ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΤ΄ Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας

Παρασκευή 28 Οκτωβρίου 2016

ΣΤ΄ Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

ΣΤ΄ Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων  ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ  Ἰησοῦν  Χριστὸν, καὶ  τοῦτον  ἐσταυρωμένον. 

αʹ. Οὐδὲν  τῆς  Παύλου  ψυχῆς ἀγωνιστικώτερον,  μᾶλλον δὲ οὐ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ αὐτὸς ταῦτα εὕρισκεν· ἀλλ' οὐδὲν τῆς ἐνεργούσης ἐν αὐτῷ χάριτος ἴσον πάντα νικώσης. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπροσθεν εἰρημένα καταβαλεῖν τὸν τῦφον τῶν ἐπὶ σοφίᾳ κομπαζόντων, μᾶλλον δὲ καὶ μέρος τῶν εἰρημένων. Ὥστε δὲ λαμπρὰ γενέσθαι τὰ νικητήρια, καὶ ἐπαγωνίζεται   τοῖς  λεχθεῖσι,  κειμένοις   τοῖς  ἐναντίοις   ἐπεμβαίνων.   Σκόπει  δέ· Παρήγαγε τὴν προφητείαν τὴν λέγουσαν, ὅτι Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἔδειξε τοῦ Θεοῦ τὴν σοφίαν, ὅτι διὰ τῆς δοκούσης εἶναι  μωρίας κατήργησε τὴν ἔξωθεν φιλοσοφίαν, ἔδειξεν ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, ἔδειξεν ὅτι οὐ μόνον διὰ ἰδιωτῶν ἐδίδαξεν, ἀλλὰ καὶ ἰδιώτας ἐκάλεσε· νῦν δείκνυσι ὅτι καὶ αὐτὸ τὸ κηρυττόμενον, καὶ ὁ τρόπος τῆς κηρύξεως ἱκανὰ θορυβῆσαι ἦν, καὶ οὐκ ἐθορύβησεν. Οὐ γὰρ δὴ μόνον οἱ μαθηταὶ, φησὶν, ἰδιῶται, ἀλλὰ καὶ ἐγὼ ὁ κηρύττων.


∆ιὰ  τοῦτό  φησι·  Καὶ  ἐγὼ,  ἀδελφοὶ   (πάλιν   τὸ  τῶν   ἀδελφῶν   τίθησιν   ὄνομα, καταλεαίνων    τοῦ   λόγου   τὴν   τραχύτητα),   ἦλθον   οὐ   καθ'   ὑπεροχὴν   λόγου καταγγέλλων  ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Τί γὰρ, εἰπέ μοι, εἰ καὶ ἐβούλου καθ' ὑπεροχὴν ἐλθεῖν; ἐδύνασο; Ἐγὼ μὲν εἰ ἐβουλόμην, οὐκ ἂν ἐδυνήθην· ὁ δὲ Χριστὸς εἰ ἐβουλήθη, ἐδύνατο. Ἀλλ' οὐκ ἐβουλήθη, ἵνα λαμπρότερον ποιήσῃ τὸ τρόπαιον. ∆ιὸ καὶ ἀνωτέρω  δεικνὺς, ὅτι αὐτοῦ γέγονεν  ἔργον καὶ αὐτοῦ βούλημα ἦν τὸ οὕτως ἰδιωτικῶς  κηρυχθῆναι τὸν λόγον, ἔλεγεν· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου. Πολὺ δὲ μεῖζον καὶ ἀπείρως μεῖζον τοῦ Παῦλον θελῆσαι τοῦτο τὸ τὸν Χριστὸν θελῆσαι. Οὐ τοίνυν  εὐγλωττίαν ἐπιδεικνύμενος,   φησὶν,  οὐδὲ  τοῖς  ἔξωθεν   λόγοις  ὡπλισμένος   καταγγέλλω   τὸ μαρτύριον τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τὸ κήρυγμα, ἀλλὰ, Τὸ μαρτύριον τοῦ Θεοῦ, ὃ καὶ αὐτὸ ἱκανὸν ἦν ἀποτρέψαι. Θάνατον γὰρ περιῄει κηρύττων· διὰ τοῦτο καὶ ἐπήγαγεν· Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.  Τοῦτο δὲ ἔλεγεν,  ὅτι καθόλου τῆς ἔξωθεν  σοφίας ἐστὶν ἄμοιρος, ὥσπερ οὖν  καὶ  ἀνωτέρω  ἔλεγεν·  Ἦλθον οὐ  καθ' ὑπεροχὴν  λόγου.  Ὅτι γὰρ  ἦν δυνατὸν καὶ τοῦτο αὐτὸν ἔχειν, δῆλον. Οὗ γὰρ τὰ ἱμάτια νεκροὺς ἀνίστη, καὶ αἱ σκιαὶ νοσήματα ἤλαυνον, πολλῷ μᾶλλον εὐγλωττίαν  ἠδύνατο δέξασθαι ἡ ψυχή. Τὸ μὲν γάρ ἐστι μαθητῶν, τὸ δὲ πᾶσαν ὑπερβαίνει τέχνην. Ὁ τοίνυν τὰ μείζονα τῆς τέχνης εἰδὼς, πολλῷ πλέον τὰ ἐλάσσονα ἴσχυσεν ἄν. Ἀλλ' οὐκ ἀφῆκεν ὁ Χριστός· οὐ γὰρ συνέφερεν. Εἰκότως οὖν λέγει· Οὐ γὰρ ἔκρινά τι εἰδέναι· καὶ γὰρ καὶ ἐγὼ τοῦτο βούλομαι ὅπερ καὶ ὁ Χριστός. Ἐμοὶ δὲ δοκεῖ καὶ ταπεινότερον  αὐτοῖς διειλέχθαι μᾶλλον  ἢ τοῖς ἄλλοις, τὸν τῦφον  αὐτῶν  καταστέλλων.  Τὸ τοίνυν,  Οὐδὲν ἔκρινα εἰδέναι,   πρὸς   ἀντιδιαστολὴν    τῆς   ἔξωθεν   εἴρηται   σοφίας.   Οὐ   γὰρ   ἦλθον συλλογισμοὺς πλέκων  οὐδὲ σοφίσματα, οὐδ' ἄλλο τι λέγων  ὑμῖν, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη.  Ἐκεῖνοι  μὲν  γὰρ  μυρία  φασὶ,  καὶ  περὶ  μυρίων  λέγουσι  μακροὺς ἑλίττοντες  διαύλους λόγων,  κατασκευάζοντες λογισμοὺς καὶ συλλογισμοὺς, μυρία συντιθέντες σοφίσματα· ἐγὼ δὲ ἦλθον πρὸς ὑμᾶς μηδὲν ἄλλο λέγων, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη,  καὶ  πάντας   ἐκείνους  παρήλασα,  ὃ  τῆς  τοῦ  κηρυττομένου δυνάμεως σημεῖόν ἐστιν ἄφατον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ  ἐγενόμην  πρὸς  ὑμᾶς.  Τοῦτο  πάλιν  ἄλλο  κεφάλαιον.  Οὐ γὰρ  μόνον  οἱ πιστεύοντες ἰδιῶται, οὐδὲ μόνον ὁ λέγων ἰδιώτης, οὐδὲ μόνον ὁ τρόπος τῆς διδασκαλίας ἰδιωτείας γέμων, οὐδὲ μόνον αὐτὸ τὸ κήρυγμα ἱκανὸν θορυβῆσαι· σταυρὸς γὰρ  καὶ  θάνατος  ἦν  τὸ  καταγγελλόμενον·  ἀλλὰ  μετ' αὐτῶν  καὶ  ἕτερα κωλύματα ἦν, οἱ κίνδυνοι καὶ αἱ ἐπιβουλαὶ καὶ ὁ καθημερινὸς φόβος καὶ τὸ ἐλαύνεσθαι.  Καὶ  γὰρ  ἀσθένειαν  τοὺς  διωγμοὺς   πολλαχοῦ   φησι,  καθάπερ  καὶ ἀλλαχοῦ·  Τὴν ἀσθένειαν  τὴν  ἐν  τῇ σαρκί μου οὐκ ἐξουδενώσατε· καὶ πάλιν,  Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ποίας; Ὁ ἐθνάρχης  Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν, πιάσαι με θέλων. Καὶ πάλιν, ∆ιὸ εὐδοκῶ ἐν  ἀσθενείαις.  Εἶτα λέγων  ποίαις,  ἐπήγαγεν·  Ἐν  ὕβρεσιν,  ἐν  ἀνάγκαις  καὶ  ἐν στενοχωρίαις. Καὶ νῦν τὸ αὐτὸ λέγει· εἰπὼν γὰρ, Καὶ ἐγὼ ἐν ἀσθενείᾳ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δηλῶν  ὅτι ἀσθένειαν τοὺς κινδύνους  καλεῖ, πάλιν  ἐπήγαγε· Καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ  ἐγενόμην  πρὸς ὑμᾶς. Τί λέγεις; Καὶ Παῦλος ἐφοβεῖτο κινδύνους; Ἐφοβεῖτο, καὶ σφόδρα ἐδεδοίκει· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλ' ἄνθρωπος ἦν. Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ' ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς  θάνατον  καὶ πληγὰς,  οὐδὲν  ἀνάξιον  διὰ τὸν φόβον  τοῦτον  ἐποίησεν· ὡς οἵ γε λέγοντες,  ὅτι οὐκ ἐφοβεῖτο  πληγὰς,  οὐ μόνον αὐτὸν  οὐ σεμνύνουσιν,  ἀλλὰ  καὶ  ὑποτέμνονται  πολὺ  τῶν  ἐπαίνων.  Εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρτερία ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; Ἐγὼ γὰρ διὰ τοῦτο  αὐτὸν  θαυμάζω,  ὅτι  φοβούμενος,  καὶ  οὐχ  ἁπλῶς  φοβούμενος,  ἀλλὰ  καὶ τρέμων τοὺς κινδύνους, διαπαντὸς ἔδραμε στεφανούμενος, καὶ ἐν οὐδενὶ τῶν κινδύνων  ἐνέδωκεν, ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ  κήρυγμα  σπείρων.  Καὶ ὁ  λόγος  μου  καὶ  τὸ  κήρυγμά  μου,  οὐκ  ἐν  πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις. Τουτέστιν, οὐκ ἔχων τὴν ἔξωθεν σοφίαν. Εἰ τοίνυν καὶ τὸ κήρυγμα οὐδὲν εἶχε σεσοφισμένον, καὶ οἱ καλούμενοι  ἰδιῶται, καὶ ὁ κηρύττων τοιοῦτος, καὶ διωγμὸς προσῆν καὶ τρόμος καὶ φόβος, πῶς ἐκράτησαν, εἰπέ μοι; ∆ιὰ θείας δυνάμεως.  ∆ιόπερ εἰπὼν,  Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης  σοφίας λόγοις, ἐπήγαγεν· Ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.

βʹ. Εἶδες πῶς  τὸ  μωρὸν  τοῦ  Θεοῦ σοφώτερον  τῶν  ἀνθρώπων,  καὶ  τὸ  ἀσθενὲς ἰσχυρότερον;  Οἱ γὰρ  ἰδιῶται  τοιαῦτα  κηρύττοντες,  δεδεμένοι  καὶ  ἐλαυνόμενοι περιεγένοντο  τῶν ἐλαυνόντων.  Πόθεν; Οὐκ ἀπὸ τοῦ τὴν διὰ Πνεύματος παρασχεῖν πίστιν; καὶ γὰρ καὶ τοῦτο ἀπόδειξις ὡμολογημένη. Τίς γὰρ, εἰπέ μοι, ὁρῶν νεκροὺς ἀνισταμένους καὶ δαίμονας ἐλαυνομένους, οὐκ ἂν κατεδέξατο; Ἀλλ' ἐπειδή εἰσι καὶ δυνάμεις  ἀπατηλαὶ,  οἷαι  τῶν  γοήτων,  καὶ ταύτην  ἀνεῖλε  τὴν  ὑπόνοιαν.  Οὐ γὰρ ἁπλῶς,  ∆υνάμεως,  εἶπεν,  ἀλλὰ  πρότερον  Πνεύματος, καὶ  τότε,  ∆υνάμεως· δεικνὺς ὅτι πνευματικὰ ἦν τὰ γινόμενα. Οὐ τοίνυν ἐλάττωσίς ἐστι, τὸ μὴ διὰ σοφίας κατηγγελμένον  εἶναι τὸ κήρυγμα, ἀλλὰ καὶ μέγιστος κόσμος. Τοῦτο γοῦν μάλιστα δείκνυσιν  αὐτὸ  θεῖον  ὂν  καὶ  τὰς  ῥίζας  ἄνωθεν  ἔχον  ἐκ  τῶν  οὐρανῶν· διὸ  καὶ ἐπήγαγεν· Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ. Εἶδες πῶς σαφῶς διὰ πάντων ἀπέδειξε πολὺ τῆς ἰδιωτείας τὸ κέρδος, καὶ μέγα τῆς σοφίας τὸ βλάβος; Αὕτη μὲν γὰρ ἐκείνου τὸν σταυρὸν, ἐκείνη δὲ ἀνεκήρυττε τοῦ Θεοῦ τὴν δύναμιν· αὕτη πρὸς τῷ μηδὲν εὑρίσκειν τῶν  δεόντων  καὶ ἐφ' ἑαυτοῖς καυχᾶσθαι παρεσκεύασεν,   ἐκείνη   πρὸς   τῷ   τὴν   ἀλήθειαν   δέξασθαι   καὶ   ἐπὶ   τῷ   Θεῷ καλλωπίζεσθαι ἐποίει. Πάλιν ἡ σοφία ἀνθρώπινον ὑποπτεύειν τὸ δόγμα πολλοὺς ἂν ἔπειθεν· αὕτη σαφῶς ἀπεδείκνυε θεῖον ὂν καὶ ἐκ τοῦ οὐρανοῦ καταβάν. Ὅταν μὲν οὖν ἐν σοφίᾳ λόγων γένηται ἀπόδειξις, πολλάκις καὶ οἱ φαυλότεροι κρατοῦσι τῶν ἐπιεικεστέρων, δεινότεροι  λέγειν  ὄντες, καὶ τὸ ψεῦδος παρελαύνει  τὴν ἀλήθειαν. Ἐνταῦθα δὲ οὐχ οὕτως· οὔτε γὰρ ἔπεισι τὸ Πνεῦμα τὸ ἅγιον ἀκαθάρτῳ ψυχῇ, οὔτε ἐπελθὸν δύναται ἡττηθῆναί ποτε, κἂν ἅπασα ἡ τῶν λόγων ἐπίῃ δεινότης. Ἡ γὰρ διὰ τῶν ἔργων καὶ τῶν σημείων ἀπόδειξις τῆς διὰ τῶν λόγων πολλῷ σαφεστέρα. Ἀλλ' ἐκείνων ἴσως εἴποι τις ἂν, ὅτι Εἰ χρὴ τὸ κήρυγμα κρατεῖν, καὶ λόγων οὐ δεῖται ἵνα μὴ κενωθῇ ὁ σταυρὸς, τίνος ἕνεκεν τὰ σημεῖα κεκώλυται νῦν; Τίνος ἕνεκεν; ἀπιστῶν λέγεις,  καὶ  οὐδὲ  ἐπὶ  τῶν  ἀποστόλων  αὐτὰ  γεγενῆσθαι  καταδεχόμενος,  ἢ ὄντως ζητῶν  μαθεῖν; Εἰ γὰρ ἀπιστῶν, πρὸς τοῦτο στήσομαι πρῶτον. Εἰ γὰρ οὐκ ἐγένετο σημεῖα τότε, πῶς  ἐλαυνόμενοι  καὶ διωκόμενοι  καὶ τρέμοντες  καὶ δεδεμένοι,  καὶ κοινοὶ   γενόμενοι   τῆς   οἰκουμένης   ἐχθροὶ,   καὶ   πᾶσι  πρὸς   τὸ   κακῶς   παθεῖν προκείμενοι, καὶ οὐδὲν οἴκοθεν ἔχοντες  ἐπαγωγὸν,  οὐ λόγον, οὐ περιφάνειαν,  οὐ πλοῦτον, οὐ πόλιν, οὐκ ἔθνος, οὐ γένος, οὐκ ἐπιτήδευμα, οὐ δόξαν, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ πάντα τὰ ἐναντία, ἰδιωτείαν, εὐτέλειαν, πενίαν, μῖσος, ἀπέχθειαν,  καὶ πρὸς δήμους ὁλοκλήρους  ἱστάμενοι, καὶ τοιαῦτα καταγγέλλοντες, ἔπειθον;  Καὶ γὰρ  τὰ  ἐπιτάγματα  πολὺν  εἶχε  τὸν  μόχθον,  καὶ  τὰ  δόγματα  τοὺς κινδύνους· καὶ οἱ ἀκούοντες καὶ πείθεσθαι μέλλοντες, καὶ τρυφῇ καὶ μέθῃ καὶ πολλῇ συντραφέντες ἦσαν κακίᾳ. Πόθεν οὖν ἔπεισαν; εἰπέ μοι· πόθεν τὸ ἀξιόπιστον ἔσχον; Ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ σημείων χωρὶς ἔπεισαν, πολλῷ μεῖζον τὸ θαῦμα φαίνεται. Μὴ τοίνυν τὸ μὴ γίνεσθαι νῦν σημεῖα, τεκμήριον ποιοῦ τοῦ μὴ γεγενῆσθαι τότε. Καὶ γὰρ καὶ τότε χρησίμως ἐγίνετο, καὶ νῦν χρησίμως οὐ γίνεται. Οὐκ ἀναγκάζει δὲ τὸ λόγῳ πείθεσθαι μόνῳ, τανῦν  ἐν σοφίᾳ εἶναι τὸ κήρυγμα. Οἵ τε γὰρ ἐξ ἀρχῆς τὸν λόγον σπείραντες ἰδιῶται  ἦσαν καὶ ἀμαθεῖς, καὶ οὐδὲν οἴκοθεν ἔλεγον, ἀλλ' ἅπερ ἐδέξαντο παρὰ τοῦ Θεοῦ, ταῦτα τῇ οἰκουμένῃ διέδωκαν· ἡμεῖς τε αὐτοὶ νῦν οὐ τὰ παρ' ἑαυτῶν  ἐπεισφέρομεν,  ἀλλὰ  ἃ παρ' ἐκείνων  ἐλάβομεν,  ταῦτα  εἰς  ἅπαντας λέγομεν. Καὶ οὐδὲ νῦν  ἀπὸ συλλογισμῶν  πείθομεν, ἀλλ'  ἀπὸ τῶν  θείων  Γραφῶν  καὶ ἀπὸ τῶν τότε σημείων τὴν πίστιν ὧν λέγομεν παρεχόμεθα. Καὶ οὗτοι δὲ τότε  οὐχὶ  σημείοις  ἔπειθον   μόνοις,  ἀλλὰ  καὶ  διαλεγόμενοι·   τοὺς  δὲ  λόγους ἰσχυροτέρους ἐποίει φαίνεσθαι τὰ σημεῖα καὶ αἱ ἐκ τῆς Παλαιᾶς Γραφῆς μαρτυρίαι, οὐχ ἡ δεινότης τῶν λεγομένων. Πῶς οὖν, φησὶ, χρήσιμον τότε τὰ σημεῖα, καὶ νῦν οὐ χρήσιμον; Ὑποθώμεθα τῷ λόγῳ (πρὸς γὰρ τὸν Ἕλληνά μοι τέως ὁ ἀγών· διὰ τοῦτο καθ'  ὑπόθεσιν  λέγω  τὸ  πάντως   ἐσόμενον),  ὑποθώμεθα  τοίνυν   τῷ  λόγῳ,  καὶ ἀνασχέσθω πιστεῦσαι ὁ ἄπιστος κἂν κατὰ συνδρομὴν τοῖς λεγομένοις,  οἷον ὅτι ὁ Χριστὸς ἥξει· ὅταν οὖν ὁ Χριστὸς ἔλθῃ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, καὶ δειχθῇ Θεὸς καὶ πάντα αὐτῷ ὑποτεταγμένα,  οὐ πιστεύσει καὶ ὁ Ἕλλην; Εὔδηλον ὅτι καὶ  προσκυνήσει, καὶ  Θεὸν ἐρεῖ, κἂν  μυριάκις  ἀνένδοτος  ᾖ.

γʹ. Τίς γὰρ  ὁρῶν  τοὺς οὐρανοὺς  ἀνεῳγμένους,  καὶ αὐτὸν  ἐπὶ  τῶν  νεφελῶν  ἐρχόμενον,  καὶ πάντα  τὸν δῆμον τῶν ἄνω δυνάμεων  αὐτῷ περικεχυμένον,  καὶ ποταμοὺς πυρὸς ἑλκομένους, καὶ πάντας παρεστῶτας καὶ τρέμοντας, οὐχὶ προσκυνήσει, καὶ Θεὸν ἡγήσεται; Ἆρ' οὖν,  εἰπέ  μοι, λογισθήσεται  τῷ  Ἕλληνι  εἰς  πίστιν  ἡ προσκύνησις ἐκείνη  καὶ  ἡ γνῶσις;  Οὐδαμῶς. Τί δήποτε; Ὅτι τοῦτο  πίστις  οὐκ  ἔστιν· ἡ γὰρ  ἀνάγκη  τοῦτο ἐποίησε καὶ ἡ περιφάνεια τῶν ὁρωμένων, καὶ οὐκ ἔστι τὸ πρᾶγμα προαιρέσεως, ἀλλ' ἀπὸ  τοῦ  μεγέθους  τῶν  ὀφθέντων   τὰ  τῆς  διανοίας  εἱλκύσθη.  Οὐκοῦν  ὅσῳ  ἂν φανότερα   καὶ   ἀναγκαστικώτερα   ᾖ   τὰ   γινόμενα,   τοσούτῳ   τὰ   τῆς   πίστεως ἐλαττοῦνται· διὰ τοῦτο σημεῖα νῦν οὐ γίνεται. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τί φησι πρὸς  τὸν  Θωμᾶν·  Μακάριοι οἱ  μὴ  ἰδόντες,  καὶ  πιστεύσαντες.  Οὐκοῦν  ὅσῳ  ἂν φανερώτερον  ἀποδειχθῇ  τὸ σημεῖον, τοσούτῳ τῆς  πίστεως  ὁ μισθὸς ἐλαττοῦται. Ὥστε εἰ καὶ νῦν σημεῖα ἐγίνετο, τὸ αὐτὸ ἂν ἐγένετο. Ὅτι γὰρ τότε διὰ πίστεως οὐκέτι αὐτὸν εἰσόμεθα, ἐδήλωσεν εἰπὼν ὁ Παῦλος· Νῦν γὰρ διὰ πίστεως περιπατοῦμεν, οὐ δι' εἴδους. Ὥσπερ οὖν τότε πιστεύοντί σοι τὸ πρᾶγμα οὐ λογίζεται διὰ τὸ περιφανές· οὕτω καὶ νῦν, εἰ σημεῖα ἐγίνετο τοιαῦτα, οἷα καὶ ἔμπροσθεν. Ὅταν γὰρ ἃ μηδαμῇ μηδαμῶς ἔστι λογισμοῖς εὑρεῖν καταδεξώμεθα, τότε ἡ πίστις ἐστί. ∆ιὰ τοῦτο καὶ ἡ γέεννα ἠπείληται μὲν, οὐ φαίνεται δέ· ἐπεὶ εἰ καὶ ἐφαίνετο, ταυτὸ συνέβαινε πάλιν. Ἄλλως δὲ, εἰ σημεῖα ζητεῖς, καὶ νῦν ὄψει σημεῖα, εἰ καὶ μὴ τοιαῦτα, τὰς προῤῥήσεις τὰς μυρίας καὶ περὶ μυρίων πραγμάτων, τῆς οἰκουμένης τὴν ἐπιστροφὴν, τῶν βαρβάρων τὴν φιλοσοφίαν,  τῶν ἀγρίων ἠθῶν τὴν μετάστασιν, τῆς εὐλαβείας τὴν ἐπίτασιν.  Καὶ ποίας  προῤῥήσεις; φησί· μετὰ  γὰρ  ταῦτα  ἐγράφη  τὰ  προειρημένα ἅπαντα. Πότε, καὶ ποῦ, καὶ ὑπὸ τίνος; εἰπέ μοι· καὶ πρὸ πόσων ἐτῶν; βούλει πρὸ πεντήκοντα,  ἢ ἑκατόν; Οὐκοῦν πρὸ τῶν ἑκατὸν οὐδὲν εἶχον ἔγγραφον  ὅλως. Πῶς οὖν κατεῖχε τὰ δόγματα ἡ οἰκουμένη καὶ τὰ ἄλλα πάντα, τῆς μνήμης οὐκ ἀρκούσης; πόθεν  δὲ ᾔδεσαν, ὅτι  Πέτρος ἀνεσκολοπίσθη; πόθεν  τε ἐπῆλθε  τοῖς  μετὰ  ταῦτα προειπεῖν, οἷον ὅτι τὸ Εὐαγγέλιον κηρυχθήσεται πανταχοῦ τῆς οἰκουμένης, ὅτι τὰ Ἰουδαϊκὰ  παύσεται, καὶ  οὐκ  ἐπανήξει  πάλιν;  Οἱ δὲ  τὰς  ψυχὰς  αὐτῶν  ὑπὲρ τοῦ κηρύγματος προέμενοι, πῶς ἂν ἤνεγκαν τὸ κήρυγμα παραποιούμενον ὁρῶντες; πῶς δ' ἂν ἐπιστεύθησαν οἱ γράφοντες, τῶν σημείων παυσαμένων; πῶς δ' ἂν τὰ γραφέντα, καὶ εἰς τὴν βαρβάρων καὶ εἰς τὴν Ἰνδῶν, καὶ πρὸς αὐτὰ τοῦ ὠκεανοῦ τὰ πέρατα ἀφίκετο, οὐκ ὄντων τῶν λεγόντων  ἀξιοπίστων; Τίνες δὲ οἱ γράφοντες, καὶ πότε, καὶ ποῦ; τίνος δὲ ἕνεκεν καὶ ἔγραφον; ἆρα δόξαν ἑαυτοῖς περιποιούμενοι; πῶς οὖν ἑτέροις τὰ βιβλία ἐπέγραψαν; Ἀλλὰ τὸ δόγμα συστῆσαι βουλόμενοι; Πότερον ὡς ἀληθὲς, ἢ ὡς ψευδές; εἰ γὰρ ὡς ψευδεῖ προσεῖχον, οὐδὲ προσελθεῖν ἦν εἰκός· εἰ δὲ ὡς ἀληθεῖ, πλασμάτων οὐκ ἔδει, καθὼς σὺ φής. Ἄλλως δὲ καὶ αἱ προῤῥήσεις τοιαῦταί εἰσιν, ὡς καὶ μέχρι τοῦ παρόντος μὴ δύνασθαι βιάζεσθαι χρόνῳ τὰ εἰρημένα. Τὸ μὲν γὰρ καθαιρεθῆναι  τὰ  Ἱεροσόλυμα γέγονε  πρὸ πολλῶν  ἐτῶν.  Εἰσὶ δὲ καὶ  ἕτεραι προῤῥήσεις αἱ ἐξ ἐκείνου τοῦ χρόνου μέχρι τῆς παρουσίας αὐτοῦ παρατείνουσαι, ἃς ὡς βούλει δοκίμασον· οἷον τὸ, Ἀεὶ μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος· τὸ, Ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· τὸ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο εἰς πάντα τὰ ἔθνη· τὸ, Λαληθήσεται ὅπου ἂν κηρυχθῇ τὸ Εὐαγγέλιον, καὶ ὃ ἐποίησεν ἡ γυνὴ  αὕτη· καὶ ἕτεραι πολλαὶ τούτων πλείους. Πόθεν οὖν ἡ ἀλήθεια τῆς προῤῥήσεως ταύτης, εἴ γε πλάσμα ἦν; πῶς οὐ κατίσχυσαν πύλαι ᾅδου τῆς Ἐκκλησίας; πῶς ἀεὶ μεθ' ἡμῶν ἐστιν ὁ Χριστός; Οὐ γὰρ ἂν, εἰ μὴ μεθ' ἡμῶν  ἦν, ἐκράτησεν ἂν  ἡ Ἐκκλησία. Πῶς τὸ Εὐαγγέλιον  ἐξετάθη  πανταχοῦ   τῆς  οἰκουμένης;  Ἱκανοὶ  δὲ  καὶ  οἱ  καθ'  ἡμῶν εἰρηκότες  τὴν  ἀρχαιότητα  μαρτυρῆσαι  τοῖς  Βιβλίοις,  οἱ  περὶ  Κέλσον καὶ  τὸν Βατανεώτην τὸν μετ' ἐκεῖνον· οὐ γὰρ δὴ τοῖς μετ' αὐτοὺς συντεθεῖσιν ἀντέλεγον· ἄλλως  δὲ  καὶ  ἡ  οἰκουμένη  πᾶσα, ὁμοφώνως  αὐτὸ  δεξαμένη.  Οὐκ ἂν  δὲ, εἰ  μὴ Πνεύματος χάρις ἦν, τοσαύτη γέγονε συμφωνία ἀπὸ περάτων εἰς πέρατα τῆς γῆς, ἀλλ' ἑάλωσαν  ἂν ταχέως  οἱ πλάττοντες,  καὶ οὐκ ἂν τοσαῦτα κατορθώματα  ἀπὸ πλασμάτων καὶ ψεύδους συνέστη· ἢ οὐχ ὁρᾷς τὴν οἰκουμένην πᾶσαν προσελθοῦσαν; τὴν πλάνην σβεσθεῖσαν; τὴν τῶν μοναχῶν φιλοσοφίαν ὑπὲρ τὸν ἥλιον λάμπουσαν; τοὺς τῶν παρθένων χορούς; τὴν ἐν βαρβάροις εὐλάβειαν; πάντας ὑπὸ ζυγὸν δουλεύοντας  ἕνα; Οὐδὲ γὰρ παρ' ἡμῶν ταῦτα προείρηται μόνον, ἀλλὰ καὶ ἄνωθεν παρὰ τῶν προφητῶν.  Οὐ γὰρ δήπου καὶ ἐκείνων  ἐπιλήψῃ  τῶν προῤῥήσεων· παρὰ γὰρ τοῖς  ἐχθροῖς  τὰ Βιβλία, καὶ παρὰ Ἑλλήνων  σπουδασάντων  εἰς τὴν  Ἑλλάδα μετηνέχθη  γλῶτταν.  Πολλὰ δὴ καὶ οὗτοι περὶ τούτων  προλέγουσι, δεικνύντες  ὅτι Θεὸς ἦν ὁ παρέσεσθαι μέλλων.

 δʹ. Πῶς οὖν οὐ πάντες πιστεύουσι νῦν; Ὅτι ἐπὶ τὸ χεῖρον τὰ πράγματα προῆλθε, καὶ τούτων ἡμεῖς αἴτιοι· λοιπὸν γὰρ καὶ πρὸς ἡμᾶς ὁ λόγος. Οὐ γὰρ δήπου σημείοις καὶ τότε ἐπίστευον μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ βίου πολλοὶ τῶν προσιόντων ἐνήγοντο. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τότε οὖν Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων  αὐτῷ  ἔλεγεν  ἴδιον  εἶναι,  ἀλλ'  εἶχον  ἅπαντα  κοινὰ,  καὶ  διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε, καὶ βίον ἔζων ἀγγελικόν.  Καὶ νῦν  ἂν γένηται τοῦτο, τὴν οἰκουμένην ἐπιστρέψομεν ἅπασαν καὶ σημείων χωρίς. Τέως δὲ οἱ βουλόμενοι σωθῆναι, προσεχέτωσαν ταῖς Γραφαῖς· εὑρήσουσι γὰρ ἐκεῖ καὶ ταῦτα, καὶ τὰ τούτων  πλείονα  κατορθώματα.  Καὶ γὰρ οἱ διδάσκαλοι  αὐτοὶ  ὑπερέβαινον  τὰ ἐκείνων, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι  διάγοντες. Ἡμεῖς δὲ βουλόμεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας· ἀλλ' οὐκ ἐκεῖνοι, ἀλλ' ἐβόων, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν  καὶ διψῶμεν καὶ γυμνητεύομεν  καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν. Καὶ ὁ μὲν ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ ἔτρεχεν, ὁ δὲ εἰς τὴν Ἰνδῶν,  ὁ δὲ εἰς τὴν Μαύρων, ἄλλος δὲ πρὸς ἄλλα μέρη τῆς οἰκουμένης· ἡμεῖς δὲ οὐδὲ τῆς πατρίδος ἐξελθεῖν τολμῶμεν, ἀλλὰ τρυφὴν ζητοῦμεν καὶ οἰκίας λαμπρὰς καὶ πᾶσαν τὴν  ἄλλην  ἀφθονίαν.  Τίς γὰρ ἐλίμωξεν  ἡμῶν  ποτε διὰ τὸν  τοῦ Θεοῦ λόγον; τίς ἐν ἐρήμῳ γέγονε; τίς ἀποδημίαν ἐστείλατο μακράν; τίς τῶν διδασκάλων ἐκ  τῶν   χειρῶν   ζῶν  ἑτέροις  ἐπεκούρησε;  τίς  θάνατον   ὑπέμεινε  καθημερινόν; Ἐντεῦθεν καὶ οἱ μεθ' ἡμῶν ὄντες ῥᾳθυμότεροι γίνονται.  Καὶ γὰρ εἰ στρατιώτας τις εἶδε καὶ στρατηγοὺς λιμῷ καὶ δίψει καὶ θανάτῳ καὶ πᾶσι τοῖς δεινοῖς παλαίοντας, καὶ κρυμὸν καὶ κινδύνους καὶ πάντα φέροντας καθάπερ λέοντας, καὶ κατορθοῦντας· εἶτα   μετὰ   ταῦτα   ἐκλύσαντας   τὴν   φιλοσοφίαν    ἐκείνην.   καὶ   μαλακωτέρους γενομένους, καὶ χρημάτων ἐρῶντας, καὶ πραγματείαις καὶ καπηλείαις προσέχοντας, καὶ ἡττωμένους  ὑπὸ τῶν πολεμίων, ἐσχάτης ἦν ἀνοίας τὴν αἰτίαν τούτων  ζητεῖν. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν καὶ τῶν προγόνων λογισώμεθα· καὶ γὰρ πάντων ἐγενόμεθα ἀσθενέστεροι, τῷ  παρόντι  προσηλωμένοι  βίῳ.  Κἂν εὑρεθῇ  τις  ἴχνος  ἔχων  τῆς παλαιᾶς φιλοσοφίας, τὰς πόλεις ἀφεὶς καὶ τὰς ἀγορὰς καὶ τὸ ἐν μέσῳ στρέφεσθαι καὶ τοὺς ἄλλους ῥυθμίζειν, τὰ ὄρη καταλαμβάνει· κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν. Ἵνα γὰρ μὴ  παραπόλωμαι, φησὶ,   μηδὲ   ἀμβλύτερος   γένωμαι   τὴν   ἀρετὴν,   ἀποπηδῶ.   Καὶ  πόσῳ   βέλτιον ἀμβλύτερόν  σε γενέσθαι καὶ τοὺς ἄλλους  κερδᾶναι, ἢ μένοντα  ἐν ὕψει περιιδεῖν ἀπολλυμένους τοὺς ἀδελφούς; Ὅταν μὲν οὖν οἱ μὲν ἀρετῆς ἀμελῶσιν, οἱ δὲ ἐπιμελούμενοι πόῤῥω τῆς παρατάξεως γίνωνται,  πόθεν αἱρήσομεν τοὺς ἐχθρούς; Εἰ γὰρ καὶ σημεῖα ἦν νῦν, τίς ἂν ἐπείσθη; ἢ τίς ἂν προσέσχεν ἡμῖν τῶν ἔξωθεν. τῆς κακίας  οὕτως  ἐπιπολαζούσης;  Καὶ γὰρ  ὁ  ὀρθὸς  βίος  ἡμῶν  ἀξιοπιστότερος  τοῖς πολλοῖς   εἶναι   δοκεῖ.  Σημεῖα  μὲν  γὰρ,  παρὰ  τῶν   ἀναισχύντων   καὶ  πονηρῶν ἀνθρώπων  καὶ ὑπόνοιαν δέξεται πονηράν· βίος δὲ καθαρὸς καὶ αὐτὸ τοῦ διαβόλου  στόμα μετὰ πολλῆς τῆς περιουσίας ἐμφράξαι δυνήσεται. Ταῦτα καὶ ἄρχουσι λέγω καὶ ἀρχομένοις, καὶ πρὸ τῶν ἄλλων ἐμαυτῷ, ἵνα βίον ἐπιδειξώμεθα θαυμαστὸν, καὶ συντάξαντες ἑαυτοὺς, πάντων τῶν παρόντων ὑπερίδωμεν. Καταφρονήσωμεν χρημάτων, καὶ μὴ καταφρονήσωμεν γεέννης· ὑπερίδωμεν δόξης, καὶ μὴ ὑπερίδωμεν σωτηρίας· ὑπομείνωμεν  ἐνταῦθα  κάματον καὶ πόνον,  ἵνα μὴ ἐμπέσωμεν ἐκεῖ εἰς κόλασιν. Οὕτω τοῖς Ἕλλησι πολεμήσωμεν, οὕτως αὐτοὺς αἰχμαλωτίσωμεν αἰχμαλωσίαν ἐλευθερίας ἀμείνω. Ἀλλὰ ταῦτα μὲν λέγεται παρ' ἡμῶν συνεχῶς καὶ πολλάκις, γίνεται δὲ ὀλιγάκις. Πλὴν ἀλλ' ἐάν τε γένηται ταῦτα, ἄν τε μὴ γένηται, δίκαιον  διὰ τῶν  τοιούτων  συνεχῶς  ὑπομιμνήσκειν.  Εἰ γὰρ διὰ τῆς χρηστολογίας ἐξαπατῶσί τινες, πολλῷ μᾶλλον τοὺς πρὸς τὴν ἀλήθειαν ἐπανάγοντας  δίκαιον μὴ ἀποκαμεῖν  τὰ  συμφέροντα  λέγοντας.  Εἰ γὰρ  οἱ  ἀπατῶντες  τοσούτοις  κέχρηνται μηχανήμασι· καὶ γὰρ χρήματα ἀναλίσκουσι, καὶ λόγους προσάγουσι, καὶ κινδύνους ὑπομένουσι, καὶ προστασίας ἐπιδείκνυνται· πολλῷ μᾶλλον ἡμᾶς τοὺς ἀπάτης ἀπάγοντας, καὶ κινδύνους, καὶ θανάτους, καὶ πάντα ὑπομένειν χρὴ, ἵνα καὶ ἑαυτοὺς καὶ  τοὺς  ἄλλους   κερδάναντες,   καὶ  τοῖς   ἐναντίοις   ἀκαταγώνιστοι   γενόμενοι, τύχωμεν τῶν ἐπηγγελμένων  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.



Ζʹ.Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν  ἀρχόντων  τοῦ  αἰῶνος  τούτου  τῶν  καταργουμένων·  ἀλλὰ  λαλοῦμεν  Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀπο κεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.

 αʹ. Τὸ σκότος τοῦ φωτὸς ἐπιτηδειότερον εἶναι δοκεῖ τοῖς τὰς ὄψεις νοσοῦσι· διὸ καὶ μᾶλλον εἰς συνεσκιασμένον δωμάτιον καταφεύγουσι. Τοῦτο καὶ ἐπὶ τῆς σοφίας γέγονε τῆς πνευματικῆς· ἡ μὲν τοῦ Θεοῦ σοφία μωρία ἐδόκει εἶναι τοῖς ἔξωθεν,  ἡ δὲ αὐτῶν,  ἀληθῶς  οὖσα μωρία, σοφία αὐτοῖς  νενόμισται.  Καὶ ταυτὸν συνέβαινεν,  οἷον  ἂν  εἴ τις  σοφίᾳ κυβερνητικῇ  κεχρημένος,  ἐπηγγέλλετο  πλοίου χωρὶς καὶ ἱστίων πέλαγος ἄπειρον διαπερᾷν, εἶτα ἐπειρᾶτο λογισμοῖς κατασκευάζειν ὅτι τοῦτο δυνατόν· ἄλλος δέ τις πάντων ἄπειρος, πλοίῳ καὶ κυβερνήτῃ καὶ ναύταις ἐγχειρίσας ἑαυτὸν, οὕτω μετὰ ἀσφαλείας ἔπλει. Καὶ γὰρ ἡ δοκοῦσα εἶναι  ἀμαθία τούτου, τῆς ἐκείνου  σοφίας σοφωτέρα. Καλὴ μὲν  γὰρ ἡ κυβερνητικὴ,  ἀλλ' ὅταν μείζονα ἐπαγγέλληται, μωρία τίς ἐστι·  καὶ πᾶσα τέχνη ἡ μὴ ἀρκουμένη τοῖς ὅροις τοῖς ἑαυτῆς τοῦτο ἂν εἴη. Οὕτω καὶ ἡ ἔξωθεν σοφία ἦν ἂν σοφία, εἰ Πνεύματι ἐκέχρητο· ἐπειδὴ δὲ ἑαυτῇ τὸ πᾶν ἐπέτρεψε, καὶ οὐδὲν ἐνόμισε δεῖσθαι τῆς βοηθείας ἐκείνης, μωρία γέγονεν, εἰ καὶ ἐδόκει σοφία εἶναι. ∆ιὸ πρότερον ἐλέγξας τὰ αὐτῆς διὰ τῶν πραγμάτων, τότε αὐτὴν ἐκάλεσε μωρίαν· καὶ πρότερον καλέσας μωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων  ψῆφον,  τότε δείκνυσιν  αὐτὴν  σοφίαν οὖσαν (μετὰ γὰρ τὰς ἀποδείξεις δυνατὸν μάλιστα τοὺς ἀντιλέγοντας  ἐντρέπειν)· καί φησι· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Ὅταν γὰρ ἐγὼ, νομιζόμενος μωρὸς καὶ μωρὰ κηρύττειν, τοῦ σοφοῦ περιγένωμαι, οὐ διὰ μωρᾶς· σοφίας περιεγενόμην, ἀλλὰ διὰ σοφίας τελειοτέρας, καὶ τοσαύτης καὶ οὕτω μείζονος, ὡς ἐκείνην μωρίαν φαίνεσθαι.
∆ιὰ τοῦτο πρότερον αὐτὴν οὕτω καλέσας, ὡς ἐκεῖνοι ὠνόμαζον τότε, καὶ ἀπὸ τῶν πραγμάτων   τὴν  νίκην  δείξας, καὶ  ἐκείνους  ἀποφήνας  σφόδρα μωροὺς, τὸ προσῆκον  αὐτῇ  λοιπὸν  ἀπέδωκεν  ὄνομα  λέγων·  Σοφίαν  δὲ  λαλοῦμεν  ἐν  τοῖς τελείοις. Σοφίαν δὲ λέγει τὸ κήρυγμα καὶ τὸν τρόπον τῆς σωτηρίας, τὸ διὰ σταυροῦ σωθῆναι· τελείους δὲ τοὺς πεπιστευκότας. Καὶ γὰρ ἐκεῖνοι τέλειοι οἱ τὰ ἀνθρώπινα εἰδότες ὅτι σφόδρα ἀσθενῆ, καὶ ὑπεριδόντες αὐτῶν, ὅτι μηδὲν αὐτοῖς συμβάλλεται πεπεισμένοι, οἷοι γεγόνασιν  οἱ πιστοί. Σοφίαν δὲ οὐ τοῦ αἰῶνος  τούτου. Ποῦ γὰρ χρήσιμος ἡ ἔξωθεν σοφία, ἐνταῦθα καταστρέφουσα καὶ περαιτέρω μὴ προϊοῦσα, καὶ οὐδὲ ἐνταῦθα δυναμένη τι τοὺς ἔχοντας ὠφελεῖν; Ἄρχοντας δὲ αἰῶνος ἐνταῦθα οὐ δαίμονάς τινας λέγει, καθώς τινες ὑποπτεύουσιν· ἀλλὰ τοὺς ἐν ἀξιώμασι, τοὺς ἐν δυναστείαις,  τοὺς  τὸ  πρᾶγμα  περιμάχητον   εἶναι   νομίζοντας,   φιλοσόφους   καὶ ῥήτορας  καὶ  λογογράφους·  καὶ  γὰρ  αὐτοὶ  ἐκράτουν,  καὶ  δημαγωγοὶ  πολλάκις ἐγίνοντο. Τοῦ δὲ αἰῶνος τούτου ἐκάλεσεν ἄρχοντας, ἐπειδὴ περαιτέρω τοῦ παρόντος αἰῶνος οὐ πρόεισιν αὐτῶν ἡ ἀρχή· διὸ καὶ ἐπήγαγε· Τῶν καταργουμένων· οἴκοθέν τε αὐτὴν διαβάλλων  καὶ ἀπὸ τῶν χρωμένων. ∆είξας γὰρ ὅτι ψευδής ἐστιν, ὅτι μωρὰ, ὅτι  οὐδὲν  δύναται  εὑρεῖν,  ὅτι  ἀσθενὴς,  δείκνυσιν  ὅτι  καὶ  ὀλιγοχρόνιος.  Ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ. Ποίῳ μυστηρίῳ; Καὶ μὴν φησὶν ὁ Χριστός· Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων. Πῶς οὖν μυστήριον αὐτὴν καλεῖ; Ἐπειδὴ οὔτε ἄγγελος οὔτε ἀρχάγγελος οὔτε ἄλλη τις αὐτὸ κτιστὴ δύναμις ᾔδει, πρὶν γενέσθαι.  ∆ιό φησιν,  Ἵνα  γνωρισθῇ  νῦν  ταῖς  ἀρχαῖς  καὶ  ταῖς  ἐξουσίαις ἐν  τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Τοῦτο δὲ ἐποίησεν, ἡμᾶς τιμῶν ὁ Θεὸς, ὥστε μεθ' ἡμῶν ἀκοῦσαι τῶν μυστηρίων. Καὶ γὰρ καὶ ἡμεῖς, οὓς ἂν ποιησώμεθα φίλους, τοῦτο τεκμήριον πρὸς αὐτοὺς εἶναί φαμεν τῆς φιλίας,  τὸ μηδενὶ πρὸ αὐτῶν εἰπεῖν τὰ ἀπόῤῥητα. Ἀκουέτωσαν οἱ τὸ κήρυγμα ἐκπομπεύοντες. καὶ πᾶσιν ἁπλῶς ἐκφαίνοντες  τοὺς μαργαρίτας καὶ τὸ δόγμα, καὶ τὰ ἅγια κυσὶ καὶ χοίροις ῥιπτοῦντες καὶ λογισμοῖς περιττοῖς. Τὸ γὰρ μυστήριον κατασκευῆς οὐ δεῖται, ἀλλ' ὅπερ ἐστὶ, τοῦτο μόνον ὂν καταγγέλλεται· ἐπεὶ οὐκ ἔσται μυστήριον θεῖον καὶ ὁλόκληρον, ὅταν καὶ παρὰ σαυτοῦ τι προσθῇς. Καὶ ἄλλως δὲ μυστήριον καλεῖται, ὅτι οὐχ ἅπερ ὁρῶμεν πιστεύομεν, ἀλλ'  ἕτερα ὁρῶμεν, καὶ ἕτερα πιστεύομεν. Τοιαύτη γὰρ ἡ τῶν  μυστηρίων ἡμῶν  φύσις. Ἑτέρως γοῦν ἐγὼ, καὶ ἑτέρως ὁ ἄπιστος περὶ τούτων διακείμεθα. Ἀκούω ἐγὼ, ὅτι ἐσταυρώθη ὁ Χριστὸς, καὶ τὴν φιλανθρωπίαν εὐθέως θαυμάζω· ἀκούει ἐκεῖνος, καὶ ἀσθένειαν νομίζει. Ἀκούω ὅτι δοῦλος γέγονε, καὶ τὴν  κηδεμονίαν  θαυμάζω· ἀκούει ἐκεῖνος, καὶ ἀτιμίαν  λογίζεται.  Ἀκούω ὅτι ἀπέθανε, καὶ τὴν δύναμιν  ἐκπλήττομαι,  ὅτι ἐν θανάτῳ  γενόμενος  οὐκ ἐκρατήθη, ἀλλὰ  καὶ  ἐξέλυσε θάνατον·  ἀκούει  ἐκεῖνος,  καὶ  ἀδυναμίαν  ὑποπτεύει.  Ἀκούων ἀνάστασιν  ἐκεῖνος,  μῦθον  τὸ  πρᾶγμά  φησιν·  ἐγὼ  δὲ  τὰς  διὰ  τῶν  πραγμάτων δεξάμενος  ἀποδείξεις,  προσκυνῶ  τοῦ  Θεοῦ  τὴν  οἰκονομίαν.  Ἀκούων  λουτρὸν ἐκεῖνος, ἁπλῶς ὕδωρ νομίζει· ἐγὼ δὲ οὐ τὸ ὁρώμενον ἁπλῶς βλέπω, ἀλλὰ τὸν τῆς ψυχῆς καθαρμὸν τὸν διὰ τοῦ Πνεύματος. Ἐκεῖνος λελοῦσθαί μοι τὸ σῶμα νομίζει μόνον· ἐγὼ δὲ πεπίστευκα, ὅτι καὶ ἡ ψυχὴ γέγονε καθαρά τε καὶ ἁγία, καὶ λογίζομαι τὸν τάφον, τὴν ἀνάστασιν, τὸν ἁγιασμὸν, τὴν δικαιοσύνην, τὴν ἀπολύτρωσιν, τὴν υἱοθεσίαν, τὴν κληρονομίαν,  τὴν βασιλείαν τῶν  οὐρανῶν, τοῦ Πνεύματος τὴν χορηγίαν. Οὐ γὰρ τῇ ὄψει κρίνω τὰ φαινόμενα, ἀλλὰ τοῖς ὀφθαλμοῖς τῆς  διανοίας.  Ἀκούω  σῶμα  Χριστοῦ· ἑτέρως  ἐγὼ  νοῶ  τὸ  εἰρημένον,  ἑτέρως  ὁ ἄπιστος.

βʹ. Καὶ καθάπερ τὰ παιδία τὰ βιβλία ὁρῶντα οὐκ οἶδε τῶν γραμμάτων τὴν δύναμιν,  οὐδὲ οἶδεν ἅπερ ὁρᾷ, μᾶλλον  δὲ κἂν ἀνὴρ ἄπειρος ᾖ γραμμάτων, ταυτὰ πείσεται· ὁ δὲ ἔμπειρος πολλὴν εὑρήσει τοῖς γράμμασιν ἐναποκειμένην τὴν δύναμιν, καὶ βίους ὁλοκλήρους, καὶ ἱστορίας· καὶ ἐπιστολὴν ὁ μὲν ἄπειρος λαβὼν, χάρτην ἡγήσεται καὶ μέλαν εἶναι· ὁ δὲ ἔμπειρος καὶ φωνῆς  ἀκούσεται, καὶ διαλέξεται  τῷ ἀπόντι,  καὶ ὅπερ ἂν βούληται  διὰ τῶν  γραμμάτων  πάλιν  ἐρεῖ· οὕτω καὶ ἐπὶ τοῦ μυστηρίου γίνεται· οἱ μὲν ἄπιστοι, καίτοι γε ἀκούοντες, οὐ δοκοῦσιν ἀκούειν· οἱ δὲ πιστοὶ τὴν διὰ τοῦ Πνεύματος ἔχοντες  ἐμπειρίαν, ὁρῶσι τῶν  ἐναποκειμένων  τὴν δύναμιν. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι καὶ νῦν τὸ κηρυττόμενον ἀποκέκρυπται· τοῖς γὰρ ἀπολλυμένοις, φησὶν, ἐστὶ κεκαλυμμένον. Ἄλλως δὲ καὶ τὸ παράδοξον  ἐμφαίνει  τοῦ  κηρύγματος.  Οὕτω δὴ  εἴωθε  καλεῖν  ἡ  Γραφὴ τὰ  παρ' ἐλπίδας καὶ ὑπὲρ διάνοιαν  ἀνθρωπίνην  γινόμενα. ∆ιὸ καὶ ἀλλαχοῦ, Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς· καὶ πάλιν ὁ Παῦλος, Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Εἰ δὲ πανταχοῦ κηρύττεται, καὶ οὕτω μυστήριόν ἐστι. Καὶ γὰρ ὥσπερ ἐκελεύσθημεν ἅπερ ἠκούσαμεν εἰς τὸ οὖς εἰπεῖν ἐπὶ τῶν δωμάτων,  οὕτω προσετάγημεν μὴ δοῦναι τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥῖψαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Οἱ μὲν γάρ εἰσι ψυχικοὶ, καὶ οὐ νοοῦσιν· οἱ δὲ κάλυμμα ἔχουσιν ἐπὶ τῆς καρδίας αὐτῶν, καὶ οὐ βλέπουσιν. Ἄρα μυστήριον τοῦτο μάλιστά ἐστιν, ὃ πανταχοῦ μὲν κηρύττεται, οὐ γνωρίζεται δὲ παρὰ τῶν οὐκ ὀρθὴν ἐχόντων  γνώμην·  ἐκκαλύπτεται  δὲ οὐκ ἀπὸ σοφίας, ἀλλ' ἀπὸ Πνεύματος ἁγίου, καθόσον ἡμῖν δέξασθαι δυνατόν. ∆ιόπερ οὐκ ἄν τις ἁμάρτοι καὶ μετὰ τοῦτο αὐτὸ μυστήριον αὐτὸ προσειπὼν ἀπόῤῥητον· οὐδὲ γὰρ ἡμῖν τοῖς πιστοῖς πᾶσα ἐνεχειρίσθη σαφήνεια καὶ ἀκρίβεια. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἐκ μέρους γινώσκομεν,  καὶ ἐκ μέρους προφητεύομεν.  Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ὡς ἐν αἰνίγματι,  τότε δὲ πρόσωπον πρὸς πρόσωπον. ∆ιὰ τοῦτο ἔλεγε, Λαλοῦμεν σοφίαν  ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων  εἰς δόξαν ἡμῶν. Ἀποκεκρυμμένην, τουτέστιν, ὅτι οὐδεὶς πρὸ ἡμῶν ἔμαθε τῶν ἄνω δυνάμεων, ἢ ὅτι οὐδὲ οἱ πολλοὶ νῦν ἴσασιν. Τοῦτο γὰρ δηλοῖ τὸ, Προώρισεν εἰς δόξαν ἡμῶν· καίτοι γε ἀλλαχοῦ   φησιν·  Εἰς  δόξαν  ἑαυτοῦ.  Ἑαυτοῦ  γὰρ  ἡγεῖται  δόξαν  τὴν  ἡμετέραν σωτηρίαν,  ὥσπερ οὖν  καὶ  πλοῦτον  ἑαυτοῦ  καλεῖ,  καίτοι  γε  αὐτὸς  πλοῦτος  ὢν ἀγαθῶν, καὶ οὐδενὸς δεόμενος εἰς τὸ εἶναι πλούσιος. Προώρισε, φησὶ, τὴν περὶ ἡμᾶς κηδεμονίαν  ἐνδεικνύμενος.  Καὶ γὰρ ἐκεῖνοι  μάλιστα  καὶ  τιμᾷν  καὶ  φιλεῖν  ἡμᾶς νομίζονται,  ὅσοιπερ ἄνωθεν  ὦσιν  ἡμᾶς παρεσκευασμένοι ποιεῖν  εὖ· ὅπερ καὶ οἱ πατέρες ἐπὶ παίδων ποιοῦσι· καὶ γὰρ εἰ ὕστερον διδόασι τὰ χρήματα, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς εἰσι τοῦτο προῃρημένοι. Τοῦτο καὶ ὁ Παῦλος σπουδάζει δεῖξαι νῦν, ὅτι ἀεὶ ἡμᾶς ἐφίλει  καὶ ἄνωθεν  ὁ Θεὸς καὶ μηδέπω γενομένους.  Οὐ γὰρ ἂν, εἰ μὴ ἐφίλει, τὸν πλοῦτον  ἡμῖν προώρισε. Μὴ τοίνυν  ἐννοήσῃς τὴν ἐν μέσῳ γενομένην ἔχθραν· πρεσβυτέρα γὰρ ἦν αὐτῆς ἡ φιλία. Τὸ δὲ, Πρὸ τῶν αἰώνων, τὸ ἀΐδιόν φησι· καὶ γὰρ ἀλλαχοῦ οὕτω λέγει· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Εὑρεθήσεται τοίνυν καὶ ὁ Υἱὸς οὕτως ἀΐδιος ὤν. Καὶ γὰρ περὶ αὐτοῦ φησιν, ὅτι δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν, ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων  ὑπάρχειν. Ὁ γὰρ ποιητὴς πρὸ τῶν ποιημάτων  εὔδηλον ὅτι. Ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκοῦν οὐδὲ ἐγκλημάτων  εἰσὶν ἄξιοι, εἴ γε μὴ ἔγνωσαν, καὶ ἐσταύρωσαν. Καὶ εἰ μὴ ᾔδεσαν, πῶς ἔλεγεν αὐτοῖς, Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί; Περὶ γὰρ τοῦ Πιλάτου φησὶν ἡ Γραφὴ, ὅτι οὐκ ᾔδει· εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδην εἰδέναι. Τούτους ἂν εἴποι τις καλεῖσθαι ἄρχοντας τοῦ αἰῶνος τούτου. Εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων καὶ περὶ τῶν ἱερέων εἴποι τις ἂν τοῦτο λέγεσθαι, οὐκ ἂν ἁμάρτοι· καὶ γὰρ ἐκείνοις φησὶν, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Πῶς οὖν ἀνωτέρω  φησὶ,  Καὶ ἐμὲ  οἴδατε,  καὶ  οἴδατε  πόθεν  εἰμί;  Ἀλλὰ  τίς  ὁ  τρόπος  τῆς ἀναγνώσεως ταύτης καὶ τίς ἐκείνης, ἐν τοῖς Εὐαγγελίοις ἤδη εἴρηται· καὶ, ὥστε μὴ συνεχῶς  τὸ αὐτὸ  στρέφειν,  ἐκεῖ  παραπέμπομεν  τοὺς  ἐντυγχάνοντας.

γʹ. Τί οὖν; ἀφείθη, φησὶν, αὐτοῖς τὸ ἐπὶ τοῦ σταυροῦ ἁμάρτημα; καὶ γὰρ εἶπεν· Ἄφες αὐτοῖς. Εἰ μετενόησαν, ἀφείθη. Καὶ γὰρ ὁ μυρίαις βαλὼν χερσὶ τὸν Στέφανον, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς Ἐκκλησίας προστάτης ἐγένετο. Οὕτως οὖν κἀκείνοις ἀφείθη τοῖς βουληθεῖσι μεταγνῶναι· ὃ δὴ καὶ ὁ Παῦλος βοῶν ἔλεγε· Λέγω οὖν· Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Καὶ πάλιν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω; Μὴ γένοιτο.  Εἶτα δεικνὺς  ὅτι οὐκ ἀπεκλείσθη αὐτῶν  ἡ μετάνοια, τεκμήριον  τὴν ἐπιστροφὴν τὴν ἑαυτοῦ παρήγαγε λέγων· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί. Τὸ δὲ, Οὐκ ἔγνωσαν,  ἐμοὶ  δοκεῖ  οὐ  περὶ  Χριστοῦ ἐνταῦθα  εἰρῆσθαι,  ἀλλὰ  περὶ  αὐτῆς  τοῦ πράγματος τῆς οἰκονομίας· οἷον, τί ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεισαν. Καὶ γὰρ  καὶ  ἐκεῖ  οὐκ  εἶπεν,  ὅτι  Ἐμὲ οὐκ  οἴδασιν,  ἀλλ',  Οὐκ οἴδασι τί  ποιοῦσι, τουτέστι, τὴν  οἰκονομίαν  τὴν  τελουμένην  καὶ  τὸ μυστήριον  ἀγνοοῦσιν.  Οὐ γὰρ ᾔδεσαν, ὅτι οὕτω λάμψαι ἔχει ὁ σταυρὸς, ὅτι τῆς οἰκουμένης γίνεται  σωτηρία καὶ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγὴ, καὶ ἡ πόλις αὐτῶν ἁλώσεται, καὶ δεινὰ ὑποστήσονται τὰ ἔσχατα. Σοφίαν δὲ καὶ τὸν Χριστὸν καλεῖ καὶ τὸν σταυρὸν καὶ τὸ κήρυγμα. Εὐκαίρως δὲ Κύριον δόξης ἐκάλεσεν. Ἐπειδὴ γὰρ ὁ σταυρὸς ἀδοξίας εἶναι δοκεῖ, δείκνυσιν ὅτι μεγάλη ἦν δόξα ὁ σταυρός. Ἀλλὰ μεγάλης ἔδει σοφίας, οὐ μόνον τὸ τὸν Θεὸν εἰδέναι, ἀλλὰ καὶ μαθεῖν τοῦ Θεοῦ τὴν οἰκονομίαν ταύτην· ἡ δὲ ἔξωθεν σοφία οὐχὶ τοῦ προτέρου μόνον, ἀλλὰ καὶ τούτου γέγονε  κώλυμα. Ἀλλὰ, καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.  Καὶ ποῦ γέγραπται ταῦτα; Λέγεται γὰρ  γεγράφθαι,  καὶ  ὅταν  μὴ  διὰ  τῶν  ῥημάτων,  ἀλλὰ  δι'  αὐτῶν  τῶν πραγμάτων κείμενα ᾖ, ὡς ἐπὶ τῶν ἱστοριῶν· ἢ ὅταν τὸ αὐτὸ μὲν νόημα κείμενον ᾖ, μὴ ἐπ' αὐτῶν δὲ τῶν ῥημάτων, ὡς ἐνταῦθα. Τὸ γὰρ, Οἷς οὐκ ἀνηγγέλη  περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι· τοῦτο ταυτόν ἐστι τῷ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ἢ τοῦτο τοίνυν φησὶν, ἢ εἰκὸς καὶ γεγράφθαι ἐν βίβλοις, καὶ ἠφανίσθαι τὰ βιβλία. Καὶ γὰρ πολλὰ διεφθάρη βιβλία, καὶ ὀλίγα διεσώθη, καὶ ἐπὶ τῆς  προτέρας αἰχμαλωσίας.  Καὶ τοῦτο  δῆλον  ἐν  ταῖς  Παραλειπομέναις· καὶ  γάρ φησιν ὁ Ἀπόστολος, ὅτι Ἀπὸ Σαμουὴλ καὶ τῶν ἑξῆς προφητῶν πάντες εἰρήκασι περὶ αὐτοῦ.  Καὶ οὐ  πάντως  φέρεται  ταῦτα·  τὸν  δὲ  Παῦλον  ἅτε  νομομαθῆ  ὄντα  καὶ Πνεύματι φθεγγόμενον  εἰκὸς εἰδέναι πάντα μετὰ ἀκριβείας. Καὶ τί λέγω περὶ τῆς αἰχμαλωσίας; Καὶ γὰρ πρὸ τῆς αἰχμαλωσίας πολλὰ ἠφάνιστο βιβλία, τῶν Ἰουδαίων εἰς ἐσχάτην ἀσέβειαν ἐξοκειλάντων.  Καὶ δῆλον  ἐκ τοῦ τέλους  τῆς τετάρτης  τῶν Βασιλειῶν· τὸ γὰρ ∆ευτερονόμιον μόλις που εὕρηται ἐν κοπρίᾳ κατακεχωσμένον. Ἄλλως δὲ εἰσὶ καὶ διπλαῖ πολλαχοῦ προφητεῖαι τοῖς συνετωτέροις εὐκατάληπτοι, ἐξ ὧν πολλὰ τῶν  ἀσαφῶν ἔστιν εὑρεῖν. Τί οὖν; οὐκ εἶδεν ὀφθαλμὸς, ἃ ἡτοίμασεν ὁ Θεός; Οὐχί· τίς γὰρ τῶν ἀνθρώπων  εἶδε τὰ οἰκονομεῖσθαι μέλλοντα; Ἆρα οὖν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; καὶ πῶς; Εἰ γὰρ οἱ προφῆται εἶπον, πῶς, φησὶν, οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; Οὐκ ἀνέβη· οὐ γὰρ περὶ αὐτῶν  μόνον  φησὶν,  ἀλλὰ  περὶ πάσης τῆς  ἀνθρωπίνης  φύσεως. Τί οὖν; οἱ προφῆται  οὐκ  ἤκουσαν; Ἤκουσαν μὲν,  ἀλλ'  οὐκ  ἦν  ἀνθρώπου  οὖς  τὸ  οὖς  τὸ προφητικόν· οὐ γὰρ ὡς ἄνθρωποι ἤκουσαν, ἀλλ' ὡς προφῆται. ∆ιό φησι, Προσέθηκέ μοι ὠτίον ἀκούειν, τὴν προσθήκην τὴν ἀπὸ τοῦ Πνεύματος λέγων. Ὅθεν δῆλον, ὅτι πρὶν ἢ ἀκοῦσαι, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Μετὰ γὰρ τὴν τοῦ Πνεύματος δόσιν οὐκ ἦν καρδία ἀνθρώπου, ἀλλὰ καρδία πνευματικὴ ἡ τῶν προφητῶν, καθάπερ καὶ αὐτός φησι· Νοῦν Χριστοῦ ἔχομεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρὶν ἢ Πνεύματος ἀπολαῦσαι  καὶ  μαθεῖν  τὰ  ἀπόῤῥητα, οὐδὲ  ἡμῶν  τις  οὐδὲ  τῶν  προφητῶν  αὐτὰ ἐνενόησε. Πῶς γὰρ, ὅπου οὐδὲ ἄγγελοι αὐτὰ ᾔδεσαν; Τί γὰρ χρὴ λέγειν, φησὶ, περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ὅπου γε οὐδεὶς ἀνθρώπων ταῦτα ἠπίστατο, οὐδὲ αἱ ἄνω δυνάμεις; Ποῖα δὴ ταῦτα; Ὅτι διὰ τῆς δοκούσης εἶναι μωρίας τοῦ κηρύγματος κρατήσει τῆς οἰκουμένης, καὶ τὰ ἔθνη εἰσενεχθήσεται, καὶ ὅτι καταλλαγὴ τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἔσται, καὶ τοσαῦτα ἡμῖν ἥξει τὰ ἀγαθά. Πῶς οὖν ἔγνωμεν; Ἡμῖν δὲ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Οὐ διὰ τῆς ἔξωθεν σοφίας· αὕτη γὰρ, καθάπερ τις θεραπαινὶς ἠτιμωμένη, οὐκ ἀφείθη ἔνδον εἰσελθεῖν, καὶ παρακύψαι εἰς τὰ δεσποτικὰ μυστήρια.

δʹ. Ὁρᾷς ὅσον τὸ μέσον τῆς σοφίας ταύτης κἀκείνης; Ἅπερ ἄγγελοι οὐκ ἔγνωσαν, ταῦτα ἡμᾶς ἐπαίδευσεν αὕτη. Ἡ δὲ ἔξωθεν τοὐναντίον ἐποίησεν· οὐ μόνον  οὐκ ἐπαίδευσεν, ἀλλὰ καὶ ἐκώλυσε καὶ διετείχισε, καὶ μετὰ τὸ  γενέσθαι  ἐπεσκίαζε τοῖς  γεγενημένοις,  τὸν  σταυρὸν  κενοῦσα. Οὐ τοίνυν  τῷ μαθεῖν δείκνυσι τὴν εἰς ἡμᾶς τιμὴν, καὶ τῷ μετὰ ἀγγέλων μαθεῖν, ἀλλὰ καὶ τῷ διὰ τοῦ Πνεύματος αὐτοῦ μαθεῖν. Εἶτα δεικνὺς τὸ μέγεθος, φησὶν, ὅτι Εἰ μὴ τὸ Πνεῦμα τὸ ἐπιστάμενον   τὰ  ἀπόῤῥητα  τοῦ  Θεοῦ,  ἀπεκάλυψεν,   οὐκ  ἂν   ἐμάθομεν.   Οὕτω περισπούδαστον τῷ  Θεῷ τὸ πρᾶγμα ἦν,  ὥστε ἐν  τοῖς  ἀποῤῥήτοις  εἶναι.  ∆ιὸ καὶ ἐκείνου ἐδεήθημεν  διδασκάλου τοῦ ταῦτα σαφῶς εἰδότος. Τὸ γὰρ Πνεῦμα πάντα, φησὶν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Οὐ γὰρ ἀγνοίας, ἀλλ' ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾷν ἐνδεικτικόν. Ταύτῃ γοῦν τῇ λέξει καὶ ἐπὶ τοῦ Θεοῦ  κέχρηται  λέγων·  Ὁ  δὲ  ἐρευνῶν   τὰς  καρδίας,  οἶδε  τί  τὸ  φρόνημα  τοῦ Πνεύματος. Εἶτα περὶ τῆς τοῦ Πνεύματος γνώσεως μετὰ ἀκριβείας εἰπὼν, καὶ διδάξας ὅτι οὕτως ἐξισάζει πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις αὐτὴ πρὸς ἑαυτὴν, καὶ δείξας ὅτι πάντα ἐκεῖθεν ἐμάθομεν, καὶ ἀναγκαίως ἐκεῖθεν, ἐπήγαγεν· Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Ὁρᾷς ποῦ ἡμᾶς ἀνήγαγεν ἀπὸ τῆς ἀξίας τοῦ διδασκάλου; Τοσοῦτον γὰρ ἡμεῖς ἐκείνων  σοφώτεροι, ὅσον τὸ μέσον Πλάτωνός τε καὶ Πνεύματος ἁγίου. Οἱ μὲν γὰρ τοὺς ἔξωθεν ῥήτορας ἔχουσι διδασκάλους, ἡμεῖς δὲ τὸ Πνεῦμα τὸ ἅγιον.  Τί δέ ἐστι, Πνευματικοῖς πνευματικὰ συγκρίνοντες;  Ὅταν  πνευματικὸν   καὶ  ἄπορον  ᾖ,  ἀπὸ  τῶν   πνευματικῶν   τὰς μαρτυρίας ἄγομεν. Οἷον λέγω, ὅτι ἀνέστη ὁ Χριστὸς, ὅτι ἀπὸ Παρθένου ἐγεννήθη. Παράγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις, τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ  τὴν  μετὰ  ταῦτα  ἀπαλλαγὴν,  τῶν  στειρῶν  τοὺς  τοκετοὺς,  τῆς  Σάῤῥας, τῆς Ῥεβέκκας   καὶ   τῶν   λοιπῶν,   τὴν   ἐν   τῷ   παραδείσῳ   τῶν   δένδρων   βλάστην γεγενημένην,   οὐ  σπερμάτων  καταβληθέντων,   οὐχ  ὑετῶν   κατενεχθέντων,   οὐκ αὔλακος ἀνατμηθείσης. Τὰ γὰρ μέλλοντα διεπλάττετο  καὶ διεγράφετο, ὡς ἐν σκιᾷ, τοῖς προτέροις, ἵνα πιστευθῇ ταῦτα παραγενόμενα. Καὶ δείκνυμι πάλιν, πῶς ἀπὸ γῆς ἄνθρωπος, καὶ πῶς ἀπὸ ἀνθρώπου μόνου ἡ γυνὴ, καὶ οὐδαμοῦ συνουσία, πῶς αὐτὴ ἡ γῆ ἀπ' οὐδενὸς, τῆς δυνάμεως  τοῦ ∆ημιουργοῦ πανταχοῦ  πρὸς πάντα  ἀρκούσης. Οὕτω πνευματικοῖς  πνευματικὰ  συγκρίνω,  καὶ  οὐδαμοῦ χρείαν  ἔχω  τῆς  ἔξωθεν σοφίας,  οὐδὲ  λογισμῶν  οὐδὲ  παρασκευῶν.  Ἐκεῖνοι  γὰρ  καὶ  παρασαλεύουσι τὴν ἀσθενῆ διάνοιαν καὶ θορυβοῦσι, καὶ ἀποδεῖξαι σαφῶς οὐδὲν ὧν λέγουσιν ἔχουσιν, ἀλλὰ καὶ τοὐναντίον  ποιοῦσι· ταράττουσι μᾶλλον, καὶ ζόφου πληροῦσι καὶ ἀπορίας πολλῆς.  ∆ιό φησι·  Πνευματικοῖς  πνευματικὰ  συγκρίνοντες.  Ὁρᾷς, πῶς  περιττὴν αὐτὴν δείκνυσιν; οὐ μόνον δὲ περιττὴν, ἀλλὰ καὶ ἐναντίαν καὶ βλαβεράν. Καὶ γὰρ τὸ εἰπεῖν, Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ, καὶ, Ἵνα μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἡ πίστις ἡμῶν, τοῦτο ἐδήλωσεν. Ἐνταῦθα δὲ δείκνυσιν, ὅτι ἀδύνατον θαῤῥοῦντας καὶ τὸ πᾶν ἐπιτρέποντας  αὐτῇ, μαθεῖν τι τῶν  χρησίμων. Ψυχικὸς γὰρ ἄνθρωπος, φησὶν, οὐ δέχεται τὰ τοῦ Πνεύματος. ∆εῖ τοίνυν αὐτὴν ἀποθέσθαι πρότερον. Τί οὖν; διαβέβληται, φησὶν, ἡ σοφία ἡ ἔξωθεν; Καίτοι ἔργον ἐστὶ τοῦ Θεοῦ. Πόθεν δῆλον; Οὐ γὰρ αὐτὸς αὐτὴν ἐποίησεν, ἀλλὰ σὺ ἐπεξεῦρες· καὶ γὰρ σοφίαν ἐνταῦθα τὸ περίεργον τῆς  ζητήσεως  λέγει,   καὶ  τὴν   περιττὴν   εὐγλωττίαν.   Εἰ  δὲ  τὴν   σύνεσιν  τὴν ἀνθρωπίνην   φαίη  τις  αὐτὸν  λέγειν,  καὶ  οὕτω  τὸ  ἔγκλημα  σόν.  Σὺ γὰρ  αὐτὴν διαβάλλεις, ὁ κακῶς κεχρημένος, ὁ πρὸς βλάβην καὶ ἐναντίωσιν  Θεοῦ, ὁ ἀπαιτῶν αὐτὴν ἅπερ οὐκ εἶχεν. Ἐπεὶ οὖν ἐν αὐτῇ καυχᾶσαι καὶ Θεῷ πολεμεῖς, ἤλεγξεν αὐτῆς τὴν ἀσθένειαν. Ἐπεὶ καὶ ἰσχὺς σώματος καλόν· ἀλλ' ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσατο αὐτῇ ὁ Κάϊν, παρέλυσεν αὐτὸν ὁ Θεὸς, καὶ τρέμειν ἐποίησε. Καὶ ὁ οἶνος καλόν· ἀλλ' ἐπειδὴ ἀμέτρως ἀπέλαυσαν οἱ Ἰουδαῖοι, καθόλου τοῖς ἱερεῦσιν ἀπηγόρευσεν ὁ Θεὸς τοῦ καρποῦ τὴν χρῆσιν. Ἐπεὶ οὖν καὶ σὺ τῇ σοφίᾳ εἰς ἀθέτησιν ἀπεχρήσω τοῦ Θεοῦ, καὶ μείζονα ἀπῄτησας αὐτὴν τῆς οἰκείας ἰσχύος, ἀπάγων σε τῆς ἀνθρωπίνης ἐλπίδος, ἔδειξεν αὐτῆς τὴν ἀσθένειαν. Καὶ γὰρ καὶ ψυχικός ἐστιν ὁ τὸ πᾶν τοῖς λογισμοῖς τοῖς ψυχροῖς διδοὺς, καὶ μὴ νομίζων ἄνωθέν τινος δεῖσθαι βοηθείας, ὅπερ ἐστὶν ἀνοίας. Καὶ γὰρ ἔδωκεν αὐτὴν ὁ Θεὸς, ἵνα μανθάνῃ καὶ δέχηται τὸ παρ' αὐτοῦ, οὐχ ἵνα ἑαυτῇ αὐτὴ ἀρκεῖν νομίζῃ. Καὶ γὰρ οἱ ὀφθαλμοὶ καλοὶ καὶ χρήσιμοι, ἀλλ' ἐὰν βούλωνται χωρὶς φωτὸς ὁρᾷν, οὐδὲν αὐτοὺς τὸ κάλλος ὀνίνησιν οὐδὲ ἡ οἰκεία ἰσχὺς, ἀλλὰ καὶ παραβλάπτει. Οὕτω τοίνυν  καὶ ψυχὴ, ἐὰν βουληθῇ χωρὶς Πνεύματος βλέπειν, καὶ ἐμπόδιον  ἑαυτῇ  γίνεται.  Πῶς οὖν  πρὸ τούτου,  φησὶν,  ἀφ'  ἑαυτῆς  πάντα  ἑώρα; Οὐδέποτε ἀφ' ἑαυτῆς, ἀλλ' εἶχε τὴν κτίσιν ἀντὶ βιβλίου προκειμένην ἐν μέσῳ· ἐπειδὴ δὲ, ἀφέντες βαδίσαι τὴν ὁδὸν, ἣν αὐτοῖς ὁ Θεὸς ἐκέλευσε, καὶ διὰ τοῦ κάλλους τῶν ὁρωμένων γνῶναι τὸν ∆ημιουργὸν, λογισμοῖς τὰ σκῆπτρα τῆς γνώσεως ἐνεχείρισαν, εἰς πέλαγος  ἀσεβείας ἀσθενήσαντες κατέδυσαν, εὐθέως  τὴν  ἄβυσσον τῶν  κακῶν εἰσάγοντες. καὶ εἰπόντες οὐδὲν ἐξ οὐκ ὄντων γίνεσθαι, ἀλλ' ἐξ ὕλης ἀγεννήτου, ὅθεν καὶ μυρίας ἔτεκον αἱρέσεις· καὶ ἐν μὲν τοῖς σφόδρα ἀτόποις συνηνέχθησαν, ἐν δὲ οἷς ἐδόκουν ὑγιές τι κἂν ὡς ἐν σκιαῖς ὀνειρώττειν, ἀλλήλοις συνεῤῥάγησαν, ἵν' ἑκατέρωθεν καταγελασθῶσιν. Ὅτι μὲν γὰρ ἐξ οὐκ ὄντων οὐδὲν γίνεται, πάντες ὁμοῦ σχεδὸν εἶπον καὶ ἔγραψαν, καὶ οὕτω μετὰ πολλῆς τῆς σπουδῆς. Ἐν τοῖς ἀτόποις οὖν ἤλασεν αὐτοὺς ὁ διάβολος· ἐν δὲ τοῖς χρησίμοις ἐν οἷς ἔδοξαν κἂν ἐν αἰνίγματί  τι τῶν ζητουμένων  εὑρίσκειν, ἐν τούτοις ἑαυτοὺς ἐπολέμησαν· οἷον, ὅτι ἀθάνατος ἡ ψυχὴ, καὶ ὅτι ἡ ἀρετὴ οὐδενὸς δεῖται τῶν ἔξωθεν, καὶ ὅτι οὐκ ἀνάγκης οὐδὲ εἱμαρμένης τὸ γενέσθαι καλοὺς, ἢ μὴ τοιούτους.

εʹ. Εἶδες τοῦ διαβόλου κακουργίαν; Εἴ που τι διεφθαρμένον  εἶδεν εἰπόντας,  ὁμονοῆσαι πάντας  ἐποίησεν· εἴ που δέ τι ὑγιὲς φθεγξαμένους, ἑτέρους κατ' αὐτῶν διήγειρεν· ὥστε μήτε τὰ ἄτοπα ἐκπεσεῖν τῇ συμφωνίᾳ βεβαιούμενα, καὶ τὰ χρήσιμα διαῤῥυῆναι ποικίλως βαλλόμενα. Ὅρα πῶς πανταχοῦ ἄτονος ἡ ψυχὴ, καὶ οὐκ ἀρκεῖ ἑαυτῇ. Καὶ τοῦτο εἰκότως γεγένηται. Εἰ γὰρ τοιαύτη γεγονυῖα φιλονεικεῖ  μηδενὸς χρείαν ἔχειν, καὶ ἀπάγει ἑαυτὴν τοῦ Θεοῦ, εἰ μὴ τοιαύτη ἐγεγένητο, ποῦ οὐκ ἂν ἐξώλισθε μανίας; Εἰ λαβοῦσα σῶμα θνητὸν, ἀπὸ ψευδοῦς ὑποσχέσεως τοῦ διαβόλου προσεδόκησε πολλῷ μείζονα· Ἔσεσθε γὰρ,  φησὶν, ὡς θεοί· εἰ καὶ τοῦτο ἐξ ἀρχῆς ἔλαβεν ἀθάνατον, ποῦ οὐκ ἂν ἐξέπεσε; Καὶ γὰρ καὶ μετ' ἐκεῖνο ἀγέννητον  ἑαυτὴν ἔφησεν εἶναι, καὶ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τοῦ σεσηπότος τῶν Μανιχαίων στόματος· καὶ τοὺς θεοὺς τοὺς παρ' Ἕλλησιν ἀπὸ τούτου τοῦ νοσήματος τῆς ὑποθέσεως ἀνέπλασε. ∆ιὰ τοῦτό μοι δοκεῖ καὶ τὴν ἀρετὴν ὁ Θεὸς ἐπίμοχθον ποιῆσαι, κάμπτων αὐτὴν καὶ εἰς τὸ μετριάζειν ἄγων. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό  ἐστιν  ἀληθὲς,  ὡς  ἂν  εἴ  τις  ἀπὸ  μικρῶν  μεγάλα  στοχάσαιτο,  ἀπὸ  τῶν Ἰσραηλιτῶν  αὐτὸ  μάθωμεν.  Οὗτοι γοῦν  ἡνίκα  οὐκ  ἔζων  ἐπίμοχθον  βίον,  ἀλλ' ἀνέσεως ἀπέλαυον, οὐκ ἐνεγκόντες τὴν εὐημερίαν, ἐξώλισθον εἰς ἀσέβειαν. Τί οὖν ὁ Θεὸς μετὰ τοῦτο; Πλῆθος νομίμων  ἐπέθηκε, κωλύων  αὐτῶν  τὴν ἄδειαν. Καὶ ἵνα μάθῃς ὅτι οὐ πρὸς ἀρετήν τινα συντελεῖ τὰ νόμιμα ταῦτα, ἀλλ' ἀντὶ χαλινοῦ τινος ἦν αὐτοῖς διδόμενα, ἀφορμὴν ἀσχολίας παρέχοντα, ἄκουσον τί περὶ αὐτῶν ὁ προφήτης φησίν· Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. Τί δέ ἐστιν, Οὐ καλά; Οὐδὲν μέγα πρὸς ἀρετὴν  συντελοῦντα·  διὸ καὶ ἐπάγει· ∆ικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. Ψυχικὸς  δὲ  ἄνθρωπος  οὐ  δέχεται  τὰ  τοῦ  Πνεύματος. Εἰκότως· ὥσπερ γὰρ  τοῖς ὀφθαλμοῖς τούτοις οὐδεὶς ἂν τὰ ἐν τοῖς οὐρανοῖς καταμάθοι· οὕτως οὐδὲ ψυχὴ μόνη τὰ τοῦ Πνεύματος. Καὶ τί λέγω τὰ ἐν τοῖς οὐρανοῖς; Οὐδὲ τὰ ἐν τῇ γῇ ἅπαντα. Καὶ γὰρ ὁρῶντες πύργον πόῤῥωθεν τετράγωνον, στρογγύλον εἶναι νομίζομεν· ἔστι δὲ ὀφθαλμῶν  ἀπάτη τὰ τῆς τοιαύτης ὑπολήψεως. Οὕτω τοίνυν καὶ ὅταν τὰ πόῤῥωθεν ἡμῶν πράγματα διὰ τῆς διανοίας μόνης δοκιμάζῃ τις, γέλως πολὺς ἕψεται. Οὐ γὰρ μόνον, οἷάπερ ἐστὶν αὐτὰ οὐκ ὄψεται, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐστιν ἡγήσεται· διὸ καὶ ἐπήγαγε· Μωρία γὰρ αὐτῷ ἐστι. Τοῦτο δὲ οὐ τῆς φύσεως τοῦ πράγματος, ἀλλὰ τῆς ἀσθενείας τοῦ μὴ δυνηθέντος τοῦ μεγέθους αὐτῶν ἐφικέσθαι διὰ τῶν τῆς ψυχῆς ὄψεων.  Εἶτα καὶ  τὴν  αἰτίαν  ἀντιτίθησι  λέγων·  Ὅτι οὐκ οἶδεν,  ὅτι  πνευματικῶς ἀνακρίνεται.   Τουτέστιν,   ὅτι   πίστεως   δεῖται   τὰ   λεγόμενα,   καὶ   λόγοις   αὐτὰ καταλαβεῖν οὐκ ἔνι· ὑπερβαίνει γὰρ αὐτῶν τὸ μέγεθος ἐκ πολλοῦ τοῦ περιόντος τῆς ἡμετέρας διανοίας τὴν εὐτέλειαν. ∆ιό φησιν· Ὁ δὲ πνευματικὸς  ἀνακρίνει  μὲν τὰ πάντα,  αὐτὸς  δὲ ὑπ' οὐδενὸς  ἀνακρίνεται.  Καὶ γὰρ ὁ βλέπων,  πάντα  μὲν  αὐτὸς καθορᾷ καὶ τὰ τοῦ μὴ βλέποντος, τὰ δὲ ἐκείνου τῶν μὴ βλεπόντων οὐδείς. Οὕτω καὶ νῦν, τὰ μὲν ἡμέτερα καὶ τὰ τῶν  ἀπίστων πάντα ἴσμεν ἡμεῖς, τὰ δὲ ἡμῶν ἐκεῖνοι λοιπὸν οὐκέτι. Καὶ γὰρ ἴσμεν τίς μὲν ἡ τῶν παρόντων πραγμάτων φύσις, τίς δὲ ἡ τῶν μελλόντων   ἀξία,  καὶ  τί  ποτε  ὁ  κόσμος  μετὰ  ταῦτα  γενήσεται,  καὶ  τί  μὲν  οἱ ἁμαρτωλοὶ πείσονται, τίνος  δὲ ἀπολαύσονται  οἱ δίκαιοι, καὶ ὅτι οὐδενὸς ἄξια τὰ παρόντα   πράγματα  καὶ  ἴσμεν,  καὶ  ἐλέγχομεν   αὐτῶν   τὴν   εὐτέλειαν   (τὸ  γὰρ ἀνακρίνειν,  καὶ ἐλέγχειν  ἐστὶ), καὶ ὅτι τὰ μέλλοντά  ἐστιν ἀθάνατα  καὶ ἀκίνητα. Ταῦτα ἅπαντα οἶδεν ὁ πνευματικὸς,  καὶ τί πείσεται ὁ ψυχικὸς  ἀπελθὼν  ἐκεῖ, καὶ τίνος ἀπολαύσεται ὁ πιστὸς ἐντεῦθεν ἀποδημήσας, ὧν οὐδὲν οἶδεν ὁ ψυχικός. ∆ιὸ καὶ σαφῆ τῶν εἰρημένων ἀπόδειξιν ἐπαγαγὼν, ἔλεγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν;  Ἡμεῖς  δὲ  νοῦν  Χριστοῦ ἔχομεν.  Τουτέστι, τὰ  ἐν  τῷ  νῷ  τοῦ Χριστοῦ ταῦτα ἡμεῖς ἴσμεν, καὶ ἅπερ αὐτὸς βούλεται καὶ ἀπεκάλυψεν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι τὸ Πνεῦμα ἀπεκάλυψεν, ἵνα μή τις τὸν Υἱὸν παρώσηται, ἐπάγει ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἡμῖν ἔδειξεν· οὐ τοῦτο λέγων, ὅτι πάντα ἃ οἶδεν ἴσμεν, ἀλλ' ὅτι πάντα ἃ οἴδαμεν, οὐκ ἀνθρώπινα,  ὥστε ὑποπτευθῆναι,  ἀλλὰ τοῦ νοῦ ἐκείνου καὶ πνευματικά. 
ςʹ. Τὸν γὰρ νοῦν, ὃν ἔχομεν περὶ τούτων, τοῦ Χριστοῦ ἔχομεν· τουτέστι, τὴν γνῶσιν, ἣν ἔχομεν περὶ τῶν κατὰ τὴν πίστιν πραγμάτων, πνευματικὴν  ἔχομεν, ὥστε  εἰκότως  ὑπ'  οὐδενὸς  ἀνακρινόμεθα.  Οὐδὲ  γὰρ  οἷόν  τε  τὰ  θεῖα  εἰδέναι ἄνθρωπον ψυχικόν· διὸ καὶ ἔλεγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου; τὸν ἡμέτερον νοῦν τὸν περὶ τούτων, ἐκείνου λέγων  εἶναι νοῦν. Καὶ τὸ, Ὃς συμβιβάσει αὐτὸν, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃ εἶπεν ἤδη, ὅτι Τὸν πνευματικὸν  οὐδεὶς ἀνακρίνει. Εἰ γὰρ εἰδέναι   οὐδεὶς   δύναται   τοῦ   Θεοῦ  τὸν   νοῦν,   πολλῷ   μᾶλλον   διδάσκειν   καὶ διορθοῦσθαι· τοῦτο γάρ ἐστιν, Ὃς συμβιβάσει αὐτόν. Ὁρᾷς ὡς πανταχόθεν  ἐξωθεῖ τὴν σοφίαν τὴν ἔξωθεν, καὶ πλείονα εἰδότα καὶ μείζονα δείκνυσι τὸν πνευματικόν; Ἐπειδὴ γὰρ ἐκεῖναι αἱ αἰτίαι (οἷον τὸ, Ἵνα μὴ καυχήσηται πᾶσα σάρξ· καὶ ὅτι διὰ τοῦτο, Ἐξελέξατο τὰ μωρὰ, ἵνα καταισχύνῃ  τοὺς σοφούς· καὶ, Ἵνα μὴ κενωθῇ  ὁ σταυρὸς τοῦ  Χριστοῦ) οὐ  σφόδρα τοῖς  ἀπίστοις  ἀξιόπιστοι  εἶναι  ἐδόκουν,  οὐδὲ ἐπαγωγοὶ  καὶ ἀναγκαῖαι καὶ χρήσιμοι, ἑξῆς λοιπὸν  τίθησι τὴν κυριωτάτην  αἰτίαν, ὅτι τούτῳ μάλιστα τῷ τρόπῳ δυνάμεθα ἰδεῖν, ἐξ οὗ καὶ τὰ ὑψηλὰ καὶ τὰ ἀπόῤῥητα, καὶ τὰ ὑπὲρ ἡμᾶς μαθεῖν ἕξομεν. Καὶ γὰρ ἐκενοῦτο ὁ λόγος τῷ μὴ δύνασθαι ἡμᾶς καταλαβεῖν  διὰ τῆς ἔξωθεν  σοφίας τὰ ὑπὲρ ἡμᾶς. Ὁρᾷς ὅτι καὶ συνέφερεν  οὕτω μᾶλλον  μαθεῖν  παρὰ τοῦ Πνεύματος; καὶ γὰρ καὶ εὐκολωτάτη  καὶ σαφεστάτη ἡ διδασκαλία. Ἡμεῖς δὲ νοῦν  Χριστοῦ ἔχομεν. Τουτέστι, πνευματικὸν,  θεῖον, οὐδὲν ἀνθρώπινον  ἔχοντα. Οὐ γὰρ Πλάτωνος οὐδὲ Πυθαγόρου, ἀλλ' ὁ Χριστὸς τὰ ἑαυτοῦ τῇ ἡμετέρᾳ ἐνέθηκε διανοίᾳ. Τοῦτο γοῦν αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ βίον ἐπιδειξώμεθα ἄριστον· ἐπεὶ καὶ αὐτὸς τοῦτο ποιεῖται πολλῆς φιλίας τεκμήριον, τὸ τὰ ἀπόῤῥητα ἡμῖν ἀποκαλύπτειν, λέγων· Οὐκέτι ὑμᾶς λέγω δούλους· πάντες γὰρ ὑμεῖς φίλοι  μού ἐστε, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀπήγγειλα  ὑμῖν· τουτέστιν, Ἐθάῤῥησα ὑμῖν. Εἰ δὲ τοῦτο μόνον φιλίας τεκμήριον, τὸ θαῤῥῆσαι· ὅταν φαίνηται μὴ θαῤῥήσας μόνον τὰ διὰ ῥημάτων μυστήρια, ἀλλὰ καὶ αὐτὰ ταῦτα διὰ τῶν ἔργων ἡμῖν χαρισάμενος, ἐννόησον πόσης ἀγάπης ἐστὶ τὸ γινόμενον! Τοῦτο γοῦν αἰσχυνθῶμεν· καὶ εἰ μηδεὶς γεέννης τοσοῦτος λόγος ἔσται ἡμῖν, ἀλλ' ἔστω γεέννης φοβερώτερον τὸ περὶ τὸν οὕτω φίλον καὶ εὐεργέτην ἀγνώμονας γενέσθαι καὶ ἀχαρίστους· μηδὲ ὡς μισθωτοὶ οἰκέται, ἀλλ' ὡς υἱοὶ καὶ ἐλεύθεροι πάντα πράττωμεν διὰ τὴν τοῦ Πατρὸς φιλίαν, καὶ παυσώμεθά ποτε τῷ κόσμῳ προσηλωμένοι, ἵνα καὶ Ἕλληνας καταισχύνωμεν.  Ἐπεὶ καὶ νῦν  βουλόμενος πρὸς αὐτοὺς ἀνατείνασθαι, ἀναδύομαι, μήποτε  τοῖς  λόγοις  αὐτοὺς  νικῶντες  καὶ τῇ τῶν  δογμάτων  ἀληθείᾳ,  πολὺν  τὸν καταγέλωτα  ἀπὸ τῆς τοῦ βίου συγκρίσεως ἡμῖν ἐνέγκωμεν· ὅταν οἱ μὲν τῇ πλάνῃ προσέχοντες   καὶ   μηδὲν   τοιοῦτο   πεπεισμένοι,   φιλοσοφίας   ἔχωνται,   ἡμεῖς   δὲ τοὐναντίον   ἅπαν.  Πλὴν  ὅμως  ἐρῶ·  ἴσως  γὰρ,  ἴσως  μελετῶντες   πρὸς  αὐτοὺς μάχεσθαι,  φιλονεικήσομεν  βελτίους  αὐτῶν  γενέσθαι  καὶ  κατὰ  τὸν  βίον  αὐτόν. Πρώην μὲν ἔλεγον, ὅτι οὐκ ἂν ἐπῆλθε κηρῦξαι τοῖς ἀποστόλοις ἅπερ ἐκήρυξαν, εἰ μὴ θείας ἀπέλαυσαν χάριτος· καὶ ὅτι οὐ μόνον οὐ κατώρθωσαν, ἀλλ' οὐδ' ἂν ἐβουλεύσαντό τι τοιοῦτον· φέρε δὴ  καὶ σήμερον αὐτὸ τοῦτο ἐπεξέλθωμεν τῷ λόγῳ, καὶ δείξωμεν, ὡς ἀδύνατον  ἦν τοῦτο κἂν ἑλέσθαι καὶ ἐννοῆσαι, εἰ μὴ τὸν Χριστὸν εἶχον μεθ' ἑαυτῶν· οὐκ ἐπειδὴ ἀσθενεῖς πρὸς ἰσχυροὺς, οὐκ ἐπειδὴ ὀλίγοι πρὸς  πολλοὺς,  οὐκ  ἐπειδὴ  πένητες  πρὸς  πλουσίους,  οὐδὲ  ἐπειδὴ  ἀμαθεῖς  πρὸς σοφοὺς παρετάττοντο, ἀλλ' ἐπειδὴ καὶ τῆς προλήψεως πολλὴ ἦν ἡ ἰσχύς. Ἴστε γὰρ ὡς οὐδὲν οὕτως ἰσχυρὸν παρὰ ἀνθρώποις, ὡς συνηθείας παλαιᾶς τυραννίς. Ὥστε εἰ καὶ μὴ δώδεκα ἦσαν μόνον, μηδὲ οὕτως εὐτελεῖς καὶ τοιοῦτοι, ἀλλ' ἑτέρα οἰκουμένη τοσαύτη, καὶ  πλῆθος  ἀντίῤῥοπον  εἶχον  μεθ'  ἑαυτῶν  τεταγμένον,  ἢ  καὶ  πολλῷ πλείους, καὶ οὕτω δύσκολον ἦν τὸ γινόμενον. Ἐκείνοις μὲν γὰρ ἡ συνήθεια συνέπραττε, τούτοις δὲ ἡ καινοτομία ἠναντιοῦτο.  Οὐδὲν γὰρ οὕτω θορυβεῖ ψυχὴν, κἂν ἐπὶ χρησίμῳ τινὶ γίνηται, ὡς καινοτομεῖν τι καὶ ξενίζειν, καὶ μάλιστα ὅταν περὶ λατρείας καὶ περὶ τῆς τοῦ Θεοῦ δόξης τοῦτο γίνηται. Καὶ ὅση τούτου τοῦ πράγματος ἡ  ἰσχὺς, ἤδη  ποιήσω  φανερὸν,  πρότερον  ἐκεῖνο  εἰπὼν,  ὅτι  καὶ  ἑτέρα δυσκολία προσῆν πρὸς Ἰουδαίους. Ἐπὶ μὲν γὰρ τῶν Ἑλλήνων καὶτοὺς θεοὺς καὶ τὰ δόγματα αὐτῶν   κατέλυον   ἅπαντα,  Ἰουδαίοις  δὲ  οὐχ  οὕτω  διελέγοντο·  ἀλλὰ  τῶν  μὲν δογμάτων πολλὰ ἔπαυον, τὸν δὲ Θεὸν τὸν νομοθετήσαντα προσκυνεῖν ἐκέλευον· καὶ λέγοντες, ὅτι δεῖ θεραπεύειν τὸν νομοθέτην, ἔλεγον· Μὴ πάντα πείθου τῷ νόμῳ τῷ παρ' ἐκείνου  τεθέντι,  οἷον  ἐν  τῷ  φυλάττειν  τὸ σάββατον ἢ περιτομὴν  τηρεῖν  ἢ θυσίας προσάγειν ἢ ἄλλο τι τῶν τοιούτων ποιεῖν. Ὥστε οὐ μόνον ἡ θυσία ἐμπόδιον ἦν,  ἀλλὰ  καὶ  τὸ τὸν  Θεὸν προσκυνεῖν  κελεύοντας,  πολλοὺς  τῶν  ἐκείνου  λύειν κελεύειν νόμους. Ἐπὶ δὲ τῶν Ἑλλήνων μεγάλη τῆς συνηθείας ἦν ἡ τυραννίς.


ζʹ. Καὶ γὰρ εἰ καὶ δέκα ἐτῶν μόνον, οὐ λέγω χρόνου τοσούτου, καὶ εἰ ἀνθρώπων ὀλίγων, οὐ λέγω τῆς οἰκουμένης ἁπάσης, ὑπὸ συνηθείας προκατειλημμένων ἐπῆλθον οὗτοι, καὶ οὕτω δύσκολος ἦν ἡ μετάστασις· νυνὶ δὲ καὶ σοφισταὶ καὶ ῥήτορες καὶ πατέρες καὶ πάπποι καὶ ἐπίπαπποι, καὶ πολλοὶ τῶν τούτων ἀνωτέρω, τῇ πλάνῃ ἦσαν προκατειλημμένοι, καὶ γῆ καὶ θάλαττα καὶ ὄρη καὶ νάπαι, καὶ βαρβάρων πάντα τὰ γένη καὶ Ἑλλήνων δῆμοι πάντες, καὶ σοφοὶ καὶ ἰδιῶται, καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ  γυναῖκες  καὶ  ἄνδρες,  καὶ  νέοι  καὶ  γέροντες,  καὶ  δεσπόται  καὶ  οἰκέται,  καὶ γηπόνοι καὶ δημιουργοὶ, καὶ οἱ τὰς πόλεις καὶ οἱ τὰς χώρας οἰκοῦντες ἅπαντες. Καὶ εἰκὸς ἦν τοὺς κατηχουμένους λέγειν· Τί ποτε τοῦτό ἐστι; πάντες οἱ τὴν οἰκουμένην οἰκοῦντες ἠπάτηνται, καὶ σοφισταὶ καὶ ῥήτορες, καὶ φιλόσοφοι καὶ συγγραφεῖς, οἵ τε παρόντες  οἵ  τε  πρὸ  τούτου  γενόμενοι,  οἱ  περὶ  Πυθαγόραν  καὶ  Πλάτωνα,  καὶ στρατηγοὶ καὶ ὕπατοι καὶ βασιλεῖς, καὶ οἱ τῶν πόλεων ἐξ ἀρχῆς πολῖται καὶ οἰκισταὶ, καὶ  βάρβαροι καὶ  Ἕλληνες;  καὶ  οἱ  δώδεκα  ἁλιεῖς  καὶ  σκηνοποιοὶ  καὶ  τελῶναι πάντων ἐκείνων εἰσὶ σοφώτεροι; καὶ τίς ἂν ταῦτα ἀνάσχοιτο; Ἀλλ' ὅμως οὐκ εἶπον ταῦτα, οὐκ ἐνενόησαν, ἀλλ' ἠνέσχοντο, καὶ ἔγνωσαν ὅτι πάντων  ἦσαν σοφώτεροι· διὸ καὶ πάντων ἐκράτησαν. Καὶ ἵνα μάθῃς πόση τῆς συνηθείας ἐστὶν ἡ ἰσχὺς, τῶν τοῦ Θεοῦ προσταγμάτων  πολλάκις  ἐκράτησε. Καὶ τί λέγω, προσταγμάτων; αὐτῶν  μὲν οὖν  τῶν  εὐεργεσιῶν.  Καὶ γὰρ οἱ Ἰουδαῖοι  μάννα  ἔχοντες,  σκόροδα ἐζήτουν, καὶ ἐλευθερίας ἀπολαύοντες, τῆς δουλείας ἐμέμνηντο, καὶ Αἴγυπτον συνεχῶς ἐπεζήτουν διὰ τὴν συνήθειαν. Οὕτως ἡ συνήθεια τυραννικόν! Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἔξωθεν αὐτὴν μαθεῖν, λέγεται Πλάτων, καίτοι γε ἀκριβῶς εἰδὼς ὅτι πλάνη τις ἦν τὰ περὶ θεῶν, καὶ ταῖς ἑορταῖς καὶ τοῖς ἄλλοις ἅπασι συγκαταβῆναι, ἅτε οὐ κατισχύων συνηθείᾳ πολεμῆσαι, καὶ ἔργῳ παρὰ τοῦ διδασκάλου τοῦτο μαθών. Καὶ γὰρ οὗτος ὑποπτευθεὶς  ἐπὶ καινοτομίᾳ  τινὶ  τοιαύτῃ, τοσοῦτον ἀπέσχε τοῦ κατορθῶσαι ὅπερ ἐβούλετο, ὅτι καὶ τοῦ ζῇν ἐξέπεσε, καὶ ταῦτα ἀπολογησάμενος. Πόσους δὲ καὶ νῦν ὁρῶμεν  ἀνθρώπους  ἀπὸ προλήψεως  κατεχομένους  ἐν  ἀσεβείᾳ, καὶ εὔλογον  μὲν οὐδὲν ἔχοντας εἰπεῖν, ἐπειδὰν ἐγκαλοῖντο Ἕλληνες ὄντες, πατέρας δὲ καὶ πάππους καὶ ἐπιπάππους  προβαλλομένους; ∆ιὰ δὴ τοῦτο  καί τινες  τῶν  ἔξωθεν,  δευτέραν φύσιν τὴν συνήθειαν ἐκάλεσαν. Ὅταν δὲ καὶ ἐν δόγμασιν ἡ συνήθεια ᾖ, βεβαιοτέρα γίνεται·  πάντα  γάρ  τις  εὐκολώτερον  ἀμείψειεν,  ἢ  τὰ  περὶ  θρησκείας.  Καὶ τὸ αἰσχύνεσθαι δὲ μετὰ τῆς συνηθείας ἱκανὸν ἦν ἐμποδίσαι, καὶ τὸ δοκεῖν ἐν ἐσχάτῳ γήρᾳ μεταμαθεῖν, καὶ παρὰ τῶν ἀσυνετωτέρων. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ψυχῆς ταῦτα συμβαίνει, ὅπου γε καὶ ἐπὶ σώματος μεγάλην ἔχει τὴν ἰσχὺν ἡ συνήθεια; Ἐπὶ δὲ τῶν ἀποστόλων καὶ ἕτερον ἦν δυνατώτερον τούτων ἐμπόδισμα, τὸ μὴ μόνον συνήθειαν ἀμείβειν οὕτω παλαιὰν καὶ ἀρχαίαν, ἀλλὰ καὶ μετὰ κινδύνων τὴν μετάστασιν ποιεῖσθαι. Οὐ γὰρ ἁπλῶς ἀπὸ συνηθείας εἰς συνήθειαν εἷλκον, ἀλλ' ἀπὸ συνηθείας ἄδειαν  ἐχούσης εἰς  πράγματα  κινδύνους  ἀποτελοῦντα.  Τὸν γὰρ πιστεύοντα  ἔδει εὐθέως δημεύεσθαι, ἐλαύνεσθαι, πατρίδος ἐκπίπτειν, τὰ ἔσχατα πάσχειν δεινὰ, παρὰ πάντων μισεῖσθαι, κοινὸν εἶναι πολέμιον καὶ ἰδίοις καὶ ἀλλοτρίοις. Ὥστε εἰ καὶ ἐπὶ συνήθειαν ἐκάλουν ἀπὸ καινοτομίας, καὶ οὕτω δύσκολον τὸ πρᾶγμα ἦν· ὅπου δὲ ἀπὸ συνηθείας  ἐπὶ  καινοτομίαν,  καὶ  ταῦτα  προσῆν τὰ δεινὰ,  ἐννόησον  πόσον ἦν  τὸ ἐμπόδισμα. Καὶ τῶν εἰρημένων δὲ πάλιν ἕτερον οὐκ ἔλαττον προσέκειτο τούτοις τὸ ποιοῦν δύσκολον τὴν μετάστασιν. Μετὰ γὰρ τῆς συνηθείας καὶ τῶν κινδύνων,  καὶ ταῦτα τὰ ἐπιτάγματα φορτικώτερα ἦν, καὶ ὧν ἀπῆγον, ῥᾴδιά τε καὶ εὔκολα. Ἀπὸ γὰρ πορνείας  ἐπὶ  σωφροσύνην  ἐκάλουν,  ἀπὸ  μέθης  ἐπὶ  νηστείαν,  ἀπὸ  γέλωτος  ἐπὶ δάκρυα  καὶ  κατάνυξιν,  ἀπὸ  πλεονεξίας  ἐπὶ  ἀκτημοσύνην,  ἀπὸ  φιλοζωΐας   ἐπὶ θανάτους,  ἀπὸ  ἀδείας  ἐπὶ  κινδύνους·  καὶ  τὴν  ἐσχάτην  διὰ  πάντων   ἀπῄτουν ἀκρίβειαν· Αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ  στόματος ὑμῶν.  Καὶ ταῦτα  ἔλεγον  τοῖς  οὐδὲν  ἄλλο  εἰδόσιν, ἢ μεθύειν  καὶ γαστρίζεσθαι, τοῖς ἑορτὰς ἐπιτελοῦσιν οὐδαμόθεν ἄλλοθεν συνεστώσας ἢ ἀπὸ αἰσχρότητος καὶ γέλωτος  καὶ κωμῳδίας  ἁπάσης. Ὥστε οὐ τῷ φιλοσοφία  εἶναι τὰ πράγματα, φορτικὰ  ἦν τὰ λεγόμενα  μόνον,  ἀλλὰ  καὶ τῷ ἀνθρώποις  λέγεσθαι ἐν ἀδείᾳ τραφεῖσι καὶ αἰσχρότητι καὶ μωρολογίᾳ καὶ γέλωτι καὶ κώμοις. Τίς γὰρ τῶν ἐν ἐκείνοις βεβιωκότων ἀκούων, ὅτι Ἐὰν μή τις ἄρῃ ἑαυτοῦ τὸν σταυρὸν, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· καὶ, ὅτι Οὐκ ἦλθον  βαλεῖν  εἰρήνην,  ἀλλὰ μάχαιραν, καὶ διχάσαι ἄνθρωπον  κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, οὐκ ἂν ἐνάρκησε; Τίς δὲ ἀκούων, ὅτι Ἐὰν μή τις ἀποτάξηται καὶ οἰκίᾳ καὶ πατρίδι καὶ χρήμασιν, οὐκ ἔστι μου ἄξιος, οὐκ ἂν ὤκνησεν, οὐκ ἂν ἀπηγόρευσεν; Ἀλλ' ὅμως οὐ μόνον οὐκ ἐνάρκων, οὐδὲ ἀνεδύοντο ταῦτα ἀκούοντες, ἀλλὰ προσέτρεχον  καὶ  ἐπεπήδων  τοῖς  δεινοῖς,  καὶ  ἥρπαζον  τὰ  ἐπιττατόμενα.  Τὸ  δὲ ἀκούειν,  ὅτι Παντὸς ῥήματος ἀργοῦ δώσομεν εὐθύνας· καὶ, Ὁ ἐμβλέψας  γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ὀφθεῖσαν· καὶ, Ὁ ὀργισθεὶς εἰκῆ, εἰς  γέενναν   πεσεῖται,  τίνα  οὐκ  ἂν  τῶν  τότε  ἀπεσόβησεν;  Ἀλλ'  ὅμως  πάντες ἐπέδραμον, καὶ πολλοὶ καὶ ὑπὲρ τὰ σκάμματα ἥλλοντο. Τί οὖν αὐτοὺς ἐπήγετο; οὐκ εὔδηλον ὅτι ἡ δύναμις τοῦ κηρυττομένου; Εἰ γὰρ μὴ τοῦτο ἦν, τοὐναντίον  δὲ ἦν, ἐκεῖνοι μὲν οὗτοι, οὗτοι δὲ ἦσαν ἐκεῖνοι, ἆρ' ἂν εὔκολον ἦν ἔχειν καὶ ἑλκῦσαι τοὺς ἐναντιουμένους; Οὐκ ἔστιν εἰπεῖν

 ηʹ. Ὥστε διὰ πάντων δείκνυται θεία δύναμις οὖσα ἡ κατορθώσασα. Ἐπεὶ πόθεν ἔπεισαν, εἰπέ μοι, τοὺς χαύνους καὶ τοὺς διαῤῥέοντας, ἐπὶ τὸν σκληρὸν καὶ τραχὺν  φέροντες βίον; Ἀλλὰ τὰ μὲν παραγγέλματα  τοιαῦτα· ἴδωμεν  δὲ  μήποτε  τὸ  δόγμα  ἐπαγωγὸν  ἦν.  Καὶ μὴν  καὶ  τοῦτο  ἱκανὸν  ἦν  τοὺς ἀπίστους ἀποσοβῆσαι. Τί γὰρ ἔλεγον  οἱ κηρύσσοντες; Ὅτι τὸν ἐσταυρωμένον  δεῖ προσκυνεῖν, καὶ τοῦτον Θεὸν νομίζειν, τὸν ἐκ γυναικὸς γεννηθέντα  Ἰουδαίας. Καὶ τίς ἂν τούτοις ἐπείσθη, μὴ θείας δυνάμεως προηγουμένης; Ὅτι μὲν γὰρ ἐσταυρώθη καὶ ἐτάφη, πάντες εἶδον· ὅτι δὲ ἀνέστη καὶ ἀνῆλθε, πλὴν  τῶν  ἀποστόλων οὐδεὶς ἐθεάσατο. Ἀλλ' ἐπαγγελίαις  αὐτοὺς ἐπῆραν, φησὶ, καὶ ψόφῳ  ῥημάτων  ἠπάτησαν. Τοῦτο μὲν οὖν αὐτὸ μάλιστα δείκνυσι, καὶ χωρὶς τῶν εἰρημένων ἁπάντων, ὅτι οὐκ ἔστιν  ἀπάτη  τὰ ἡμέτερα. Τὰ μὲν  γὰρ δυσχερῆ πάντα  ἐντεῦθεν  συνέβαινε· τὰ δὲ χρηστὰ μετὰ τὴν ἀνάστασιν ἐπαγγείλασθαι ἔδει. Αὐτὸ μὲν οὖν τοῦτο (πάλιν γὰρ ἐρῶ) δείκνυσι θεῖον ὂν τὸ ἡμέτερον κήρυγμα. ∆ιὰ τί γὰρ μηδεὶς τῶν πιστευόντων εἶπεν, ὅτι Οὐ πρόσειμι οὐδὲ ἀνέχομαι· τὰ δυσχερῆ μοι ἐνταῦθα ἀπειλεῖς, καὶ τὰ χρηστὰ μετὰ τὴν   ἀνάστασιν  ἐπαγγέλλῃ;   πόθεν   γὰρ  δῆλον,   ὅτι  ἀνάστασις  ἔσται;  τίς   τῶν ἀπελθόντων  ἦλθε; τίς  τῶν  κειμένων  ἀνέστη; τίς  τούτων  εἶπε τί  ἔσται μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; Ἀλλ' οὐδὲν τούτων οὐκ ἐνενόησαν, ἀλλὰ καὶ τὰς ψυχὰς ἀπέδωκαν ὑπὲρ τοῦ σταυρωθέντος. Ὥστε αὐτὸ τοῦτο μάλιστα μεγάλης δυνάμεως ἦν, τὸ μηδέποτε μηδὲν τοιοῦτον ἀκούσαντας ἀθρόον πεῖσαι περὶ μεγάλων οὕτω πραγμάτων, καὶ παρασκευάσαι τὰ μὲν δυσχερῆ καταδέξασθαι ἐπὶ τῆς πείρας, τὰ δὲ χρηστὰ ἐν ἐλπίσιν  ἔχειν.  Εἰ δὲ ἠπάτων,  τοὐναντίον  ἂν ἐποίησαν μᾶλλον·  τὰ μὲν χρηστὰ ἐντεῦθεν ἐπηγγείλαντο,  τὰ δὲ φοβερὰ ἐσίγησαν ἂν, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα. Οὕτω γὰρ οἱ ἀπατῶντες καὶ οἱ κολακεύοντες ποιοῦσιν· οὐδὲν τραχὺ οὐδὲ ἐπαχθὲς  οὐδὲ  φορτικὸν  προτείνουσιν,  ἀλλὰ  τοὐναντίον   ἅπαν·  τοῦτο  γάρ  ἐστιν ἀπάτη. Ἀλλ' ἡ ἄνοια, φησὶ, τῶν πολλῶν πεισθῆναι ἐποίησε τοῖς λεγομένοις. Τί φής; ὅτε ὑπὸ Ἕλλησιν ἦσαν, οὐκ ἦσαν ἀνόητοι, ἀλλ' ὅτε πρὸς ἡμᾶς μετέστησαν, τότε ἀνόητοι  γεγόνασι; καίτοι  γε οὐκ ἄλλους  ἀνθρώπους,  οὐδὲ ἐξ ἄλλης  οἰκουμένης λαβόντες  ἔπεισαν οἱ ἀπόστολοι. Καίτοι τὰ μὲν  Ἑλλήνων  ἁπλῶς  κατεῖχον,  τὰ δὲ ἡμέτερα μετὰ κινδύνων κατεδέξαντο· ὥστε εἰ μετὰ λόγου κρείττονος αὐτὰ κατεῖχον, τοσοῦτον αὐτοῖς ἐντραφέντες  χρόνον, οὐκ ἂν αὐτῶν  ἀπέστησαν, καὶ μάλιστα ὅτε οὐδὲ ἀκινδύνως  ἀποστῆναι ἐνῆν. Ἐπεὶ δὲ ἔγνωσαν  ἐξ αὐτῆς τῶν  πραγμάτων  τῆς φύσεως, ὅτι γέλως  ἐκεῖνα καὶ πλάνη, διὰ τοῦτο καὶ θανάτων  ἀπειλουμένων,  τῶν μὲν  συνήθων  ἀπεπήδησαν,  εἰς  δὲ  τὰ  καινὰ  ηὐτομόλησαν,  ἅτε  τούτου  μὲν  τοῦ δόγματος κατὰ φύσιν ὄντος,  ἐκείνου δὲ παρὰ φύσιν. Ἀλλ' οἰκέται, φησὶν, ἦσαν οἱ πεισθέντες, καὶ γυναῖκες καὶ τίτθαι καὶ μαῖαι καὶ εὐνοῦχοι. Μάλιστα μὲν οὐκ ἀπὸ τούτων  ἡμῖν  ἡ Ἐκκλησία συνέστηκε μόνον,  καὶ τοῦτο  δῆλον  ἅπασιν· εἰ δὲ ἀπὸ τούτων, τοῦτο μάλιστά ἐστι τὸ ποιοῦν τὸ κήρυγμα θαυμαστὸν, ὅτι τοιαῦτα δόγματα, οἷα Πλάτων καὶ οἱ κατ' ἐκεῖνον οὐκ ἴσχυσαν ἐννοῆσαι ὅλως, ἐξαίφνης  ἴσχυσαν οἱ ἁλιεῖς, τὸ πάντων ἀμαθέστατον γένος, πείθειν καταδέξασθαι. Οὐδὲ γὰρ εἰ φρονίμους ἔπεισαν μόνον, οὕτω θαυμαστὸν ἦν τὸ γεγονός· ἐπειδὴ δὲ οἰκέτας καὶ τίτθας καὶ εὐνούχους εἰς τοσοῦτον ἤγαγον φιλοσοφίας, ὡς ἀγγέλοις ἐφαμίλλους ποιῆσαι, μεγίστην  τῆς  θείας  ἐμπνοίας  παρεῖχον  ἀπόδειξιν.  Καὶ γὰρ  εἰ  μὲν  εὐτελῆ  τινα ἐπέταττον, εἶχε λόγον ἴσως τὸ τὴν τούτων πειθὼ εἰς ἀπόδειξιν τῆς εὐτελείας τῶν λεγομένων προβάλλεσθαι· εἰ δὲ μεγάλα καὶ ὑψηλὰ καὶ ἀνθρωπίνην  σχεδὸν ὑπερβαίνοντα  φύσιν, καὶ ὑψηλῆς  δεόμενα διανοίας  ἐφιλοσόφουν,  ὅσῳ ἂν δείξῃς ἀνοήτους τοὺς πεισθέντας, τοσούτῳ μᾶλλον ἀποδεικνύεις σοφοὺς καὶ θείας χάριτος πεπληρωμένους   τοὺς  πείσαντας.  Ἀλλὰ  τῇ  ὑπερβολῇ  τῶν   ἐπαγγελιῶν,   φησὶν, ἔπεισαν.  Αὐτὸ  δὲ  τοῦτο  οὐ  θαυμάζεις,  εἰπέ  μοι,  πῶς  ἔπεισαν  μετὰ  θάνατον προσδοκᾷν ἔπαθλα καὶ ἀμοιβάς; Ἐγὼ γὰρ αὐτὸ τοῦτο ἐκπλήττομαι. Ἀλλὰ καὶ τοῦτο ὑπὸ  ἀνοίας,  φησί.  Ποίας  ἀνοίας,  εἰπέ  μοι,  ταῦτα,  ὅτι  ἡ  ψυχὴ  ἀθάνατος,  καὶ δικαστήριον ἀδέκαστον μετὰ τὸν ἐνταῦθα ἡμᾶς λήψεται βίον, καὶ εὐθύνας καὶ ῥημάτων καὶ πραγμάτων καὶ ἐννοιῶν δώσομεν τῷ τὰ ἀπόῤῥητα εἰδότι Θεῷ, καὶ τοὺς μὲν κακοὺς ὀψόμεθα κολαζομένους, τοὺς δὲ ἀγαθοὺς στεφανουμένους; Ταῦτα γὰρ οὐχὶ ἀνοίας, ἀλλὰ τῆς μεγίστης ἐστὶ φιλοσοφίας.


θʹ. Αὐτὸ οὖν τοῦτο, εἰπέ μοι, τὸ καταφρονεῖν  τῶν  παρόντων,  τὸ μέγα  νομίζειν  ἀρετὴν,  τὸ  μὴ τὰ  ἆθλα  ἐνταῦθα ζητεῖν, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ ψυχὴν  οὕτως εὔτονον ἔχειν καὶ πιστὴν,  ὡς  μηδενὶ  τῶν  παρόντων  δεινῶν  πρὸς τὰς  μελλούσας  παρεμποδίζεσθαι ἐλπίδας, πόσης ἂν εἴη φιλοσοφίας; Ἀλλὰ βούλει καὶ αὐτῶν τῶν ἐπαγγελιῶν καὶ τῶν προῤῥήσεων μαθεῖν  τὴν  δύναμιν,  καὶ τὴν  ἀλήθειαν  τῶν  πρὸ τούτων,  τῶν  μετὰ ταῦτα; Θέα μοι σειρὰν χρυσῆν πλεκομένην ποικίλως ἐξ ἀρχῆς. Εἶπέ τινα αὐτοῖς περὶ ἑαυτοῦ καὶ περὶ τῶν Ἐκκλησιῶν καὶ περὶ τῶν μελλόντων  πραγμάτων, καὶ λέγων ἐθαυματούργει. Οὐκοῦν ἀπὸ τῆς ἐκβάσεως τῶν εἰρημένων δῆλον ὅτι καὶ τὰ θαύματα ἀληθῆ,  καὶ  τὰ  μέλλοντα   ἐπηγγελμένα.   Ἵνα  δὲ  καὶ  σαφέστερον  γένηται   τὸ λεγόμενον,  ἐπ'  αὐτῶν  αὐτὸ  ποιήσω  τῶν  πραγμάτων   φανερόν.  Ἀνέστησε  τὸν Λάζαρον ῥήματι  μόνῳ  ψιλῷ,  καὶ ζῶντα  ἔδειξεν· εἶπε πάλιν,  ὅτι  Πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας· καὶ, ὅτι Ὁ καταλιπὼν  πατέρα ἢ μητέρα ἑκατονταπλασίονα  λήψεται  ἐν τῷ αἰῶνι  τούτῳ, καὶ ζωὴν αἰώνιον  κληρονομήσει. Οὐκοῦν τὸ μὲν θαῦμα ἓν, τὸ τοῦ Λαζάρου· αἱ δὲ προῤῥήσεις δύο, ἡ μὲν ἐνταῦθα δεικνυμένη, ἡ δὲ ἐν τῷ μέλλοντι. Σκόπει τοίνυν πῶς ἅπαντα δι' ἀλλήλων κατασκευάζεται. Εἰ μὲν γάρ τις ἀπιστοίη, ὅτι Λάζαρος ἀνέστη, ἀπὸ τῆς προῤῥήσεως τῆς  περὶ   τῆς  Ἐκκλησίας  εἰρημένης  πιστευέτω  τῷ  θαύματι·  τὸ  γὰρ  πρὸ τοσούτων  λεχθὲν   χρόνων   τότε  ἐξέβη  καὶ  τέλος  ἔλαβε·  πύλαι  γὰρ  ᾅδου  τῆς Ἐκκλησίας οὐ κατίσχυσαν. Ὁ τοίνυν ἀληθεύσας ἐν τῇ προῤῥήσει, εὔδηλον ὅτι καὶ τὸ θαῦμα εἰργάσατο· ὁ δὲ καὶ τὸ θαῦμα ἐργασάμενος, καὶ ἅπερ εἶπεν εἰς τέλος ἀγαγὼν, εὔδηλον  ὅτι καὶ ἐν  τῇ προῤῥήσει τῇ περὶ τῶν  μελλόντων  ἀληθεύει,  λέγων,  ὅτι Ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει ὁ τῶν παρόντων ὑπεριδών. Τὰ γὰρ ἤδη γεγενημένα  καὶ εἰρημένα, ἐνέχυρα μέγιστα τῶν μελλόντων ἐκβήσεσθαι  δέδωκε.  Ταῦτα  τοίνυν   ἅπαντα   καὶ  τὰ  τούτοις   ἐοικότα  ἀπὸ  τῶν Εὐαγγελίων συναγαγόντες, λέγωμεν  πρὸς αὐτοὺς, καὶ ἐπιστομίζωμεν αὐτούς. Εἰ δὲ λέγοι  τις, Πῶς οὖν οὐκ ἐσβέσθη τέλεον  ἡ πλάνη;  ἐκεῖνο ἂν εἴποιμεν,  ὅτι Ὑμεῖς αἴτιοι, οἱ πρὸς τὴν ἑαυτῶν στασιάζοντες σωτηρίαν· ἐπεὶ ὁ Θεὸς τὰ πράγματα οὕτως ᾠκονόμησεν, ὡς μηδὲ λείψανον ὑπολειφθῆναι τῆς ἀσεβείας. Ἀναλογισώμεθα τοίνυν τὰ εἰρημένα διὰ βραχέων. Ποίαν ἔχει φύσιν τὰ πράγματα; τοὺς ἀσθενεῖς ὑπὸ τῶν δυνατῶν ἡττᾶσθαι, ἢ τοὐναντίον; τοὺς τὰ εὔκολα λέγοντας, ἢ τοὺς τὰ χαλεπώτερα; τοὺς μετὰ κινδύνων ἕλκοντας, ἢ τοὺς μετὰ ἀδείας; τοὺς καινοτομοῦντας, ἢ τοὺς τὴν συνήθειαν  κρατύνοντας;  τοὺς ἐπὶ τραχεῖαν, ἢ τοὺς ἐπὶ τὴν ῥᾳδίαν ἄγοντας  ὁδόν; τοὺς τῶν  πατρῴων  ἀφιστῶντας,  ἢ τοὺς οὐ ξένα  νομοθετοῦντας; τοὺς  μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν πάντα ὑπισχνουμένους τὰ χρηστὰ, ἢ τοὺς ἐν τῷ παρόντι κολακεύοντας βίῳ; τοὺς πολλοὺς ὑπὸ τῶν ὀλίγων, ἢ τοὺς ὀλίγους ὑπὸ τῶν πολλῶν; Ἀλλὰ  καὶ  ὑμεῖς  ἐνταῦθα,  φησὶν,  ὑπέσχεσθε.  Τί  δὲ  ἐνταῦθα  ὑπεσχόμεθα; Ἁμαρτημάτων ἄφεσιν καὶ λουτρὸν παλιγγενεσίας. Μάλιστα μὲν καὶ τὸ βάπτισμα ἐν τοῖς μέλλουσιν ἔχει τὸ πλέον. Καὶ βοᾷ Παῦλος λέγων· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ἡ ζωὴ ὑμῶν φανερωθῇ, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Εἰ δὲ καὶ ἐνταῦθα ἔχει ἀγαθὰ, ὥσπερ οὖν καὶ ἔχει, καὶ τοῦτο μάλιστα πολλοῦ  θαύματος, ὅτι ἴσχυσαν πεῖσαι τοὺς τὰ μυρία ἐργασαμένους δεινὰ, καὶ ὅσα μηδεὶς ἕτερος, ὅτι πάντα ἀπολούσονται, καὶ οὐδενὸς δώσουσι λόγον τῶν πεπλημμελημένων. Ὥστε καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαυμάζειν ἐχρῆν,  ὅτι  ἀνθρώπους   βαρβάρους  τοιαύτην   ἔπεισαν  καταδέξασθαι  πίστιν,  καὶ χρηστὰς περὶ τῶν  μελλόντων  ἔχειν  ἐλπίδας, καὶ τὸ πρότερον τῶν  ἁμαρτημάτων φορτίον  ἀπεσκευασμένους μετὰ πολλῆς τῆς προθυμίας εἰς τὸ ἐπιὸν τῶν  ὑπὲρ τῆς ἀρετῆς ἅπτεσθαι πόνων, καὶ πρὸς αἰσθητὸν μὲν μηδὲν κεχηνέναι, πάντων δὲ ἀνωτέρους τῶν σωματικῶν γεγενημένους νοερὰς δέξασθαι δωρεὰς, καὶ τὸν Πέρσην καὶ τὸν Σαυρομάτην, καὶ τὸν Μαῦρον καὶ τὸν Ἰνδὸν εἰδέναι ψυχῆς καθαρμὸν, καὶ Θεοῦ δύναμιν καὶ φιλανθρωπίαν  ἄφατον, καὶ πίστεως φιλοσοφίαν, καὶ Πνεύματος ἁγίου ἐπιφοίτησιν, καὶ σωμάτων ἀνάστασιν, καὶ ζωῆς ἀθανάτου δόγματα. Ταῦτα γὰρ ἅπαντα καὶ τὰ τούτων  πλείονα  γένη  βαρβάρων οἱ ἁλιεῖς  μυσταγωγοῦντες  ἐν τῷ βαπτίσματι, φιλοσοφεῖν ἔπεισαν. Ταῦτα τοίνυν ἅπαντα μετὰ ἀκριβείας φυλάξαντες, πρὸς αὐτοὺς λέγωμεν, καὶ τὴν ἀπὸ τοῦ βίου πάλιν αὐτοῖς ἀπόδειξιν παρεχώμεθα, ἵνα ἑκατέρωθεν ἡμεῖς τε σωθῶμεν, ἐκείνους τε ἐπισπασώμεθα πρὸς τὴν τοῦ Θεοῦ δόξαν· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |