ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ξς΄ Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ ἦλθον,

Παρασκευή 28 Οκτωβρίου 2016

Ξς΄ Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ ἦλθον,




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Ξς΄ Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ ἦλθον, οὐ διὰ τὸν Ἰησοῦν μό νον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγει ρεν ἐκ νεκρῶν.

αʹ. Ὥσπερ ὁ πλοῦτος τοὺς οὐ προσέχοντας ἐκτραχηλίζειν εἴωθεν, οὕτω καὶ ἡ ἀρχή. Ἐκεῖνος μὲν γὰρ εἰς πλεονεξίαν, αὕτη δὲ εἰς ἀπόνοιαν ἄγει. Ὅρα γοῦν τὸ ἀρχόμενον πλῆθος τῶν  Ἰουδαίων  ὑγιαῖνον,  τοὺς δὲ ἄρχοντας διεφθαρμένους. Ὅτι γὰρ οὗτοι αὐτῷ ἐπίστευον, λέγουσι μὲν συνεχῶς οἱ εὐαγγελισταὶ, ὅτι Πολλοὶ ἐκ τοῦ ὄχλου ἐπίστευσαν αὐτῷ. Ἐκ δὲ τῶν ἀρχόντων ἠπίστουν. Καὶ αὐτοὶ λέγουσιν, οὐχὶ ὁ ὄχλος, Μή τις τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Ἀλλὰ τί φησι; Τὸ πλῆθος, οἱ μὴ εἰδότες τὸν Θεὸν, ἐπικατάρατοί εἰσι. Τοὺς πιστεύοντας ἐπικαταράτους  ἔλεγον, ἑαυτοὺς δὲ ἀναιροῦντας, συνετούς. Καὶ ἐνταῦθα δὲ τὸ θαῦμα θεασάμενοι, ἐπίστευον οἱ πολλοί· οἱ δὲ ἄρχοντες  οὐκ ἠρκοῦντο μόνον  τοῖς οἰκείοις κακοῖς, ἀλλὰ καὶ τὸν Λάζαρον ἀνελεῖν  ἐπεχείρουν.


 Ἔστω, τὸν Χριστὸν, ὅτι τὸ σάββατον ἔλυεν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Πατρὶ, καὶ διὰ τοὺς Ῥωμαίους οὕς φατε· τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν, ἐπεχείρουν  αὐτὸν ἀναιρεῖν; Μὴ ἆρα τὸ καλῶς παθεῖν, ἔγκλημα; Ὁρᾷς πῶς αὐτῶν φονικὴ  ἡ προαίρεσις;  Καίτοι πολλὰ  σημεῖα εἰργάσατο· ἀλλ' οὐδὲν  αὐτοὺς  οὕτω ἐξεθηρίωσεν, οὐχ ὁ παραλελυμένος, οὐχ ὁ τυφλός. Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον νεκρὸν τετραήμερον ἰδεῖν περιπατοῦντα καὶ φθεγγόμενον. Καλά γε (οὐ γάρ;) τῆς ἑορτῆς τὰ κατορθώματα, φόνοις ἀναμιγνύναι  τὴν πανήγυριν. Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν τὸ σάββατον,  καὶ  ταύτῃ  ἀπάγειν   τοὺς  ὄχλους·  ἐνταῦθα  δὲ,  ἐπειδὴ  μηδὲν  εἶχον μέμψασθαι, κατὰ τοῦ θεραπευομένου ποιοῦνται τὴν ἐπιχείρησιν. Ἐνταῦθα γὰρ οὐδ' ὅτι ἐναντιοῦται τῷ Πατρὶ εἶχον εἰπεῖν. Ἡ γὰρ εὐχὴ αὐτοὺς ἐπεστόμιζεν. Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον ὁρμῶσιν. Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον. Ἄλλως δὲ, ἐκεῖνος . μὲν ἄσημος ἦν, καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ οὗτος δὲ ἐπίσημος· καὶ  δῆλον  ἐκ  τοῦ  πολλοὺς  ἐλθεῖν  εἰς  παραμυθίαν  τῶν  ἀδελφῶν·  καὶ  πάντων ὁρώντων τὸ θαῦμα ἐγένετο, καὶ μετὰ πολλῆς τῆς παραδοξοποιίας. ∆ιὰ τοῦτο, πάντες ἔτρεχον  ὀψόμενοι.  Τοῦτο  οὖν  αὐτοὺς  ἔδακνε,  τὸ  τῆς  ἑορτῆς  ἑστώσης  πάντας ἀφέντας  ἐπὶ  τὴν  Βηθανίαν  ἔρχεσθαι. Ἐπεχείρησαν οὖν  αὐτὸν  ἀνελεῖν,  καὶ οὐδὲ ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. Καὶ διὰ τοῦτο ἀρχόμενος ὁ νόμος, ἀπὸ τούτου ἄρχεται· Οὐ φονεύσεις· καὶ ὁ προφήτης  τοῦτο ἐγκαλεῖ· Αἱ χεῖρες αὐτῶν  αἵματος πλήρεις.  Πῶς οὖν  παῤῥησίᾳ μὴ  περιπατῶν  ἐν  τῇ  Ἰουδαίᾳ,  καὶ  εἰς  τὴν  ἔρημον ἀναχωρῶν,  πάλιν  εἰσέρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν  θυμὸν  τῇ ἀναχωρήσει, πεπαυμένοις  αὐτοῖς ἐφίσταται. Ἄλλως δὲ, τὸ πλῆθος τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν  ἦν  εἰς  ἀγωνίαν  αὐτοὺς  ἐμβαλεῖν.  Οὐδὲν γὰρ  οὕτως  ἐπεσπάσατο αὐτοὺς σημεῖον, ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια· καὶ, ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς. Ἐποίει δὲ τοῦτο, προφητείαν  τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγένετο ἀρχὴ, τῆς δὲ τέλος. Τὸ μὲν γὰρ, Χαῖρε ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, προφητείαν πληροῦντος ἦν· τὸ δὲ [ἐπὶ] ὄνον καθίσαι, μέλλον πρᾶγμα προδιατυποῦντος,  ὅτι τὸ ἀκάθαρτον  τῶν  ἐθνῶν  γένος  ἔμελλεν  ὑποχείριον  ἔχειν. Πῶς δὲ οἱ ἄλλοι φασὶν, ὅτι μαθητὰς ἔπεμψε καὶ εἶπεν· Λύσατε τὴν ὄνον καὶ τὸν πῶλον· οὗτος δὲ οὐδὲν τοιοῦτόν  φησιν, ἀλλ' ὅτι ὀνάριον εὑρὼν ἐπεκάθισεν; Ὅτι ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὴν ὄνον ἀγόντων τῶν μαθητῶν, εὑρόντα αὐτὸν ἐπικαθίσαι. Τὰ δὲ βαΐα τῶν φοινίκων  καὶ τῶν ἐλαιῶν ἔλαβον, καὶ τὰ ἱμάτια ὑπεστόρεσαν, δεικνύντες  ὅτι λοιπὸν  μείζονα ἢ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ, καὶ ἔλεγον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁρᾷς ὅτι τοῦτο μάλιστα αὐτοὺς ἀπέπνιγε, τὸ πεισθῆναι πάντας ὅτι οὐκ ἔστιν ἀντίθεος; Καὶ τοῦτο μάλιστα διῄρει τὸν δῆμον, τὸ λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς ἥκειν; Τί δέ ἐστι, Χαῖρε σφόδρα, θύγατερ  Σιών; Ἐπειδὴ πάντες  αὐτῶν  οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί  τινες  ἦσαν  καὶ  πλεονέκται,  καὶ  παρέδωκαν  αὐτοὺς  τοῖς  ἐχθροῖς,  καὶ  τὸ πλῆθος διέστρεφον, καὶ ὑπευθύνους ἐποίουν τοῖς πολεμίοις· Θάῤῥει, φησίν· οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾶος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τῆς ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενος εἰσῆλθεν, ἀλλ' ὄνον ἔχων μόνον. Τοῦτο δὲ οὐκ ᾔδεσαν, φησὶν, οἱ μα. θηταὶ αὐτοῦ, ὅτι ἦν ἐπ' αὐτῷ γεγραμμένον. Ὁρᾷς ὅτι τὰ πλείονα ἠγνόουν, ἐπειδὴ αὐτὸς οὐκ ἀπεκάλυπτεν αὐτοῖς; Καὶ γὰρ ὅτε εἶπεν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν,  οὐδὲ τότε ᾔδεσαν οἱ μαθηταί. Καὶ ἄλλος  δὲ εὐαγγελιστὴς λέγει, ὅτι ἦν κεκρυμμένος ὁ λόγος ἀπ' αὐτῶν, καὶ οὐκ ᾔδεσαν ὅτι δεῖ αὐτὸν ἀναστῆναι ἐκ τῶν νεκρῶν. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο. ∆ιὸ καὶ ἄλλος λέγει  εὐαγγελιστὴς,  ὅτι καθ' ἕκαστον ἀκούοντες  ἤλγουν,  καὶ ἦσαν ἐν κατηφείᾳ· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἰδέναι τὸν περὶ τῆς ἀναστάσεως λόγον. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο,  ἅτε  μεῖζον  ἢ  κατ'  αὐτούς·  τὸ  μέντοι  τῆς  ὄνου  διατί  αὐτοῖς  οὐκ ἀπεκαλύφθη; Ὅτι καὶ τοῦτο μέγα ἦν.

 βʹ. Ὅρα δὲ φιλοσοφίαν εὐαγγελιστοῦ, πῶς οὐκ ἐπαισχύνεται  τὴν προτέραν αὐτῶν  ἄγνοιαν  ἐκπομπεύειν. Ὅτι μὲν οὖν γέγραπται, ᾔδεσαν· ὅτι δὲ ἐπ' αὐτῷ γέγραπται, οὐκ ᾔδεσαν. Καὶ γὰρ ἂν ἐσκανδάλισεν αὐτοὺς, εἴ γε βασιλεὺς ὢν τοιαῦτα μέλλοι πάσχειν, καὶ οὕτως ἐκδίδοσθαι. Καὶ ἄλλως δὲ, οὐκ ἂν εὐθέως ἐχώρησαν τὴν γνῶσιν τῆς βασιλείας, ἣν ἔλεγε. Καὶ γὰρ ἄλλος εὐαγγελιστής φησιν,  ὅτι  περὶ βασιλείας  ἐδόκουν  ταύτης  λέγεσθαι. Ἐμαρτύρει δὲ ὁ ὄχλος,  ὅτι ἀνέστησε τὸν  Λάζαρον. Οὐ γὰρ  ἂν  τοσοῦτοι  μετέθεντο  ἐξαίφνης,  φησὶν,  εἰ  μὴ ἐπίστευσαν  τῷ  σημείῳ.  Οἱ δὲ  Φαρισαῖοι εἶπον  πρὸς  αὐτούς·  Θεωρεῖτε, ὅτι  οὐκ ὠφελεῖτε  οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει. ∆οκεῖ δέ μοι τοῦτο εἶναι τῶν ὑγιαινόντων   μὲν,  οὐ  τολμώντων   δὲ  παῤῥησιάσασθαι, εἶτα  ἀπὸ  τῆς  ἐκβάσεως κατεχόντων αὐτοὺς ὡς ἀνήνυτα ἐπιχειροῦντας. Κόσμον δὲ ἐνταῦθα πάλιν τὸν ὄχλον φασίν. Οἶδε γὰρ ἡ Γραφὴ κόσμον καὶ τὴν κτίσιν λέγειν, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας. Καὶ τὸ μέν φησιν, ὅταν λέγῃ, Ὁ ἐκφέρων  κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ· τὸ δὲ, ὅταν λέγῃ, Ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ. Καὶ χρὴ ταῦτα ἀκριβῶς εἰδέναι, ἵνα μὴ παρὰ τὴν σημασίαν τῶν ὀνομάτων  λαβὴν παρέχωμεν τοῖς αἱρετικοῖς. Ἦσαν δέ τινες τῶν Ἑλλήνων ἀναβάντες προσκυνῆσαι εἰς τὴν ἑορτήν. Ἐγγὺς ὄντες λοιπὸν τοῦ προσήλυτοι γίνεσθαι, ἦσαν εἰς τὴν ἑορτήν. Τῆς φήμης  οὖν διαδοθείσης, λέγουσι· Θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται. Ἀλλ' οὐδὲ οὗτος ἁπλῶς αὐθεντεῖ· ἤκουσε γὰρ, ὅτι Εἰς ὁδὸν ἐθνῶν  μὴ ἀπέλθητε. ∆ιὰ τοῦτο μετὰ τοῦ μαθητοῦ κοινωσάμενος, τῷ διδασκάλῳ ἀναφέρει· ἀμφότεροι γὰρ εἶπον αὐτῷ. Ὁ δὲ τί φησιν; Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου.  Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν  εἰς τὴν  γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Τί ἐστιν, Ἦλθεν ἡ ὥρα; Ἔλεγεν, Εἰς ὁδὸν ἐθνῶν  μὴ ἀπέλθητε,  πᾶσαν ἐγκόπτων  ἀγνωμοσύνης  πρόφασιν  ἀπὸ Ἰουδαίων,  καὶ κατεῖχεν αὐτούς. Ἐπεὶ οὖν ἐπέμενον  οὗτοι ἀπειθοῦντες,  ἐκεῖνοι δὲ ἐβούλοντο  προσελθεῖν, Καιρὸς λοιπὸν,   φησὶν,  ἐπὶ  τὸ  πάθος  ἐλθεῖν,  πάντων   πεπληρωμένων.   Εἰ  γὰρ μέλλοιμεν τούτοις μὲν καὶ ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίεσθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπεὶ οὖν ἔμελλεν ἀφήσειν τοὺς  μαθητὰς  ἐπὶ  τὰ  ἔθνη  λοιπὸν   ἰέναι   μετὰ  τὸν  σταυρὸν,  ὁρᾷ  δὲ  αὐτοὺς προπηδῶντας, φησί· Καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρτύριον αὐτοῖς. Ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, . ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, ἀλλ',  Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· καὶ, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν ὡς ἀνελεῖν, περιττὸν ἧν προσεδρεύειν διακρουομένων ἐκείνων. Καὶ γὰρ παρῃτήσαντο αὐτὸν λέγοντες· Οὐκ ἔχομεν  βασιλέα,  εἰ  μὴ  Καίσαρα. Τότε δὴ  λοιπὸν  αὐτοὺς  ἀφῆκεν,  ἐπειδὴ  αὐτοὶ ἀφῆκαν. ∆ιὰ τοῦτο λέγει· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! Τί ἐστιν· Ὁ κόκκος τοῦ σίτου, ἐὰν μὴ πεσὼν ἀποθάνῃ; Περὶ τοῦ σταυροῦ λέγει. Ἵνα γὰρ μὴ θορυβῶνται ἐννοοῦντες  ὅτι, ὅτε καὶ Ἕλληνες προσῆλθον, τότε ἀνῃρέθη, λέγει· Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοὺς ποιεῖ προσελθεῖν, καὶ αὐξήσει τὸ κήρυγμα  τὸ ἐμόν. Εἶτα, ἐπειδὴ  ἀπὸ λόγων  οὐχ  οὕτως  ἔπειθεν,  ἀπὸ τῆς  τῶν πραγμάτων  πείρας  αὐτὸ  μεθοδεύει  λέγων·  Ἐπεὶ καὶ  ἐν  τῷ  σίτῳ  τοῦτο  γίνεται· μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ. Εἰ δὲ ἐν τοῖς σπέρμασι τοῦτο, πολλῷ μᾶλλον ἐν ἐμοί. Ἀλλ' οὐκ ᾔδεσαν οἱ μαθηταὶ  τὰ λεγόμενα.  ∆ιὸ συνεχῶς  αὐτὸ τίθησιν  ὁ εὐαγγελιστὴς,  ἀπολογούμενος  ὑπὲρ τῆς  μετὰ ταῦτα  φυγῆς.  Τοῦτον καὶ περὶ τῆς ἀναστάσεως  διαλεγόμενος  ὁ Παῦλος τὸν  λόγον  ἐκίνησε. 

γʹ. Ποίαν οὖν  ἕξουσιν ἀπολογίαν  οἱ τῇ ἀναστάσει διαπιστοῦντες,  ἐν τοῖς σπέρμασι τοῦ πράγματος καθ' ἑκάστην  μελετωμένου   τὴν  ἡμέραν,  καὶ  ἐν  φυτοῖς,  καὶ  ἐπὶ  τῆς  γενέσεως  τῆς ἡμετέρας; Πρότερον γὰρ δεῖ φθαρῆναι τὸ σπέρμα, καὶ τότε γενέσθαι γένεσιν. Ὅλως δὲ ὅταν  ὁ Θεός τι ποιῇ, λογισμῶν  οὐκ ἔστι χρεία. Πῶς γὰρ ἐξ οὐκ ὄντων  ἡμᾶς ἐποίησε; Ταῦτα πρὸς Χριστιανοὺς λέγω, τοὺς λέγοντας πείθεσθαι Γραφαῖς. Ἐγὼ δὲ καὶ  ἕτερον  ἐρῶ  ἀπὸ  λογισμῶν  ἀνθρωπίνων.   Τῶν  ἀνθρώπων   οἱ  μὲν  ἐν  κακίᾳ διάγουσιν, οἱ δὲ ἐν ἀρετῇ. Ἀλλὰ τῶν  ἐν κακίᾳ διατριβόντων  πολλοὶ  εἰς ἔσχατον γῆρας ἦλθον εὐπαθοῦντες· τῶν δὲ ἐν ἀρετῇ, τὰ ἐναντία ὑπομείναντες. Πότε οὖν τὰ κατ'  ἀξίαν ἀπολήψεται  ἕκαστος; ἐν ποίῳ καιρῷ; Ναὶ, φησίν· ἀλλὰ σωμάτων οὐκ ἔστιν  ἀνάστασις.  Οὐκ ἀκούουσι  τοῦ  Παύλου  λέγοντος·  ∆εῖ  τὸ  φθαρτὸν  τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Οὐ περὶ ψυχῆς (οὐδὲ γὰρ φθείρεται ἡ ψυχή)· καὶ ἀνάστασις δὲ τοῦ πεπτωκότος λέγεται· ἔπεσε δὲ τὸ σῶμα. ∆ιατί δὲ οὐ βούλει ἀνάστασιν εἶναι σώματος; Πότερον οὐ δυνατὸν τῷ Θεῷ; Ἀλλὰ τοῦτο μὲν ἐσχάτης ἀνοίας λέγειν. Ἀλλ' οὐ πρέπει; ∆ιατί οὐ πρέπει τὸ φθαρτὸν καὶ πόνου καὶ θανάτου κοινωνῆσαν, κοινωνῆσαι καὶ τῶν στεφάνων; Εἰ γὰρ μὴ ἔπρεπεν, οὐδ' ἂν παρὰ τὴν ἀρχὴν ἐγένετο, οὐκ ἂν σάρκα αὐτὸς ἀνέλαβεν. Ὅτι δὲ καὶ ἀνέλαβε, καὶ αὐτὴν ἀνέστησεν, ἄκουσον τί φησι· Βάλε τοὺς δακτύλους, καὶ ἴδε, ὅτι πνεῦμα ὀστᾶ καὶ νεῦρα οὐκ ἔχει. ∆ιατί δὲ τὸν Λάζαρον ἀνέστησεν, εἰ βέλτιον ἦν χωρὶς σώματος ἀναστῆναι; τί ἐν τάξει σημείου καὶ εὐεργεσίας αὐτὸ ποιεῖ; τί δὲ ὅλως ἔδωκε τροφάς; Μὴ τοίνυν  ἀπατᾶσθε παρὰ τῶν αἱρετικῶν, ἀγαπητοί. Καὶ γὰρ ἀνάστασίς ἐστι, καὶ κρίσις ἐστί. Ταῦτα δὲ ἀναιροῦσιν, ὅσοι μὴ βούλονται  δοῦναι  λόγον  τῶν  πεπραγμένων.  Καὶ γὰρ δεῖ τὴν  ἀνάστασιν τοιαύτην  εἶναι, οἵα γέγονεν  ἡ τοῦ Χριστοῦ. Ἀπαρχὴ γὰρ ἐκεῖνος, καὶ πρωτότοκος ἀπὸ  τῶν  νεκρῶν.  Εἰ δὲ  ἀνάστασις  τοῦτό  ἐστι, ψυχῆς  καθαρμὸς,  καὶ  ἁμαρτιῶν ἀπαλλαγὴ,  ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἀνέστη; πῶς ἡμεῖς τῆς κατάρας ἀπηλλάγημεν,  εἴ γε καὶ αὐτὸς ἥμαρτε; πῶς δὲ λέγει· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν; Ταῦτα . γὰρ τὸ ἀναμάρτητον  δηλοῦντός ἐστιν. Οὐκοῦν κατ' αὐτοὺς ἢ οὐκ ἀνέστη, ἢ ἵνα ἀναστῇ, ἥμαρτε πρὸ τῆς ἀναστάσεως. Ἀλλὰ  καὶ  ἀνέστη,  καὶ  ἁμαρτίαν  οὐκ  ἐποίησεν.  Οὐκοῦν ἀνέστη  σώματι· καὶ  τὰ δόγματα ταῦτα τὰ πονηρὰ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ κενοδοξίας ἔκγονα. Φεύγωμεν τοίνυν τοῦτο τὸ νόσημα. Φθείρουσι γὰρ, φησὶν, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Οὐκ ἔστι ταῦτα ἀποστόλων διδάγματα· Μαρκίων ἐστὶ καὶ Οὐαλεντῖνος ὁ ταῦτα καινοτομήσας. Φεύγωμεν τοίνυν, ἀγαπητοί. Οὐδὲν γὰρ ὄφελος βίου καθαροῦ, δογμάτων διεφθαρμένων· ὥσπερ οὖν οὐδὲ τοὐναντίον,  δογμάτων ὑγιῶν, ἐὰν βίος ᾗ διεφθαρμένος.  Ταῦτα Ἕλληνες  ἔτεκον,  ταῦτα  ἐκεῖνοι  ηὔξησαν, ἀπὸ τῶν  ἔξωθεν φιλοσόφων λαβόντες, καὶ τὴν ὕλην ἀγέννητον λέγοντες, καὶ πολλὰ τοιαῦτα. Ὥσπερ οὖν εἶπαν, ὅτι οὐκ ἂν εἴη δημιουργὸς, μὴ ὑποκειμένης ὕλης ἀγεννήτου· οὕτω καὶ τὴν ἀνάστασιν ἠθέτησαν. Ἀλλὰ μὴ προσέχωμεν, εἰδότες Θεοῦ δύναμιν παναρκῆ· μὴ προσέχωμεν.  Ὑμῖν  λέγω  ταῦτα.  Ἡμεῖς γὰρ  τὴν  πρὸς αὐτοὺς  οὐ παραιτησόμεθα μάχην.  Ἀλλ' ὁ ἄοπλος καὶ γυμνὸς,  κἂν εἰς ἀσθενεῖς ἐμπέσῃ, κἂν ἰσχυρότερος ᾖ, ῥᾳδίως ἁλώσεται. Εἰ μὲν γὰρ Γραφαῖς προσείχετε, καὶ καθ' ἑκάστην ἑαυτοὺς ἠκονᾶτε τὴν ἡμέραν, οὐκ ἂν παρῄνεσα τὴν πρὸς ἐκείνους φεύγειν μάχην, ἀλλὰ καὶ συμπλέκεσθαι συνεβούλευσα ἄν.  Καὶ γὰρ  ἰσχυρὰ ἡ ἀλήθεια.  Ἐπειδὴ δὲ χρῆσθαι αὐταῖς οὐκ ἴστε, δέδοικα τὴν συμπλοκὴν, μὴ λαβόντες ὑμᾶς ἀόπλους καταβάλωσιν. Οὐδὲν γὰρ, οὐδὲν ἀσθενέστερον ἐκείνων τῶν τῆς τοῦ Πνεύματος βοηθείας ἠρημωμένων. Εἰ δὲ τῇ ἔξωθεν κέχρηνται σοφίᾳ, θαυμάζειν οὐ χρὴ, ἀλλὰ καταγελᾷν, ὅτι τοῖς μωροῖς κέχρηνται διδασκάλοις. Οὔτε γὰρ περὶ Θεοῦ, οὔτε περὶ κτίσεώς τι ὑγιὲς  εὑρεῖν  . ἠδυνήθησαν  ἐκεῖνοι·  ἀλλ'  ἅπερ ἡ παρ'  ἡμῖν  χήρα ἐπίσταται, ταῦτα Πυθαγόρας οὐδέπω ᾔδει· ἀλλ' ἔλεγον  ὅτι θάμνος ἐστὶ καὶ ἰχθὺς, καὶ κύων γίνεται  ἡ  ψυχή.  Τούτοις  οὖν,  εἰπέ  μοι, προσέχειν  δεῖ; καὶ  πῶς  ἂν  ἔχοι  λόγον; Μεγάλοι εἰσὶν  ἐν  τῇ  κώμῃ  ἐκεῖνοι,  καλοὺς  βοστρύχους τρέφουσι, καὶ  τρίβωνας ἀναβέβληνται· μέχρι τούτων αὐτοῖς ἡ φιλοσοφία. Ἂν δὲ τὰ ἔνδοθεν ἴδῃς, τέφρα καὶ κόνις, καὶ ὑγιὲς οὐδὲν, ἀλλὰ Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, πάντα ἀκαθαρσίας ἔχων γέμοντα καὶ ἰχῶρος, καὶ τὰ δόγματα πάντα σκωλήκων. Ὁ γοῦν πρῶτος αὐτῶν τὸ ὕδωρ ἔφησεν εἶναι θεὸν, καὶ ὁ μετ' ἐκεῖνον τὸ πῦρ, ἄλλος τὸν ἀέρα, καὶ πάντες εἰς τὰ σώματα κατηνέχθησαν. Τούτους οὖν, εἰπέ μοι, θαυμάζειν χρὴ, τοὺς οὐδὲ ἔννοιαν ἀσωμάτου λαβόντας Θεοῦ, εἰ δήποτε καὶ ὕστερον ἔλαβον, μετὰ τὸ συγγενέσθαι ἐν Αἰγύπτῳ τοῖς ἡμετέροις; Ἀλλ' ἵνα μὴ πολὺν ὑμῖν ἐπάγωμεν θόρυβον, ἐνταῦθα τὸν λόγον καταλύσωμεν. Ἂν γὰρ ἀρξώμεθα τὰ ἐκείνων προτιθέναι δόγματα, καὶ τί μὲν περὶ Θεοῦ, τί δὲ περὶ ὕλης, τί δὲ περὶ ψυχῆς, τί δὲ περὶ σωμάτων εἶπον, πολὺς ἕψεται γέλως. Καὶ οὐδὲ τῆς παρ' ἡμῶν κατηγορίας δεήσονται· αὐτοὶ γὰρ ἀλλήλους ἔβαλον. Ὁ γοῦν καθ' ἡμῶν γράψας τὸν περὶ τῆς ὕλης λόγον, ἑαυτὸν ἀνεῖλε. ∆ιόπερ ἵνα μὴ ματαίως   ὑμᾶς   ἀποσχολήσωμεν,   καὶ   λαβύρινθον   λόγων   ἀνελίσσωμεν,   ταῦτα ἀφέντες, ἐκεῖνο ἐροῦμεν, τῆς ἀκροάσεως τῶν θείων ἔχεσθαι Γραφῶν, καὶ μὴ λογομαχεῖν  εἰς  οὐδὲν  δέον·  ὃ καὶ  Παῦλος παραινεῖ  Τιμοθέῳ, καίτοι  γε  πολλῆς σοφίας ἐμπεπλησμένῳ, καὶ τὴν ἀπὸ τῶν σημείων ἔχοντι δύναμιν. Πειθώμεθα τοίνυν ἐκείνῳ,  καὶ τὰς φλυαρίας  ἀφέντες,  τῶν  ἔργων  ἐχώμεθα,  φιλαδελφίας  λέγω  καὶ φιλοξενίας· καὶ πολὺν ποιησώμεθα τῆς ἐλεημοσύνης λόγον, ἵνα τῶν ἐπηγγελμένων τύχωμεν  ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

































Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |