καὶ οὐ μένει  μόνον,  ἀλλὰ  καὶ  μείζονα  ἐπιδείξεται  δύναμιν.

γʹ. Ἀκολουθήσωμεν  τοίνυν αὐτῷ καὶ λάβωμεν τὸν σταυρόν. Εἰ γὰρ καὶ μὴ πάρεστι διωγμὸς, ἀλλ' ἑτέρου πάρεστι θανάτου καιρός. Νεκρώσατε γὰρ, φησὶ, τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Σβέσωμεν οὖν ἐπιθυμίαν, ἀποκτείνωμεν θυμὸν, ἀνέλωμεν φθόνον. Τοῦτό ἐστι θυσία ζῶσα. Οὐκ εἰς τέφραν  αὕτη ἡ θυσία τελευτᾷ, οὐδὲ εἰς καπνὸν  διαχεῖται,  οὐδὲ ξύλων  δεῖται, καὶ πυρὸς,  καὶ  μαχαίρας.  Ἔχει γὰρ  πῦρ  καὶ  μάχαιραν,  τὸ  Πνεῦμα τὸ  ἅγιον.  Ταύτῃ χρησάμενος τῇ μαχαίρᾳ, περίτεμε τῆς καρδίας τὸ περιττὸν καὶ ἀλλότριον, ἄνοιξον τὸ μεμυκὸς τῆς ἀκοῆς. Τὰ γὰρ νοσήματα καὶ αἱ πονηραὶ ἐπιθυμίαι ἐμφράττειν εἰώθασι τοῦ  λόγου  τὴν  εἴσοδον.  Καὶ γὰρ  χρημάτων  ἐπιθυμία  προτεθεῖσα  οὐκ  ἀφίησιν ἀκοῦσαι τὸν περὶ ἐλεημοσύνης λόγον, καὶ βασκανία παραγενομένη διατειχίζει  τὴν περὶ τῆς ἀγάπης διδασκαλίαν, καὶ ἕτερον νόσημα ἐμπεσὸν πάλιν νωθροτέραν αὐτὴν κατασκευάζει πρὸς πάντα. Ἀνέλωμεν τοίνυν τὰς πονηρὰς ἐπιθυμίας. Καὶ . γὰρ ἀρκεῖ θελῆσαι, καὶ πάντα ἔσβεσται. Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι τυραννικὸν ὁ τῶν χρημάτων ἔρως, ἀλλ' ὅτι τῆς ἡμετέρας ῥᾳθυμίας ἡ τυραννίς. Πολλοὶ γοῦν οὐδ' ὅτι ἔστιν  ἀργύριον  εἰδέναι  λέγουσιν.  Οὐ γάρ  ἐστι φυσικὴ  ἡ  ἐπιθυμία  αὕτη.  Αἱ γὰρ φυσικαὶ  ἄνωθεν  καὶ  ἐξ ἀρχῆς  κατεβλήθησαν· χρυσὸς δὲ καὶ  ἄργυρος καὶ  μέχρι πολλοῦ χρόνου οὐδ' ὅ τι ποτέ ἐστι γνώριμον ἦν. Πόθεν οὖν ηὐξήθη ἡ ἐπιθυμία αὕτη; Ἀπὸ κενοδοξίας καὶ ῥᾳθυμίας ἐσχάτης. Τῶν γὰρ ἐπιθυμιῶν αἱ μέν εἰσιν ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ, αἱ δὲ οὐδέτερον τούτων. Οἷόν τι λέγω· ὅσαι μὴ πληρούμεναι φθείρουσι τὸ ζῶον, αὗται φυσικαὶ καὶ ἀναγκαῖαι τυγχάνουσιν· οἷον ἡ τῶν σιτίων καὶ ποτῶν, καὶ ἡ τοῦ καθεύδειν  ἐπιθυμία· ὁ δὲ τῶν  σωμάτων  ἔρως, φυσικὸς μὲν ἔστιν, οὐκ ἀναγκαῖος δέ. Πολλοὶ γὰρ αὐτοῦ περιγεγόνασι, καὶ οὐκ ἀπώλοντο. Ἡ δὲ τῶν χρημάτων ἐπιθυμία οὔτε φυσικὴ, οὔτε ἀναγκαία, ἀλλὰ περιττή· κἂν βουλώμεθα, οὐ δεχόμεθα  αὐτῆς  τὴν  ἀρχήν.  Ἀμέλει καὶ ὁ Χριστὸς περὶ παρθενίας  διαλεγόμενός φησιν· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· περὶ δὲ χρημάτων οὐχ οὕτως, ἀλλὰ τί; Ἐὰν μή τις ἀποτάξηται . αὐτοῦ πᾶσι τοῖς ὑπάρχουσι, οὐκ ἔστι μου ἄξιος. Ὃ μὲν γὰρ ἦν εὔκολον παρῄνει· ὃ δὲ ὑπερβαίνει τοὺς πολλοὺς, ἐπιτρέπει τῇ προαιρέσει. Τί τοίνυν πάσης  ἀποστεροῦμεν  ἑαυτοὺς  ἀπολογίας;  Ὁ  μὲν  γὰρ  ὑπὸ  τοῦ  τυραννικωτέρου πάθους ἁλοὺς, οὐ πολλὴν  δώσει δίκην· ὁ δὲ ὑπὸ τοῦ ἀσθενοῦς χειρωθεὶς,  πάσης ἀπεστέρηται ἀπολογίας.  Τί γὰρ ἐροῦμεν, ὅταν λέγῃ, Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε; ποίαν ἕξομεν ἀπολογίαν; τὴν πενίαν  προβαλούμεθα πάντως;  Ἀλλ' οὐκ ἐσμὲν τῆς χήρας ἐκείνης πενέστεροι, ἥτις δύο ὀβολοὺς βαλοῦσα, πάντας ὑπερηκόντισεν. Οὐ γὰρ ποσότητα εἰσφορᾶς ἀπαιτεῖ ὁ Θεὸς, ἀλλὰ μέτρα γνώμης· καὶ τοῦτο δὲ τῆς αὐτοῦ κηδεμονίας. Θαυμάσαντες τοίνυν αὐτοῦ τὴν φιλανθρωπίαν,  τὰ δυνατὰ συνεισενέγκωμεν· ἵνα καὶ κατὰ τὸν παρόντα βίον καὶ κατὰ τὸν μέλλοντα πολλῆς τυχόντες  τῆς τοῦ Θεοῦ φιλανθρωπίας,  δυνηθῶμεν  ἀπολαῦσαι τῶν ἐπηγγελμένων   ἡμῖν  ἀγαθῶν,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |