Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61
ΙΒʹ Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.
αʹ. Ἕως μὲν αὐτῷ τῶν φορτικῶν ἔδει ῥημάτων, οὐκ ἀπεκάλυψε τὴν σκηνὴν, ἀλλ' ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο, ἵνα τὸ ἀξίωμα τῶν ἐγκαλουμένων προσώπων τοῖς ἐγκαλοῦσιν ἀντιπίπτον, ἀπὸ τῶν ἐγκλημάτων εἰς ὀργὴν ἐξενεχθῆναι μὴ συγχωρήσῃ· ἐπειδὴ δὲ ἀνεῖναι λοιπὸν ἔδει, τότε ἀπαμφιάσας αὐτὸ, καὶ τὸ προσωπεῖον ἀπάρας, ἔδειξε τὰ κρυπτόμενα πρόσωπα ἐν τῇ τοῦ Παύλου καὶ Ἀπολλὼ προσηγορίᾳ. ∆ιὸ καὶ ἔλεγε· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ καθάπερ ἐπὶ τῶν καμνόντων, ὅταν λακτίζῃ τὸ παιδίον τὸ ἀῤῥωστοῦν καὶ ἀποστρέφηται τὰ προσφερόμενα σιτία παρὰ τῶν ἰατρῶν, τὸν πατέρα ἢ τὸν παιδαγωγὸν καλέσαντες
οἱ προσεδρεύοντες, παρὰ τῶν τοῦ ἰατροῦ χειρῶν λαβόντας τὰ σιτία προσάγειν κελεύουσιν, ὥστε ἐκ τοῦ φόβου τοῦ πρὸς ἐκείνους δέξασθαι καὶ ἡσυχάσαι· οὕτω καὶ Παῦλος μέλλων ὑπὲρ ἑτέρων ἐγκαλεῖν, τῶν μὲν ὡς ἀδικουμένων, τῶν δὲ ὡς πέρα τοῦ μέτρου τιμωμένων, αὐτὰ μὲν οὐκ ἔθηκε τὰ πρόσωπα, ἐπὶ δὲ τῆς ἑαυτοῦ προσηγορίας καὶ τῆς Ἀπολλὼ τὸν λόγον προσήγαγεν, ἵνα αἰδούμενοι τούτους δέξωνται τὴν θεραπείαν· ἐπειδὴ δὲ ἐδέξαντο, τότε λοιπὸν ἀπεκάλυψεν ὑπὲρ ὧν ταῦτα ἔλεγεν. Ἦν δὲ ταῦτα οὐχ ὑπόκρισις, ἀλλὰ συγκατάβασις καὶ οἰκονομία. Εἰ γὰρ εἶπε φανερῶς, ὅτι Ὑμεῖς δὲ τοὺς ἄνδρας κρίνετε τοὺς ἁγίους καὶ θαυμαστοὺς, κἂν ἐδυσχέραναν καὶ ἀπεπήδησαν· νῦν δὲ εἰπών· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ· καὶ πάλιν, Τίς δέ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; εὐπαράδεκτον τὸν λόγον ἐποίησε. ∆ιά τοι τοῦτο ἔφησεν, ὅτι Ταῦτα εἰς ἐμαυτὸν μετεσχημάτισα δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, δεικνὺς ὅτι εἰ ἐπ' ἐκείνων τὸν λόγον προσήγαγεν, οὐκ ἂν ἔμαθον ὅσα μαθεῖν ἔδει, οὐδ' ἂν ἐδέξαντο τὴν διόρθωσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόμενα. Νυνὶ δὲ αἰδούμενοι τοὺς περὶ Παῦλον, ἤνεγκαν ῥᾳδίως τὴν ἐπιτίμησιν. Τί δέ ἐστι τὸ, Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν; Γέγραπται· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Εἰ γάρ ἐσμεν ἓν καὶ συνδεδέμεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή. Ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθήσεται, φησί· καὶ, Ὁ θέλων εἶναι πρῶτος πάντων, γενέσθω πάντων διάκονος. Ταῦτά ἐστιν ἃ γέγραπται. Ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Πάλιν τοὺς διδασκάλους ἀφεὶς, τοῖς μαθηταῖς ἐπιτιμᾷ· ἐκεῖνοι γὰρ ἦσαν οἱ τούτους ἐπαίροντες. Καὶ ἄλλως δὲ οἱ ἄρχοντες οὐκ ἂν εὐκόλως ἐδέξαντο τὸν τοιοῦτον λόγον, διὰ τὸ τῆς δόξης ἐπιθυμεῖν τῆς ἔξωθεν· καὶ γὰρ ἦσαν πεπηρωμένοι τῷ πάθει· οἱ δὲ αὐτοὶ μὴ καρπούμενοι τὴν δόξαν, ἀλλ' ἑτέροις αὐτὴν παρέχοντες, καὶ εὐκολώτερον ἂν ἤνεγκαν τὴν νουθεσίαν, καὶ κυριώτεροι τῶν ἀρχόντων ἦσαν πρὸς τὸ λῦσαι τὸ νόσημα. Ἄρα καὶ τοῦτο φυσιώσεως, τὸ ὑπὲρ ἑτέρου ἐπαίρεσθαι, κἂν μὴ ἐπὶ τοῖς αὑτοῦ τις τοῦτο πάσχῃ. Ὥσπερ γὰρ ὁ ἐπὶ πλούτῳ μέγα φρονῶν ἀλλοτρίῳ, ἐξ ἀπονοίας αὐτὸ ποιεῖ· οὕτω καὶ ὁ ἐπὶ τῇ δόξῃ τοῦ ἑτέρου. Καὶ καλῶς φυσίωσιν ἐκάλεσεν. Ὅταν γὰρ ἐπαναστῇ τὸ μέλος τὸ ἓν, οὐδὲν ἕτερόν ἐστιν ἢ φλεγμονὴ καὶ νόσημα· ἄλλως γὰρ οὐ γίνεται ὑψηλότερον ἕτερον ἑτέρου μέλος, ἀλλ' ἢ ὅταν οἴδημα γένηται. Οὕτω τοίνυν καὶ ἐν τῷ σώματι τῆς Ἐκκλησίας ὁ φλεγμαίνων καὶ φυσιούμενος, αὐτὸς ἂν εἴη ὁ νοσῶν· οἰδεῖ γὰρ ὑπὲρ τὴν κοινὴν συμμετρίαν. Τοῦτο γάρ ἐστιν οἴδημα. Οὕτω καὶ ἐν τῷ σώματι γίνεται, ὅταν νόθος τις καὶ πονηρὸς ἐπιῤῥεύσῃ χυμὸς, ἀλλὰ μὴ ἡ εἰωθυῖα τροφή. Οὕτω καὶ ἀλαζονεία τίκτεται, ἀλλοτρίων ἡμῖν ἐπεισερχομένων λογισμῶν. Καὶ ὅρα πῶς κυρίως εἶπε· Μὴ φυσιοῦσθε. Τὸ γὰρ πεφυσημένον ὄγκον ἔχει πνεύματος ἐμπεπλησμένον χυμοῦ διεφθορότος. Ταῦτα δὲ λέγει, οὐ τὴν θεραπείαν ἐκκόπτων, ἀλλὰ τὴν ἐπὶ κακῷ θεραπείαν. Βούλει θεραπεύειν τὸν δεῖνα; Οὐ κωλύω· ἀλλὰ μὴ εἰς ἑτέρου λύμην. Οὐ γὰρ ἵνα κατ' ἀλλήλων συνταττώμεθα, διδάσκαλοι ἡμῖν ἐδόθησαν, ἀλλ' ἵνα πάντες ἀλλήλοις συναπτώμεθα. Καὶ γὰρ ὁ στρατηγὸς διὰ τοῦτο ἐπίκειται τῷ στρατοπέδῳ, ἵνα τοὺς κεχωρισμένους ἓν σῶμα ἐργάσηται· εἰ δὲ μέλλοι διασπᾷν τὸ στρατόπεδον, πολεμίου μᾶλλον ἢ στρατηγοῦ χώραν ἐπλήρωσε. Τίς γάρ σε διακρίνει; τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Λοιπὸν ἀφεὶς τοὺς ἀρχομένους, πρὸς τοὺς ἄρχοντας τρέπεται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι; κρίσις γὰρ γέγονεν; ἐξέτασις προεχώρησε; δοκιμασία, βάσανος ἀκριβής; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ δὲ ἄνθρωποι ψηφίζονται, ἀλλ' οὐκ ὀρθὴ τούτων ἡ κρίσις. Θῶμεν δὲ, ὅτι καὶ ἄξιος ἐπαίνων εἶ, καὶ ἔχεις ὄντως τὸ χάρισμα, καὶ οὐ διέφθαρται τῶν ἀνθρώπων ἡ κρίσις· οὐδέ γε οὕτως ἐχρῆν μέγα φρονεῖν. Οὐδὲν γὰρ οἴκοθεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαβών. Τί τοίνυν ἔχειν προσποιῇ, ὅπερ οὐκ ἔχεις; Ἀλλ' ἔχεις τοῦτο σὺ, καὶ ἕτεροι μετὰ σοῦ. Οὐκοῦν λαβὼν ἔχεις, οὐχὶ τόδε καὶ τόδε, ἀλλὰ πάντα ὅσα ἔχεις.
βʹ. Οὐ γὰρ σὰ κατορθώματα ταῦτα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος. Κἂν τὴν πίστιν εἴπῃς, ἀπὸ τῆς κλήσεως γέγονε· κἂν τὴν ἄφεσιν εἴπῃς τῶν ἁμαρτημάτων, κἂν τὰ χαρίσματα κἂν τὸν διδασκαλικὸν λόγον, κἂν τὰς δυνάμεις, πάντα ἐκεῖθεν ἔλαβες. Τί τοίνυν ἔχεις, εἰπὲ, ὅπερ οὐχὶ λαβὼν ἔχεις, ἀλλ' αὐτὸς ἀπὸ σαυτοῦ κατώρθωσας; οὐκ ἂν ἔχοις εἰπεῖν. Ἀλλ' ἔλαβες, καὶ διὰ τοῦτο μέγα φρονεῖς; ∆ιὰ τοῦτο μὲν οὖν ἔδει συνεστάλθαι· οὐ γὰρ σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλαβες, ἀλλὰ παρ' ἐκείνου ἔλαβες· εἰ δὲ παρ' ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες· εἰ δὲ οὐ σὸν ἔλαβες, τί μέγα φρονεῖς, ὡς σὸν ἔχων; ∆ιὸ καὶ ἐπήγαγεν· Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Κατασκευάσας τοίνυν κατὰ συνδρομὴν τὸν λόγον, δείκνυσιν ὅτι καὶ πολλῶν αὐτοῖς δεῖ, καί φησιν, ὅτι Μάλιστα μὲν, εἰ καὶ πάντα ἐλάβετε, οὐκ ἔδει καυχᾶσθαι· οὐδὲν γὰρ ὑμέτερον· νυνὶ δὲ καὶ πολλῶν ἐστε ἔρημοι. Καὶ ἐν ἀρχῇ μὲν τοῦτο ᾐνίξατο εἰπών· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς· καὶ, Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· ἐνταῦθα δὲ ἐντρεπτικῶς ποιεῖ λέγων· Ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· τουτέστιν, Οὐδενὸς δεῖσθε λοιπὸν, τέλειοι γεγένησθε, τὴν κορυφὴν αὐτὴν κατέχετε, οὐδενὸς ἐν χρείᾳ καθεστηκέναι νομίζετε, οὔτε ἀποστόλων, οὔτε διδασκάλων. Ἤδη κεκορεσμένοι ἐστέ. Καὶ καλῶς τῷ Ἤδη ἐχρήσατο, ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν καὶ τὴν ἄλογον οἴησιν. ∆ιὸ καὶ κωμῳδῶν αὐτοὺς, ἔλεγεν· Οὕτω ταχέως πρὸς τὸ τέλος ἐφθάσατε, ὅπερ ἀδύνατον ἦν γενέσθαι διὰ τὸν καιρόν. Τὰ γὰρ τελειότερα ἐν τῷ μέλλοντι μένει· τὸ δὲ ἀπὸ ὀλίγων κορεσθῆναι, ψυχῆς ἐστιν ἀσθενοῦς· τὸ ἀπὸ ὀλίγων νομίζειν πλουτεῖν, ναυτιώσης καὶ ταλαιπώρου· ἀκόρεστον γὰρ ἡ εὐλάβεια· καὶ παιδικῆς διανοίας ἐστὶν ἀπὸ τῶν πρώτων νομίζειν τὸ πᾶν εἰληφέναι, καὶ οὐδέπω οὐδὲ ἐν προοιμίοις ὄντας ὡς τοῦ τέλους ἐπειλημμένους μέγα φρονεῖν. Εἶτα καὶ διὰ τῶν ἑξῆς ἐντρέπει μᾶλλον. Εἰπὼ γὰρ, Ἤδη κεκορεσμένοι ἐστὲ, ἐπήγαγεν· Ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Πολλῆς γέμει τῆς βαρύτητος ὁ λόγος. ∆ιὸ καὶ ἔσχατον αὐτὸν ἐπήγαγε μετὰ πολλὴν τὴν ἐπίπληξιν. Οὕτω γὰρ σεμνὴ γίνεται ἡ παραίνεσις καὶ εὐπαράδεκτος, ὅταν μετὰ τὰς κατηγορίας ἐπιφέρηται τὰ ἐντρεπτικὰ ῥήματα. Καὶ γὰρ τὴν ἀναίσχυντον ἱκανὸν τοῦτο ψυχὴν κατασχεῖν, καὶ πλῆξαι μειζόνως τῆς φανερᾶς κατηγορίας, καὶ διορθῶσαι τὴν ἀπὸ τῆς κατηγορίας μέλλουσαν γίνεσθαι ἀλγηδόνα τε καὶ ἀναισχυντίαν. Τὸ γὰρ δὴ θαυμαστὸν τῶν ἐντρεπτικῶν λόγων τοῦτο μάλιστά ἐστιν, ὅτι δύο κέκτηνται τἀναντία· καὶ τομὴν βαθυτέραν δίδωσι τῆς προφανοῦς διαβολῆς, καὶ τὸν ἐλεγχόμενον παρασκευάζει χαλεπώτερον τεμνόμενον καρτερῆσαι μειζόνως. Χωρὶς ἡμῶν ἐβασιλεύσατε. Πολλὴ ἔμφασις ἐνταῦθα καὶ πρὸς τοὺς διδασκάλους καὶ πρὸς τοὺς μαθητάς. Καὶ τὸ ἀσυνείδητον δὲ αὐτῶν δείκνυται καὶ τὸ σφόδρα ἀνόητον. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἐν μὲν τοῖς πόνοις φησὶν εἶναι πάντα κοινὰ καὶ ἡμῖν καὶ ὑμῖν, ἐν δὲ τοῖς ἐπάθλοις καὶ τοῖς στεφάνοις ὑμεῖς πρῶτοι. Ἀλλ' οὐκ ἀλγῶ ταῦτα λέγων· διὸ καὶ ἐπήγαγε· Καὶ ὄφελόν γε ἐβασιλεύσατε. Εἶτα, ἵνα μὴ δόξῃ εἰρωνεία τις εἶναι, ἐπήγαγεν· Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Καὶ γὰρ ἂν, φησὶ, καὶ ἡμεῖς τούτων ἐπετύχομεν τῶν ἀγαθῶν. Εἶδες πῶς ὁμοῦ καὶ τὴν βαρύτητα καὶ τὴν κηδεμονίαν ἐνδείκνυται καὶ τὴν φιλόσοφον γνώμην; Ὅρα πῶς καθαιρεῖ καὶ τὸν τῦφον δι' ὧν ἐπάγει λέγων· ∆οκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Πολλὴν τὴν ἔμφασιν καὶ τὴν βαρύτητα ἐνδείκνυται πάλιν τῷ εἰπεῖν, Ἡμᾶς. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τὸ ἀξίωμα ἐπήγαγε, σφόδρα αὐτῶν καθικνούμενος· Ἡμᾶς, φησὶ, τοὺς ἀποστόλους· τοὺς τὰ μυρία ὑπομένοντας κακὰ, τοὺς σπείροντας τὸ κήρυγμα τῆς εὐσεβείας, τοὺς ἐπὶ τὴν φιλοσοφίαν ταύτην ὑμᾶς ἄγοντας· τούτους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, τουτέστιν, ὡς καταδίκους. Ἐπειδὴ γὰρ εἶπεν, Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, καὶ ἐχάλασε τῷ λόγῳ τὸ σφοδρόν· ἵνα μὴ αὐτοὺς ἐκλύσῃ, ἀναλαμβάνει πάλιν αὐτὸ μετὰ πλείονος βαρυθυμίας, καί φησι· ∆οκῶ γὰρ, ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Ὡς γὰρ ὁρῶ, φησὶ, καὶ ἐξ ὧν ὑμεῖς φατε, οἱ πάντων ἀτιμότεροι καὶ οἱ κατάδικοι ἡμεῖς ἐσμεν, οἳ εἰς τὸ πάσχειν ἀεὶ κακῶς προβεβλήμεθα· ὑμεῖς δὲ ἤδη βασιλείαν καὶ τιμὰς καὶ τὰ ἔπαθλα φαντάζεσθε. Βουλόμενος δὲ εἰς πλείονα ἀτοπίαν ἀπαγαγεῖν τὸν λόγον, καὶ δεῖξαι αὐτὸν ἀπίθανον μεθ' ὑπερβολῆς, οὐκ εἶπεν, ὅτι Ἁπλῶς ἡμεῖς ἐσμεν ἔσχατοι, ἀλλ', Ὁ Θεὸς ἡμᾶς ἐσχάτους ἐποίησε. Καὶ οὐκ ἠρκέσθη τῷ εἰπεῖν Ἐσχάτους, ἀλλὰ προσέθηκε καὶ Ἐπιθανατίους· ἵνα καὶ ὁ σφόδρα ἀνόητος συνειδῇ τῶν εἰρημένων τὸ ἀπίθανον, καὶ ὅτι ἀλγοῦντος ἦν τὰ λεγόμενα καὶ σφόδρα αὐτοὺς ἐντρέποντος.
γʹ. Καὶ ὅρα Παύλου σύνεσιν. Ἀφ' ὧν ἑαυτὸν, ἡνίκα ἂν ᾖ καιρὸς, ἐπαίρει καὶ σεμνὸν δείκνυσι καὶ μέγαν ποιεῖ, ἀπὸ τούτων ἐκείνους ἐντρέπει νῦν, κατάδικον ἑαυτὸν καλῶν. Τοσοῦτόν ἐστι μετὰ τοῦ προσήκοντος καιροῦ πάντα ποιεῖν. Ἐπιθανατίους δὲ ἐνταῦθα τοὺς καταδίκους λέγει, καὶ μυρίων θανάτων ἀξίους. Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Τί ἐστι, Θέατρον ἐγενήθημεν τῷ κόσμῳ; Οὐκ ἐν γωνίᾳ μιᾷ οὐδὲ ἐν μικρῷ τῆς οἰκουμένης μέρει ταῦτα πάσχομεν, φησὶν, ἀλλὰ πανταχοῦ καὶ ἐπὶ πάντων. Τί δέ ἐστι, Καὶ ἀγγέλοις; Ἀντὶ τοῦ, Ἔστι μὲν ἀνθρώποις εἶναι θέατρον, μηκέτι δὲ ἀγγέλοις, ὅταν εὐτελῆ τὰ γινόμενα ᾖ· τὰ δὲ ἡμῶν παλαίσματα τοιαῦτα, ὡς καὶ τῆς ἀγγελικῆς θεωρίας ἄξια εἶναι. Ὅρα ἀφ' ὧν ἑαυτὸν ἐξευτελίζει, πῶς πάλιν μέγαν δείκνυσιν· ἀφ' ὧν δὲ ἐκεῖνοι μέγα φρονοῦσι, πῶς αὐτοὺς εὐτελεῖς ἀποφαίνει. Ἐπειδὴ γὰρ τὸ μωροὺς εἶναι τοῦ φρονίμους φαίνεσθαι, καὶ τὸ ἀσθενεῖς εἶναι τοῦ ἰσχυροὺς γίνεσθαι, καὶ τὸ ἀτίμους εἶναι τοῦ ἐνδόξους καὶ περιφανεῖς εὐτελέστερον εἶναι ἐδόκει, καὶ τὰ μὲν ἐκείνοις μέλλει προσρίπτειν, τὰ δὲ αὐτὸς κατεδέξατο· δείκνυσιν ὅτι ταῦτα ἐκείνων ἀμείνω, εἴ γε διὰ ταῦτα μὴ μόνον ἀνθρώπων, ἀλλὰ καὶ αὐτῶν τῶν ἀγγέλων τὸν δῆμον πρὸς τὴν θεωρίαν ἐπέστρεψε τὴν ἑαυτῶν. Οὐ γὰρ πρὸς ἀνθρώπους ἡμῖν ἡ πάλη μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις. ∆ιὰ τοῦτο καὶ μέγα θέατρον κάθηται. Ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Πάλιν καὶ τοῦτο ἐντρεπτικῶς εἴρηκε, δεικνὺς ὅτι πρᾶγμά ἐστιν ἀδύνατον ταῦτα συμβῆναι τὰ ἐναντία, καὶ οὐκ ἔστιν ἐν τοῖς αὐτοῖς τὰ τοσοῦτον ἀλλήλων ἀπέχοντα συνελθεῖν. Πῶς γὰρ ἔνι, φησὶν, ὑμᾶς μὲν φρονίμους εἶναι, ἡμᾶς δὲ μωροὺς ἐν τοῖς κατὰ Χριστὸν πράγμασιν; Ἐπειδὴ γὰρ αὐτοὶ μὲν ἐτύπτοντο καὶ κατεφρονοῦντο καὶ ἠτιμάζοντο καὶ οὐδὲν εἶναι ἐνομίζοντο, ἐκεῖνοι δὲ τιμῆς ἀπέλαυον, καὶ σοφοί τινες καὶ συνετοὶ παρὰ πολλοῖς ὑπωπτεύοντο, διὰ τοῦτο ταῦτά φησιν, ὅτι Πῶς ἔνι τοὺς τὰ τοιαῦτα κηρύττοντας, ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύεσθαι εἶναι; Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί. Τουτέστιν, Ἡμεῖς ἐλαυνόμεθα, διωκόμεθα· ὑμεῖς δὲ ἀδείας ἀπολαύετε καὶ θεραπείας πολλῆς. Ἀλλ' οὐκ ἀνέχεται τοῦ κηρύγματος ἡ φύσις. Ἡμεῖς ἄτιμοι, ὑμεῖς δὲ ἔνδοξοι. Ἐνταῦθα πρὸς τοὺς εὐγενεῖς ἀποτείνεται καὶ μέγα φρονοῦντας ἐπὶ τοῖς ἔξωθεν. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί. Τουτέστιν, Οὐ παλαιὰ διηγοῦμαι πράγματα, ἀλλ' ἅπερ καὶ ὁ παρών μοι καιρὸς μαρτυρεῖ. Τῶν γὰρ ἀνθρωπίνων ἡμῖν λόγος οὐδεὶς οὐδὲ τῆς ἔξωθεν περιφανείας, ἀλλὰ πρὸς τὸν Θεὸν ἀφορῶμεν μόνον· ὃ δὴ καὶ ἡμᾶς πράττειν πανταχοῦ ἀναγκαῖον. Οὐ γὰρ δὴ ἄγγελοι θεωροῦσι μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων ὁ ἀγωνοθέτης. Μὴ τοίνυν ἑτέρων δεόμεθα ἐπαινετῶν. Τοῦτο γὰρ ἐκεῖνόν ἐστιν ὑβρίσαι, ὅταν ὡς οὐκ ἀρκοῦντα πρὸς τὸ θαυμάσαι παρατρέχοντες, ἐπὶ τοὺς συνδούλους σπεύδωμεν. Καθάπερ γὰρ οἱ ἐν μικρῷ θεάτρῳ ἀγωνιζόμενοι μέγα ζητοῦσιν, ὡς οὐκ ἀρκοῦντος αὐτοῖς πρὸς ἐπίδειξιν ἐκείνου· οὕτω καὶ οἱ ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ ἀγωνιζόμενοι, εἶτα τὴν παρὰ ἀνθρώποις ζητοῦντες εὐφημίαν, τὴν μείζονα ἀφέντες καὶ τῆς ἐλάττονος ἐφιέμενοι, μεγάλην ἑαυτοῖς ἐπισπῶνται κόλασιν. Τοῦτο γοῦν ἄνω καὶ κάτω πάντα πεποίηκε, τοῦτο συνετάραξε τὴν οἰκουμένην ἅπασαν, ὅτι πρὸς ἀνθρώπους βλέποντες ἅπαντα πράττομεν, κἀν τοῖς ἀγαθοῖς οὐδὲν ἡγούμεθα τὸ τὸν Θεὸν ἔχειν θαυμαστὴν, ἀλλ' ἐπιζητοῦμεν τὴν παρὰ τοῖς ὁμοδούλοις εὐδοκίμησιν· κἀν τοῖς ἐναντίοις πάλιν αὐτοῦ καταφρονήσαντες, ἀνθρώπους δεδοίκαμεν. Καίτοι γε αὐτοὶ μεθ' ἡμῶν στήσονται ἐπὶ τοῦ βήματος ἐκείνου, οὐδὲν ἡμᾶς ὠφελοῦντες· ὁ δὲ Θεὸς, οὗ καταφρονοῦμεν νῦν, αὐτὸς οἴσει τὴν ψῆφον ἡμῖν. Ἀλλ' ὅμως, καὶ ταῦτα εἰδότες, πρὸς ἀνθρώπους ἔτι κεχήναμεν, ὅπερ ἐστὶν ἁμάρτημα πρῶτον. Καὶ ἀνθρώπου μὲν ὁρῶντος, οὐκ ἄν τις ἕλοιτο πορνεύειν, ἀλλὰ κἂν μυριάκις φλέγηται τῷ κακῷ, νικᾶται τοῦ πάθους ἡ τυραννὶς ὑπὸ τῆς τῶν ἀνθρώπων αἰδοῦς· τοῦ Θεοῦ δὲ ὁρῶντος, οὐχὶ μοιχεύουσιν οὐδὲ πορνεύουσι μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ χαλεπώτερα πολλοὶ τετολμήκασι καὶ τολμῶσι. Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν μυρίους ἄνωθεν σκηπτοὺς κατενεγκεῖν; Καὶ τί λέγω μοιχείας καὶ πορνείας; Τὰ γὰρ πολλῷ τούτων ἐλάττω ἐπὶ μὲν ἀνθρώπων δεδοίκαμεν πράττοντες· Θεοῦ δὲ ὁρῶντος, οὐκέτι. ∆ιὰ δὴ τοῦτο πάντα ἐτέχθη τὰ κακὰ, ὅτι ἐν τοῖς ὄντως κακοῖς οὐ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους αἰδούμεθα. ∆ιά τοι τοῦτο καὶ τὰ ὄντως ἀγαθὰ, οὐ δοκοῦντα εἶναι τοιαῦτα τοῖς πολλοῖς, φεύγομεν, οὐ τὴν τῶν πραγμάτων ἐξετάζοντες φύσιν, ἀλλὰ πρὸς τὴν δόξαν τῶν πολλῶν ἀποβλέποντες.
δʹ. Καὶ ἐπὶ τῶν κακῶν τὸ αὐτὸ τοῦτο πάσχοντες πάλιν, οὐκ ὄντα οὖν τινα ἀγαθὰ καὶ καλὰ εἶναι δοκοῦντα τοῖς πολλοῖς, ὡς ἀγαθὰ ἀπὸ τῆς αὐτῆς συνηθείας διώκομεν· ὥστε ἑκατέρωθεν φθείρεσθαι. Τάχα πολλοῖς ἀσαφέστερον εἶναι δοκεῖ τὸ λεχθέν· οὐκοῦν ἀνάγκη αὐτὸ σαφέστερον εἰπεῖν. Ὅταν πορνεύωμεν (δεῖ γὰρ ἀπὸ τῶν εἰρημένων ἄρξασθαι), ἀνθρώπους φοβούμεθα μᾶλλον, ἢ τὸν Θεόν. Ἐπεὶ οὖν οὕτως ἑαυτοὺς ὑπεθήκαμεν ἐκείνοις, καὶ δεσπότας ἡμῶν αὐτοὺς ἐποιήσαμεν, πολλὰ δὲ τοῖς δεσπόταις τούτοις καὶ ἄλλα δοκεῖ εἶναι κακὰ οὐκ ὄντα κακὰ, κἀκεῖνα φεύγομεν πάλιν ὁμοίως. Οἷον τὸ ἐν πενίᾳ ζῇν πολλοῖς δοκεῖ εἶναι αἰσχρόν· καὶ φεύγομεν τὴν πενίαν, οὐκ ἐπειδή ἐστιν αἰσχρὸν, οὐδὲ ἐπειδὴ τοῦτο πεπείσμεθα, ἀλλ' ἐπειδὴ τοῖς δεσπόταις ἡμῶν εἶναι δοκεῖ τοῦτο αἰσχρὸν, κἀκείνους δεδοίκαμεν. Πάλιν τὸ ἀτιμάζεσθαι καὶ εὐκαταφρόνητον εἶναι καὶ πάσης ἐκτὸς δυναστείας, δοκεῖ τοῖς πολλοῖς ὁμοίως εἶναι αἰσχύνης πολλῆς καὶ εὐτελείας. Τοῦτο πάλιν φεύγομεν, οὐδὲ αὐτοῦ καταγινώσκοντες, ἀλλὰ διὰ τὴν τῶν δεσποτῶν ἡμῶν ψῆφον. Πάλιν καὶ ἐκ τοῦ ἐναντίου τὴν αὐτὴν ὑπομένομεν λύμην· τὸ γὰρ πλουτεῖν ἀγαθὸν εἶναι δοκεῖ, καὶ ὁ τῦφος καὶ αἱ δόξαι καὶ τὸ περίβλεπτον εἶναι· καὶ τοῦτο πάλιν διώκομεν, οὐδὲ ἐνταῦθα τὴν τῶν πραγμάτων ἐπισκεψάμενοι φύσιν ὅτι καλὴ, ἀλλ' ἀπὸ τῆς δόξης τῶν δεσποτῶν ἡμῶν πεπεισμένοι. ∆εσπότης γὰρ ἡμῶν ὁ δῆμός ἐστι· καὶ ὁ πολὺς ὄχλος δεσπότης ὠμὸς καὶ τύραννος χαλεπός. Οὐδὲ γὰρ ἐπιταγῆς αὐτῷ δεῖ πρὸς τὸ ἀκουσθῆναι παρ' ἡμῶν, ἀλλ' ἀρκεῖ μόνον ἡμᾶς εἰδέναι τί βούλεται, καὶ χωρὶς ἐπιτάγματος εἴκομεν· τοσαύτῃ εὐνοίᾳ περὶ αὐτὸν κεχρήμεθα. Καὶ ὁ μὲν Θεὸς καθ' ἑκάστην ἀπειλῶν καὶ νουθετῶν τὴν ἡμέραν, οὐκ ἀκούεται· ὁ δὲ πολὺς ὄχλος καὶ ἄτακτος καὶ συρφετώδης οὐδὲ ἐπιταγῆς χρείαν ἔχει, ἀλλ' ἀρκεῖ μόνον δεῖξαι τίσιν ἀρέσκεται, καὶ πάντα ὑπακούομεν εὐθέως. Καὶ πῶς ἄν τις τούτους, φησὶν, ἀποφύγῃ τοὺς δεσπότας; Εἰ μεῖζον αὐτῶν φρόνημα λάβοι, εἰ τὴν τῶν πραγμάτων ἐπισκέψαιτο φύσιν, εἰ καταγνοίη τῆς τῶν πολλῶν ψήφου, εἰ πρὸ τῶν ἄλλων ἁπάντων ἐν τοῖς ὄντως αἰσχροῖς παιδεύσει ἑαυτὸν μὴ ἀνθρώπους, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν δεδοικέναι, καὶ ἐν τοῖς ἀγαθοῖς πάλιν τοὺς παρ' ἐκείνου στεφάνους ζητεῖν. Οὕτω γὰρ οὐδὲ ἐν τοῖς ἄλλοις αὐτῶν ἀνεξόμεθα. Ὁ γὰρ, ἡνίκα ἂν κατορθοῖ, μὴ ἀξίους κρίνας ἐκείνους εἰδέναι αὐτοῦ τὰ κατορθώματα, ἀλλ' ἀρκούμενος τῇ τοῦ Θεοῦ ψήφῳ, οὐδὲ ἐν τοῖς ἐναντίοις λόγον αὐτῶν ἕξει τινά. Καὶ πῶς αὐτὸ τοῦτο ἔσται, φησίν; Ἐννόησον τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τίνα ἀφεὶς τίνι προσφεύγεις, καὶ ταχέως διορθώσῃ τὸ πᾶν. Ἄνθρωπος ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν σοὶ κεῖται καὶ τὴν κρίσιν καὶ τὴν κόλασιν· ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ κρίσιν ὀρθὴν οὐκ ἔχει, καὶ δεῖται τῆς ἄνωθεν διορθώσεως· ἄνθρωπος, γῆ καὶ σποδὸς, κἂν ἐπαινέσῃ, πολλάκις ἁπλῶς ἐπαινέσεται, ἢ πρὸς χάριν, ἢ πρὸς ἀπέχθειαν· κἂν διαβάλῃ καὶ κατηγορήσῃ, πάλιν ἀπὸ τῆς αὐτῆς τοῦτο ἐργάσεται γνώμης. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλ' ἄληπτος ἡ ψῆφος αὐτοῦ, καὶ καθαρὰ ἡ κρίσις αὐτοῦ. Καὶ χρὴ διὰ ταῦτα ἀεὶ πρὸς αὐτὸν καταφεύγειν· οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλ' ὅτι καὶ αὐτὸς ἐποίησε, καὶ φείδεταί σου μάλιστα πάντων, καὶ αὐτοῦ σοῦ μᾶλλόν σε ἀγαπᾷ. Τί τοίνυν ἀφέντες ἔχειν θαυμαστὸν ἐπαινέτην, πρὸς ἄνθρωπον καταφεύγομεν, τὸν οὐδὲν, τὸν εἰκῆ, τὸν ἁπλῶς; Πονηρόν σε λέγει καὶ μιαρὸν οὐκ ὄντα τοιοῦτον; Ταύτῃ μᾶλλον αὐτὸν ἐλέησον, καὶ δάκρυσον ὅτι διέφθαρται, καὶ καταφρόνησον αὐτοῦ τῆς δόξης, ὅτι πεπήρωται αὐτοῦ τὰ τῆς διανοίας ὄμματα· ἐπεὶ καὶ οἱ ἀπόστολοι ταῦτα ἤκουσαν, καὶ κατεγέλων τῶν διαβαλλόντων. Ἀλλ' ἀγαθόν σε λέγει καὶ χρηστόν; Ἂν μὲν τοιοῦτος ᾖς, μηδόλως χαυνωθῇς ὑπὸ τῆς δόξης· ἂν δὲ μὴ ᾖς τοιοῦτος, πλέον καταφρόνησον, καὶ χλευασίαν τὸ πρᾶγμα εἶναι νόμιζε. Βούλει μαθεῖν τῶν πολλῶν τὰς κρίσεις, πῶς εἰσὶ διεφθαρμέναι καὶ ἄχρηστοι καὶ γέλωτος ἄξιαι, καὶ αἱ μὲν μεμηνότων καὶ ἐξεστηκότων, αἱ δὲ παίδων ὑποτιτθίων; Ἄκουσον ἄνωθεν. Ἐρῶ δέ σοι κρίσεις οὐχὶ τὰς τοῦ δήμου μόνον, ἀλλὰ καὶ τὰς τῶν δοκούντων εἶναι σοφωτάτων, τῶν ἐξ ἀρχῆς νομοθετῶν. Τίς γὰρ ἂν δόξειε παρὰ τοῖς πολλοῖς σοφώτερος εἶναι τοῦ νομισθέντος ἀξίου πόλεσι καὶ δήμοις νομοθετεῖν; Ἀλλ' ὅμως τοῖς σοφοῖς τούτοις τὸ πορνεύειν οὐδὲν εἶναι δοκεῖ πονηρὸν οὐδὲ κολάσεως ἄξιον. Οὐδεὶς γοῦν τῶν νόμων τῶν ἔξωθεν αὐτὸ ἐκόλασεν, οὐδὲ εἰς δικαστήριον εἵλκυσεν ἐντεῦθεν· ἀλλὰ κἂν ἑλκύσῃ τις ὑπὲρ τούτων, καταγελῶσιν οἱ πολλοὶ, καὶ οὐκ ἀνέξεται ὁ δικάζων. Τὸ κυβεύειν πάλιν τῆς παρ' αὐτῶν τιμωρίας ἐστὶν ἐλεύθερον, καὶ οὐδεὶς ὑπὲρ τούτων δίκην ἔδωκέ ποτε παρ' ἐκείνοις. Τὸ μεθύειν καὶ γαστρίζεσθαι οὐ μόνον οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ καὶ κατόρθωμα παρὰ πολλοῖς εἶναι νενόμισται· καὶ ἐν τοῖς στρατιωτικοῖς δείπνοις πολλὴ ἡ τοῦ πράγματος ἅμιλλα, καὶ οἱ μάλιστα σωφρονούσης διανοίας καὶ σώματος ἐῤῥωμένου δεόμενοι, οὗτοι μάλιστα τῇ τυραννίδι παραδέδονται τῆς μέθης, καὶ τὸ σῶμα παραλύοντες, καὶ τὴν ψυχὴν σκοτοῦντες, καὶ τῶν νομοθετῶν οὐδεὶς τοῦτο ἐκόλασε τὸ ἁμάρτημα.
εʹ. Τί ταύτης τῆς μανίας χεῖρον; Τῆς οὖν εὐφημίας τῶν οὕτω διακειμένων ἀνθρώπων ἐπιθυμεῖς, καὶ οὐ κατορύττεις σαυτόν; Εἰ γὰρ καὶ πάντες σε ἐθαύμαζον οἱ τοιοῦτοι, οὐκ ἐχρῆν αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι, παρ' ἀνθρώπων οὕτω διεφθαρμένων τὰς κρίσεις κροτούμενον; Πάλιν βλασφημία τοῖς νομοθέταις οὐδὲν εἶναι δοκεῖ φοβερόν· οὐδεὶς γοῦν τὸν Θεὸν βλασφημήσας, εἰς τὸ δικαστήριον εἱλκύσθη καὶ δίκην δέδωκεν. Ἀλλ' ἐὰν μὲν τὸ ἱμάτιόν τις κλέψῃ, ἢ βαλάντιον διατέμῃ, καὶ τὰς πλευρὰς διορύττεται καὶ θανάτῳ παραδίδοται πολλάκις· τὸν δὲ Θεὸν βλασφημῶν, οὐκ ἐγκαλεῖται παρὰ τῶν ἔξω νομοθετῶν. Κἂν δούλην προσφθείρῃ τις γυναῖκα ἔχων, οὐδὲν εἶναι δοκεῖ τοῖς νόμοις τοῖς ἔξωθεν οὐδὲ τοῖς πολλοῖς. Βούλει καὶ ἕτερα πάλιν ἀκοῦσαι δεικνύντα αὐτῶν τὴν ἄνοιαν; ταῦτα μὲν γὰρ οὐ κολάζουσιν, ἕτερα δὲ καὶ νομοθετοῦσιν αὐτοί. Τίνα οὖν εἰσιν ἐκεῖνα; Θέατρα συνάγουσι, καὶ πορνῶν ἐκεῖ γυναικῶν χοροὺς εἰσάγοντες καὶ παῖδας πεπορνευμένους καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνυβρίζοντας, καθίζουσι τὸν δῆμον ἄνω πάντα, οὕτω τὴν πόλιν ψυχαγωγοῦντες, οὕτω τοὺς μεγάλους ἐκείνους βασιλέας, οὓς ἀεὶ θαυμάζουσιν ἐπὶ τροπαίοις καὶ νίκαις, στεφανοῦντες. Καίτοι γε τί τῆς τιμῆς ταύτης ψυχρότερον; τί τῆς ἡδονῆς ἐκείνης ἀηδέστερον; ἐκ τούτων οὖν ἐπαινέτας ζητεῖς τῶν ἔργων τῶν σῶν; καὶ μετὰ ὀρχηστῶν καὶ μαλακῶν καὶ μίμων καὶ πορνῶν γυναικῶν εὐφημίας ἀπολαύειν θέλεις, εἰπέ μοι; καὶ πῶς οὐκ ἂν εἴη ταῦτα παρανοίας ἐσχάτης; Ἡδέως γὰρ ἂν αὐτοὺς ἐροίμην· ∆εινὸν τοὺς τῆς φύσεως ἀνατρέπεσθαι νόμους, καὶ παρανόμους εἰσάγεσθαι μίξεις; πάντως ἐροῦσιν, ὅτι δεινόν· δοκοῦσι γοῦν καὶ κολάζειν τὸ ἀνόμημα τοῦτο. Τί οὖν τοὺς ἡταιρηκότας ἐκείνους εἰσάγεις; καὶ οὐκ εἰσάγεις μόνον, ἀλλὰ καὶ τιμᾷς μυρίαις καὶ ἀφάτοις δωρεαῖς; Ἀλλαχοῦ τοὺς τὰ τοιαῦτα τολμῶντας κολάζων, ἐνταῦθα δὲ καὶ ὡς εὐεργέταις κοινοῖς τῆς πόλεως, καὶ χρήματα ἀναλίσκεις, καὶ ἐκ τῶν δημοσίων αὐτοὺς τρέφεις δαπανημάτων. Ἀλλ' ἄτιμοι, φησὶν, εἰσί. Τί οὖν αὐτοὺς παιδοτριβεῖς; τί οὖν διὰ τῶν ἀτίμων τοὺς βασιλέας τιμᾷς; τί δὲ τὰς πόλεις ἐκτραχηλίζεις; τί δὲ εἰς αὐτοὺς τοσαῦτα δαπανᾷς; εἰ γὰρ ἄτιμοί εἰσιν, ἀπελαύνεσθαι ἐχρῆν τοὺς ἀτίμους. Τίνος δὲ ἕνεκεν ἀτίμους εἰργάσω; ὡς ἐπαινῶν, ἢ ὡς κατεγνωκώς; ∆ηλονότι ὡς κατεγνωκώς. Εἶτα ὡς μὲν κατεγνωκὼς ἀτίμους ποιεῖς, ὡς δὲ ἐντίμους τρέχεις ὀψόμενος, καὶ θαυμάζεις καὶ ἐπαινεῖς, καὶ κροτεῖς; Καὶ τί δεῖ λέγειν τὰς μαγγανείας τὰς ἐν ταῖς ἱπποδρομίαις, τὰς ἐν ταῖς τῶν θηρίων ἁμίλλαις; Πάσης γὰρ καὶ ἐκεῖνα παραπληξίας μεστὰ, παιδεύει τὸν δῆμον συνεχῶς ἀνηλεῆ τινα ἔχειν καὶ ὠμὸν καὶ ἀπάνθρωπον τρόπον, καὶ γυμνάζει ὁρᾷν ἀνθρώπους σπαραττομένους καὶ αἷμα καταῤῥέον καὶ θηρίων ὠμότητα πάντα συγχέουσαν. Καὶ ταῦτα πάντα οἱ σοφοὶ νομοθέται ἐξ ἀρχῆς ἐπεισήγαγον τὰ νοσήματα, καὶ κροτοῦσιν αἱ πόλεις καὶ θαυμάζουσι. Ἀλλ', εἰ βούλει, ταῦτα ἀφέντες, ἃ φανερῶς μὲν καὶ ὁμολογουμένως ἐστὶν ἄτοπα, τοῖς δὲ ἔξωθεν νομοθέταις οὐκ ἔδοξεν, ἐπὶ τὰ σεμνὰ προστάγματα ἔλθωμεν, καὶ ὄψει καὶ ταῦτα ἀπὸ τῆς τῶν πολλῶν δόξης διεφθαρμένα. Ὁ γὰρ γάμος πρᾶγμα τίμιον εἶναι δοκεῖ καὶ ἡμῖν καὶ τοῖς ἔξωθεν· καὶ ἔστι τίμιον· ἀλλὰ γάμων τελουμένων, τοσαῦτα καταγέλαστα γίνεται πράγματα, ὅσα αὐτίκα ἀκούσεσθε. Ὑπὸ γὰρ τῆς συνηθείας οἱ πολλοὶ κατεχόμενοι καὶ παραλογιζόμενοι, οὐδὲ διαγινώσκουσιν αὐτῶν τὸ ἄτοπον, ἀλλ' ἑτέρων δέονται τῶν διδασκόντων. Καὶ γὰρ χορεῖαι καὶ κύμβαλα καὶ αὐλοὶ καὶ ῥήματα καὶ ᾄσματα αἰσχρὰ καὶ μέθαι καὶ κῶμοι καὶ πολὺς ὁ τοῦ διαβόλου τότε ἐπεισάγεται φορυτός. Καὶ οἶδα μὲν ὅτι δόξω καταγέλαστος εἶναι τούτων ἐπιλαμβανόμενος, καὶ πολλὴν ὀφλήσω παρὰ τοῖς πολλοῖς ἄνοιαν, τοὺς παλαιοὺς νόμους μετακινῶν· ὅπερ γὰρ ἔφθην εἰπὼν, πολὺς τῆς συνηθείας ὁ παραλογισμός· ἀλλ' ὅμως οὐ παύσομαι ταῦτα λέγων. Ἴσως γὰρ, ἴσως, κἂν μὴ πάντες, ἀλλ' ὀλίγοι τινὲς ἡμᾶς ἀποδέξονται, καὶ αἱρήσονται καταγελᾶσθαι μεθ' ἡμῶν, ἢ γελᾷν ἡμᾶς μετ' ἐκείνων γέλωτα δακρύων ἄξιον καὶ πολλῆς κολάσεως καὶ τιμωρίας. Πῶς γὰρ οὐκ ἂν εἴη τῆς ἐσχάτης καταγνώσεως ἄξιον, παρθένον θαλαμευθεῖσαν διόλου, καὶ μαθοῦσαν αἰδεῖσθαι ἀπὸ τῆς πρώτης ἡλικίας, ἀθρόον ἀναγκάζειν ἅπασαν ἐκχεῖν τὴν αἰδὼ, καὶ ἐκ προοιμίων τοῦ γάμου τὴν ἀναισχυντίαν παιδεύειν, καὶ ἀσελγέσι καὶ ἀσέμνοις ἀνδράσι καὶ πόρνοις καὶ μαλακοῖς εἰς μέσον αὐτὴν προτιθέναι; ποῖον γὰρ οὐ φυτευθήσεται τῇ νύμφῃ κακὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης; Ἀναισχυντία, ἰταμότης, ἀναίδεια, δόξης ἔρως ἀτόπου· καὶ γὰρ ἐθελήσουσι τὰς ἡμέρας δὴ πάσας τοιαύτας ἔχειν. Ἐντεῦθεν πολυτελεῖς αἱ γυναῖκες γίνονται καὶ δαπανηραὶ, ἐντεῦθεν ἀναιδεῖς, ἐντεῦθεν αὐταῖς τὰ μυρία κακά. Καὶ μή μοι λέγε τὴν συνήθειαν. Εἰ μὲν γὰρ πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ ἀγαθὸν, ἀεὶ γινέσθω. Εἰπὲ γάρ μοι, τὸ πορνεύειν οὐ πονηρόν; ἆρα οὖν συγχωρήσομεν κἂν ἅπαξ τοῦτο γενέσθαι; Οὐδαμῶς. ∆ιὰ τί; Ὅτι κἂν ἅπαξ γένηται, πονηρόν ἐστιν ὁμοίως. Ὥστε καὶ τὸ φαιδρύνεσθαι τὴν νύμφην οὕτως, εἰ μὲν ἔστι πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ οὐ πονηρὸν, καὶ ἀεὶ γινέσθω. Τί οὖν, φησὶ, διαβάλλεις τὸν γάμον, εἰπέ μοι; Μὴ γένοιτο· οὐχ οὕτω μαίνομαι, ἀλλὰ τὰ κακῶς ἐπισυρόμενα τῷ γάμῳ, τὰ ἐπιτρίμματα, τὰς ὑπο γραφὰς, τὴν ἄλλην περιεργίαν ἅπασαν. Καὶ γὰρ πολλοὺς ἀπὸ τῆς ἡμέρας ἐκείνης λήψεται τοὺς ἐραστὰς καὶ πρὸ τοῦ μέλλοντος αὐτῇ συνοικεῖν. Ἀλλὰ πολλοὶ θαυμάσονται τὴν γυναῖκα τῆς ὥρας. Καὶ τί τοῦτο; Ἂν μὲν γὰρ σώφρων ᾖ, μόλις διαφεύξεται τὴν πονηρὰν ὑποψίαν· εἰ δὲ ἠμελημένη, ταχέως καὶ ἁλώσεται, ἀφορμὴν ἀσελγείας λαβοῦσα τὴν ἡμέραν ἐκείνην. Ἀλλ' ὅμως τοσούτων ὄντων κακῶν, ὅταν μὴ ταῦτα γένηται, ὕβριν τὸ πρᾶγμα καλοῦσιν οἱ βοσκημάτων οὐδὲν ἀμείνους, καὶ δεινὸν ποιοῦνται τὸ μὴ πολλοῖς φαίνεσθαι τὴν γυναῖκα, μηδὲ προκεῖσθαι θέατρον κοινὸν τοῖς ὁρῶσι. Καίτοι γε ὕβριν ἐχρῆν νομίζειν τὰ γινόμενα καὶ γέλωτα καὶ κωμῳδίαν· ἐπεὶ καὶ νῦν οἶδα, ὅτι πολλὴν ἄνοιαν καὶ γέλωτα ἡμῶν καταγνώσονται·ἀλλ' οἴσω τὸν γέλωτα, ὅταν τι γένηται κέρδος. Καὶ γὰρ ἂν εἴην καταγέλαστος, εἰ παραινῶν τῆς τῶν πολλῶν δόξης καταφρονεῖν, αὐτὸς πρὸ τῶν ἄλλων χειρωθείην τῷ πάθει. Ἰδὲ τὰ ἐντεῦθεν λοιπόν· οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν ἑσπέρᾳ μεθύοντας ἄνδρας καὶ κεκαρωμένους καὶ πεπυρωμένους ὑπὸ τῆς τρυφῆς, οἳ κάλλος ὄψεως ὁρᾷν παρασκευάζουσι παρθενικῆς. Καὶ οὐδὲ ἐπὶ τῆς οἰκίας, ἀλλὰ καὶ διὰ τῆς ἀγορᾶς εἰς ἐπίδειξιν ἐκπομπεύουσι, μετὰ λαμπάδων αὐτὴν παραπέμποντες ἐν ἑσπέρᾳ βαθείᾳ, ὡς πᾶσιν αὐτὴν ἐπιδείκνυσθαι, δι' ὧν ποιοῦσιν οὐδὲν ἕτερον παραινοῦντες, ἢ ὅτι πᾶσαν ἀποδύσασθαι χρὴ λοιπὸν τὴν αἰδώ. Καὶ οὐδὲ μέχρι τούτων ἵστανται, ἀλλὰ μετὰ αἰσχρῶν ῥημάτων αὐτὴν ἄγουσι· καὶ τοῦτο νόμος ἐστὶ παρὰ τοῖς πολλοῖς. Καὶ δραπέται καὶ μαστιγίαι μυρίοι τινὲς καὶ ὀλέθριοι μετὰ ἀδείας λοιπὸν ἅπαντα φθέγγονται, ἅπερ ἂν βούλωνται, εἴς τε ἐκείνην εἴς τε τὸν ἐκείνῃ συνοικεῖν μέλλοντα· καὶ σεμνὸν μὲν οὐδὲν, πάντα δὲ ἀσχημοσύνης γέμοντα. Καλὴν δὲ οὐχ ἕξει διδασκαλίαν σωφροσύνης ἡ νύμφη, τοιαῦτα μὲν ὁρῶσα, τοιαῦτα δὲ ἀκούουσα; Καὶ ἅμιλλά τίς ἐστι διαβολικὴ τῶν τὰ τοιαῦτα παραινούντων, ὑπερβάλλεσθαι θατέρους τῇ τῶν ὀνειδῶν καὶ τῇ τῶν αἰσχρῶν ῥημάτων φιλοτιμίᾳ, δι' ὧν καταισχύνουσι τοὺς συνιόντας, κἀκεῖνοι νικήσαντες ἀπῆλθον, ὅσοι πλείονα τὰ ὀνείδη καὶ μείζονα τὰ αἰσχρὰ προσέῤῥιψαν. Καὶ οἶδα μὲν ὅτι φορτικός τίς εἰμι καὶ ἐπαχθὴς καὶ δύσκολος, ὡς ἡδονήν τινα περικόπτων τοῦ βίου. ∆ιὰ γὰρ τοῦτο πενθῶ, ὅτι τὰ ἀηδῆ ἡδονή τις εἶναι νενόμισται. Πῶς γὰρ οὐκ ἀηδὲς, εἰπέ μοι, τὸ ὑβρίζεσθαι καὶ λοιδορεῖσθαι, τὸ παρὰ πάντων ἀτιμάζεσθαι μετὰ τῆς νύμφης; Κἂν μὲν εἷς τις τῆς ἀγορᾶς τὴν συνοικοῦσαν εἴπῃ κακῶς, μυρία κινεῖς πράγματα, καὶ ἀβίωτον εἶναι τὸν βίον νομίζεις· τῆς δὲ πόλεως παρούσης ἁπάσης ἀσχημονῶν μετὰ τῆς συνοικεῖν μελλούσης, χαίρεις καὶ καλλωπίζῃ; καὶ πόσης ταῦτα μανίας; Ἀλλὰ συνήθεια τὸ πρᾶγμά ἐστι, φησί. ∆ιὰ γὰρ τοῦτο θρηνεῖν μάλιστα ἄξιον, ὅτι ἐν συνηθεία τὸ πρᾶγμα κατέκλεισεν ὁ διάβολος. Ἐπειδὴ γὰρ ὁ γάμος πρᾶγμά ἐστι σεμνὸν, καὶ τὸ γένος ἡμῶν συγκροτοῦν, καὶ πολλῶν αἴτιον ἀγαθῶν, δακνόμενος ὁ πονηρὸς ἐκεῖνος, καὶ εἰδὼς ὅτι κατὰ τῆς πορνείας ἐπιτετείχισται, ἑτέρως πορνείαν ἐπεισάγει πᾶσαν. Πολλαὶ γοῦν ἐν ταῖς τοιαύταις συνόδοις καὶ κατῃσχύνθησαν παρθένοι· εἰ δὲ μὴ πανταχοῦ, ἀλλ' ἀρκεῖ τῷ δαίμονι τέως ἐκεῖνα τὰ ῥήματα καὶ τὰ ᾄσματα ἐκεῖνα τὰ πονηρὰ, καὶ παραδειγματίσαι τὴν νύμφην, καὶ ἐκπομπεῦσαι τὸν νυμφίον διὰ τῆς ἀγορᾶς. Εἶτ' ἐπειδήπερ ἐν ἑσπέρᾳ ταῦτα γίνεται, ἵνα μηδὲ τὸ σκότος παραπέτασμα ᾖ τῶν κακῶν τούτων, ἐπεισάγονται λαμπάδες πολλαὶ οὐκ ἐῶσαι λανθάνειν τὴν ἀσχημοσύνην. Τί γὰρ ὁ πολὺς ὄχλος βούλεται; τί δὲ ἡ μέθη; τί δὲ αἱ σύριγγες; οὐκ εὔδηλον ὅτι ἵνα μηδὲ οἱ ἐν ταῖς οἰκίαις ὄντες, καὶ βαπτιζόμενοι ὕπνῳ βαθεῖ, ταῦτα ἀγνοῶσιν, ἀλλ' ὑπὸ τῆς σύριγγος διεγειρόμενοι, καὶ ἄνωθεν ἀπὸ τῶν δρυφάκτων κατακύπτοντες, μάρτυρες γένωνται τῆς κωμῳδίας ἐκείνης; Τί ἄν τις εἴποι τὰς ᾠδὰς αὐτὰς, αἳ πάσης γέμουσιν ἀκολασίας, ἔρωτας ἀτόπους καὶ μίξεις παρανόμους καὶ οἰκιῶν ἀνατροπὰς καὶ μυρίας ἐπεισάγουσαι τραγῳδίας, καὶ πολὺ τὸ τοῦ φίλου καὶ ἐρῶντος ὄνομα ἔχουσαι, καὶ τὸ τῆς φίλης καὶ ἐρωμένης; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ παρθένοι παραγίνονται τούτοις, πᾶσαν ἀποδυσάμεναι τὴν αἰδὼ, εἰς τὴν τῆς νυμφευομένης τιμὴν, μᾶλλον δὲ ὕβριν, καὶ τὴν ἑαυτῶν προπίνουσαι σωτηρίαν, καὶ μεταξὺ νέων ἀκολάστων ἀσχημονοῦσαι τοῖς ἀτάκτοις ᾄσμασι, τοῖς αἰσχροῖς ῥήμασι, τῇ σατανικῇ συμφωνίᾳ. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, πόθεν μοιχεῖαι; πόθεν πορνεῖαι; πόθεν διαφθοραὶ γάμων; Ἀλλ' οὐκ εὐγενεῖς οὐδὲ εὐσχήμονες ταῦτα πράττουσι, φησί. Πῶς οὖν ἐμοῦ καταγελᾷς, αὐτὸς πρὸ ἐμοῦ τὸν νόμον τοῦτον εἰδώς; Εἰ γὰρ καλὰ τὰ γινόμενα, ἔασον κἀκείνας ταῦτα ποιεῖν. Μὴ γὰρ, ἐπειδὴ πενίᾳ συζῶσιν αὗται, οὐχὶ καὶ αὐταὶ παρθένοι εἰσὶ, καὶ σωφροσύνης ἐπιμελεῖσθαι καὶ αὐτὰς χρή; Νῦν δὲ ὀρχεῖται παρθένος ἐν κοινῷ θεάτρῳ νέων ἀκολάστων, εἰπέ μοι, καὶ οὐ δοκεῖ σοι τῆς πόρνης εἶναι ἀτιμοτέρα; Εἰ δὲ λέγεις, ὅτι θεραπαινίδες ταῦτα ἐργάζονται, οὐδὲ οὕτως ἀφίημί σε τῆς κατηγορίας· οὐδὲ γὰρ ταύταις ἐπιτετράφθαι ἐχρῆν.
ηʹ. Ἀπὸ γὰρ τούτων πάντα τίκτεται τὰ κακὰ, ὅτι τῆς οἰκετίας οὐδένα ποιούμεθα λόγον· ἀλλ' ἀρκεῖ εἰς καταφρόνησιν τὸ εἰπεῖν, ὅτι ∆οῦλός ἐστι καὶ εἰσὶ θεραπαινίδες· καίτοι γε καθ' ἑκάστην ἡμέραν ἀκούοντες, ὅτι Ἐν Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος. Σὺ δὲ ἵππου μὲν οὐ καταφρονεῖς οὐδὲ ὄνου, ἀλλὰ πάντα ποιεῖς ὥστε μὴ γενέσθαι φαύλους· δούλων δὲ τῶν ὁμοψύχων ὑπερορᾷς; Καὶ τί λέγω δούλων, ὅπου γε καὶ παίδων καὶ θυγατέρων; Τί δὴ μετὰ ταῦτα; Ἀνάγκη λύπην εὐθέως ἐπεισιέναι, πάντων ἐκείνων καθαιρουμένων· πολλάκις δὲ καὶ ζημίαν τίκτεσθαι μεγίστην, ἐν τῷ πλήθει καὶ τῷ θορύβῳ πολυτίμων τινῶν ἀπολλυμένων χρυσίων. Εἶτα μετὰ τὸν γάμον εἴ ποτε γένοιτο παιδίον, καὶ ἐνταῦθα πάλιν τὴν αὐτὴν ἄνοιαν ὀψόμεθα, καὶ πολλὰ σύμβολα γέλωτος γέμοντα. Καὶ γὰρ ἡνίκα ἂν καλεῖσθαι τὸ παιδίον δέῃ, ἀφέντες ἀπὸ τῶν ἁγίων αὐτὸ καλεῖν, ὡς οἱ παλαιοὶ τὸ πρῶτον ἐποίουν, λύχνους ἅψαντες καὶ ὀνόματα αὐτοῖς ἐπιτιθέντες, τῷ διαρκέσαντι μέχρι πολλοῦ τὸ παιδίον ποιοῦσιν ὁμώνυμον, ἐντεῦθεν πολὺν αὐτὸ στοχαζόμενοι βιώσεσθαι χρόνον. Εἶτα ἐπειδὰν συμβῇ πολλάκις αὐτὸ ἄωρον ὑποστῆναι θάνατον (συμβαίνει δὲ πολλάκις), πολὺς ἕψεται παρὰ τοῦ διαβόλου γέλως, ὅτι ὡσεὶ παῖδας ἀνοήτους διέπαιξε. Τί ἄν τις εἴποι τὰ περίαπτα καὶ τοὺς κώδωνας τοὺς τῆς χειρὸς ἐξηρτημένους καὶ τὸν κόκκινον στήμονα, καὶ τὰ ἄλλα τὰ πολλῆς ἀνοίας γέμοντα, δέον μηδὲν ἕτερον τῷ παιδὶ περιτιθέναι, ἀλλ' ἢ τὴν ἀπὸ τοῦ σταυροῦ φυλακήν; Νῦν δὲ οὗτος μὲν καταπεφρόνηται ὁ τὴν οἰκουμένην ἐπιστρέψας ἅπασαν, καὶ χαλεπὴν δοὺς τῷ διαβόλῳ πληγὴν, καὶ πᾶσαν αὐτοῦ καταστρέψας τὴν δύναμιν· κρόκη δὲ καὶ στήμων καὶ τὰ ἄλλα περιάμματα τὰ τοιαῦτα τοῦ παιδίου ἐμπιστεύονται τὴν ἀσφάλειαν. Εἴπω τι τούτου καταγελαστότερον ἕτερον; Ἀλλὰ μηδεὶς ἀκαιρίαν ἡμῶν καταγινωσκέτω, εἰ καὶ μέχρι τούτων πρόεισιν ὁ λόγος. Ὁ γὰρ τὴν σηπεδόνα καθᾶραι βουλόμενος, οὐ παραιτήσεται προτέρας τὰς ἑαυτοῦ μολῦναι χεῖρας. Τί δήποτ' οὖν τοῦτό ἐστι τὸ καταγέλαστον; Ὃ μηδὲν μὲν εἶναι δοκεῖ (διὰ γὰρ τοῦτο στένω), ἀρχὴ δέ ἐστι παραφροσύνης καὶ παρανοίας ἐσχάτης. Βόρβορον αἱ γυναῖκες ἐν τῷ βαλανείῳ λαμβάνουσαι τροφοὶ καὶ θεραπαινίδες, καὶ τῷ δακτύλῳ χρίσασαι, κατὰ τοῦ μετώπου τυποῦσι τοῦ παιδίου· κἂν ἔρηταί τις, Τί βούλεται ὁ βόρβορος, τί δὲ ὁ πηλός; Ὀφθαλμὸν πονηρὸν ἀποστρέφει, φησὶ, καὶ βασκανίαν καὶ φθόνον. Βαβαὶ τῆς ἰσχύος τοῦ βορβόρου καὶ τῆς τοῦ πηλοῦ δυνάμεως, ἡλίκην ἔχει τὴν ἰσχύν! Ὁλόκληρον τοῦ διαβόλου παράταξιν ἀποστρέφει. Οὐκ ἐγκαλύψεσθε, εἰπέ μοι; οὐ συνήσετε ὀψέ ποτε τὰς παγίδας τὰς διαβολικὰς, πῶς ἐκ πρώτης ἡλικίας κατὰ μικρὸν ἐπεισάγει τὰς παρ' ἑαυτοῦ μηχανὰς ὁ διάβολος; Εἰ γὰρ ὁ βόρβορος τοῦτο ποιεῖ, διὰ τί μὴ καὶ σὺ τοῦτο ποιεῖς ἐπὶ τοῦ σαυτοῦ μετώπου, ἀνὴρ ὢν καὶ ἐν ἕξει γεγονὼς, καὶ μᾶλλον τοῦ παιδίου τοὺς φθονοῦντας ἔχων; διὰ τί μὴ καὶ ὅλον βορβοροῖς τὸ σῶμα; εἰ γὰρ ἐπὶ τοῦ μετώπου τοσαύτην ἔχει τὴν ἰσχὺν, τίνος ἕνεκεν οὐχ ὅλον σεαυτὸν βορβόρῳ καταχρίεις; Γέλως ταῦτα καὶ κωμῳδία σατανικὴ, οὐκ εἰς χλευασίαν μόνον, ἀλλὰ καὶ εἰς γέενναν καταστρέφουσα τοὺς ἀπατωμένους. Καὶ τὸ μὲν παρ' Ἕλλησι ταῦτα γίνεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ μυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχημοσύνην, τοῦτ' ἔστι τὸ πολλῶν θρήνων ἄξιον. Ὁ Θεός σε μύρῳ ἐτίμησε πνευματικῷ, καὶ σὺ βορβόρῳ μολύνεις τὸ παιδίον; ὁ Θεός σε ἐτίμησε, σὺ δὲ σαυτὸν ἀτιμάζεις; καὶ δέον τὸν σταυρὸν ἐπιγράφειν τῷ μετώπῳ, τὴν ἀσφάλειαν ἄμαχον παρέχοντα· σὺ δὲ ταῦτα ἀφεὶς, ἐπὶ τὴν σατανικὴν ἄνοιαν καταπίπτεις; Εἰ δέ τισι ταῦτα μικρὰ εἶναι δοκεῖ, μανθανέτωσαν, ὅτι μεγάλων ἐστὶν αἴτια κακῶν, καὶ ὅτι οὐδὲ τῷ Παύλῳ τὰ μικρὰ παρορᾷν ἔδοξε. Τί γὰρ, εἰπέ μοι, τοῦ καλύπτεσθαι ἄνθρωπον τὴν κεφαλὴν μικρότερον, Ἀλλ' ὅρα πόσην ὑπὲρ τούτου ποιεῖται σπουδὴν, καὶ μεθ' ὅσης ἀπαγορεύει σφοδρότητος, ἄλλα τε πολλὰ λέγων, καὶ ὅτι καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. Εἰ δὲ ὁ κατακαλυπτόμενος καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὁ βορβόρῳ χρίων, πῶς οὐχὶ καὶ βδελυκτὸν ποιεῖ τὸ παιδίον; πῶς γὰρ αὐτὸ προσάγει ταῖς χερσὶ τοῦ ἱερέως, εἰπέ μοι; πῶς ἀξιοῖς ἐπὶ τοῦ μετώπου σφραγῖδα ἐπιτεθῆναι παρὰ τῆς τοῦ πρεσβυτέρου χειρὸς, ἔνθα τὸν βόρβορον ἐπέχρισας; Μὴ ταῦτα, μὴ, ἀδελφοὶ, ἀλλ' ἐκ πρώτης ἡλικίας πνευματικοῖς αὐτὰ περιφράττετε ὅπλοις, καὶ τῇ χειρὶ παιδεύετε σφραγίζειν τὸ μέτωπον· καὶ πρὶν ἢ δυνηθῆναι τῇ χειρὶ τοῦτο ποιεῖν, αὐτοὶ ἐντυποῦτε αὐτοῖς τὸν σταυρόν. Τί ἄν τις εἴποι τὰς ἑτέρας παρατηρήσεις τὰς σατανικὰς ἐπὶ τῶν ὠδίνων καὶ τῶν τοκετῶν, ἃς αἱ μαῖαι ἐπὶ κακῷ τῆς ἑαυτῶν ἐπεισάγουσι κεφαλῆς; τὰς ἐπὶ τοῦ θανάτου καὶ τῆς καθ' ἕκαστον ἐκφορᾶς τὰς οἰμωγὰς, τοὺς κωκυτοὺς τοὺς ἀλόγους, τὴν ἐν τοῖς τάφοις ἄνοιαν, τὴν περὶ τὰ μνήματα σπουδὴν, τὸν ἄκαιρον καὶ καταγέλαστον τῶν θρηνῳδῶν γυναικῶν ἐσμὸν, τὰς τῶν ἡμερῶν παρατηρήσεις, τῶν εἰσόδων καὶ τῶν ἐξόδων; Τούτων οὖν, εἰπέ μοι, τὴν δόξαν θηρᾷς; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας, ἀνθρώπων οὕτω διεφθαρμένων τὰς γνώμας, καὶ πάντα ὡς ἔτυχε ποιούντων, τὴν δόξαν ἐπιζητεῖν, δέον ἐπὶ τὸν ἀκοίμητον ἀεὶ καταφεύγειν ὀφθαλμὸν, καὶ πρὸς τὴν ἐκείνου ψῆφον βλέποντας, πάντα ποιεῖν καὶ λέγειν; Οὗτοι μὲν γὰρ κἂν ἐπαινέσωσι, οὐδὲν ἡμᾶς ὠφελῆσαι δυνήσονται· ἐκεῖνος δὲ ἂν ἀποδέξηται τὰ γινόμενα, καὶ ἐνταῦθα ποιήσει λαμπροὺς, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μεταδώσει τῶν ἀποῤῥήτων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΙΓʹ.Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦθεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
αʹ. Πολλῆς βαρύτητος τὸν λόγον ἐμπλήσας, ὃ πάσης κατηγορίας μείζονα εἶχε πληγὴν, τοῦτο ἐνταῦθα μεταχειρίζει μετὰ τῆς πρεπούσης αὐτῷ ἀξίας, καὶ εἰπὼν, ὅτι Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὅτι Ἡμᾶς ὁ Θεὸς ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, διὰ τῶν ἑξῆς δείκνυσι, πῶς ἐπιθανάτιοι, λέγων· Ἡμεῖς μωροὶ καὶ ἀσθενεῖς καὶ ἄτιμοι, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· ἅπερ ἦν δείγματα διδασκάλων καὶ ἀποστόλων γνησίων. Ἀλλ' ἐκεῖνοι ἐπὶ τοῖς ἐναντίοις μέγα ἐφρόνουν, ἐπὶ σοφίᾳ, ἐπὶ δόξῃ, ἐπὶ πλούτῳ, ἐπὶ τῷ τιμᾶσθαι. Βουλόμενος οὖν αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύνεσθαι δεῖ, πρῶτον μὲν αὐτοὺς κωμῳδεῖ λέγων· Χωρὶς ἡμῶν ἐβασιλεύσατε. Ἐγὼ μὲν γὰρ λέγω, φησὶν, ὅτι ὁ παρὼν καιρὸς οὐ τιμῆς οὐδὲ δόξης ἐστὶν, ὧν ὑμεῖς ἀπολαύετε, ἀλλὰ τοῦ διώκεσθαι καὶ ὑβρίζεσθαι, ἅπερ ἡμεῖς πάσχομεν. Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀμοιβῶν ὁ καιρὸς οὗτος, ὡς ὁρῶ (τοῦτο δὲ εἰρωνευόμενος λέγει), ὑμεῖς μὲν οἱ μαθηταὶ καὶ ἐβασιλεύσατε λοιπόν· ἡμεῖς δὲ οἱ διδάσκαλοι καὶ ἀπόστολοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μισθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ ὡς ἐπιθανάτιοι, τουτέστι, κατάδικοι, διόλου ἐν ἀτιμίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν, ὑβριζόμενοί τε ὡς μωροὶ καὶ ἐλαυνόμενοι καὶ τὰ ἀνήκεστα ὑπομένοντες. Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους καὶ τὰς ὕβρεις, οὐ τὰς τιμὰς καὶ τὰς δόξας· οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαιτεῖ τὸ κήρυγμα. Ἀλλ' οὕτω μὲν ἐξ εὐθείας οὐ λέγει, ὥστε μὴ φορτικὸς αὐτοῖς φανῆναι· ὡς δὲ αὐτῷ πρέπον ἦν, οὕτω μεταχειρίζει τὴν ἐπίπληξιν ταύτην. Εἰ γὰρ ἐξ εὐθείας εἰσήγαγε τὸν λόγον, οὕτως ἂν εἶπε· Πλανᾶσθε καὶ ἀπατᾶσθε, καὶ πολὺ τῆς ἀποστολικῆς νουθεσίας ἀφεστήκατε· τὸν γὰρ ἀπόστολον καὶ διάκονον τοῦ Χριστοῦ, μωρὸν εἶναι δοκεῖν χρὴ, καὶ ἐν θλίψει καὶ ἐν ἀδοξίᾳ διάγειν, ὅπερ ἐσμὲν ἡμεῖς· ὑμεῖς δὲ ἐν τοῖς ἐναντίοις. Ἀλλ' οὕτως ἂν μᾶλλον καὶ προσέστη τὰ λεγόμενα αὐτοῖς, ὡς ἐγκώμια τῶν ἀποστόλων ἔχοντα, καὶ ἐκείνους ἂν θρασυτέρους εἰργάσατο, ὡς διαβαλλομένους ἐπὶ ῥᾳθυμίᾳ καὶ κενοδοξίᾳ καὶ τῷ τρυφᾷν. ∆ιὰ τοῦτο τοῦτον μὲν τὸν τρόπον οὐ μεθοδεύει τὰ εἰρημένα, ἑτέρως δὲ, πληκτικώτερον μὲν, ἀνεπαχθέστερον δέ. ∆ιὸ καὶ οὕτω προάγει τὸν λόγον κατ' εἰρωνείαν, λέγων· Ὑμεῖς δὲ ἰσχυροὶ καὶ ἔνδοξοι. Ὡς εἰ μὴ τῇ εἰρωνείᾳ ἐκέχρητο, οὕτως ἂν εἶπεν· Οὐ δυνατὸν τὸν μὲν μωρὸν νομίζεσθαι, τὸν δὲ φρόνιμον, καὶ τὸν μὲν ἰσχυρὸν, τὸν δὲ ἀσθενῆ, τοῦ κηρύγματος μὴ ἀπαιτοῦντος θάτερα. Εἰ μὲν γὰρ ἐξῆν τοὺς μὲν τοῦτο εἶναι, τοὺς δὲ ἐκεῖνο, ἴσως εἶχέ τινα λόγον τὰ παρ' ὑμῶν λεγόμενα· νυνὶ δὲ οὐκ ἔνι, οὐ φρόνιμον εἶναι δοκεῖν, οὐκ ἔνδοξον, οὐκ ἀπηλλάχθαι κινδύνων. Εἰ δὲ μὴ, ἀνάγκη ὑμᾶς ἡμῶν προτετιμῆσθαι παρὰ τῷ Θεῷ, ὑμᾶς τοὺς μαθητὰς τῶν διδασκάλων καὶ μυρία παθόντων. Εἰ δὲ οὐδὲ τοῦτό τις ἂν εἴποι, λείπεται τὰ ἡμέτερα ὑμᾶς διώκειν. Καὶ μὴ μέ τις, φησὶν, οἰέσθω τὰ παρελθόντα λέγειν μόνον· Μέχρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν. Ὁρᾷς ὅτι πάντα τὸν βίον τοιοῦτον εἶναι δεῖ τῶν Χριστιανῶν, οὐ μίαν ἡμέραν καὶ δευτέραν; Οὐδὲ γὰρ ἂν ἀθλητὴς τὴν μίαν μόνην νικήσας πάλην στεφανωθῇ, πάλιν στεφανοῦται καταπεσών. Καὶ πεινῶμεν, πρὸς τοὺς τρυφῶντας· καὶ κολαφιζόμεθα, πρὸς τοὺς πεφυσιωμένους· καὶ ἀστατοῦμεν, πρὸς τοὺς ἀναπίπτοντας· καὶ γυμνητεύομεν, πρὸς τοὺς πλουτοῦντας· καὶ κοπιῶμεν, ἤδη πρὸς τοὺς ψευδαποστόλους τοὺς οὔτε ἐργάζεσθαι οὔτε κινδυνεύειν ἀνεχομένους, ἀλλὰ καρπουμένους αὐτούς. Ἀλλ' οὐχ ἡμεῖς οὕτω, φησὶν, ἀλλὰ μετὰ τῶν ἔξωθεν κινδύνων καὶ ἑαυτοὺς κατατείνομεν τῇ διηνεκεῖ ἐργασίᾳ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ ἔχοι τις ἂν εἰπεῖν, ὅτι δυσχεραίνομεν ἐπὶ τούτοις, ἢ τοῖς διώκουσιν ἐγκαλοῦμεν· τοῖς γὰρ ἐναντίοις τοὺς ἐπηρεάζοντας ἀμειβόμεθα. Τὸ γὰρ μέγα τοῦτό ἐστιν, οὐ τὸ κακῶς παθεῖν· τοῦτο γὰρ πάντων κοινόν· ἀλλὰ τὸ πάσχοντας μὴ ἀλύειν μηδὲ δυσχεραίνειν.
βʹ. Ἡμεῖς δὲ οὐ μόνον οὐ δυσχεραίνομεν, ἀλλὰ καὶ ἀγαλλόμεθα. Καὶ τούτου τεκμήριον τὸ τοὺς ποιοῦντας κακῶς τοῖς ἐναντίοις ἀμείβεσθαι. Ὅτι δὲ τοῦτο ἐποίουν, ἄκουσον τῶν ἑξῆς· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, τουτέστι, μωροὶ διὰ Χριστόν. Ὁ γὰρ κακῶς παθὼν, καὶ μήτε ἀμυνόμενος μήτε ἀλγῶν, μωρὸς εἶναι δοκεῖ παρὰ τοῖς ἔξωθεν καὶ ἄτιμος καὶ ἀσθενής. Καὶ ἵνα μὴ φορτικώτερον τὸν λόγον ἐργάσηται, εἰς τὴν ἐκείνων πόλιν τὰ πάθη περιστήσας, τί φησι; Περικαθάρματα, οὐ τῆς πόλεως ὑμῶν, ἀλλὰ τοῦ κόσμου ἐγενήθημεν· καὶ πάλιν, Πάντων περίψημα· οὐχ ὑμῶν μόνον, ἀλλὰ πάντων. Ὥσπερ οὖν ὅταν περὶ τῆς τοῦ Χριστοῦ διαλέγηται κηδεμονίας, τὴν γῆν, τὸν οὐρανὸν, τὴν πᾶσαν κτίσιν ἀφεὶς, τὸν σταυρὸν ἐν μέσῳ τίθησιν· οὕτω καὶ ὅταν πρὸς ἑαυτὸν ἐπισπάσασθαι βουληθῇ, τὰ σημεῖα παραδραμὼν, τὰ πάθη λέγει τὰ δι' αὐτούς. Οὕτω καὶ ἡμῖν ἔθος, ὅταν ἀδικώμεθα παρά τινων καὶ καταφρονώμεθα, ἅπερ ὑπὲρ αὐτῶν ἐπάθομεν, ταῦτα φέρειν εἰς μέσον. Πάντων περίψημα ἕως ἄρτι. Εὔτονον τὴν πληγὴν ἔδωκε πρὸς τῷ τέλει. Πάντων δὲ, οὐ τῶν διωκόντων, φησὶν, ἀλλὰ τῶν δι' οὓς ταῦτα πάσχομεν· τουτέστι, Χάριν ἔχω πολλὴν αὐτοῖς. Βαρυθυμοῦντος τὸ ῥῆμα, οὐκ ἀλγοῦντος αὐτοῦ, ἀλλ' ἐκείνους πλῆξαι βουλομένου. Ὁ γὰρ μυρία ἔχων ἐγκαλεῖν, καὶ ἀσπάζεται. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει πράως ἡμᾶς φέρειν τὰς ὕβρεις, ἵνα καὶ αὐτοὶ φιλοσοφῶμεν, κἀκείνους μᾶλλον ἐντρέπωμεν. Οὐ γὰρ οὕτως ὑβρίζων, ὡς σιγῶν τις, τοῦτο ἐργάζεται. Εἶτ' ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐτὴν ἐθεράπευσεν, εἰπών· Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Οὐχ ὡς καταισχύνων γὰρ ὑμᾶς, ταῦτα λέγω, φησίν. Ὅπερ ἐποίησε διὰ τῶν ῥημάτων, τοῦτό φησιν οὐ πεποιηκέναι· μᾶλλον δὲ πεποιηκέναι μέν φησιν, οὐ μὴν διανοίᾳ πονηρᾷ καὶ μισούσῃ· ἐπεὶ καὶ ἀρίστη αὕτη ἡ θεραπεία, εἰπόντα τὸν λόγον προσθεῖναι τὴν ἀπὸ τῆς διανοίας ἀπολογίαν. Μὴ εἰπεῖν μὲν γὰρ οὐκ ἐνῆν, ἐπεὶ ἔμειναν ἂν ἀδιόρθωτοι· εἰπόντα δὲ ἀφεῖναι πάλιν τὴν πληγὴν ἀνίατον, χαλεπόν· διόπερ μετὰ βαρύτητος ἀπολογεῖται. Τοῦτο γὰρ οὐ μόνον οὐκ ἐξαίρει τὴν τομὴν, ἀλλὰ καὶ ἐνδοτέρω ποιεῖ καταδῦναι, τῆς πληγῆς τὴν ἀλγηδόνα παραμυθούμενον ἅπασαν. Ὁ γὰρ ἀκούσας, ὅτι οὐκ ὀνειδίζων, ἀλλ' ἀγαπῶν ταῦτα λέγει, μᾶλλον καταδέχεται τὴν διόρθωσιν. Πολλὴ δὲ καὶ ἐνταῦθα ἡ βαρύτης καὶ ἡ ἐντροπή. Οὐ γὰρ εἶπεν, ὡς διδάσκαλος, οὐδὲ ὡς ἀπόστολος, οὐδὲ ὡς μαθητὰς ἔχων, ὅπερ τῆς ἀξίας ἦν, ἀλλ', Ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ· καὶ οὐχ ἁπλῶς τέκνα, ἀλλὰ ποθούμενα. Σύγγνωτέ μοι, φησί· καὶ εἴ τι φορτικὸν εἴρηται, ἐξ ἀγάπης ταῦτα γίνεται. Καὶ οὐκ εἶπεν, Ἐπιτιμῶ, ἀλλὰ, Νουθετῶ. Τίς δὲ οὐκ ἂν ἀνάσχοιτο πατρὸς ἀλγοῦντος, καὶ τὰ δέοντα συμβουλεύοντος; ∆ιὰ τοῦτο οὐ πρότερον εἶπε τοῦτο, ἀλλ' ὅτε τὴν πληγὴν ἔδωκε. Τί οὖν, ἀφειδοῦσιν ἡμῶν οἱ ἄλλοι διδάσκαλοι, φησίν; Οὐ τοῦτο λέγω, ἀλλ' οὐχ οὕτω φείδονται. Ἀλλὰ τοῦτο μὲν συντόμως οὐκ εἶπε, διὰ δὲ τῶν ἐπιτηδευμάτων καὶ τῶν ὀνομάτων αὐτὸ ἐνέφηνε, τὸν παιδαγωγὸν καὶ τὸν πατέρα θείς. Ἐὰν γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας. Οὐ τὸ ἀξίωμα ἐμφαίνει ἐνταῦθα, ἀλλὰ τῆς ἀγάπης τὴν ὑπερβολήν. Καὶ οὐδὲ ἐκείνους ἔπληξε, τὸ, Ἐν Χριστῷ, προσθεὶς, ἀλλὰ καὶ παρεμυθήσατο αὐτοὺς, οὐχὶ κόλακας, ἀλλὰ παιδαγωγοὺς εἰπὼν τοὺς σπουδάζοντας καὶ ἀνεχομένους τῶν πόνων· καὶ τὴν ἑαυτοῦ κηδεμονίαν ἀπεδείξατο. ∆ιὸ οὐκ εἶπεν, Ἀλλ' οὐ πολλοὺς διδασκάλους, ἀλλ', Οὐ πατέρας. Οὕτως οὐκ ἀξίωμα θεῖναι ἐβούλετο, οὐδὲ, ὅτι πλείονα παρ' αὐτοῦ ὠφέληντο, διδάξαι· ἀλλὰ συγχωρήσας ἐκείνοις τὰ πολλὰ περὶ αὐτοὺς πεπονηκέναι (τοιοῦτον γὰρ ὁ παιδαγωγὸς), τὴν τῆς ἀγάπης ὑπερβολὴν ἑαυτῷ ταμιεύεται. Τοιοῦτον γὰρ ὁ πατήρ. Καὶ οὐ λέγει μόνον, ὅτι Οὐδεὶς ὑμᾶς οὕτω φιλεῖ, ὅπερ ἀνεύθυνον ἦν, ἀλλὰ καὶ πρᾶγμα γεγονὸς εἰς μέσον ἄγει. Ποῖον δὴ τοῦτο; Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐν Χριστῷ Ἰησοῦ· οὐκ ἐμαυτῷ τοῦτο λογίζομαι, φησί. Πάλιν τοὺς ἑαυτοῖς ἐπιφημίζοντας τὴν διδασκαλίαν πλήττει. Ὑμεῖς γάρ ἐστε, φησὶν, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς· καὶ πάλιν, Ἐγὼ ἐφύτευσα· καὶ ἐνταῦθα, Ἐγὼ ἐγέννησα. Οὐκ εἶπε, Κατήγγειλα τὸν λόγον, ἀλλ', Ἐγὼ ἐγέννησα, τοῖς τῆς φύσεως ὀνόμασι κεχρημένος. Ἓν γὰρ ἐσπούδαζε, τὴν ἀγάπην ἐπιδείξασθαι, ἣν περὶ αὐτοὺς εἶχεν. Ἐκεῖνοι μὲν γὰρ παρ' ἐμοῦ δεξάμενοι ἐνήγαγον ὑμᾶς· τὸ δὲ εἶναι πιστοὺς, δι' ἐμοῦ γέγονεν. Ἐπειδὴ γὰρ εἶπεν, Ὡς τέκνα, ἵνα μὴ κολακείας εἶναι νομίσῃς τὸ ῥῆμα, παρίστησι καὶ τὸ πρᾶγμα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Βαβαί! πόση τοῦ διδασκάλου ἡ παῤῥησία! πῶς ἀπηκριβωμένη ἡ εἰκὼν, ὅταν καὶ ἑτέρους ἐπὶ τοῦτο παρακαλῇ! Οὐκ ἐπαίρων δὲ ἑαυτὸν τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς εὔκολον οὖσαν τὴν ἀρετήν.
γʹ. Μὴ γάρ μοι εἴπῃς, ὅτι Οὐ δύναμαί σε μιμήσασθαι· σὺ διδάσκαλος εἶ, καὶ μέγας. Οὐ γάρ ἐστι τοσοῦτον τὸ μέσον ἐμοῦ πρὸς ὑμᾶς, ὅσον τοῦ Χριστοῦ πρὸς ἐμέ· ἀλλ' ὅμως ἐμιμησάμην ἐκεῖνον ἐγώ. Ὅταν μὲν οὖν Ἐφεσίοις γράφῃ, οὐ τίθησι μέσον ἑαυτὸν, ἀλλ' εὐθὺς αὐτοὺς ἐκεῖ πάντας ἀπάγει, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, λέγων· ἐνταῦθα δὲ, ἐπειδὴ πρὸς ἀσθενεῖς ἦν ὁ λόγος αὐτῷ, ἑαυτὸν παρενέβαλε. Καὶ ἄλλως δὲ δείκνυσιν, ὅτι ἔνι καὶ οὕτω τὸν Χριστὸν μιμήσασθαι. Ὁ γὰρ τὴν σφραγῖδα μιμησάμενος τὴν ἀπηκριβωμένην, τὸ ἀρχέτυπον ἐμιμήσατο. Ἴδωμεν οὖν πῶς αὐτὸς ἐμιμήσατο τὸν Χριστόν. Ἡ γὰρ μίμησις αὕτη οὐ χρόνων δεῖται καὶ τέχνης, ἀλλὰ προαιρέσεως μόνης. Εἰς ζωγράφου μὲν γὰρ εἰσελθόντες οὐ δυνησόμεθα μιμήσασθαι τὴν εἰκόνα, κἂν μυριάκις ἴδωμεν· τοῦτον δὲ καὶ ἐξ ἀκροάσεως μόνης ἔνι μιμήσασθαι. Οὐκοῦν βούλεσθε τὸν πίνακα εἰς μέσον ἀγαγόντες, ὑπογράψωμεν ἐφ' ὑμῶν τὴν πολιτείαν τοῦ Παύλου; Προκείσθω τοίνυν ὁ πίναξ πολὺ λαμπρότερος ὢν τῶν βασιλικῶν εἰκόνων. Τὸ γὰρ ὑποκείμενον, οὐ σανίδες κεκολλημέναι οὐδὲ σινδόνες ἐπικείμεναι, ἀλλ' ἔργον Θεοῦ τὸ ὑποκείμενον· ψυχὴ γάρ ἐστι καὶ σῶμα. Ψυχὴ Θεοῦ ἔργον, οὐκ ἀνθρώπων, καὶ σῶμα πάλιν ὁμοίως Ἐκροτήσατε ἐνταῦθα; Ἀλλ' οὐκ ἐνταῦθα τῶν κρότων ὁ καιρὸς, ἀλλ' ἐπὶ τῶν ἑξῆς καὶ τοῦ κροτῆσαι καὶ τοῦ ζηλῶσαι. Τέως γὰρ ἡ ὕλη ὑπόκειται κοινὴ πρὸς ἅπαντας οὖσα. Ψυχὴ γὰρ ψυχῆς οὐδὲν διαφέρει, καθὸ ψυχὴ, ἀλλ' ἡ προαίρεσις δείκνυσι τὴν διαφοράν. Ὥσπερ γὰρ σῶμα σώματος, καθό ἐστι σῶμα, οὐδὲν διενήνοχεν, ἀλλ' ὅμοιόν ἐστι καὶ τὸ τοῦ Παύλου καὶ τῶν πολλῶν, οἱ δὲ κίνδυνοι φαιδρότερον ἐργάζονται τοῦτο ἐκείνου· οὕτω δὴ καὶ ἐπὶ ψυχῆς. Ὑποκείσθω τοίνυν ὁ πίναξ ἡμῖν ἡ ψυχὴ Παύλου. Οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμων· οὐδὲν γὰρ βλασφημίας χεῖρον. Ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευάζων, καὶ εἶδεν οὐ παρὰ ῥᾳθυμίαν καὶ βλακείαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας (ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ' ἐπίγνωσιν τὸν ζῆλον εἶχε)· δίδωσιν αὐτῷ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι, τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν ἀπέδειξε τὴν εἰκόνα. Λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε χρόνον, ἀλλ' εὐθέως ἐφάνη τεχνίτης ἄριστος. Καὶ πρῶτον δείκνυσι τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λοιπὸν σῶμα, τὸ τῆς πολιτείας τῆς ἀκριβοῦς Οἱ μὲν οὖν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς, μετὰ πολλῆς τῆς ἀκριβείας καὶ ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβούντων, ταραττόντων, οὕτω; εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο. ∆ιὸ καὶ ἔλεγε· Θέατρον ἐγενήθημεν τῷ κόσμῳ, ἐν μέσῳ γῆς καὶ θαλάσσης, καὶ τοῦ οὐρανοῦ καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Βούλεσθε καὶ τὰ λοιπὰ μέρη ταύτης ἰδεῖν, τὰ ἀπὸ τῆς κεφαλῆς κάτω; ἢ βούλεσθε κάτωθεν τὸν λόγον ἀναγάγωμεν; Θέα τοίνυν ἀνδριάντα χρυσοῦν, μᾶλλον δὲ καὶ τούτου τιμιώτερον, καὶ οἷον ἐν οὐρανῷ ἑστάναι εἰκὸς, οὐ μολίβδῳ προσδεδεμένον, οὐδὲ ἑνὶ ἱδρυμένον χωρίῳ, ἀλλ' ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ τρέχοντα, καὶ εἰς Ἱσπανίαν ἀπιόντα, καὶ πανταχοῦ τῆς οἰκουμένης καθάπερ ὑπόπτερον φερόμενον. Τί γὰρ τῶν ποδῶν τούτων ὡραιότερον γένοιτ' ἂν, τῶν ἅπασαν ἐπελθόντων τὴν ὑφ' ἡλίῳ κειμένην γῆν; Ταύτην τὴν ὡραιότητα καὶ ὁ προφήτης ἄνωθεν κηρύττει λέγων· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην! Εἶδες πῶς καλοὶ οἱ πόδες; Θέλεις καὶ τὸ στῆθος ἰδεῖν; ∆εῦρό σοι δείξω καὶ τοῦτο, καὶ πολλῷ λαμπρότερον ὄψει τῶν ποδῶν τούτων τῶν ὡραίων, καὶ αὐτῶν τῶν τοῦ παλαιοῦ νομοθέτου στέρνων. Μωϋσῆς μὲν γὰρ πλάκας ἐβάσταζε λιθίνας· οὗτος δὲ αὐτὸν ἔνδοθεν εἶχε τὸν Χριστὸν, αὐτὴν τὴν βασιλικὴν ἔφερεν εἰκόνα καὶ τοῦ ἱλαστηρίου· διὰ τοῦτο καὶ τῶν Χερουβὶμ σεμνότερος ἦν. Οὐ γὰρ τοιαύτη ἐφέρετο ἐκεῖθεν φωνὴ, οἵα ἐντεῦθεν, ἀλλ' ἐκεῖθεν μὲν τὰ πλείονα περὶ αἰσθητῶν διελέγετο, ἀπὸ δὲ τῆς Παύλου γλώττης περὶ τῶν ὑπὲρ τοὺς οὐρανοὺς πραγμάτων· καὶ ἀπὸ μὲν τοῦ ἱλαστηρίου Ἰουδαίοις ἐχρημάτιζε μόνοις, ἐντεῦθεν δὲ τῇ οἰκουμένῃ πάσῃ· κἀκεῖ μὲν διὰ ἀψύχων, ἐνταῦθα δὲ διὰ ψυχῆς ἐναρέτου.
δʹ. Τοῦτο καὶ οὐρανοῦ λαμπρότερον ἦν τὸ ἱλαστήριον, οὐ ποικιλίᾳ ἄστρων καταλαμπόμενον οὐδ' ἀκτῖσιν ἡλιακαῖς, ἀλλ' αὐτὸν τὸν ἥλιον τῆς δικαιοσύνης ἔχον ἐκεῖθεν ἀφιέντα τὰς ἀκτῖνας. Καὶ τοῦτον μὲν τὸν οὐρανὸν νέφος ὑποδραμόν ποτε σκυθρωπότερον ἐργάζεται, τὸ δὲ στῆθος ἐκεῖνο οὐδεὶς ὑπέδραμέ ποτε χειμὼν τοιοῦτος· μᾶλλον δὲ ὑπέδραμον μὲν πολλοὶ πολλάκις χειμῶνες, τὸ δὲ φῶς οὐκ ἐπεσκότισαν, ἀλλ' ἐν μέσῳ τῷ πειρασμῷ καὶ τοῖς κινδύνοις τὸ φῶς ἀπέλαμπε τοῦτο. ∆ιὸ καὶ αὐτὸς ἅλυσιν περικείμενος ἐβόα· Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Οὕτως ἀεὶ διὰ τῆς γλώττης ἐκείνης ἠφίει τὰς ἀκτῖνας· καὶ οὐ φόβος, οὐ κίνδυνος τὸ στῆθος ἐκεῖνο σκυθρωπὸν ἐποίει. Τάχα παρελαύνειν δοκεῖ τὸ στῆθος τοὺς πόδας· ἀλλὰ κἀκεῖνοι ὡς πόδες καλοὶ, καὶ τοῦτο ὡς στῆθος. Βούλει καὶ γαστέρα ἰδεῖν ὡραίαν; Ἄκουσον τί φησι περὶ αὐτῆς· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι. Τί ταύτης τῆς γαστρὸς γένοιτ' ἂν ὡραιότερον τῆς οὕτω πεπαιδευμένης ἠρεμεῖν, καὶ σωφροσύνην πᾶσαν δεδιδαγμένης, καὶ εἰδυίας καὶ πεινῇν καὶ λιμώττειν καὶ διψῇν; Καθάπερ γὰρ ἵππος εὔτακτος χρυσῆν ἡνίαν λαβὼν, οὕτω καὶ αὕτη εὔρυθμα ἐβάδιζε τῆς φύσεως τὴν ἀνάγκην νικήσασα· ὁ γὰρ Χριστὸς ἐβάδιζεν ἐν αὐτῇ. Ταύτης δὲ οὕτω σωφρονούσης, εὔδηλον ὅτι καὶ ἡ ἄλλη πᾶσα κακία ἐλύετο. Βούλει καὶ χεῖρας ἰδεῖν τὰς νῦν; ἢ βούλει τὴν προτέραν αὐτῶν πρότερον κακίαν θεάσασθαι; Εἰσερχόμενος οὗτος εἰς τὰς οἰκίας, ἔσυρε πρώην ἄνδρας καὶ γυναῖκας, οὐχὶ ἀνδρὸς χεῖ ρας, ἀλλὰ θηρίου τινὸς χαλεποῦ ἔχων. Ἐπειδὴ δὲ τὰ χρώματα τῆς ἀληθείας ἔλαβε καὶ τὴν πνευματικὴν ἐμπειρίαν, οὐκέτι ἀνδρὸς ἐγένοντο αἱ χεῖρες αὗται, ἀλλὰ πνευματικαὶ, καθ' ἑκάστην ἡμέραν δεσμούμεναι ἁλύσεσι· καὶ ἔπληξαν μὲν οὐδένα ποτὲ, ἐπλήγησαν δὲ μυριάκις. Ἠδέσθη ποτὲ καὶ ἔχις ταύτας τὰς χεῖρας· οὐ γὰρ ἦσαν ἀνθρώπου χεῖρες λοιπόν· διὰ τοῦτο οὐδὲ καθήψατο αὐτῶν. Βούλει καὶ τὰ νῶτα ἰδεῖν τοῖς λοιποῖς ἐοικότα μέλεσιν; Ἄκουσον τί φησι καὶ περὶ αὐτῶν· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον ὑπὸ Ἰουδαίων, τρὶς ἐῤῥαπίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ἀλλ' ἵνα μὴ καὶ ἡμεῖς εἰς βυθὸν ἄπειρον ἐμπεσόντες, πολλὰ περιενεχθῶμεν καθ' ἕκαστον αὐτοῦ τῶν μελῶν ἐπιόντες, δεῦρο ἀποστάντες τοῦ σώματος, ἕτερον κάλλος ἴδωμεν τὸ ἀπὸ τῶν ἱματίων, ὃ καὶ δαίμονες ᾐδέσθησαν· διὸ καὶ αὐτοὶ ἔφευγον, καὶ νοσήματα ἐδραπέτευε. Καὶ ὅπουπερ ἂν ἐφάνη Παῦλος, πάντα ὑπεχώρει καὶ ὑπεξίστατο, καθάπερ τοῦ τῆς οἰκουμένης ἀριστέως παραγενομένου. Καὶ ὥσπερ οἱ πολλὰς λαβόντες ἐν πολέμῳ πληγὰς, κἂν ὅπλον ἴδωσι τοῦ πλήξαντος αὐτοὺς, πεφρίκασιν· οὕτω δὴ καὶ οἱ δαίμονες, σημικίνθια μόνον ὁρῶντες, ἐξίσταντο. Ποῦ νῦν εἰσιν οἱ πλουτοῦντες, καὶ μέγα φρονοῦντες ἐπὶ χρήμασι; ποῦ οἱ τὰ ἀξιώματα ἑαυτῶν ἀριθμοῦντες, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ; Πρὸς ταῦτα παραβάλλοντες ἑαυτοὺς, πηλὸν ὄψονται καὶ βόρβορον τὰ ἑαυτῶν ἅπαντα. Καὶ τί λέγω ἱμάτια καὶ χρυσία; Εἰ γάρ μοι τῆς οἰκουμένης ἔδωκέ τις κρατῆσαι πάσης, τὸν ὄνυχα μόνον Παύλου πάσης ἂν τῆς βασιλείας ἐκείνης ἰσχυρότερον εἶναι ἐνόμισα, πάσης τρυφῆς τὴν πενίαν, πάσης δόξης τὴν ἀδοξίαν, παντὸς πλούτου τὴν γύμνωσιν, πάσης ἀδείας τὸν κολαφισμὸν τῆς ἱερᾶς ἐκείνης κεφαλῆς, παντὸς διαδήματος τοὺς λίθους οὓς ἐδέξατο. Τοῦτον ποθήσωμεν τὸν στέφανον, ἀγαπητοί· καὶ εἰ μὴ διωγμός ἐστι, τέως παρασκευάσωμεν ἑαυτούς. Οὐδὲ γὰρ οὗτος ἀπὸ διωγμῶν μόνων ἦν λαμπρὸς ὁ ἀνήρ· καὶ γὰρ ἔλεγεν· Ὑποπιέζω μου τὸ σῶμα· τοῦτο δὲ καὶ χωρὶς διωγμοῦ δυνατὸν κατορθοῦν. Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι παρῄνει εἰς ἐπιθυμίας· καὶ πάλιν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Εἰς ταῦτα γὰρ διωγμῶν οὐ χρεία. Καὶ τοὺς εὐπόρους δὲ ἐσωφρόνιζε, λέγων· Οἱ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν. Ἐὰν οὖν καὶ ἡμεῖς οὕτως ἑαυτοὺς ἀσκήσωμεν, εἰς τὸν ἀγῶνα εἰσελθόντες στεφανωθησόμεθα, καὶ διωγμοῦ μὴ παρόντος, πολλὰ ὑπὲρ αὐτῶν ληψόμεθα τὰ βραβεῖα· ἐὰν δὲ λιπαίνωμεν τὸ σῶμα καὶ χοίρων βίον ζῶμεν, καὶ ἐν εἰρήνῃ πολλὰ ἁμαρτησόμεθα καὶ αἰσχύνην οἴσομεν. Οὐχ ὁρᾷς πρὸς τίνας ἡμῖν ἡ πάλη; Πρὸς τὰς ἀσωμάτους δυνάμεις. Πῶς οὖν, σάρκες ὄντες, τούτων περιεσόμεθα; Εἰ γὰρ πρὸς ἀνθρώπους τις παλαίων, δεῖται σωφρόνως ἑστιᾶσθαι, πολλῷ μᾶλλον πρὸς δαίμονας. Ὅταν δὲ μετὰ τῆς πολυσαρκίας καὶ τῷ πλούτῳ ὦμεν προσδεδεμένοι, πόθεν κρατήσομεν τῶν ἀντιπάλων; ∆εσμὸς γάρ ἐστιν ὁ πλοῦτος, δεσμὸς χαλεπὸς τοῖς οὐκ εἰδόσιν αὐτῷ χρῆσθαι, τύραννος ὠμὸς καὶ ἀπάνθρωπος, ἐπὶ λύμῃ τῶν δουλευόντων πάντα ἐπιτάττων. Ἀλλ', ἐὰν θέλωμεν, τὴν πικρὰν ταύτην τυραννίδα ἀπὸ τοῦ θρόνου καταστρέψομεν, καὶ ἡμῖν εἴκειν ποιήσομεν, ἀλλ' οὐκ ἐπιτάττειν. Πῶς οὖν τοῦτο ἔσται; Ὅταν εἰς πάντας τὸν πλοῦτον διανέμωμεν. Ἕως μὲν γὰρ ἂν μόνος ᾖ πρὸς μόνους καθάπερ λῃστής τις ἐν ἐρημίᾳ, πάντα ἐργάζεται τὰ κακά· ὅταν δὲ εἰς μέσον αὐτὸν ἀγάγωμεν, οὐκέτι ἡμῶν κρατήσει, πάντοθεν αὐτὸν πάντων δεσμούντων.
εʹ. Καὶ ταῦτα λέγω, οὐκ ἐπειδὴ ἁμαρτία τὰ χρήματα· τοῖς πτωχοῖς δὲ μὴ διανέμειν αὐτὰ, ἁμαρτία, καὶ κακῶς αὐτοῖς χρῆσθαι. Οὐδὲν γὰρ ὁ Θεὸς κακὸν ἐποίησεν, ἀλλὰ πάντα καλὰ λίαν· ὥστε καὶ τὰ χρήματα καλὰ, ἀλλ' ἐὰν μὴ κρατῇ τῶν κεκτημένων, ἐὰν τὰς πενίας τῶν πλησίον λύῃ. Οὐδὲ γὰρ φῶς ἐκεῖνο καλὸν τὸ μὴ ἀφανίζον σκότος, ἀλλὰ καὶ ἐπιτεῖνον, οὐδὲ πλοῦτον ἂν εἴποιμι τοῦτον τὸν οὐ λύοντα πενίαν, ἀλλ' αὔξοντα πενίαν. Ὁ γὰρ πλουτῶν οὐ ζητεῖ παρ' ἑτέρων λαμβάνειν, ἀλλ' ἑτέροις ἐπικουρεῖν· ὁ δὲ παρ' ἑτέρων ζητῶν λαβεῖν, οὐκέτι πλουτεῖ, ἀλλ' αὐτός ἐστιν ὁ πένης. Ὥστε οὐ τὰ χρήματα κακὸν, ἀλλ' ἡ πενιχρὰ διάνοια, ἡ τὸν πλοῦτον εἰς πενίαν ἄγουσα. Οὗτοι τῶν διὰ τῶν στενωπῶν ἐπαιτούντων ἀθλιώτεροι, τῶν πήρωσιν ἐχόντων καὶ λελωβημένων τὰ σώματα, τῶν ῥάκια περιβεβλημένων οἱ ἐν τοῖς σηρικοῖς καὶ λαμπροῖς ἱματίοις· οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς τῶν κατὰ τὰ ἄμφοδα βαδιζόντων καὶ εἰς τὰς αὐλὰς εἰσιόντων καὶ κάτωθεν βοώντων καὶ ἐπαιτούντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ τὸν Θεὸν ἀνυμνοῦσι, καὶ ἐλέου φθέγγονται ῥήματα καὶ φιλοσοφίας πολλῆς· διὸ καὶ ἐλεοῦμεν αὐτοὺς, καὶ χεῖρα ὀρέγομεν, καὶ οὐδέποτε ἐγκαλοῦμεν. Οἱ δὲ πλουτοῦντες κακῶς, ὠμότητος καὶ ἀπανθρωπίας, ἁρπαγῆς καὶ σατανικῆς ἐπιθυμίας ἐρεύγονται λόγους· διὸ καὶ παρὰ πᾶσίν εἰσι μισητοὶ καὶ καταγέλαστοι. Σκόπει δὲ, τί παρὰ πᾶσιν ἀνθρώποις αἰσχρὸν εἶναι δοκεῖ, τὸ παρὰ τῶν πλουτούντων αἰτεῖν, ἢ τὸ παρὰ τῶν ἀπόρων; Παντί που δῆλον, ὅτι τὸ παρὰ τῶν ἀπόρων. Τοῦτο τοίνυν οἱ πλουτοῦντες ποιοῦσιν· οὐ γὰρ ἂν τολμήσαιεν τοῖς πλουσιωτέροις προσελθεῖν. Οἱ δὲ ἐπαιτοῦντες, παρὰ τῶν εὐπόρων· οὐ γὰρ τὸν ἐπαίτην ὁ ἐπαίτης αἰτήσει, ἀλλὰ τὸν εὔπορον· ὁ δὲ πλούσιος τὸν πένητα σπαράττει. Πάλιν τί σεμνότερον, εἰπέ μοι, παρὰ ἑκόντων λαβεῖν καὶ χάριν ἐχόντων, ἢ τοὺς οὐ θέλοντας ἀναγκάζειν καὶ ἐνοχλεῖν; Εὔδηλον ὅτι τοὺς μὴ βουλομένους μὴ ἐνοχλεῖν. Ἀλλὰ καὶ τοῦτο οἱ πλουτοῦντες ποιοῦσιν. Οἱ μὲν γὰρ πένητες παρ' ἑκόντων λαμβάνουσι καὶ χάριν εἰδότων, οἱ δὲ πλουτοῦντες παρὰ ἀκόντων καὶ μὴ βουλομένων, ὃ μείζονός ἐστι πενίας ἀπόδειξις. Εἰ γὰρ οὐδὲ ἐπ' ἄριστον ἕλοιτό τις ἀπελθεῖν, εἰ μὴ χάριν ὁ καλῶν εἰδείη τῷ καλουμένῳ, πῶς χρήματα λαβεῖν μετ' ἀνάγκης καλόν; Τοὺς κύνας οὐ διὰ τοῦτο ἀποστρεφόμεθα καὶ φεύγομεν τοὺς ὑλακτοῦντας, ὅτι τῇ πολλῇ προσεδρίᾳ ἡμᾶς ἐκβιάζονται; Τοῦτο καὶ οἱ πλούσιοι ποιοῦσιν. Ἀλλὰ τὸν φόβον προσεῖναι τῇ δόσει σεμνότερον. Τοῦτο μὲν οὖν πάντων αἰσχρότερον· ὁ γὰρ πάντα κινῶν ὑπὲρ τοῦ λαβεῖν, τίνος οὐκ ἂν εἴη καταγελαστότερος; Καὶ γὰρ τοὺς κύνας πολλάκις φοβηθέντες, προηκάμεθα ἅπερ κατείχομεν. Τί πάλιν αἰσχρότερον, εἰπέ μοι, ῥάκια περιβεβλημένον αἰτεῖν, ἢ σηρικὰ φοροῦντα; Ὅταν μὲν γὰρ πλουτῶν τις γέροντας θεραπεύῃ πένητας, ὥστε τὰ ἐκείνων λαβεῖν, καὶ ταῦτα παίδων ὄντων, τίνος ἔσται συγγνώμης ἄξιος; Εἰ δὲ βούλεσθε, καὶ τὰ ῥήματα αὐτὰ ἐξετάσωμεν, τίνα μὲν οἱ πλουτοῦντες ἐπαιτοῦντες λέγουσι, τίνα δὲ οἱ πένητες. Τί οὖν ὁ πένης φησίν; Ὅτι ὁ διδοὺς ἐλεημοσύνην οὐ μετριάσει ποτὲ, ὅτι ἀπὸ τῶν τοῦ Θεοῦ δίδωσιν, ὅτι ὁ Θεὸς φιλάνθρωπος καὶ μείζονα ἀντιδίδωσιν· ἅπερ ἅπαντα φιλοσοφίας ἐστὶ ῥήματα καὶ παραινέσεως καὶ συμβουλῆς. Ἀξιοῖ σε γὰρ πρὸς τὸν ∆εσπότην ἰδεῖν, καὶ τὸν φόβον ἐξαίρει σου τῆς μελλούσης πενίας· καὶ πολλὴν ἄν τις ἴδοι διδασκαλίαν ἐν τοῖς τῶν ἐπαιτούντων ῥήμασι. Τὰ δὲ τῶν πλουτούντων ὁποῖα; Χοίρων καὶ κυνῶν καὶ λύκων καὶ τῶν ἄλλων θηρίων. Οἱ μὲν γὰρ αὐτῶν περὶ τραπεζῶν καὶ ὄψων καὶ καρυκευμάτων καὶ οἴνου παντοδαποῦ καὶ μύρων καὶ ἱματίων καὶ τῆς ἄλλης διαπαντὸς διαλέγονται ἀσωτίας· οἱ δὲ περὶ τόκων καὶ δανεισμάτων, καὶ γραμματεῖα πλάττοντες καὶ χρεῶν ὄγκον ἀφόρητον ἐπαιωροῦντες, ὡς ἐκ πατέρων ἢ πάππων ἀρχὴν εἰληφότα, τοῦ μὲν τὴν οἰκίαν, τοῦ δὲ τὸν ἀγρὸν, τοῦ δὲ ἀνδράποδον ἀφαιροῦνται καὶ τὰ ὄντα ἅπαντα. Τί ἄν τις εἴποι τὰς διαθήκας, τὰς ἀντὶ μέλανος αἵματι γεγραμμένας; Ἢ γὰρ κίνδυνον ἀφόρητον περιστήσαντες, ἢ μικραῖς τισι καταγοητεύσαντες ὑποσχέσεσιν, οὓς ἂν ἴδωσιν ὀλίγα τινὰ κεκτημένους, ἔπεισαν τοὺς μὲν προσήκοντας ἅπαντας καὶ πενίᾳ πολλάκις ἀπολλυμένους παραδραμεῖν, αὐτοὺς δὲ ἀντ' ἐκείνων ἐγγράψαι. Ταῦτ' οὖν ποίων θηρίων οὐκ ἀποκρύπτει μανίαν καὶ ἀγριότητα; ∆ιὸ, παρακαλῶ, πάντα τὸν τοιοῦτον πλοῦτον φύγωμεν, τὸν αἰσχρὸν καὶ φόνων γέμοντα· καὶ κτησώμεθα τὸν πνευματικὸν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς θησαυροὺς ἐπιζητήσωμεν. Οἱ γὰρ τούτους ἔχοντες, ἐκεῖνοι οἱ πλούσιοι, ἐκεῖνοι οἱ εὔποροι, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἀπολαύοντες. Ὁ γὰρ βουλόμενος πένεσθαι κατὰ τὸν τοῦ Θεοῦ λόγον, τὰς πάντων οἰκίας ἀνεῳγμένας ἔχει. Τῷ γὰρ οὐδὲν κεκτημένῳ διὰ τὸν Θεὸν, ἕκαστος ἂν εἰσενέγκοι τὰ ἑαυτοῦ· ὁ δὲ μικρὰ μετὰ ἀδικίας βουλόμενος ἔχειν, τὰς ἁπάντων ἀπέκλεισε θύρας. Ἵνα τοίνυν καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἀγαθῶν ἐπιτύχωμεν, ἑλώμεθα τὸν πλοῦτον τὸν ἀκίνητον, τὴν ἀθάνατον εὐπορίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου