ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΞΑʹ Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν.

Παρασκευή 28 Οκτωβρίου 2016

ΞΑʹ Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν.




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΞΑʹ  Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ στοᾷ Σολομῶντος. Ἐκύκλωσαν οὖν αὐ τὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ· «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;»

αʹ. Πᾶσα μὲν  ἀρετὴ  καλὸν,  μάλιστα  δὲ  ἐπιείκεια  καὶ  πραότης.  Τοῦτο ἀνθρώπους δείκνυσιν ἡμᾶς, τοῦτο τῶν θηρίων διίστησι, τοῦτο τοῖς ἀγγέλοις ἁμιλλᾶσθαι παρασκευάζει. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς συνεχῶς περὶ ταύτης πολλοὺς λόγους  ἀναλίσκει  τῆς ἀρετῆς, πράους εἶναι  καὶ ἐπιεικεῖς  κελεύων.  Οὐ λόγους δὲ ἀναλίσκει μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων τοῦτο παιδεύει· νῦν μὲν ῥαπιζόμενος καὶ φέρων,   νῦν   δὲ   λοιδορούμενος   καὶ   ἐπιβουλευόμενος,   καὶ   πάλιν    ἐπὶ   τοῖς ἐπιβουλεύουσι ἐφιστάμενος. Οἱ γὰρ καὶ δαιμονῶντα  καλέσαντες, καὶ Σαμαρείτην, καὶ  πολλάκις   θελήσαντες  ἀνελεῖν,   καὶ  λιθάσαντες,  οὗτοι  κυκλώσαντες  αὐτὸν ἠρώτων, . Εἰ σὺ εἶ ὁ Χριστός; Καὶ οὐδὲ οὕτως αὐτοὺς διεκρούετο μετὰ τοσαύτας καὶ τοιαύτας ἐπιβουλὰς, ἀλλὰ μετὰ πολλῆς ἀπεκρίνατο τῆς ἐπιεικείας· μᾶλλον δὲ ἄνωθεν ἀναγκαῖον  ἐξετάσαι τὸν λόγον ἅπαντα.


Ἐγένετο γὰρ, φησὶ, τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. Μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. Τὴν γὰρ ἡμέραν καθ' ἣν ὁ ναὸς ᾠκοδομήθη, ἐπανελθόντων  αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας, τῆς ἐν τῇ Περσίδι, ταύτην ἦγον μετὰ πολλῆς τῆς σπουδῆς. Ἐν ταύτῃ παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ. Λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον· Ἕως πότε τὴν ψυχὴν  ἡμῶν  αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Καὶ οὐκ εἶπε, Τί ζητεῖτε πρός με; δαιμονῶντα ἐκαλέσατε πολλάκις καὶ μαινόμενον, καὶ Σαμαρείτην, καὶ ἀντίθεον  εἶναι ἐνομίσατε καὶ πλάνον· καὶ πρώην . ἐλέγετε, Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· πῶς οὖν ἐξετάζετε καὶ παρ' ἐμοῦ βούλεσθε μαθεῖν, οὗ τὴν μαρτυρίαν ἐκβάλλετε; Ἀλλ' οὐδὲν τούτων εἶπε, καίτοι γε εἰδὼς τὴν γνώμην μεθ' ἧς ἐξήταζον πονηρὰν οὖσαν. Τὸ μὲν γὰρ κυκλῶσαι αὐτὸν καὶ εἰπεῖν, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἐδόκει πόθου τινὸς εἶναι καὶ φιλομαθείας· ἡ δὲ διάνοια, μεθ' ἧς ἠρώτων, διεφθαρμένη τις ἦν καὶ ὕπουλος. Ἐπεὶ γὰρ τὰ μὲν ἔργα οὐκ ἀνεδέξαντο  συκοφαντίαν  τε καὶ ἐπήρειαν, τοῖς δὲ λόγοις  ἐπισκήπτειν  εἶχον, ἑτέρως ἐξετάζοντες ἢ ὡς εἴρηται, ἀεὶ πεύσεις προσῆγον, ἐπιστομίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι, καὶ τοῖς ἔργοις οὐδὲν ἐγκαλεῖν δυνάμενοι, λαβήν τινα ἀπὸ τῶν ῥημάτων ἐπεθύμουν εὑρεῖν. ∆ιὰ τοῦτο ἔλεγον, Εἰπὲ ἡμῖν· καίτοι πολλάκις εἶπε. Καὶ γὰρ τῇ Σαμαρείτιδι ἔλεγεν·  Ἐγώ εἰμι ὁ λαλῶν  σοι· καὶ τῷ  τυφλῷ,  Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν  μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Κἀκείνοις δὲ εἶπεν, εἰ καὶ μὴ οὕτως, ἀλλὰ δι' ἑτέρων ῥημάτων. Καίτοι γε εἰ νοῦν εἶχον, καὶ ὀρθῶς ἐξετάζειν ἠβούλοντο, διὰ  λόγων  αὐτὸν  ὁμολογῆσαι  λοιπὸν  ἐκείνων  ἦν·  διὰ  γὰρ  τῶν  ἔργων  αὐτὸς ἐπεδείξατο   τοῦτο   πολλάκις.   Νυνὶ   δὲ   σκόπει   τὸ   διεστραμμένον   αὐτῶν   καὶ φιλόνεικον.  Ὅταν μὲν γὰρ δημηγορῇ καὶ διὰ λόγων  παιδεύῃ, λέγουσι Τί σημεῖον δεικνύεις; Ὅταν δὲ διὰ τῶν ἔργων παρέχηται τὰς ἀποδείξεις, λέγουσιν αὐτῷ, Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ, τῶν  ἔργων  βοώντων,  ῥήματα ζητοῦντες· καὶ τῶν ῥημάτων διδασκόντων, ἐπὶ τὰ ἔργα καταφεύγουσι, πρὸς τὸ ἐναντίον  ἀεὶ ἱστάμενοι. Ὅτι γὰρ οὐ τοῦ μαθεῖν ἕνεκεν ἐζήτουν, τὸ τέλος ἔδειξεν. Ὃν γὰρ οὕτως ἀξιόπιστον εἶναι ἐνόμιζον, ὡς καὶ περὶ ἑαυτοῦ μαρτυροῦντα δέξασθαι, μικρά τινα φθεγξάμενον, εὐθέως ἐλίθασαν, ὥστε καὶ τὸ κυκλῶσαι καὶ τὸ ἐπικεῖσθαι μετὰ πονηρίας ἐγίνετο. Καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως πολλῆς ἔγεμεν ἀπεχθείας. Εἰπὲ γὰρ ἡμῖν παῤῥησίᾳ, εἰ σὺ  εἶ  ὁ  Χριστός. Καίτοι  γε  μετὰ  παῤῥησίας  ἅπαντα  ἔλεγεν   ἐν  ταῖς  ἑορταῖς ἐπιχωριάζων ἀεὶ, καὶ οὐδὲν κρύφα ἐλάλει· ἀλλὰ διὰ τοῦτο κολακείας προβάλλονται ῥήματα, λέγοντες,  Ἕως πότε τὴν  ψυχὴν  ἡμῶν  αἴρεις; ἵνα  αὐτὸν  ἐκκαλεσάμενοι, πάλιν τινὰ λαβὴν εὕρωσιν. Ὅτι γὰρ πανταχοῦ διὰ τοῦτο ἠρώτων, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα τοῖς λεγομένοις ἐπισκήψωσιν, οὐκ ἐντεῦθεν  μόνον, ἀλλὰ καὶ ἀλλαχόθεν πολλαχόθεν  δῆλόν  ἐστι. Καὶ γὰρ  ὅτε  προσῆλθον  ἐρωτῶντες,  εἰ  Ἔξεστι δοῦναι κῆνσον  Καίσαρι, ἢ οὔ· καὶ ὅτε περὶ ἀφέσεως γυναικὸς  διελέγοντο·  καὶ ὅτε περὶ ἐκείνης ἐπυνθάνοντο, ἣν ἔφασαν ἑπτὰ ἄνδρας ἐσχηκέναι, ἑάλωσαν, οὐκ ἀπὸ φιλομαθείας,  ἀλλ' ἀπὸ γνώμης  σκαιᾶς πεύσεις αὐτῷ προσάγοντες. Ἀλλ' ἐκεῖ μὲν αὐτοὺς  ἐλέγχει  λέγων·  Τί με πειράζετε,  ὑποκριταί;  δεικνὺς  ὅτι  οἶδεν  αὐτῶν  τὰ ἀπόῤῥητα·  ἐνταῦθα  δὲ  οὐδὲν  τοιοῦτον  φθέγγεται,   παιδεύων  ἡμᾶς  μὴ  πάντοτε ἐλέγχειν τοὺς ἐπιβουλεύοντας, ἀλλ' ἐπιεικείᾳ καὶ πραότητι πολλὰ φέρειν. Ἐπεὶ οὖν ἀνοίας  ἦν,  τῶν   ἔργων   αὐτὸν   ἀνακηρυττόντων,   τὴν  ἀπὸ  τῶν   λόγων   ζητεῖν μαρτυρίαν, ἄκουσον πῶς  αὐτοῖς  ἀποκρίνεται· ὁμοῦ μὲν  αὐτοὺς  αἰνιττόμενος  ὅτι περισσῶς ταῦτα ἐζήτουν, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν· ὁμοῦ δὲ δηλῶν, ὅτι καὶ τῆς διὰ τῶν ῥημάτων σαφεστέραν ἀφῆκε φωνὴν, τὴν διὰ τῶν ἔργων. Πολλάκις γὰρ, φησὶν, εἶπον ὑμῖν, καὶ οὐ πιστεύετέ μοι· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνά ἐστι τὰ μαρτυροῦντα περὶ ἐμοῦ. Ὅπερ καὶ οἱ ἀνεκτότεροι  αὐτῶν  συνεχῶς πρὸς ἀλλήλους ἔλεγον· Οὐ γὰρ . δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν· καὶ πάλιν. Οὐ δύναται δαιμόνιον  ὀφθαλμοὺς τυφλῶν  ἀνοίγειν· καὶ, Οὐδεὶς δύναται  σημεῖα τοιαῦτα  ποιεῖν,  ἐὰν μὴ ᾖ μετ' αὐτοῦ ὁ Θεός. Καὶ θεωροῦντες  τὰ σημεῖα ἃ ἐποίει, ἔλεγον· Μή τι οὗτός ἐστιν ὁ Χριστός; Ἄλλοι δὲ ἔλεγον, Ὅταν ἔλθῃ ὁ Χριστὸς, μὴ πλείονα σημεῖα ποιήσει ὧν ἐποίησεν οὗτος; Καὶ αὐτοὶ δὲ οὗτοι ἐντεῦθεν ἐβούλοντο  πιστεῦσαι αὐτῷ  λέγοντες·  Τί σημεῖον δεικνύεις  ἡμῖν,  ἵνα  ἴδωμεν  καὶ πιστεύσωμεν σοι;

βʹ. Ἐπεὶ οὖν προσεποιοῦντο τότε ἀπὸ ψιλοῦ πείθεσθαι ῥήματος, οἱ τοσούτοις μὴ πεισθέντες  ἔργοις, ἐλέγχει  τὴν  πονηρίαν  αὐτῶν  λέγων,  ὅτι Εἰ τοῖς ἔργοις οὐ πιστεύετε, πῶς τοῖς ῥήμασι πιστεύσετε; Ὥστε περιττὴ ἡ ἐρώτησις. Ἀλλ' εἶπον ὑμῖν, φησὶ, καὶ οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. Ἐγὼ μὲν γὰρ τὰ παρ' ἐμαυτοῦ πάντα ἐπλήρωσα, ἃ τὸν ποιμένα ποιῆσαι ἐχρῆν· εἰ δὲ μὴ ἀκολουθεῖτέ μοι, οὐκ ἐπειδὴ οὐκ εἰμὶ ποιμὴν, ἀλλ' ἐπειδὴ ὑμεῖς οὐκ ἐστὲ πρόβατα τὰ ἐμά. Τὰ γὰρ πρόβατα τὰ ἐμὰ, φησὶ, τῆς φωνῆς μου ἀκούει, καὶ ἀκολουθεῖ μοι· καὶ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα· καὶ οὐδεὶς δύναται ταῦτα ἁρπάσαι ἐκ τῆς χειρός μου. Ὅτι ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Σκόπει πῶς ἐν τῷ ἀπαγορεύειν προτρέπει εἰς τὴν ἀκολούθησιν αὐτούς. Ὑμεῖς οὐκ ἀκούετέ μου, φησίν· οὐδὲ γάρ ἐστε πρόβατα· οἱ δὲ ἀκολουθοῦντες,  οὗτοι τῆς ποίμνης εἰσί. Ταῦτα δὲ ἔλεγεν, ἵνα φιλονεικήσωσι γενέσθαι πρόβατα. Εἶτα εἰπὼν ὧν τεύξονται, παρακνίζει τούτους, ὥστε αὐτοὺς διεγεῖραι καὶ εἰς ἐπιθυμίαν ἐμβαλεῖν. Τί οὖν; εἰ διὰ τὴν δύναμιν τοῦ Πατρὸς οὐδεὶς ἁρπάζει, σὺ δὲ οὐκ ἰσχύεις, ἀλλ' ἀσθενὴς εἶ πρὸς τὴν φυλακήν; Οὐδαμῶς. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, δι' ἐκείνους εἴρηται, ἵνα μὴ πάλιν αὐτὸν ἀντίθεον  εἴπωσιν· εἰπὼν, ὅτι Οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου, προϊὼν ἔδειξε τὴν αὐτοῦ χεῖρα καὶ τοῦ Πατρὸς μίαν οὖσαν. Εἰ γὰρ μὴ τοῦτο, ἀκόλουθον ἦν εἰπεῖν, ὅτι Ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρός μου. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' Ἐκ τῆς  χειρὸς  τοῦ Πατρός μου. Εἶτα, ἵνα  μὴ νομίσῃς, ὅτι  αὐτὸς  μέν  ἐστιν ἀσθενὴς, διὰ δὲ τὴν τοῦ Πατρὸς δύναμιν ἐν ἀσφαλείᾳ τὰ πρόβατά ἐστιν, ἐπήγαγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὡσανεὶ ἔλεγεν, Οὐ διὰ τοῦτο εἶπον, ὅτι διὰ τὸν Πατέρα οὐδεὶς αὐτὰ ἁρπάζει, ὡς αὐτὸς ἀσθενῶν τηρῆσαι τὰ πρόβατα. Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· κατὰ τὴν δύναμιν  ἐνταῦθα λέγων· καὶ γὰρ περὶ ταύτης ἦν ὁ λόγος ἅπας αὐτῷ. Εἰ δὲ ἡ δύναμις ἡ αὐτὴ, εὔδηλον ὅτι καὶ ἡ οὐσία. Ἐπειδὴ γὰρ μυρία ἐποίουν οἱ Ἰουδαῖοι, ἐπιβουλεύοντες, ἀποσυναγώγους ποιοῦντες, λέγει, ὅτι πάντα αὐτοῖς εἰκῆ καὶ μάτην μεμηχάνηται. Ἐν γὰρ τῇ χειρὶ τοῦ Πατρός μού ἐστι τὰ πρόβατα, ὥσπερ ὁ προφήτης λέγει· Ἐν τῇ χειρί μου ἐζωγράφησά σου τὰ τείχη. Εἶτα δεικνὺς μίαν οὖσαν τὴν χεῖρα, ποτὲ μὲν αὐτοῦ, ποτὲ δὲ τοῦ Πατρὸς εἶναί φησιν αὐτήν. Χεῖρα δὲ ὅταν ἀκούσῃς, μηδὲν αἰσθητὸν νομίσῃς, ἀλλὰ τὴν δύναμιν, τὴν ἐξουσίαν. Εἰ δὲ διὰ τοῦτο οὐδεὶς ἥρπαζεν, ὅτι αὐτὸν ἐνεδυνάμου, περιττὸν ἦν τὸ ἑξῆς εἰπεῖν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Εἰ γὰρ ἐλάττων ἦν, πολλῆς τοῦτο τόλμης τὸ ῥῆμα. Οὐδὲν γὰρ ἕτερον ἢ τὸ τῆς δυνάμεως ἰσοστάσιον δείκνυσιν· ὅπερ οὖν καὶ Ἰουδαῖοι συνειδότες, λίθοις . αὐτὸν ἔβαλ[λ]ον. Ἀλλ' οὐδὲ οὕτω καθεῖλε τὴν δόξαν ταύτην καὶ τὴν ὑπόνοιαν. Καὶ μὴν εἰ κακῶς ὑπώπτευσαν ἐκεῖνοι, ἔδει διορθῶσαι καὶ εἰπεῖν· Τίνος ἕνεκεν ταῦτα ποιεῖτε; οὐκ ἴσην μαρτυρῶν ἐμοὶ καὶ τῷ Πατρὶ δύναμιν ταῦτα εἶπον ἐγώ. Νῦν δὲ πᾶν τοὐναντίον  ποιεῖ, καὶ ἵστησι τὴν ὑπόνοιαν, καὶ συγκροτεῖ· καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Οὐ γὰρ ἀπολογεῖται ὑπὲρ τῶν εἰρημένων ὡς κακῶς λεχθέντων,  ἀλλὰ καὶ ἐκείνοις  ἐπιτιμᾷ,  ὡς μὴ τὴν  προσήκουσαν δόξαν ἔχουσι περὶ αὐτοῦ. Ἐπειδὴ γὰρ ἔλεγον,  ὅτι  Περὶ καλοῦ  ἔργου οὐ λιθάζομέν  σε, ἀλλὰ  περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεὸν, ἄκουσον τί φησιν· Εἰ ἐκείνους εἶπεν ἡ Γραφὴ θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, πῶς ὑμεῖς λέγετε  ὅτι βλασφημῶ, ὅτι εἶπον, Υἱὸς Θεοῦ εἰμι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ οἱ χάριτι τοῦτο λαβόντες, οὐκ ἐγκαλοῦνται θεοὺς ἑαυτοὺς καλοῦντες· ὁ τῇ φύσει τοῦτο ἔχων, πῶς ἂν εἴη δίκαιος ἐπιτιμᾶσθαι; Ἀλλ' οὕτω  μὲν  οὐκ εἶπεν,  ὕστερον δὲ αὐτὸ κατεσκεύασε, πρότερον χαλάσας καὶ καθυφεὶς τῷ λόγῳ, καὶ εἰπών· Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλε· καὶ παραμυθησάμενος αὐτῶν τὸν θυμὸν, τότε ἐπάγει σαφῆ τὴν ἀπόφασιν. Τέως μὲν γὰρ ὥστε δεχθῆναι τὸν λόγον, ταπεινότερον  διελέχθη· ὕστερον δὲ ἐπὶ τὸ μεῖζον αὐτὸν ἀνήγαγεν, οὕτως εἰπών· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ οὐ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε. Ὁρᾷς πῶς τοῦτο ὅπερ εἶπον κατασκευάζει, ὅτι εἰς οὐδέν ἐστιν ἐλάττων αὐτοῦ, ἀλλὰ πανταχοῦ ἴσος; Ἐπειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν ἀμήχανον ἦν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ταυτότητος τὴν   ἀπόδειξιν   τῆς   κατὰ   τὴν   δύναμιν   ἀπαραλλαξίας   παρέχεται.

γʹ.  Καὶ  τί πιστεύσομεν, εἰπέ; Ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐδὲν γὰρ ἄλλο ἐγὼ, ἢ ὅπερ ὁ Πατὴρ, μένων Υἱός· οὐδὲν ἄλλο ἐκεῖνος, ἢ ὅπερ ἐγὼ, μένων Πατήρ. Κἂν ἐμὲ γνῷ τις, τὸν Πατέρα ἔγνω, καὶ τὸν Υἱὸν ἔμαθεν. Εἰ δὲ ἐλάττονα ἦν τὰ τῆς δυνάμεως, καὶ τὰ τῆς γνώσεως διέψευστο. Οὐδὲ γὰρ ἔστιν ἄλλην δι' ἄλλης οὔτε οὐσίαν οὔτε δύναμιν μαθεῖν. Ἠθέλησαν οὖν αὐτὸν πιάσαι, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν, καὶ ἀπῆλθεν πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων τὸ πρότερον, καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον· ὅτι Ἰωάννης  ἐποίησε σημεῖον οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ αὐτοῦ, ἐστὶν ἀληθῆ. Ὅταν γάρ τι μέγα καὶ ὑψηλὸν φθέγξηται, ἀναχωρεῖ ταχέως, ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ ὥστε λωφῆσαι καὶ λῆξαι τὸ πάθος διὰ τῆς  ἀπουσίας  αὐτοῦ·  ὃ  δὴ  καὶ  τότε  ἐποίησε.  Τίνος  δὲ  ἕνεκεν   τὸν  τόπον  ὁ εὐαγγελιστὴς λέγει; Ἵνα μάθῃς ὅτι διὰ τοῦτο ἀπῆλθεν ἐκεῖ, ἀναμιμνήσκων  αὐτοὺς τῶν  ἐκεῖ  γενομένων  τε  καὶ  λεχθέντων   παρὰ  Ἰωάννου,  καὶ  τῆς  μαρτυρίας  τῆς ἐκείνου. Ἐλθόντες γοῦν ἐκεῖ, εὐθέως ἀνεμνήσθησαν τοῦ Ἰωάννου·  διὰ τοῦτο καὶ λέγουσιν, ὅτι Ἰωάννης μὲν οὐδὲν σημεῖον ἐποίησεν· ἐπεὶ ποία ἀκολουθία τοῦτο ἦν προσθεῖναι; ἀλλ' ἐπειδὴ ὁ τόπος αὐτοὺς εἰς μνήμην ἤγαγε τοῦ Βαπτιστοῦ, καὶ εἰς τὴν τῆς μαρτυρίας αὐτοῦ μνήμην ἦλθον. Ὅρα δὲ πῶς συλλογισμοὺς πλέκουσιν ἀναμφισβητήτους.  Ἰωάννης  μὲν  σημεῖον οὐδὲν  ἐποίησεν· οὗτος δὲ ποιεῖ, φησίν, Οὐκοῦν  κἀντεῦθεν   ἡ  ὑπεροχὴ  δείκνυται.   Εἰ  τοίνυν,   ἐκείνου   σημεῖον  οὐδὲν ποιήσαντος, ἐπιστεύσαμεν, πολλῷ μᾶλλον τούτῳ. Εἶτα, ἐπειδὴ αὐτὸς ἦν ὁ μαρτυρήσας, ἵνα  μὴ τὸ σημεῖον αὐτὸν  μὴ πεποιηκέναι  δόξῃ . ἀνάξιον  τῆς μαρτυρίας ἀποφαίνειν,  ἐπήγαγον· Εἰ καὶ σημεῖον οὐδὲν ἐποίησεν, ἀλλ' ὅμως πάντα ἠλήθευσε τὰ περὶ αὐτοῦ, οὐκ ἔτι τοῦτον  ἐξ ἐκείνου, ἀλλ' ἐκεῖνον  ἀφ' ὧν  οὗτος ἐποίησεν ἀξιόπιστον ἀποφαίνοντες. Πολλοὶ τοίνυν ἐπίστευσαν εἰς αὐτόν. Πολλὰ γὰρ ἦν αὐτοὺς τὰ ἐφελκόμενα. Καὶ γὰρ ἐμέμνηντο τῶν ῥημάτων ὧν ἔλεγεν, ἰσχυρότερον ἑαυτοῦ καλῶν αὐτὸν, καὶ φῶς, καὶ ζωὴν, καὶ ἀλήθειαν, καὶ τὰ λοιπὰ ἅπαντα, καὶ τῆς φωνῆς τῆς ἄνωθεν ἐνεχθείσης, καὶ τοῦ Πνεύματος τοῦ ἐν περιστερᾶς εἴδει φανέντος τότε καὶ δείξαντος αὐτὸν ἅπασι· καὶ μετὰ τούτων, τὴν ἀπὸ τῶν θαυμάτων ἀπόδειξιν, εἰς ἣν ὁρῶντες ἐβεβαιοῦντο λοιπόν. Εἰ γὰρ Ἰωάννῃ, φησὶ, πιστεύειν ἐχρῆν, πολλῷ μᾶλλον τούτῳ. Εἰ χωρὶς σημείων ἐκείνῳ, πολλῷ μᾶλλον τούτῳ, μετὰ τῆς ἐκείνου μαρτυρίας καὶ τὴν ἀπὸ τῶν σημείων ἀπόδειξιν ἔχοντι. Ὁρᾷς ὅσον αὐτοὺς ὤνησεν ἡ περὶ  τὸν  τόπον  διατριβὴ,  καὶ  ἡ τῶν  πονηρῶν  ἀνθρώπων  ἀπαλλαγή; ∆ιὰ τοῦτο αὐτοὺς συνεχῶς  ἐξάγει καὶ ἀπάγει  τῆς ἐκείνων  συνουσίας· ὅπερ οὖν καὶ ἐπὶ τῆς Παλαιᾶς ποιήσας φαίνεται,  πόῤῥω τῶν  Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἰουδαίους διαπλάττων  καὶ  ῥυθμίζων  ἐν  ἅπασιν.  Ὃ καὶ  ἡμῖν  παραινεῖ  ποιεῖν,  ἀγορὰς  μὲν φεύγειν  κελεύων καὶ θορύβους καὶ ταραχὰς, ἐν δὲ τῷ ταμιείῳ προσεύχεσθαι μετὰ τῆς  ἡσυχίας. Καὶ γὰρ πλοῖον  ταραχῆς  ἀπηλλαγμένον,  ἐξ οὐρίας  πλεῖ·  καὶ  ψυχὴ πραγμάτων  οὖσα ἐκτὸς, ἐν λιμένι  κάθηται. ∆ιὸ καὶ τὰς γυναῖκας  φιλοσοφωτέρας τῶν  ἀνδρῶν  ἐχρῆν  εἶναι,  οἰκουρίᾳ προσηλωμένας τὰ πλείονα.  Οὕτω γοῦν  καὶ ὁ Ἰακὼβ ἄπλαστος ἐγένετο, ἐπειδὴ οἰκίαν ᾤκει, καὶ τῶν ἐν μέσῳ θορύβων ἐλεύθερος ἦν. Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν  ἡ Γραφὴ εἰποῦσα, Οἰκῶν οἰκίαν. Ἀλλὰ καὶ ἐν οἰκίᾳ πολὺς, φησὶν, ὁ θόρυβος. Ἐπειδὴ σὺ βούλει, καὶ περιιστᾷς σαυτῇ φροντίδων ὄχλον. Ὁ μὲν γὰρ ἀνὴρ ἐν μέσαις στρεφόμενος ταῖς ἀγοραῖς καὶ δικαστηρίοις, ὥσπερ ὑπό τινων κυμάτων τῶν ἔξωθεν περιαντλεῖται θορύβων· ἡ δὲ γυνὴ καθάπερ ἔν τινι διδασκαλείῳ φιλοσοφίας  τῇ οἰκίᾳ καθημένη, καὶ τὸν νοῦν συνάγουσα εἰς ἑαυτὴν, καὶ  εὐχαῖς  προσέχειν  καὶ  ἀναγνώσεσι  καὶ  τῇ  ἄλλῃ  δυνήσεται  φιλοσοφίᾳ.  Καὶ καθάπερ οἱ τὰς ἐρήμους οἰκοῦντες, οὐδένα ἔχουσι τὸν ἐνοχλοῦντα· οὕτω καὶ αὕτη διαπαντὸς  ἔνδον  οὖσα, διηνεκῶς  δύναται  ἀπολαύειν  γαλήνης.  Εἰ δέ  ποτε  καὶ ἐξελθεῖν  ἀνάγκη  γένοιτ' ἂν, οὐδὲ τότε ἐκεῖ θορύβων ὑπόθεσις. Ἢ γὰρ μέχρι τῆς ἐνταῦθα παρουσίας, ἢ ἡνίκα ἂν τὸ σῶμα λουτρῷ θεραπευθῆναι δέῃ, ἀναγκαῖαι ταῖς γυναιξὶν  αἱ ἔξοδοι· τὸν δὲ πλείονα  χρόνον  ἔνδον  κάθηται, καὶ δυνατὸν  αὐτήν τε φιλοσοφεῖν, καὶ τὸν ἄνδρα δεχομένην, τεταραγμένον καταστέλλειν, ῥυθμίζειν, περικόπτειν αὐτοῦ τὰ περιττὰ καὶ ἄγρια τῶν λογισμῶν, καὶ οὕτω πάλιν ἐκπέμπειν, ὅσα μὲν ἀπὸ τῆς ἀγορᾶς ἐφελκύσατο κακὰ, ἀποθέμενον, ὅσα δὲ ἀπὸ τῆς οἰκίας ἔμαθε καλὰ μεθ' ἑαυτοῦ φέροντα. Οὐδὲν γὰρ, οὐδὲν ἰσχυρότερον γυναικὸς εὐλαβοῦς καὶ συνετῆς, πρὸς τὸ ῥυθμίζειν ἄνδρα, καὶ διαπλάττειν αὐτοῦ τὴν ψυχὴν ἐν οἷς ἂν θέλῃ. Οὔτε γὰρ φίλων, οὔτε διδασκάλων, οὔτε ἀρχόντων οὕτως ἀνέξεται, ὡς τῆς συνοίκου παραινούσης, καὶ συμβουλευούσης. Ἔχει γάρ τινα καὶ ἡδονὴν ἡ παραίνεσις, διὰ τὸ σφόδρα  φιλεῖσθαι  τὴν  συμβουλεύουσαν. Καὶ πολλοὺς  ἂν  ἔχοιμι  λέγειν  ἄνδρας σκληροὺς καὶ ἀπειθεῖς  καταμαλαγέντας  οὕτως. Αὕτη γὰρ καὶ τραπέζης αὐτῷ  καὶ εὐνῆς, καὶ παιδοποιίας. καὶ ῥητῶν  καὶ ἀποῤῥήτων, καὶ εἰσόδων καὶ ἐξόδων, καὶ πολλῷ  πλειόνων  κοινωνοῦσα  ἑτέρων,  καὶ ἐν ἅπασιν αὐτῷ  δεδεμένη, καὶ οὕτως αὐτῷ συνημ . μένη, ὡς εἰκὸς σῶμα κεφαλῇ συνῆφθαι, ἂν τύχῃ συνετή τις οὖσα καὶ ἐμμελὴς, ἅπαντας ὑπερβήσεται καὶ νικήσει εἰς τὴν τοῦ συνοικοῦντος ἐπιμέλειαν.

δʹ. ∆ιὰ τοῦτο παραινῶ, ἔργον τοῦτο τίθεσθαι, καὶ τὰ δέοντα συμβουλεύειν. Ὥσπερ γὰρ  πρὸς  ἀρετὴν,  οὕτω  καὶ  πρὸς  κακίαν  πολλὴν   ἔχει  τὴν  ἰσχύν.  Αὕτη  τὸν Ἀβεσσαλὼμ ἀπώλεσεν, αὕτη τὸν Ἀμνὼν, αὕτη τὸν Ἰὼβ ἔμελλεν· αὕτη τὸν Νάβαλ ἐξήρπασε τῆς σφαγῆς, αὕτη ὁλόκληρον ἔθνος διέσωσε. Καὶ γὰρ ∆εββώρα καὶ Ἰουδὶθ ἀνδρῶν  στρατηγῶν κατορθώματα ἐπεδείξαντο· καὶ ἄλλαι δὲ μυρίαι γυναῖκες. ∆ιὰ τοῦτο  καὶ Παῦλός φησι· Τί γὰρ οἶδας, γύναι,  εἰ τὸν  ἄνδρα σώσεις; Καὶ ἐπὶ  τῶν χρόνων δὲ ἐκείνων τὴν Περσίδα καὶ τὴν Μαριὰμ καὶ τὴν Πρίσκιλλαν ἀποστολικῶν ἁψαμένας σκαμμάτων εἴδομεν. Ἅσπερ ἀναγκαῖον  καὶ ὑμᾶς ζηλοῦν, καὶ μὴ ῥήμασι μόνον, ἀλλὰ καὶ πράγμασι ῥυθμίζειν τὸν συνοικοῦντα. Πῶς δὲ αὐτὸν παιδεύσομεν διὰ  τῶν   πραγμάτων;   Ὅταν  σὲ  μὴ  πονηρὰν   οὖσαν  ἴδῃ,  μηδὲ  πολυτελῆ   καὶ φιλόκοσμον, μηδὲ προσόδους χρημάτων ἀπαιτοῦσαν περιττὰς, ἀλλ' ἀρκουμένην τοῖς οὖσι· τότε  γὰρ, τότε  καὶ συμβουλευούσης ἀνέξεται.  Ἐὰν δὲ φιλοσοφῇς  μὲν  τοῖς ῥήμασιν, ἐν δὲ τοῖς πράγμασι τἀναντία ποιῇς, καταγνώσεταί σου φλυαρίαν πολλήν. Ὅταν δὲ μετὰ τῶν  ῥημάτων καὶ τὴν ἀπὸ τῶν  ἔργων παρέχῃς αὐτῷ διδασκαλίαν, τότε καὶ ἀποδέξεταί σε καὶ πεισθήσεται μᾶλλον· οἷον ὅταν χρυσίον μὴ ζητῇς, μηδὲ μαργαρίτας, μηδὲ ἱματισμῶν  πολυτέλειαν·  ἀλλ' ἀντὶ  τούτων  κοσμιότητα, σωφροσύνην, εὔνοιαν, καὶ παρὰ σαυτῆς ταῦτα εἰσαγάγῃς, καὶ παρ' ἐκείνου ταῦτα ἀπαιτῇς. Εἰ γὰρ χρή τι εἰς ἀρέσκειαν ποιεῖν ἀνδρὸς, ψυχὴν δεῖ, οὐ σῶμα κοσμεῖν καὶ διαφθείρειν. Οὐδὲ γὰρ οὕτω χρυσίον περικείμενον ποιήσει ἐπέραστον καὶ ποθεινὴν ἐκείνῳ, ὡς σωφροσύνη καὶ εὔνοια περὶ αὐτὸν, καὶ τὸ ὑπεραποθανεῖν τοῦ συνοικοῦντος. Ταῦτα μᾶλλον χειροῦται τοὺς ἄνδρας. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος καὶ προσίσταται αὐτῷ, εἰς στενὸν τὰ χρήματα αὐτῷ καθιστὰς, καὶ δαπάνην καὶ φροντίδα πολλὴν παρέχων· τὰ δὲ εἰρημένα προσηλώσει τῇ γυναικὶ τὸν ἄνδρα. Εὔνοια γὰρ καὶ φιλία καὶ πόθος οὔτε φροντίδας παρέχει, οὔτε δαπάνην ἐργάζεται, ἀλλὰ τοὐναντίον ἅπαν. Κἀκεῖνος μὲν ὁ κόσμος ὑπὸ τῆς συνηθείας προσκορὴς γίνεται· ὁ δὲ τῆς ψυχῆς καθ'  ἑκάστην ἀνθεῖ τὴν ἡμέραν, καὶ μείζονα ἀνάπτει  τὴν φλόγα. Ὥστε εἰ βούλει ἀνδρὶ ἀρέσκειν, κόσμει τὴν ψυχὴν σωφροσύνῃ, εὐλαβείᾳ, προστασίᾳ οἰκίας. Ταῦτα καὶ μᾶλλον χειροῦται, καὶ οὐδέποτε παύεται. Οὐ γῆρας καταλύει τὸν κόσμον τοῦτον, οὐ νόσος ἀπόλλυσι. Τὸν μὲν γὰρ τοῦ σώματος κόσμον χρόνος πολὺς ἐξέλυσε, καὶ νόσος . ἀνάλωσε, καὶ ἕτερα πλείονα· τὰ δὲ τῆς ψυχῆς πάντων  ἐστὶν ἀνώτερα τούτων. Κἀκεῖνος μὲν ὁ κόσμος καὶ φθόνον ἔχει καὶ ζηλοτυπίαν ἀνάπτει· οὗτος δὲ καθαρός ἐστι νοσήματος, καὶ πάσης ἀπήλλακται κενοδοξίας. Οὕτω καὶ τὰ κατὰ τὴν οἰκίαν εὐκολώτερα ἔσται, καὶ ἡ πρόσοδος μετ' εὐμαρείας, ὅταν τὸ χρυσίον μὴ τῷ σώματι  τῷ  σῷ  περικείμενον  ᾖ,  μηδὲ  τὰς  χεῖρας  δεσμοῦν,  ἀλλ'  εἰς  ἀναγκαίας παραχωρῇ χρείας· οἷον, εἰς διατροφὴν οἰκετῶν, καὶ παίδων ἐπιμέλειαν  ἀναγκαίαν, καὶ ἑτέρας χρειώδεις προφάσεις. Ἂν δὲ μὴ ταῦτα ᾖ, περικέηται δὲ αὐτὰ τῇ ὄψει, καὶ ἡ καρδία στενοχωρῆται, τί τὸ κέρδος; ποῖον τὸ ὄφελος; Οὐκ ἀφίησι τὸ ταύτης θαῦμα ὀφθῆναι ἐκείνη λυπουμένη. Ἴστε γὰρ, ἴστε ὅτι, κἂν αὐτὴν πασῶν εὐπρεπεστάτην ἴδῃ τις  γυναῖκα,  οὐ  δύναται  τέρπεσθαι  ἐν  ὀδυνωμένῃ  τῇ  ψυχῇ·  τὸν  γὰρ  μέλλοντα τέρπεσθαι, χαίρειν δεῖ πρότερον καὶ ἀγάλλεσθαι. Τοῦ χρυσίου δὲ παντὸς σεσωρευμένου εἰς τὸν κόσμον τοῦ σώματος τοῦ γυναικείου, καὶ στενοχωρίας οὔσης κατὰ τὴν οἰκίαν, οὐδεμία τέρψις ἐστὶ τῷ συνοικοῦντι. Ὥστε εἰ βουλόμεθα ἀρέσκειν τοῖς  ἀνδράσιν,  ἐν  ἡδονῇ  αὐτοὺς  καταστήσομεν· ἐν  ἡδονῇ  δὲ  καταστήσομεν, ἂν περιέλωμεν τὸν κόσμον καὶ τοὺς καλλωπισμούς. Ταῦτα γὰρ ἅπαντα παρ' αὐτὸν τῆς νυμφαγωγίας  τὸν καιρὸν ἔχειν τινὰ τέρψιν δοκεῖ· ὕστερον δὲ τῷ χρόνῳ μαραίνεται. Εἰ γὰρ τὸν οὐρανὸν οὕτω καλὸν ὄντα, καὶ τὸν ἥλιον οὕτω λαμπρὸν, οὗ σῶμα οὐδὲν ἂν ἔχοις ἴσον εἰπεῖν, οὐχ ὁμοίως θαυμάζομεν διὰ τὴν συνήθειαν· πῶς σῶμα κεκαλλωπισμένον  θαυμάσομεν; Ταῦτα λέγω, βουλόμενος ὑμᾶς κοσμεῖσθαι τὸν κόσμον τὸν  ὑγιῆ,  ὃν  ὁ Παῦλος ἐπέταξε·  Μὴ χρυσῷ  ἢ  μαργαρίταις,  ἢ  ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν  ἐπαγγελλομέναις  θεοσέβειαν δι' ἔργων ἀγαθῶν. Ἀλλὰ τοῖς ἔξω ἀρέσκειν βούλει, καὶ ἐπαινεῖσθαι παρ' αὐτῶν; Μάλιστα μὲν οὖν οὐ σώφρονος γυναικὸς ὁ πόθος οὗτος. Πλὴν εἰ βούλει, καὶ τούτους οὕτως ἐραστὰς ἕξεις σφοδροὺς καὶ τῆς σωφροσύνης ἐπαινέτας. Ἐκείνην μὲν γὰρ οὐδεὶς ἐπαινέσεται ἐπιεικὴς   καὶ   μέτριος,  ἀλλὰ   ἀκόλαστοι   καὶ   λάγνοι·   μᾶλλον   δὲ,  οὐδὲ   οὗτοι ἐπαινέσονται, ἀλλὰ καὶ κακῶς ἐροῦσιν, ἀναπτερούμενοι τὰς ὄψεις ὑπὸ τῆς περὶ τὴν γυναῖκα ἀσωτίας· ταύτην δὲ κἀκεῖνοι καὶ οὗτοι, καὶ πάντες ἀποδέξονται, ἅτε μηδὲν κακὸν παρ' αὐτῆς λαμβάνοντες, ἀλλὰ καὶ διδασκαλίαν φιλοσοφίας· καὶ πολὺς μὲν ἔσται παρὰ ἀνθρώπων  ὁ ἔπαινος, πολὺς δὲ παρὰ τῷ Θεῷ ὁ μισθός. Τοῦτον τοίνυν ζηλώσωμεν τὸν κόσμον, ἵνα καὶ ἐνταῦθα μετὰ ἀδείας ζήσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν·  ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |