ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΝΘʹ Καὶ ἐξέβαλον αὐτὸν ἔξω· καὶ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω

Παρασκευή 28 Οκτωβρίου 2016

ΝΘʹ Καὶ ἐξέβαλον αὐτὸν ἔξω· καὶ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΝΘʹ Καὶ ἐξέβαλον αὐτὸν ἔξω· καὶ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν, εἶπεν αὐτῷ· «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· «Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;» καὶ τὰ λοιπά.

αʹ. Οἱ διὰ τὴν ἀλήθειαν καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν πάσχοντές τι δεινὸν καὶ ὑβριζόμενοι, οὗτοι μάλιστά εἰσιν οἱ τιμώμενοι. Ὥσπερ γὰρ ὁ χρήματα ἀπολλὺς δι' αὐτὸν, οὗτος μάλιστά ἐστιν ὁ εὑρίσκων· καὶ ὁ τὴν ψυχὴν  αὐτοῦ μισῶν, αὐτὸς μάλιστά ἐστιν ὁ φιλῶν· οὕτω καὶ ὁ ὑβριζόμενος, οὗτος μάλιστά ἐστιν ὁ τιμώμενος· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ γεγένηται. Ἐξέβαλον οὖν αὐτὸν ἐκ τοῦ ἱεροῦ οἱ Ἰουδαῖοι, καὶ εὗρεν αὐτὸν ὁ ∆εσπότης τοῦ ἱεροῦ. Ἀπηλλάγη τοῦ συνεδρίου τοῦ λοιμικοῦ, καὶ περιέτυχε  τῇ σωτηρίῳ πηγῇ· ἠτιμάσθη παρὰ τῶν  τὸν  Χριστὸν ἀτιμασάντων,  καὶ ἐτιμήθη παρὰ τοῦ τῶν ἀγγέλων  ∆εσπότου. Τοιαῦτα τὰ τῆς ἀληθείας ἔπαθλα. Οὕτω καὶ ἡμεῖς, ἂν ἐνταῦθα ἀφῶμεν τὰ χρήματα, εὑρίσκομεν ἐκεῖ παῤῥησίαν· ἂν ἐνταῦθα δῶμεν τοῖς θλιβομένοις,  ἀναπαυσόμεθα ἐν τοῖς οὐρανοῖς· ἂν ὑβρισθῶμεν διὰ τὸν Θεὸν, τιμώμεθα καὶ ἐνταῦθα, καὶ ἐκεῖ. Ὡς δὲ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ, εὗρεν αὐτὸν  ὁ  Ἰησοῦς.


 ∆είκνυσιν  ὁ  εὐαγγελιστὴς  ὅτι  ἐπὶ  τούτῳ  ἦλθεν,  ὥστε  αὐτῷ συντυχεῖν.  Καὶ ὅρα τίσιν  αὐτὸν  ἀμείβεται·  τῷ  κεφαλαίῳ  τῶν  ἀγαθῶν.  Καὶ γὰρ ἑαυτὸν  ἐγνώρισεν  αὐτῷ  πρότερον  ἀγνοοῦντι,  καὶ  εἰς  τὸν  τῶν  οἰκείων  . μαθητῶν  ἐγκατέλεξε  χορόν.  Σὺ δὲ  σκόπει,  πῶς  τὴν  ἀκρίβειαν  ὁ  εὐαγγελιστὴς ἐξηγεῖται. Εἰπόντος γὰρ αὐτοῦ, Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; λέγει· Κύριε, καὶ τίς ἐστιν; Οὐδέπω γὰρ αὐτὸν ᾔδει, καίτοι τεθεραπευμένος. Τυφλὸς γὰρ ἦν, πρὶν ἢ πρὸς τὸν εὐεργέτην ἐλθεῖν, καὶ μετὰ τὴν ἴασιν ὑπὸ τῶν κυνῶν ἐκείνων περιείλκετο. Καθάπερ οὖν τις ἀγωνοθέτης, ἀθλητὴν πολλὰ καμόντα καὶ στεφανωθέντα  δέχεται. Καὶ τί φησιν, Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Τί τοῦτο; Μετὰ τοσαύτην ἀντίῤῥησιν τὴν πρὸς τοὺς Ἰουδαίους, μετὰ τοσαῦτα ῥήματα, ἐρωτᾷ, Εἰ πιστεύεις; οὐκ ἀγνοῶν, ἀλλὰ  βουλόμενος  ἑαυτὸν  γνωρίσαι,  καὶ  δεικνὺς,  ὅτι  πολλοῦ  τιμᾶται  τὴν  αὐτοῦ πίστιν. Ὕβρισέ με δῆμος τοσοῦτος, φησὶν, ἀλλ' οὐδεὶς ἐμοὶ λόγος ἐκείνων· ἑνός μοι μέλει, τοῦ σὲ πιστεῦσαι. Κρεῖττον γὰρ εἷς ποιῶν  τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παράνομοι. Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ὡς καὶ παρὼν, καὶ ἀποδεχόμενος τὰ εἰρημένα, οὕτως αὐτὸν ἐρωτᾷ· καὶ πρότερον αὐτὸν εἰς πόθον ἑαυτοῦ κατέστησεν. Οὐ γὰρ εἶπεν, Εὐθέως πίστευσον, ἀλλὰ κατ' ἐρώτησιν. Τί οὖν ἐκεῖνος; Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς τὸ ῥήμα. Ὑπὲρ οὗ τοσαῦτα διελέχθη,  τοῦτον  ἀγνοεῖ,  ἵνα  μάθῃς αὐτοῦ τὸ φιλάληθες.  Οὔπω γὰρ ἦν αὐτὸν ἑωρακώς. Λέγει αὐτῷ· Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν  μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Οὐκ εἶπεν, Ἐγώ εἰμι· . ἀλλὰ μέσος ἔτι καὶ ὑπεσταλμένος· Καὶ ἑώρακας αὐτόν.  Τοῦτο ἔτι  ἄδηλον  ἦν·  διὸ τὸ σαφέστερον ἐπήγαγεν·  Ὁ λαλῶν  μετὰ σοῦ, ἐκεῖνός ἐστι. Λέγει· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ εὐθέως. Καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ τεθεραπευκώς σε, ὁ εἰπών σοι, Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ· ἀλλὰ πάντα ἐκεῖνα σιγήσας, φησί· Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Εἶτα τὴν πολλὴν  διάθεσιν ἐμφαίνων  προσεκύνησεν εὐθέως· ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων  ἐποίησαν, οἷον οἱ λεπροὶ, καὶ εἴ τις ἄλλος· διὰ τούτου ἐμφαίνων  αὐτοῦ τὴν θείαν δύναμιν. Ἵνα γὰρ μή   τις   νομίσῃ   ῥῆμα   μόνον   εἶναι   τὸ   λεχθὲν,   καὶ   τὸ   ἔργον   προσέθηκε. Προσκυνήσαντος δὲ αὐτοῦ, φησὶν ὁ Χριστός· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Τοῦτο καὶ Παῦλός φησι·   Τί  οὖν   ἐροῦμεν;   Ὅτι   ἔθνη   τὰ   μὴ   διώκοντα   δικαιοσύνην,   κατέλαβε δικαιοσύνην,  δικαιοσύνην  δὲ  τὴν  ἐκ  πίστεως  Ἰησοῦ· Ἰσραὴλ  δὲ  διώκων  νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Εἰπὼν δὲ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν   κόσμον  τοῦτον,   κἀκεῖνον   σφοδρότερον   περὶ  τὴν   πίστιν   εἰργάσατο,  καὶ διανέστησε τοὺς ἀκολουθοῦντας αὐτῷ· καὶ γὰρ ἠκολούθουν αὐτῷ Φαρισαῖοι. Τὸ δὲ, Εἰς κρῖμα, εἰς μείζονα κόλασιν ἔλεγε· δεικνὺς ὅτι οἱ καταδικάσαντες αὐτὸν, αὐτοί εἰσιν  οἱ καταδεδικασμένοι· οἱ  καὶ  ὡς  ἁμαρτωλὸν  κατακρίναντες,  αὐτοί  εἰσιν  οἱ κατακεκριμένοι.  Ἐνταῦθα δὲ δύο λέγει  ἀναβλέψεις  καὶ δύο τυφλότητας,  τήν  τε αἰσθητὴν, τήν  τε νοητήν.  Λέγουσιν αὐτῷ  ἐκ τῶν  ἀκολουθούντων  αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί  ἐσμεν; Ὥσπερ ἀλλαχοῦ  ἔλεγον· Οὐδενὶ δεδουλεύκαμεν  πώποτε· Ἐκ πορνείας  οὐ  γεγεννήμεθα·  οὕτω  καὶ  νῦν  πρὸς τὰ  αἰσθητὰ κεχήνασι  μόνον,  καὶ ταύτην ἐπαισχύνονται τὴν πήρωσιν. Εἶτα δεικνὺς ὅτι βέλτιον τυφλοὺς αὐτοὺς εἶναι ἢ βλέποντας,  φησίν· Εἰ τυφλοὶ  ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν. Ἐπειδὴ αἰσχύνης τὸ πρᾶγμα ἐνόμιζον εἶναι, τὴν συμφορὰν, περιέτρεψεν αὐτὸ εἰς τὴν αὐτῶν κεφαλὴν, εἰπὼν,  ὅτι Τοῦτο ἀνεκτοτέραν  ὑμῖν ἔφερε τὴν κόλασιν, πανταχοῦ  περικόπτων  τὰ ἀνθρώπινα  φρονήματα, καὶ εἰς ἔννοιαν  ἄγων μεγάλην καὶ θαυμαστήν. Νῦν δὲ καὶ λέγετε, ὅτι Βλέπομεν. Ὥσπερ ἐκεῖ φησιν, Ὃν ὑμεῖς ἐλέγετε, ὅτι Θεὸς ὑμῶν ἦν, οὕτω δὴ καὶ ἐνταῦθα· Νῦν δὲ λέγετε ὅτι βλέπετε· οὐ γὰρ βλέπετε. Ἐνταῦθα ὅπερ ἐνόμιζον ἐγκώμιον εἶναι μέγα, τοῦτο δείκνυσιν αὐτοῖς κόλασιν φέρον. Καὶ ὑπὲρ τῆς προτέρας δὲ  πηρώσεως  παρεμυθήσατο  τὸν  ἐκ γενετῆς  τυφλόν·  εἶτα  περὶ  τῆς  τυφλότητος αὐτῶν  διαλέγεται.  Ἵνα  γὰρ  μὴ  λέγωσιν,  Οὐ παρὰ  τὴν  ἡμετέραν  πήρωσιν  οὐ προσερχόμεθα, ἀλλ'  ὡς  πλάνον  φεύγοντες  ἀποστρεφόμεθα,  ὑπὲρ  τούτου  πάντα ποιεῖται τὸν λόγον.

βʹ. Οὐχ ἁπλῶς δὲ ὁ εὐαγγελιστὴς ἐμνημόνευσεν, ὅτι ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπαν· Μὴ καὶ ἡμεῖς τυφλοί  ἐσμεν; ἀλλ' ἵνα σε ἀναμνήσῃ, ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ πρότερον ἀποστάντες, εἶτα λιθάσαντες. Ἦσαν γάρ τινες ἐπιπολαίως ἀκολουθοῦντες, καὶ ῥᾳδίως εἰς τοὐναντίον μεταβαλλόμενοι. Πόθεν οὖν κατασκευάζει, ὅτι οὐκ ἔστι πλάνος, ἀλλὰ ποιμήν; Θεὶς τὰ γνωρίσματα ἑκατέρου, καὶ τοῦ ποιμένος, καὶ τοῦ πλάνου καὶ λυμεῶνος, καὶ ἀπ' αὐτῶν παρέχων αὐτοῖς ἐξετάζειν τὴν τῶν πραγμάτων ἀλήθειαν. Καὶ πρότερον τίς ὁ πλάνος καὶ ὁ κλέπτης δείκνυσιν, ἀπὸ Γραφῶν αὐτὸν οὕτω καλῶν καὶ λέγων· Ἀμὴν, ἀμὴν λέγω  ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν  τῶν  προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Ὅρα τὰ δείγματα τοῦ λῃστοῦ· πρῶτον,  ὅτι  οὐ παῤῥησίᾳ εἰσέρχεται· δεύτερον,  ὅτι  οὐ κατὰ  . τὰς Γραφάς· τοῦτο  γάρ ἐστι τὸ, Μὴ διὰ τῆς  θύρας. Ἐνταῦθα δὲ καὶ τοὺς πρὸ αὐτοῦ αἰνίττεται, καὶ τοὺς μετ' αὐτὸν ἐσομένους· τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους· τόν τε Ἰούδαν καὶ Θευδᾶν, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγόνασιν. Εἰκότως δὲ θύραν τὰς Γραφὰς ἐκάλεσεν. Αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν  ἀνοίγουσιν·  αὗται  πρόβατα  ποιοῦσιν,  αὗται  φυλάττουσι,  καὶ  τοὺς λύκους οὐκ ἀφιᾶσιν ἐπεισελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς, οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ καθιστῶσα ἡμᾶς περὶ ὧν ἂν βουλώμεθα πάντων,  καὶ  οὐκ  ἐῶσα  πλανᾶσθαι.  Κἂν μὴ  παραλύσωμεν  αὐτὴν,  οὐκ  ἐσόμεθα εὐχείρωτοι  τοῖς  ἐχθροῖς.  ∆ιὰ  ταύτης  καὶ  τοὺς  ποιμένας  καὶ  τοὺς  οὐ  ποιμένας εἰσόμεθα ἅπαντας. Τί δέ ἐστιν, Εἰς τὴν αὐλήν; Πρὸς τὰ πρόβατα καὶ τὴν ἐκείνων πρόνοιαν. Ὁ γὰρ μὴ ταῖς Γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν· τουτέστιν, ἑτέραν ἑαυτῷ καὶ μὴ νενομισμένην τέμνων ὁδόν· οὗτος κλέπτης ἐστίν. Ὁρᾷς κἀντεῦθεν τῷ Πατρὶ συμφωνοῦντα, τῷ τὰς Γραφὰς εἰς μέσον προφέρειν; ∆ιὰ τοῦτο καὶ τοῖς Ἰουδαίοις ἔλεγεν, Ἐρευνᾶτε τὰς Γραφάς· καὶ Μωϋσέα παρήγαγεν εἰς μέσον, καὶ μάρτυρα αὐτὸν ἐκάλει, καὶ τοὺς προφήτας πάντας. Πάντες γὰρ, φησὶν, οἱ ἀκούσαντες τῶν προφητῶν, ἥξουσι πρός με· καὶ, Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν   ἐμοί.  Ἐνταῦθα   δὲ  τὸ  αὐτὸ   μεταφορικῶς   ἔθηκεν.   Εἰπὼν  δὲ,  Ἀναβαίνων ἀλλαχόθεν,  καὶ τοὺς γραμματέας ᾐνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα,  διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον, ὅπερ οὖν καὶ αὐτὸς ὀνειδίζων ἔλεγεν· Οὐδεὶς ἐξ ὑμῶν  ποιεῖ  τὸν  νόμον.  Καὶ καλῶς  εἶπεν,  Ἀναβαίνων,  οὐκ, Εἰσιὼν, ὅπερ ἐστὶ κλέπτου  θριγκὸν  ὑπερπηδῆσαι βουλομένου,  καὶ  ἐπικινδύνως  πάντα  πράττοντος. Εἶδες πῶς ὑπέγραψε τὸν λῃστήν; Σκόπει καὶ τοῦ ποιμένος τὸ γνώρισμα. Τί οὖν τοῦτό ἐστιν; Ὁ εἰσερχόμενος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὴν φωνὴν  αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ' ὄνομα,  καὶ  ὅταν  ἐξαγάγῃ  αὐτὰ,  πορεύεται  ἔμπροσθεν  αὐτῶν.  Ἔθηκε  καὶ  τοῦ ποιμένος καὶ τοῦ λυμεῶνος  τὰ δείγματα. Ἴδωμεν πάλιν  πῶς αὐτοῖς ἐφήρμοσε τὰ ἑξῆς·   Τούτῳ,   φησὶν,   ὁ   θυρωρὸς   ἀνοίγει.    Ἐπέμεινε   τῇ   μεταφορᾷ,   ὥστε ἐμφαντικώτερον  ποιῆσαι τὸν λόγον. Εἰ δὲ καὶ κατὰ λέξιν ἐθέλοις τὴν παραβολὴν ἐξετάζειν, οὐδὲν κωλύει  θυρωρὸν ἐνταῦθα  νοεῖν  τὸν Μωϋσέα. Ἐκεῖνος γὰρ ὁ τὰ λόγια τοῦ Θεοῦ ἐμπιστευθείς· οὗ Καὶ τὴν φωνὴν  αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ' ὄνομα. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγον αὐτὸν ἀπατεῶνα εἶναι, καὶ τοῦτο  ἐκ  τῆς  ἀπιστίας  τῆς  ἑαυτῶν   ἐβεβαίουν  λέγοντες·  Τίς  τῶν   ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; δείκνυσιν, ὅτι οὐκ αὐτὸν ἐκ τῆς ἐκείνων ἀπιστίας λυμεῶνα καὶ πλάνον δεῖ καλεῖν· ἀλλ' αὐτοὺς ἐκ τοῦ μὴ προσέχειν αὐτῷ, καὶ τῆς τῶν προβάτων ἀκολούθως  ἐκβληθῆναι  τάξεως.  Εἰ γὰρ  ποιμένος  ἐστὶ τὸ  διὰ  τῆς  νενομισμένης εἰσιέναι  θύρας,  αὐτὸς  δὲ  εἰσῆλθε  διὰ  ταύτης·  οἱ  μὲν  ἀκολουθήσαντες  ἅπαντες δύναιντ' ἂν εἶναι πρόβατα· οἱ δὲ ἀποῤῥαγέντες οὐ τὸν ποιμένα διέβαλον, ἀλλὰ τῆς τῶν προβάτων συγγενείας ἐξέβαλον ἑαυτούς. Εἰ δὲ λέγει προϊὼν τὴν θύραν ἑαυτὸν εἶναι, πάλιν οὐ χρὴ θορυβεῖσθαι. Καὶ γὰρ καὶ ποιμένα ἑαυτὸν λέγει, καὶ πρόβατον, καὶ διαφόρως  τὰς οἰκονομίας  κηρύττει  τὰς ἑαυτοῦ. Ὅταν γὰρ προσάγῃ ἡμᾶς τῷ Πατρὶ, θύραν ἑαυτὸν καλεῖ· ὅταν δὲ ἐπιμελῆται, ποιμένα. Ἵνα γὰρ μὴ τοῦτο ἔργον εἶναι  νομίσῃς  αὐτοῦ  μόνον  τὸ  προσαγαγεῖν,  λέγει  καὶ  ποιμένα  ἑαυτόν.  Καὶ τὰ πρόβατα τῆς φωνῆς  αὐτοῦ ἀκούει, καὶ καλεῖ τὰ ἴδια πρόβατα, καὶ ἐξάγει αὐτὰ, καὶ αὐτὸς  ἔμπροσθεν  αὐτῶν  πορεύεται.  Καὶ μὴν  τοὐναντίον   οἱ  ποιμένες  ποιοῦσιν, ὄπισθεν αὐτῶν  . ἀκολουθοῦντες.  Ἀλλ'  αὐτὸς, δεικνὺς  ὅτι ἅπαντας ὁδηγήσει πρὸς  τὴν  ἀλήθειαν,  ἀπεναντίας  ἐκείνοις  ποιεῖ·  ὥσπερ οὖν  καὶ  ὅτε  τὰ  πρόβατα ἔπεμπε, [οὐκ ἔξω τῶν λύκων, ἀλλ' ἐν μέσῳ τῶν λύκων ἔπεμπε.] Πολὺ γὰρ παραδοξοτέρα αὕτη ἡ ποιμαντικὴ τῆς παρ' ἡμῖν.

γʹ. ∆οκεῖ δέ μοι καὶ περὶ τοῦ τυφλοῦ αἰνίττεσθαι. Καὶ γὰρ ἐκεῖνον ἐξήγαγε καλέσας ἐκ μέσου τῶν Ἰουδαίων, καὶ ἤκουσε αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων  τὴν φωνήν. Ἤτοι τοὺς περὶ Θευδᾶν λέγει ἐνταῦθα καὶ Ἰούδαν (καὶ γὰρ Ἅπαντες, ὅσοι ἐπίστευσαν αὐτοῖς, διεσκορπίσθησαν, φησίν)· ἢ τοὺς μετὰ ταῦτα μέλλοντας ἀπατᾷν ψευδοχρίστους. Ἵνα γὰρ μὴ λέγωσιν ἕνα ἐκείνων τοῦτον εἶναι, διὰ πολλῶν ἑαυτὸν ἀπ' ἐκείνων διαιρεῖ. Καὶ πρῶτον μὲν τίθησι διαφορὰν, τὴν ἀπὸ τῶν Γραφῶν διδασκαλίαν· αὐτὸς μὲν γὰρ διὰ τούτων αὐτοὺς προσήγετο, ἐκεῖνοι δὲ οὐκ ἐντεῦθεν αὐτοὺς ἐφείλκοντο. ∆ευτέραν τὴν τῶν προβάτων ὑπακοήν· αὐτῷ μὲν γὰρ οὐ ζῶντι μόνον, ἀλλὰ καὶ τελευτήσαντι πάντες ἐπίστευσαν· ἐκείνους δὲ εὐθέως εἴασαν. Καὶ τρίτην  δὲ μετὰ τούτων  ἔστιν εἰπεῖν  οὐ μικράν. Ἐκεῖνοι μὲν  γὰρ ὡς τύραννοι, καὶ ἐπὶ ἀποστασίᾳ πάντα ἐποίουν· αὐτὸς δὲ οὕτω πόῤῥω ἑαυτὸν τοιαύτης κατέστησεν ὑποψίας, ὡς καὶ θελόντων αὐτὸν ποιῆσαι βασιλέα φυγεῖν, καὶ ἐπερωτώντων,  εἰ ἔξεστι δοῦναι  κῆνσον Καίσαρι, κελεῦσαι καταθεῖναι,  καὶ αὐτὸν ἐπιδοῦναι τὸ δίδραχμα. Πρὸς τούτοις αὐτὸς μὲν ὑπὲρ τῆς σωτηρίας τῶν προβάτων ἦλθεν,  ἵνα ζωὴν  ἔχωσι, καὶ περισσὸν ἔχωσι, φησίν· ἐκεῖνοι  δὲ καὶ τῆς παρούσης αὐτοὺς ζωῆς ἀπεστέρησαν. Καὶ οἱ μὲν προὔδωκαν τοὺς ἐμπιστευθέντας, καὶ ἔφυγον· αὐτὸς δὲ οὕτως ἔστη γενναίως, ὡς καὶ τὴν ψυχὴν ἐπιδοῦναι. Καὶ οἱ μὲν ἄκοντες καὶ ἀναγκαζόμενοι καὶ φεύγοντες ἔπαθον ἃ ἔπαθον· οὗτος δὲ ἑκὼν καὶ προαιρούμενος ὑπέμεινεν  ἅπαντα.  Ταύτην τὴν  παροιμίαν  εἶπεν  αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι  δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Καὶ τίνος ἕνεκεν ἀσαφῶς εἶπεν αὐτοῖς; Προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὖν τοῦτο κατεσκεύασε, λύει λοιπὸν  τὴν  ἀσάφειαν,  οὕτω  λέγων·  Ἐγώ εἰμι  ἡ θύρα· δι' ἐμοῦ ἐάν  τις  εἰσέλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει· οἷον, ἐν ἀσφαλείᾳ ἔσται καὶ ἀδείᾳ (νομὴν δὲ τὴν τροφὴν ἐνταῦθα λέγει καὶ βοσκὴν τῶν προβάτων, καὶ ἐξουσίαν καὶ κυριότητα), τουτέστιν, Ἔνδον μενεῖ, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται· ὅπερ οὖν ἐπὶ τῶν ἀποστόλων γέγονεν, οἳ μετὰ ἀδείας εἰσῄεσαν καὶ ἐξῄεσαν, ὡς πάσης κύριοι γεγενημένοι τῆς οἰκουμένης, καὶ οὐδεὶς αὐτοὺς ἐκβαλεῖν ἴσχυσε. Πάντες ὅσοι ἦλθον, κλέπται  εἰσὶ  καὶ  λῃσταί·  ἀλλ'  οὐκ  ἤκουσαν  αὐτῶν  τὰ  πρόβατα.  Οὐ περὶ  τῶν προφητῶν φησιν ἐνταῦθα, καθὼς οἱ αἱρετικοί φασιν (ἐκείνων γὰρ ἤκουσαν, καὶ δι' ἐκείνων  ἐπίστευσαν, ὅσοι καὶ ἐπίστευσαν τῷ Χριστῷ), ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει,  καὶ τῶν  ἄλλων  στασιαστῶν. Ἄλλως  δὲ καὶ τὸ, Οὐκ ἤκουσαν τὰ πρόβατα, ἐπαινῶν  εἶπεν· οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν  τοὺς παρακούσαντας τῶν προφητῶν, ἀλλὰ  τοὐναντίον   κακίζων  καὶ  διαβάλλων  σφοδρῶς.  Ὅθεν  δῆλον,  ὅτι  τὸ,  Οὐκ ἤκουσαν, νῦν περὶ τῶν στασιαστῶν ἐκείνων εἴρηται. Ὁ κλέπτης οὐ μὴ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ὅπερ τότε γέγονε, πάντων σφαγέντων καὶ ἀπολομένων.  Ἐγὼ δὲ ἦλθον,  ἵνα  ζωὴν  ἔχωσι, καὶ  περισσὸν ἔχωσι. Καὶ τί  ζωῆς περισσότερον, εἰπέ μοι; Βασιλεία οὐρανῶν. Ἀλλ' οὔπω λέγει τοῦτο, ἀλλὰ τὸ τῆς ζωῆς ὄνομα περιστρέφει, ὅπερ ἦν αὐτοῖς γνώριμον. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐνταῦθα λοιπὸν περὶ τοῦ πάθους διαλέγεται, δεικνὺς ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τοῦτο γίνεται, καὶ οὐκ ἄκων . ἐπὶ τοῦτο ἔρχεται. Εἶτα λέγει τὸ δεῖγμα τοῦ ποιμένος πάλιν καὶ τοῦ μισθωτοῦ. Ὁ μὲν γὰρ ποιμὴν τὴν ψυχὴν ἑαυτοῦ τίθησιν· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει,  καὶ ἔρχεται ὁ λύκος, καὶ ἁρπάζει αὐτά. Ἐνταῦθα δείκνυσιν ἑαυτὸν οὕτω κρατοῦντα ὡς τὸν Πατέρα, εἴ γε ποιμὴν αὐτός ἐστι, καὶ ἴδια αὐτοῦ ἐστι τὰ πρόβατα. Ὁρᾷς πῶς ἐν ταῖς παραβολαῖς ὑψηλότερον φθέγγεται, ἔνθα συνεσκίασται ὁ λόγος, καὶ οὐ δίδωσι λαβὴν φανερὰν  τοῖς ἀκροωμένοις; Τί οὖν ὁ μισθωτὸς οὗτος ποιεῖ; Θεωρεῖ τὸν λύκον  ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ ἔρχεται ὁ λύκος, καὶ ἁρπάζει αὐτά. Τοῦτο ἐκεῖνοι πεποιήκασιν· αὐτὸς δὲ τοὐναντίον. Καὶ γὰρ, ἡνίκα συνελήφθη, φησίν· Ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο. Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν ὑποπτεῦσαι λύκον. Καὶ γὰρ οὐδὲ ἐκεῖνον εἴασεν ἀπελθόντα  ἁρπάσαι τὰ πρόβατα. Οὐ λύκος δέ ἐστιν οὗτος μόνον, ἀλλὰ καὶ λέων. Ὁ γὰρ ἐχθρὸς ἡμῶν διάβολος, φησὶν, ὡς λέων περιέρχεται ὠρυόμενος.  Οὗτος  καὶ  ὄφις  καὶ  δράκων  ἐστί·  Πατεῖτε  γὰρ  ἐπάνω  ὄφεων  καὶ σκορπίων.

δʹ. ∆ιὸ, παρακαλῶ, μένωμεν ὑπὸ τῷ ποιμένι νεμόμενοι· μενοῦμεν δὲ, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούωμεν, ἐὰν αὐτῷ πειθώμεθα, ἐὰν μὴ ἀλλοτρίῳ ἑπώμεθα. Καὶ ποία αὐτοῦ ἐστιν ἡ φωνή; Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· μακάριοι οἱ ἐλεήμονες. Ἂν ταῦτα πράττωμεν, ὑπὸ τῷ ποιμένι μενοῦμεν, καὶ ὁ λύκος ἔνδον γενέσθαι οὐ δυνήσεται· ἀλλὰ κἂν ἐπέλθῃ, ἐπὶ κακῷ τῷ ἑαυτοῦ τοῦτο ἐργάσεται. Ποιμένα γὰρ ἔχομεν οὕτω φιλοῦντα  ἡμᾶς, ὡς καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν ἐπιδοῦναι. Ὅταν οὖν καὶ δυνατὸς ᾖ καὶ φιλῇ, τί τὸ κωλύον ἡμᾶς σωθῆναι; Οὐδὲν, εἰ μὴ ἡμεῖς αὐτοὶ ἀποσταίημεν. Πῶς δὲ ἀποστησόμεθα; Ἄκουσον αὐτοῦ λέγοντος· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν, Θεῷ καὶ μαμωνᾷ. Ἂν τοίνυν τούτῳ δουλεύωμεν, οὐχ ὑποστησόμεθα τὴν ἐκείνου τυραννίδα. Καὶ γὰρ τυραννίδος ἁπάσης πικρότερον ἡ τῶν χρημάτων ἐπιθυμία. Ἡδονὴν μὲν γὰρ οὐδεμίαν ἔχει· φροντίδας δὲ καὶ φθόνους, καὶ ἐπιβουλὰς, καὶ μῖσος, καὶ συκοφαντίας, καὶ ἀρετῆς μυρία κωλύματα, ῥᾳθυμίαν, ἀσέλγειαν,   πλεονεξίαν,   μέθην·   ἃ   καὶ   τοὺς   ἐλευθέρους   δούλους   ποιεῖ   καὶ ἀργυρωνήτων χείρους, καὶ δούλους, οὐκ ἀνθρώπων, ἀλλὰ καὶ τοῦ χαλεπωτέρου τῶν παθῶν  καὶ  τῶν  νοσημάτων  τῆς  ψυχῆς.  Ὁ  τοιοῦτος  πολλὰ  τῶν  καὶ  Θεῷ  καὶ ἀνθρώποις μὴ ἀρεσκόντων τολμᾷ, δεδοικὼς μή τις αὐτοῦ τὴν δεσποτείαν ἀφέληται ταύτην. Ὢ πικρᾶς δουλείας καὶ διαβολικῆς δυναστείας! τοῦτο γὰρ μάλιστα πάντων ἐστὶ τὸ χαλεπώτατον, ὅτι ἐν τοσούτοις κατεχόμενοι κακοῖς ἡδόμεθα, καὶ τὴν ἅλυσιν ἀσπαζόμεθα, καὶ δεσμωτήριον οἰκοῦντες σκότους πεπληρωμένον  εἰς φῶς ἐξελθεῖν οὐ βουλόμεθα, ἀλλ' ἐπισφίγγομεν  ἑαυτοῖς τὰ κακὰ, καὶ ἐνηδόμεθα  τῷ νοσήματι. Ὅθεν   οὐδὲ   ἀπαλλαγῆναι    δυνάμεθα,   ἀλλὰ   τῶν    τὰ   μέταλλα   ἐργαζομένων χαλεπώτερον  διακείμεθα, τοὺς μὲν πόνους καὶ τὴν ταλαιπωρίαν  ὑπομένοντες, τῶν δὲ καρπῶν οὐκ ἀπολαύοντες. Καὶ τὸ δὴ χεῖρον πάντων, ὅτι κἂν ἀπαλλάξαι βουληθῇ τις τῆς πικρᾶς ταύτης αἰχμαλωσίας ἡμᾶς, οὐκ ἀνεχόμεθα, ἀλλὰ καὶ δυσχεραίνομεν καὶ ἀγανακτοῦμεν,  οὐδὲν ἄμεινον  τῶν  μαινομένων  διακείμενοι  ταύτῃ, ἀλλὰ  καὶ πολλῷ  πάντων  ἐκείνων  ἀθλιώτερον,  καὶ τοσοῦτον, ὅσον οὐδὲ ἀπαλλαγῆναι  τῆς μανίας ἐθέλομεν. Μὴ γὰρ διὰ τοῦτο παρήχθης εἰς τὸν κόσμον, ὦ ἄνθρωπε, τοῦτον; μὴ γὰρ διὰ τοῦτο γέγονας ἄνθρωπος, ἵνα τὰ μέταλλα ταῦτα ἐργάζῃ, καὶ συλλέγῃς χρυσίον; Οὐ διὰ ταῦτα ἔπλασέ . σε κατ' εἰκόνα· ἀλλ' ἵνα αὐτῷ ἀρέσῃς, ἵνα τῶν μελλόντων  ἐπιτύχῃς, ἵνα μετ' ἀγγέλων  χορεύσῃς. Τί τοίνυν ἐκβάλλεις σεαυτὸν τῆς τοιαύτης συγγενείας, καὶ πρὸς τὴν ἐσχάτην ἀτιμίαν καὶ δυσγένειαν ἐξωθεῖς; Ὁ τὰς αὐτὰς σοὶ λύσας ὠδῖνας, ὠδῖνας δὲ λέγω τὰς πνευματικὰς, λιμῷ διαφθείρεται· σὺ δὲ ὑπὸ πλησμονῆς διαῤῥήγνυσαι. Ὁ ἀδελφὸς γυμνὸς τὸ σῶμα περιάγει, σὺ δὲ καὶ τοῖς ἱματίοις ἱμάτια κατασκευάζεις, ἐπιτειχίζων  τοῖς σκώληξι τὴν τοιαύτην  περιβολήν. Καὶ πόσῳ  βέλτιον  ἦν  τὰ  σώματα  περιβάλλειν  τὰ  τῶν  πενήτων!  Οὕτω γὰρ  καὶ ἀνάλωτα  ἔμενε, καὶ φροντίδος  ἁπάσης ἀπήλλαττε,  καὶ τὴν  μέλλουσάν  σοι ζωὴν ἐκόμιζεν. Εἰ γὰρ μὴ βούλει ταῦτα γενέσθαι σητόβρωτα, δὸς τοῖς πτωχοῖς· ἐκεῖνοι γάρ εἰσιν οἱ τὰ ἱμάτια ταῦτα εἰδότες τινάσσειν καλῶς. Καὶ γὰρ τοῦ κιβωτίου τὸ σῶμα τοῦ Χριστοῦ τιμιώτερόν τε καὶ ἀσφαλέστερον. Οὐδὲ γὰρ μόνον φυλάσσει τὰ ἱμάτια, οὐδὲ ἀνάλωτα  διατηρεῖ μόνον, ἀλλὰ καὶ λαμπρότερα ἐργάζεται. Τὸ κιβώτιον  πολλάκις μετὰ τῶν  ἱματίων  ληφθὲν  ἐσχάτῃ σε περιέβαλε  ζημίᾳ· ταύτην  δὲ οὐδὲ θάνατος λυμήνασθαι δύναται τὴν φυλακήν. Οὐδὲ γὰρ θυρῶν ἐνταῦθα ἡμῖν δεῖ καὶ μοχλῶν· οὐκ οἰκετῶν  ἀγρυπνούντων,  οὐκ ἄλλης τινὸς τοιαύτης ἀσφαλείας. Καὶ γὰρ πάσης ἐπιβουλῆς  ἀπήλλακται,  καὶ  ἀπόκειται  φυλαττόμενα·   ὥσπερ  εἰκὸς,  τὰ  ἐν  τοῖς οὐρανοῖς κείμενα. Πάσῃ γὰρ κακίᾳ ἐκεῖνος ὁ τόπος ἄβατος. Ταῦτα οὔτε ἡμεῖς ἀεὶ λέγοντες διαλιμπάνομεν, οὔτε ὑμεῖς ἀκούοντες πείθεσθε. Τὸ δὲ αἴτιον, ψυχῆς ἐσμεν εὐτελοῦς, καὶ πρὸς τὴν γῆν κεχηνυίας, καὶ χαμαὶ συρομένης. Μᾶλλον δὲ μὴ γένοιτο πάντων  ὑμῶν  καταγνῶναι  κακίαν,  ὡς  πάντας  ἀνίατα  νοσεῖν.  Εἰ γὰρ καὶ  οἱ τῷ πλούτῳ  μεθύοντες,  ἐμφράττουσι  τὴν  ἀκοὴν  πρὸς  τὰ  λεγόμενα,  ἀλλ'  οἱ  πενίᾳ συζῶντες δυνήσονται διαβλέψαι πρὸς τὰ λεγόμενα. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησίν; οὐ γὰρ χρυσὸς αὐτοῖς ἐστιν, οὐδὲ ἱμάτια τοσαῦτα, φησίν. Ἀλλὰ ἄρ . τος ἐστὶν αὐτοῖς καὶ ὕδωρ ψυχρόν· ἀλλ' ὀβολοὶ δύο, καὶ πόδες, ὥστε ἐπισκέψασθαι τοὺς ἀῤῥωστοῦντας· ἀλλὰ γλῶσσα καὶ λόγος, ὥστε παρακαλέσαι τὸν βεβλημένον· ἀλλ' οἰκία καὶ στέγη, ὥστε ὁμοδίαιτον  ποιῆσαι τὸν ξένον. Οὐ γὰρ δὴ τάλαντα  χρυσοῦ τόσα καὶ τόσα ἀπαιτοῦμεν παρὰ τῶν πενήτων· ἀλλὰ ταῦτα μὲν παρὰ τῶν πλουτούντων.  Εἰ δέ τις  πένης  εἴη, καὶ ἐπὶ  τὰς  τῶν  ἄλλων  ἔρχεται  θύρας, οὐδὲ ὀβολὸν λαβεῖν ὁ ∆εσπότης ἡμῶν ἐπαισχύνεται· ἀλλὰ καὶ μείζονα ἐρεῖ τῶν πολλὰ βεβληκότων εἰληφέναι παρ' αὐτοῦ. Πόσοι τῶν νῦν ἑστηκότων ηὔξαντο κατ' ἐκεῖνον γενέσθαι τὸν καιρὸν, καθ' ὃν μετὰ σαρκὸς ὁ Χριστὸς περιεπόλει τὴν γῆν, ὥστε καὶ ὁμοδίαιτοι αὐτῷ γενέσθαι, καὶ σύσσιτοι; Ἰδοὺ νῦν ἔξεστι τοῦτο γενέσθαι, καὶ καλεῖν αὐτὸν μᾶλλον ἐπὶ ἄριστον καὶ ἑστιαθῆναι μετ' αὐτοῦ, καὶ ἐπὶ μείζονι κέρδει. Τῶν μὲν γὰρ τότε αὐτῷ συνεστιαθέντων πολλοὶ καὶ ἀπώλοντο, οἷος καὶ ὁ Ἰούδας ἦν, καὶ ἕτεροι δὲ τοιοῦτοι· τῶν δὲ καλούντων αὐτὸν ἕκαστος νῦν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ μεταδιδόντων αὐτῷ τραπέζης καὶ στέγης, εὐλογίας ἀπολαύσεται μεγάλης. ∆εῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ  ἤμην,  καὶ  ἤλθετε  πρός  με. Ἵν'  οὖν  τούτων  ἀκούσωμεν  τῶν  ῥημάτων, ἐνδύσωμεν   τὸν   γυμνὸν,   συναγάγωμεν   τὸν   ξένον,   θρέψωμεν   τὸν   πεινῶντα, ποτίσωμεν τὸν διψῶντα, ἐπισκεψώμεθα τὸν ἀῤῥωστοῦντα, ἴδωμεν τὸν ἐν φυλακῇ, ἵνα  παῤῥησίας ἀπολαύσωμεν,  καὶ  ἁμαρτημάτων  συγχώρησιν  λάβωμεν,  καὶ  τῶν ἀγαθῶν μετάσχωμεν ἐκείνων, τῶν καὶ λόγον ὑπερβαινόντων  καὶ νοῦν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |