ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΓʹ Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ

Παρασκευή 28 Οκτωβρίου 2016

ΠΓʹ Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΠΓʹ Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου τῶν  Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.

αʹ. Φρικτὸν ὁ θάνατος καὶ φόβου γέμον πολλοῦ· ἀλλ' οὐ παρὰ τοῖς τὴν ἄνω φιλοσοφίαν εἰδόσιν. Ὁ μὲν γὰρ μηδὲν περὶ τῶν μελλόντων σαφὲς ἐπιστάμενος, ἀλλὰ διάλυσίν τινα καὶ τελευτὴν ζωῆς τὸ πρᾶγμα νομίζων, εἰκότως φρίττει καὶ δέδοικεν ὡς εἰς τὸ μὴ εἶναι χωρῶν. Ἡμεῖς δὲ τῇ τοῦ Θεοῦ χάριτι τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθόντες, καὶ ἀποδημίαν τὸ πρᾶγμα εἶναι νομίζοντες, οὐκ ἂν εἴημεν δίκαιοι τρέμειν, ἀλλὰ καὶ χαίρειν  καὶ εὐθυμεῖσθαι, ὅτι τὸν ἐπίκηρον τοῦτον  βίον ἀφέντες,  ἐφ'  ἕτερον  ἐρχόμεθα  ἀμείνω  πολλῷ  καὶ  λαμπρότερον,  καὶ  τέλος  οὐκ ἔχοντα. Ἅπερ οὖν καὶ ὁ Χριστὸς διδάσκων διὰ τῶν ἔργων, οὐ βίᾳ καὶ ἀνάγκῃ, ἀλλ' ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. Ταῦτα, φησὶν, ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπῆλθε πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.


Ἤδει δὲ καὶ ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις  συνήχθη ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Μεσονυκτῶν ὁδοιπορεῖ, καὶ ποταμὸν διαβαίνει, καὶ ἐπείγεται   πρὸς   τὸν   τῷ   προδότῃ   γνώριμον    τόπον   ἐλθεῖν,   ἐκκόπτων    τοῖς ἐπιβουλεύουσι  τὸν  πόνον,  καὶ  ἀπαλλάττων   ταλαιπωρίας   αὐτοὺς  ἁπάσης,  καὶ δείκνυσι τοῖς μαθηταῖς ὅτι ἑκὼν ἐπὶ τὸ πρᾶγμα ἔρχεται· ὅπερ ἱκανὸν αὐτοὺς μάλιστα παραμυθήσασθαι ἦν· καὶ καθίστησιν ἑαυτὸν  ὥσπερ ἐν  δεσμωτηρίῳ ἐν  τῷ  κήπῳ. Ταῦτα ἐλάλησεν αὐτοῖς. Τί λέγεις; Καὶ μὴν τῷ Πατρὶ διελέγετο· καὶ μὴν ηὔχετο. ∆ιατί οὖν μὴ λέγεις, ὅτι παυσάμενος τῆς εὐχῆς ἦλθεν ἐκεῖ; Ὅτι οὐκ εὐχὴ ἦν, ἀλλὰ λαλιὰ διὰ τοὺς μαθητὰς γινομένη.  Καὶ εἰσῆλθον οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν κῆπον.Οὕτως αὐτοὺς τοῦ δέους ἀπήλλαξεν,  ὡς μὴ ἀντιτεῖναι  λοιπὸν,  ἀλλὰ καὶ εἰς τὸν κῆπον εἰσελθεῖν. Πῶς δὲ ὁ Ἰούδας ἐκεῖ ἤρχετο; ἢ πόθεν μαθὼν ἐκεῖ ἦλθεν; Ἐντεῦθεν δῆλον,  ὅτι τὰ πολλὰ  ἔξω διενυκτέρευεν.  Οὐ γὰρ ἂν, εἴ γε οἴκοι διῆγεν,  ἐπὶ τὴν ἔρημον ὁ Ἰούδας ἦλθεν, ἀλλ' ἐπὶ τὴν οἰκίαν, ἐκεῖ προσδοκῶν αὐτὸν εὑρήσειν καθεύδοντα. Ἵνα δὲ μὴ ἀκούσας κῆπον, κρύπτεσθαι νομίσῃς, ἐπήγαγεν, ὅτι Ἤδει ὁ Ἰούδας τὸν τόπον· καὶ οὐχ ἁπλῶς, ἀλλ' ὅτι καὶ πολλάκις  συνήχθη ἐκεῖ μετὰ τῶν μαθητῶν  αὐτοῦ. Καὶ γὰρ πολλάκις  αὐτοῖς συνεγένετο ἰδίᾳ, περὶ ἀναγκαίων διαλεγόμενος, καὶ ὧν οὐ θέμις ἑτέρους ἀκοῦσαι. Ποιεῖ δὲ τοῦτο καὶ ἐν ὄρεσι καὶ ἐν κήποις  μάλιστα, καθαρὸν  θορύβων  ἐπιζητῶν  ἀεὶ χωρίον,  ὥστε μὴ τὴν  διάνοιαν ἐκκρούεσθαι τῆς ἀκροάσεως. Ὁ δὲ Ἰούδας, παραλαβὼν  τὴν  σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων  καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ. Καὶ οὗτοι πολλάκις  καὶ ἄλλοτε ἔπεμψαν συλλαβεῖν αὐ . τὸν, ἀλλ' οὐκ ἴσχυσαν. Ὅθεν δῆλον, ὅτι καὶ τότε ἑκὼν ἑαυτὸν ἐξέδωκε. Καὶ πῶς τὴν σπεῖραν ἔπεισαν; Ἄνδρες ἦσαν στρατιῶται, χρημάτων ποιεῖν πάντα μεμελετηκότες. Ἰησοῦς δὲ, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν, ἐξῆλθε,καὶ  λέγει   αὐτοῖς·  Τίνα  ζητεῖτε;  Τουτέστιν,  οὐκ  ἀπὸ  τῆς  παρουσίας  ἐκείνων περιέμενεν αὐτὰ μαθεῖν, ἀλλ' ἀταράχως ὡς πάντα εἰδὼς ταῦτα, οὕτω καὶ ἔλεγε καὶ ἐποίει. ∆ιατί δὲ μετὰ ὅπλων ἐπέρχονται μέλλοντες συλλαμβάνειν; Ἐδεδοίκεσαν τοὺςἑπομένους·  καὶ  διὰ  τοῦτο  καὶ  ἀωρὶ  τῶν  νυκτῶν  ἐπέστησαν. Καὶ ἐξελθὼν  λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Οἱ δὲ λέγουσιν, Ἰησοῦν τὸν Ναζωραῖον. Εἶδες δύναμιν ἄμαχον, πῶς ἐν μέσῳ ὢν ἐπήρωσεν αὐτῶν τοὺς ὀφθαλμούς; Ὅτι γὰρ οὐ τὸ σκότος αἴτιον ἦν,ἐδήλωσεν ὁ εὐαγγελιστὴς, εἰπὼν, ὅτι καὶ λαμπάδας εἶχον. Εἰ δὲ μὴ λαμπάδες ἦσαν,ἀπὸ  τῆς  φωνῆς  γοῦν  ἔδει  γνωρίσαι·  εἰ  δὲ  καὶ  ἐκεῖνοι  ἠγνόουν,  πῶς  ὁ  Ἰούδας ἠγνόησεν, ὁ συνὼν  αὐτῷ  διηνεκῶς;  Καὶ γὰρ καὶ αὐτὸς εἱστήκει μετ' αὐτῶν,  καὶ οὐδὲν ᾔδει πλέον, ἀλλὰ καὶ ἔπεσε μετ' αὐτῶν ὕπτιος. Ἐποίησε δὲ τοῦτο ὁ Ἰησοῦς, δηλῶν, ὅτι οὐ μόνον συλλαβεῖν αὐτὸν οὐ δύνανται, ἀλλ' οὐδὲ ἰδεῖν ἐν μέσῳ ὄντα, εἰ μὴ αὐτὸς ἐνδοίη. Πάλιν λέγει αὐτοῖς, Τίνα ζητεῖτε; Ὢ τῆς ἀνοίας! τὸ ῥῆμα αὐτοῦ ἔβαλεν αὐτοὺς ὑπτίους, καὶ οὐδὲ οὕτως ἐπέστρεψαν τοσαύτην μαθόντες δύναμιν, ἀλλὰ  πάλιν  ἐπιτίθενται  τοῖς  αὐτοῖς.  Ἐπεὶ οὖν  τὰ  αὐτοῦ  πάντα  ἐπλήρωσε, τότε λοιπὸν ἑαυτὸν παραδίδωσι, καὶ λέγει αὐτοῖς· Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι. Εἰστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς  αὐτόν.  Ὅρα τὸ ἀνεπαχθὲς  τοῦ εὐαγγελιστοῦ,  πῶς  οὐχ ὑβρίζει τὸν προδότην, ἀλλὰ διηγεῖται τὸ γεγονὸς, ἓν μόνον δεῖξαι σπουδάζων, ὅτι τὸ πᾶν τῆς αὐτοῦ συγχωρήσεως γέγονεν.  Εἶτα ἵνα μή τις λέγῃ, ὅτι αὐτὸς αὐτοὺς εἰς τοῦτο  ἤγαγεν,  ἑαυτὸν  ἐγχειρίσας  καὶ  δῆλον  καταστήσας  αὐτοῖς,  ἐπιδειξάμενος ἅπαντα,  ἅπερ  ἱκανὰ  ἦν  αὐτοὺς  ἀνακρούσασθαι, ἐπειδὴ  ἐπέμενον  τῇ  κακίᾳ,  καὶ οὐδεμίαν εἶχον ἀπολογίαν, τότε ἑαυτὸν ἐνεχείρισε, λέγων· Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν, μέχρι τῆς ἐσχάτης ὥρας τὴν εἰς αὐτοὺς φιλανθρωπίαν ἐνδεικνύμενος.  Εἰ γὰρ ἐμοῦ δεῖσθε, φησὶ, μηδὲν ὑμῖν  ἔστω πρὸς τούτους κοινόν. Ἰδοὺ γὰρ ἐμαυτὸν παραδίδωμι. Ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν, ὅτι Οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. Ἀπώλειαν δὲ ἐνταῦθα οὐ ταύτην φησὶ τὴν τοῦ θανάτου, ἀλλ' ἐκείνην τὴν αἰώνιον. Ὁ δὲ εὐαγγελιστὴς καὶ ἐπὶ τοῦ παρόντος αὐτὸ παρέλαβε. Θαυμάσειε δ' ἄν τις, πῶς καὶ αὐτοὺς οὐ συνέλαβον μετ' αὐτοῦ καὶ κατέκοψαν, καὶ μάλιστα τοῦ Πέτρου παροξύναντος  αὐτοὺς  δι'  ὧν  εἰς  τὸν  δοῦλον  ἐποίησε.  Τίς  οὖν  αὐτοὺς κατεῖχεν; Ἄλλος μὲν οὐδεὶς, ἡ δὲ ῥίψασα αὐτοὺς δύναμις ὑπτίους Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς δηλῶν, ὅτι οὐ τῆς ἐκείνων  γνώμης ἦν, ἀλλὰ τῆς τοῦ συλληφθέντος δυνάμεώς τε καὶ ἀποφάσεως, ἐπήγαγεν· Ἵνα ὁ λόγος πληρωθῇ, ὃν εἶπεν, ὅτι Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο.

 βʹ. Ὁ γοῦν Πέτρος θαρσήσας ταύτῃ τῇ φωνῇ καὶ . τοῖς ἤδη γεγενημένοις,  ὁπλίζεται  κατὰ τῶν  ἐπελθόντων.  Καὶ πῶς, φησὶν, ὁ κελευσθεὶς μὴ πήραν  ἔχειν,  μὴ  δύο  χιτῶνας,  μάχαιραν  ἔχει;  Ἐμοὶ δοκεῖ  τοῦτο  αὐτὸ  δεδοικὼς παρεσκευάσθαι πάλαι.  Εἰ δὲ λέγεις,  Πῶς ὁ κελευσθεὶς  μὴ ῥαπίζειν,  ἀνδροφόνος γίνεται;  μάλιστα μὲν  μὴ ἀμύνεσθαι προσετάχθη· ἐνταῦθα  δὲ οὐχ ἑαυτῷ  ἤμυνεν, ἀλλὰ τῷ ∆ιδασκάλῳ. Ἔπειτα δὲ, οὐδὲ τέλειοί πως καὶ ἀπηρτισμένοι ἦσαν. Σὺ δὲ, εἰ βούλει Πέτρον φιλοσοφοῦντα  ἰδεῖν, ὄψει μετὰ ταῦτα τραυματιζόμενον, καὶ πράως φέροντα,  καὶ  μυρία  πάσχοντα  δεινὰ,  καὶ  οὐ  παροξυνόμενον.  Ὁ  δὲ  Ἰησοῦς  καὶ ἐνταῦθα θαυματουργεῖ, ὁμοῦ τε παιδεύων ὅτι τοὺς ποιοῦντας κακῶς εὐεργετεῖν χρὴ, καὶ τὴν δύναμιν ἐκκαλύπτων τὴν ἑαυτοῦ. Τούτῳ μὲν οὖν τὸ ὠτίον ἀπέδωκε, Πέτρῳ δέ φησιν, ὅτι Πάντες οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται. Ὥσπερ καὶ ἐπὶ τοῦ νιπτῆρος ἐποίησε, δι' ἀπειλῆς τὸν τόνον αὐτοῦ χαλάσας· οὕτω καὶ ἐνταῦθα. Τὸ δὲ ὄνομα τοῦ δούλου προστίθησιν ὁ εὐαγγελιστὴς, ἐπειδὴ πολὺ μέγα τὸ γινόμενον ἦν,  οὐχ  ὅτι  ἐθεράπευσε μόνον,  ἀλλ' ὅτι  καὶ τὸν  ἐπ' αὐτῷ  ἐλθόντα,  καὶ  μικρὸν ὕστερον μέλλοντα  ῥαπίζειν αὐτὸν, καὶ ὅτι τὸν ἐντεῦθεν  μέλλοντα  ἀναῤῥιπίζεσθαι πόλεμον   κατὰ   τῶν   μαθητῶν   ἐπέχει.   ∆ιὰ  τοῦτο   καὶ   τὸ   ὄνομα   τέθεικεν   ὁ εὐαγγελιστὴς, ὥστε τοῖς τότε ἀναγινώσκουσιν ἐξεῖναι ζητῆσαι καὶ περιεργάσασθαι, εἴ γε ὄντως γέγονε τὰ γεγενημένα.  Οὐχ ἁπλῶς δὲ καὶ τὸ δεξιὸν ὠτίον λέγει· ἀλλ' ἐμοὶ δοκεῖ, τὴν ὁρμὴν εἰπεῖν τοῦ Ἀποστόλου θέλων, ὅτι σχεδὸν ἐπ' αὐτὴν ὥρμησε τὴν κεφαλήν.  Ἀλλ' ὁ Ἰησοῦς οὐκ ἀπειλῇ μόνον αὐτὸν κατέχει, ἀλλὰ καὶ ἑτέροις παραμυθεῖται, λέγων· Τὸ ποτήριον, ὃ ἔδωκέ μοι ὁ Πατὴρ, οὐ μὴ πίω αὐτό; δεικνὺς ὅτι οὐ τῆς ἐκείνων  δυνάμεως  τὸ γινόμενον,  ἀλλὰ  τῆς  αὐτοῦ  συγχωρήσεως· καὶ δηλῶν,  ὅτι οὐκ ἔστιν ἀντίθεός  τις, ἀλλ' ὑπήκοος μέχρι θανάτου  τῷ Πατρί· Τότε λοιπὸν  συλλαμβάνεται  ὁ Ἰησοῦς, καὶ ἔδησαν αὐτόν· καὶ ἀπήγαγον  πρὸς Ἄνναν.
∆ιατί πρὸς Ἄνναν; Ὑπὸτῆς ἡδονῆς ἐνεπόμπευον  τοῖς γινομένοις,  ὡς δὴ τρόπαιον στήσαντες. Ἦν δὲ οὗτος πενθερὸς τοῦ Καϊάφα· ὁ δὲ Καϊάφας οὗτος ἦν ὁ συμβουλεύσας τοῖς  Ἰουδαίοις,  ὅτι  συμφέρει ἕνα  ἄνθρωπον  ἀποθανεῖν.  Τί πάλιν ὑπέμνησεν ἡμᾶς τῆς προφητείας ὁ εὐαγγελιστής; ∆ηλῶν ὅτι ὑπὲρ σωτηρίας ταῦτα ἐγίνετο. Καὶ τοσαύτη τῆς ἀληθείας ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ἐχθροὺς αὐτὰ προαναφωνεῖν.  Ἵνα γὰρ μὴ δεσμοὺς ἀκούσας ὁ ἀκροατὴς θορυβῆται, ἀναμιμνήσκει τῆς προφητείας ἐκείνης, ὅτι ἡ σωτηρία τῇ οἰκουμένῃ ὁ θάνατος αὐτοῦ ἦν. Ἠκολούθησε δὲ Πέτρος, καὶ ὁ ἄλλος μαθητής. Τίς ἐστιν ὁ ἄλλος μαθητής; Αὐτὸς ὁ ταῦτα γράψας. Καὶ τίνος ἕνεκεν ἑαυτὸν οὐ λέγει; Ὅτε μὲν γὰρ ἐπὶ τὸ στῆθος ἀνέπεσε τοῦ Ἰησοῦ, εἰκότως  ἑαυτὸν  κρύπτει· νῦν  δὲ τίνος  ἕνεκεν  τοῦτο ποιεῖ; Τῆς αὐτῆς ἕνεκεν  αἰτίας.  Καὶ γὰρ  καὶ  ἐνταῦθα  μέγα  κατόρθωμα  διηγεῖται,  ὅτι,  πάντων ἀποπηδησάντων,  αὐτὸς  ἐπηκολούθει.  ∆ιὰ τοῦτο  κρύπτει  ἑαυτὸν  καὶ  προτίθησιν ἑαυτοῦ τὸν  Πέτρον· καὶ ἑαυτοῦ δὲ ἠναγκάσθη ἐπιμνησθῆναι  νῦν,  ἵνα μάθῃς, ὅτι ἀκριβέστερον διηγεῖται τῶν ἄλλων τὰ κατὰ τὴν αὐλὴν, ἅτε ἔνδον ὤν. Καὶ ὅρα πῶς ὑποτέμνεται τὸ ἴδιον ἐγκώμιον. Ἵνα γὰρ μή τις λέγῃ, Πῶς πάντων ἀναχωρησάντων, οὗτος καὶ ἐνδοτέρω τοῦ Σίμωνος εἰσῆλθε; λέγει, Ὅτι καὶ τοῦ ἀρχιερέως γνώριμος ἦν· ὡς μηδένα θαυμάζειν, ὅτι ἠκολούθησε, μηδὲ ἐπὶ ἀνδρείᾳ αὐτὸν ἀνακηρύττειν. Τὸ δὲ θαῦμα ἐκεῖνο ἦν τὸ τοῦ Πέτρου, ὅτι οὕτω περιδεὴς ὢν καὶ μέχρι τῆς αὐλῆς ἦλθε, τῶν  ἄλλων  ἀναχω  . ρησάντων.  Τὸ μὲν  οὖν  ἐλθεῖν  ἐκεῖ, πόθου· τὸ  δὲ μὴ εἰσελθεῖν ἔνδον, ἀγωνίας καὶ φόβου. ∆ιὰ τοῦτο γὰρ καὶ ταῦτα ἀνέγραψεν ὁ εὐαγγελιστὴς,  προοδοποιῶν  τῇ ἀπολογίᾳ  τῆς ἀρνήσεως. Οὐ γὰρ ὡς μέγα τι περὶ αὐτοῦ τίθησιν, ὅτι γνώριμος ἦν τῷ ἀρχιερεῖ· ἀλλ' ἐπειδὴ εἶπεν, ὅτι συνεισῆλθε τῷ Ἰησοῦ μόνος, ἵνα  μὴ νομίσῃς ὅτι ὑψηλῆς  γνώμης  ἦν τὸ πρᾶγμα, τίθησι καὶ τὴν αἰτίαν. Ὅτι δὲ καὶ ὁ Πέτρος εἰσῆλθεν ἂν, εἴπερ ἐπετράπη, διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἐπειδὴ  γοῦν   ἐξῆλθε,  καὶ  τὴν  θυρωρὸν  ἐκέλευσεν  αὐτὸν  εἰσαγαγεῖν,  εὐθέως εἰσῆλθεν ὁ Πέτρος. ∆ιατί δὲ αὐτὸς αὐτὸν οὐκ εἰσήγαγεν; Τοῦ Χριστοῦ εἴχετο, καὶ ἐπηκολούθει. ∆ιὰ τοῦτο τὴν γυναῖκα ἐκέλευσεν εἰσαγαγεῖν αὐτόν. Τί οὖν ἡ γυνή; Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Ὁ δέ φησιν, Οὐκ εἰμί. Τί λέγεις, ὦ Πέτρε; οὐχὶ πρώην εἶπες, ὅτι, Ἂν δέῃ με καὶ τὴν ψυχὴν ὑπὲρ σοῦ θεῖναι, θήσω; τί τοίνυν  γέγονεν,  ὅτι  οὐδὲ  θυρωροῦ  φέρεις  ἐρώτησιν;  Μὴ γὰρ  στρατιώτης  ἦν  ὁ ἐρωτῶν; μὴ τῶν κατασχόντων τις; Θυρωρὸς ἦν εὐτελὴς καὶ ἀπεῤῥιμμένη, καὶ οὐδὲ ἡ ἐρώτησις θρασεῖα. Οὐ γὰρ εἶπε, Τοῦ πλάνου καὶ τοῦ λυμεῶνος μαθητὴς εἶ, ἀλλὰ, Τοῦ ἀνθρώπου  τούτου· ὅπερ ἐλεούσης μᾶλλον  καὶ κατακαμπτομένης  ἦν. Ἀλλ' οὐδὲν τούτων ἤνεγκεν ὁ Πέτρος. Τὸ δὲ, Μὴ καὶ σὺ, διὰ τοῦτο εἴρηται, ἐπειδὴ ὁ Ἰωάννης ἔνδον ἦν· οὕτω προσηνῶς διελέγετο ἡ γυνή. Ἀλλ' οὐδενὸς τούτων ᾔσθετο, οὐδὲ εἰς τὸν νοῦν ἔλαβεν, οὐδὲ ὅτε τὸ πρῶτον, οὐδὲ ὅτε τὸ δεύτερον, ἀλλ' οὐδὲ τὸ τρίτον, ἀλλ' ἡνίκα ἀλέκτωρ ἐφώνησε· καὶ οὐδὲ τοῦτο αὐτὸν εἰς ἔννοιαν  ἤγαγεν  ἕως ὅτε ἔβλεψεν εἰς αὐτὸν ὁ Ἰησοῦς πικρόν. Καὶ αὐτὸς μὲν εἱστήκει θερμαινόμενος μετὰ τῶν τοῦ ἀρχιερέως δούλων· ὁ δὲ Χριστὸς ἔνδον κατείχετο δεδεμένος. Ταῦτα δὲ λέγομεν, οὐ τοῦ Πέτρου κατηγοροῦντες, ἀλλὰ τῶν ὑπὸ τοῦ Χριστοῦ εἰρημένων τὴν ἀλήθειαν ἐπιδεικνύμενοι. Ὁ οὖν ἀρχιερεὺς ἐρώτησε τὸν Χριστὸν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ τῆς διδασκαλίας.

γʹ. Ὢ τῆς πονηρίας! συνεχῶς ἀκούων ἐν τῷ ἱερῷ δημηγοροῦντος καὶ παῤῥησίᾳ διδάσκοντος, νῦν βούλεται μαθεῖν. Ἐπειδὴ γὰρ ἔγκλημα οὐδὲν εἶχον προσενεγκεῖν, περὶ τῶν μαθητῶν ἠρώτων ἴσως, ποῦ εἰσιν, καὶ τίνος ἕνεκεν αὐτοὺς συνέλεξε, καὶ τί βουλόμενος, καὶ ἐπὶ τίσι. Τοῦτο δὲ ἔλεγεν, ὡσανεὶ στασιαστὴν καὶ νεωτεροποιὸν ἐλέγξαι θέλων, ὡς οὐδενὸς ἑτέρου προσέχοντος αὐτῷ, ἀλλ' ἢ μόνων ἐκείνων, ὡς ἐργαστηρίου τινὸς ὄντος πονηροῦ. Τί οὖν ὁ Χριστός; Τοῦτο ἀνατρέπων, φησίν· Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, οὐχὶ τοῖς μαθηταῖς ἰδίᾳ· ἐγὼ παῤῥησίᾳ ἐδίδαξα ἐν τῷ ἱερῷ. Τί οὖν; οὐδὲν ἐλάλησεν ἐν τῇ κρυφῇ; Ἐλάλησε μὲν, ἀλλ' οὐχ, ὡς οὗτοι ἐνόμιζον, δεδοικὼς καὶ συστάσεις ποιούμενος, ἀλλ' εἴ που τῆς τῶν πολλῶν ἀκροάσεως ἀνώτερα τὰ λεγόμενα ἦν. Τί με ἐπερωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας. Οὐκ αὐθαδιαζομένου ἐστὶ τὰ ῥήματα, ἀλλὰ θαῤῥοῦντος τῇ τῶν εἰρημένων ἀληθείᾳ. Ὅπερ οὖν ἀεχόμενος ἔλεγεν· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τοῦτο καὶ νῦν αἰνίττεται, ἐκ περιουσίας βουλόμενος ἀξιόπιστον καταστῆσαι τὴν μαρτυρίαν. Ἐπειδὴ γὰρ τῶν μαθητῶν, ὡς μαθητῶν ἐμνημόνευσε, τί φησιν; Ἐμὲ περὶ τῶν ἐμῶν ἐρωτᾷς; ἐρώτησον τοὺς ἐχθροὺς, τοὺς ἐπιβούλους, τοὺς δήσαντας·  οὗτοι  λεγέτωσαν.   Αὕτη  γάρ  ἐστι  τῆς  ἀληθείας   ἀναμφισβήτητος   ἡ ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς τις ὑπὲρ ὧν λέγει καλῇ μάρτυρας. Τί οὖν ὁ ἀρχιερεύς;

∆έον οὕτω . ποιήσασθαι τὴν ἐξέτασιν, τοῦτο μὲν οὐκ ἐποίησεν ἐκεῖνος· Εἷς δὲ τῶν  παρεστηκότων  ὑπηρετῶν  ἔδωκεν  αὐτῷ  ῥάπισμα  ταῦτα  εἰπόντι.  Τί  τούτου γένοιτ' ἂν ἰταμώτερον; Φρίξον, οὐρανὲ, ἔκστηθι γῆ τῇ τοῦ ∆εσπότου μακροθυμίᾳ, καὶ τῇ τῶν δούλων ἀγνωμοσύνῃ. Καίτοι τί ποτε ἦν τὸ λεχθέν; οὐ γὰρ ὡς παραιτούμενος  εἰπεῖν  ἔλεγεν·  Τί  με  ἐρωτᾷς;  ἀλλὰ  πᾶσαν  ἐκκόψαι  βουλόμενος ἀγνωμοσύνης ὑπόθεσιν. Καὶ ἐπὶ τούτοις ῥαπισθεὶς, πάντα σεῖσαι καὶ ἀφανίσαι καὶ μετακινῆσαι δυνάμενος, τούτων μὲν οὐδὲν ποιεῖ· φθέγγεται δὲ ῥήματα πᾶσαν δυνάμενα θηριωδίαν ἐκλῦσαι. Καί φησιν· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· τουτέστιν, Εἰ μὲν ἔχεις ἐπιλαβέσθαι τῶν  εἰρημένων,  ἀπόδειξον· εἰ δὲ οὐκ ἔχεις, Τί με τύπτεις; Ὁρᾷς τὸ δικαστήριον θορύβου γέμον καὶ ταραχῆς καὶ θυμοῦ καὶ συγχύσεως; Ἠρώτησεν ὁ ἀρχιερεὺς ὑπούλως καὶ δολερῶς· ἀπεκρίνατο ὁ Χριστὸς ἐξ εὐθείας  καὶ ὡς  ἐχρῆν. Τί τοίνυν  τὸ ἀκόλουθον  ἦν; ∆ιελέγξαι  ἢ ἀποδέξασθαι τὸ εἰρημένον. Ἀλλ' οὐ γίνεται· ἀλλ' ὁ δοῦλος αὐτὸν ῥαπίζει. Οὕτως οὐχὶ δικαστήριον, ἀλλὰ σύστασις καὶ τυραννὶς  τὰ γινόμενα.  Εἶτα μηδὲ οὕτως εὑρίσκοντές τι πλέον, Πέμπουσιν αὐτὸν δεδεμένον πρὸς Καϊάφαν. Ἦν δὲ Πέτρος ἑστὼς, καὶ θερμαινόμενος. Βαβαὶ, πόσῳ κάρῳ κατείχετο  ὁ θερμὸς καὶ μεμηνὼς, ἀπαγομένου τοῦ Ἰησοῦ; Καὶ μετὰ τοσαῦτα οὐδὲ κινεῖται λοιπὸν, ἀλλ' ἔτι θερμαίνεται, ἵνα μάθῃς ὅση τῆς φύσεως ἡ ἀσθένεια, ὅταν  Θεὸς ἐγκαταλίπῃ·  καὶ ἐρωτηθεὶς  πάλιν  ἀρνεῖται.  Εἶτα λέγει,  Ὁ συγγενὴς τοῦ δούλου, οὗ ἀπέκοψεν ὁ Πέτρος τὸ ὠτίον, ἀλγῶν ἐπὶ τῷ γεγενημένῳ· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ; Καὶ οὐδὲ ὁ κῆπος αὐτὸν εἰς μνήμην τῶν γεγενημένων ἤγαγεν, οὐδὲ ἡ πολλὴ φιλοστοργία, ἣν ἐκεῖ διὰ τῶν ῥημάτων ἐπεδείξατο ἐκείνων, ἀλλὰ  πάντα  ταῦτα  ὑπὸ  τῆς  ἀγωνίας   ἐξέβαλε.  Τί  δήποτε  δὲ  οἱ  εὐαγγελισταὶ ὁμοφώνως  περὶ αὐτοῦ ἀνέγραψαν;  Οὐχὶ τοῦ μαθητοῦ  κατηγοροῦντες,  ἀλλ' ἡμᾶς παιδεῦσαι βουλόμενοι,  πόσον κακὸν  τὸ  μὴ Θεῷ τὸ  πᾶν  ἐπιτρέπειν,  ἀλλ' ἑαυτῷ θαῤῥεῖν. Σὺ δὲ θαύμασον τοῦ ∆ιδασκάλου τὴν κηδεμονίαν, ὅτι καὶ κατεχόμενος, καὶ δεδεμένος  πολλὴν  ἐποιεῖτο  τοῦ  μαθητοῦ  πρόνοιαν,  διὰ  τοῦ  βλέμματος  αὐτοῦ κείμενον ἀνιστὰς, καὶ εἰς δάκρυα καθέλκων. Ἄγουσιν οὖν αὐτὸν πρὸς Πιλᾶτον ἀπὸ τοῦ Καϊάφα. Ἐγένετο δὲ τοῦτο, ἵνα τῶν δικαστῶν τὸ πλῆθος καὶ ἀκόντων  αὐτῶν ἐπιδείξῃ  τὸ  βεβασανισμένον  τῆς  ἀληθείας.  Ἦν δὲ  πρωΐα.  Πρὶν ἢ μὲν  ἀλέκτορα φωνῆσαι,   πρὸς   Καϊάφαν   ἄγεται·   πρωῒ   πρὸς   Πιλᾶτον.   ∆ι'   ὧν   δείκνυται   ὁ εὐαγγελιστὴς, ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ Καϊάφα ἐρωτώμενος, οὐδὲν ἐξηλέγχετο· διὸ καὶ παρέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. Ἀλλ' ἐκεῖνα τοῖς ἄλλοις ἀφεὶς διηγήσασθαι, αὐτὸς τὰ ἑξῆς λέγει. Καὶ σκόπει τῶν Ἰουδαίων τὸ καταγέλαστον. Τὸν ἀθῶον συλλαβόντες, καὶ ὅπλα βαστάσαντες, εἰς τὸ πραιτώριον οὐκ εἰσέρχονται, Ἵνα μὴ μιανθῶσι. Καίτοι ποῖος μολυσμὸς, εἰπέ μοι, ἐπιβῆναι δικαστηρίῳ, ἔνθα δίκην οἱ ἀδικοῦντες  διδόασιν; Οἱ ἀποδεκατοῦντες  τὸν ἡδύοσμον καὶ τὸ ἄνηθον, φονῶντες μὲν  ἀδίκως  οὐκ  ἐνόμιζον  μιαίνεσθαι·  δικαστηρίῳ  δὲ  καὶ  ἐπιβαίνοντες  μιαίνειν ἑαυτοὺς  ἡγοῦντο.  Καὶ τίνος  ἕνεκεν  αὐτὸν  οὐκ  ἀνεῖλον,  ἀλλ'  ἐπὶ  τὸν  Πιλᾶτον ἤγαγον; Μάλιστα μὲν τὸ πολὺ τῆς ἀρχῆς αὐτῶν καὶ τῆς ἐξουσίας ὑπετέτμητο λοιπὸν, ὑπὸ Ῥωμαίους  τῶν  πραγμάτων  κειμένων.  Καὶ ἄλλως  δὲ, ἐδεδοίκεισαν  μὴ δίκην ὕστερον δώσειν κατηγορηθέντες παρ' αὐτοῦ. Τί δέ ἐστιν, Ἵνα φάγωσι τὸ Πάσχα; Καὶ μὴν αὐτὸς ἦν αὐτὸ πε . ποιηκὼς τῇ μιᾷ τῶν Ἀζύμων. Ἤτοι οὖν τὸ Πάσχα τὴν ἑορτὴν πᾶσαν λέγει· ἢ ὅτι τότε ἐποίουν τὸ Πάσχα, αὐτὸς δὲ πρὸ μιᾶς αὐτὸ παρέδωκε, τηρῶν  τὴν ἑαυτοῦ σφαγὴν  τῇ παρασκευῇ, ὅτε καὶ τὸ παλαιὸν  ἐγίνετο  τὸ Πάσχα. Αὐτοὶ δὲ ὅπλα βαστάσαντες, ὅπερ οὐκ ἐξῆν, καὶ αἷμα ἐκχέοντες,  ὑπὲρ τοῦ τόπου ἀκριβολογοῦνται, καὶ ἐξάγουσι πρὸς ἑαυτοὺς τὸν Πιλᾶτον. Καὶ ἐξελθών φησι· Τίνα κατηγορίαν   ἔχετε   κατὰ  τοῦ  ἀνθρώπου   τούτου·

δʹ.  Ὁρᾷς  ἀπηλλαγμένον   τῆς φιλαρχίας  αὐτῶν  καὶ βασκανίας; Ἰδὼν  γὰρ αὐτὸν  δεδεμένον  καὶ ὑπὸ τοσούτων ἀγόμενον,  οὐκ ἐνόμισεν ἔλεγχον  ἔχειν  ἀναμφισβήτητον  κατηγορίας· ἀλλ' ἐρωτᾷ, ἄτοπον εἶναι λέγων τὴν μὲν κρίσιν αὐτοὺς ἁρπάσαι, τὴν δὲ κόλασιν χωρὶς κρίσεως ἐπιτρέψαι   ἐκείνῳ.   Τί  οὖν   ἐκεῖνοι;   Εἰ  μὴ  ἦν   οὗτος  κακοποιὸς,  οὐκ  ἄν  σοι παρεδώκαμεν αὐτόν. Ὢ τῆς ἀνοίας! τί γὰρ οὐ λέγετε τὴν κακοποιίαν, ἀλλὰ συσκιάζετε; τί  οὐκ  ἐλέγχετε  τὸ  κακόν;  Ὁρᾷς πανταχοῦ  παραιτουμένους  τὴν  ἐξ εὐθείας κατηγορίαν, καὶ οὐδὲν δυναμένους εἰπεῖν; Ἄννας ἐκεῖνος ἠρώτησε περὶ τῆς διδασκαλίας, καὶ ἀκούσας ἔπεμψε πρὸς Καϊάφαν· καὶ αὐτὸς ἐρωτήσας πάλιν,  καὶ μηδὲν  εὑρὼν,  ἀπέστειλεν  αὐτὸν  τῷ  Πιλάτῳ. Ὁ Πιλᾶτος λέγει,  Τίνα κατηγορίαν φέρετε  κατ'  αὐτοῦ;  Καὶ οὐδὲ  ἐνταῦθα  ἔχουσί  τι  εἰπεῖν,  ἀλλὰ  στοχασμοῖς  τισι κέχρηνται πόλιν. Ἐντεῦθεν αὐτὸς ἀπορήσας φησί· Λάβετε αὐτὸν, ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν ἐκεῖνοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα. Τοῦτο δὲ ἔλεγον, Ἵνα πληρωθῇ ὁ λόγος τοῦ Κυρίου, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν  ἀποθνήσκειν. Καὶ πῶς τοῦτο ἐδήλου, Οὐκ ἔξεστιν ἀποκτεῖναι  οὐδένα; Ἢ τοῦτό φησιν ὁ εὐαγγελιστὴς, ὅτι οὐχ ὑπὲρ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐθνῶν ἔμελλεν ἀναιρεῖσθαι· ἢ ὅτι σταυρῶσαι αὐτοὺς οὐκ ἐξῆν. Εἰ δὲ λέγουσιν, Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα, κατὰ τὸν καιρὸν ἐκεῖνόν φασιν. Ἐπεὶ ὅτι γε ἀνῄρουν καὶ ἄλλῳ τρόπῳ ἀνῄρουν, δείκνυσιν ὁ Στέφανος λιθαζόμενος· ἀλλὰ σταυρῶσαι αὐτὸν ἐπεθύμουν, ἵνα καὶ τὸν τρόπον τῆς τελευτῆς ἐκπομπεύσωσιν. Ὁ δὲ Πιλᾶτος ἀπαλλαγῆναι ἐπαχθείας βουλόμενος, εἰς κρίσιν μὲν οὐκ ἀφίησι μακράν· εἰσελθὼν δὲ ἐρωτᾷ τὸν Ἰησοῦν, καί φησι· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ εἶπεν· Ἀπὸ σαυτοῦ τοῦτολέγεις,  ἢ ἄλλοι  σοι τοῦτο εἶπον; Τίνος ἕνεκεν  τοῦτο ἐρωτᾷ ὁ Χριστός; Τὴν πονηρὰν τῶν Ἰουδαίων ἐκκαλύψαι γνώμην θέλων. Ἠκηκόει μὲν οὖν παρὰ πολλῶν τοῦτο ὁ Πιλᾶτος· ἐπειδὴ δὲ οὐδὲν ἔσχον εἰπεῖν ἐκεῖνοι ὑπὲρ τοῦ μὴ πολλὴν γίνεσθαι τὴν ἐξέτασιν, ὅπερ ἀεὶ περιεφέρετο, τοῦτο εἰς μέσον ἀγαγεῖν βούλεται. Ἐπειδὴ δὲ εἶπεν αὐτοῖς, ὅτι Κατὰ τὸν νόμον ὑμῶν κρίνετε αὐτὸν, δεῖξαι βουλόμενοι ὅτι οὐκ ἔστιν Ἰουδαϊκὸν τὸ ἁμάρτημα, λέγουσιν, ὅτι Οὐκ ἔξεστιν ἡμῖν. Οὐ γὰρ δὴ κατὰ τὸν νόμον τὸν ἡμέτερον ἥμαρτεν, ἀλλὰ κοινόν ἐστι τὸ ἔγκλημα. Τοῦτο οὖν συνιδὼν ὁ Πιλᾶτος, ὡς μέλλων κινδυνεύειν, λέγει· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Οὐ τοίνυν ἀγνοῶν  ὁ  Χριστὸς ἐρωτᾷ,  ἀλλὰ  καὶ  ὑπ'  αὐτοῦ  κατηγορηθῆναι  τοὺς  Ἰουδαίους βουλόμενος, φησὶν, Ἄλλοι σοι εἶπον; Ὅπερ οὖν ἐμφαίνων  ὁ Πιλᾶτος ἔλεγε· Μή τι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος σου καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; ἐνταῦθα βουλόμενος ἑαυτὸν ἀπαλλάξαι. Εἶτα ἐπειδὴ εἶπε, Σὺ εἶ ὁ βασιλεύς; ἐλέγχων αὐτὸν ὁ Ἰησοῦς φησι· Τοῦτο γὰρ ἤκουσας παρὰ τῶν  Ἰουδαίων.  Τίνος ἕνεκεν οὐκ ἀκριβῆ ποιῇ τὴν ἐξέτα . σιν; Εἶπον, ὅτι κακοποιός εἰμι· ἐρώτησον, τί κακὸν ἐποίησα. Ἀλλὰ τοῦτο μὲν οὐ ποιεῖς, ἁπλῶς δὲ αἰτίας συντιθεῖς. Ἀπὸ σαυτοῦ τοῦτο λέγεις, ἢ ἑτέρωθεν; Εἶτα ἐκεῖνος, ὅτι μὲν ἤκουσε, παραχρῆμα οὐκ ἔχει λέγειν, ἁπλῶς δὲ ἕπεται τῷ δήμῳ, Παρέδωκάν σε ἐμοὶ, λέγων. ∆εῖ οὖν σε ἐρωτῆσαι τί ἐποίησας. Τί οὖν  ὁ Χριστός;  Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἀνάγει  τὸν Πιλᾶτον οὐ σφόδρα ὄντα πονηρὸν, οὐδὲ κατ' ἐκείνους, καὶ βούλεται δεῖξαι, ὅτι οὐκ ἔστιν ἄνθρωπος ψιλὸς, ἀλλὰ Θεὸς, καὶ Θεοῦ Υἱός. Καὶ τί φησιν; Εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ τοῖς  Ἰουδαίοις.  Ὅπερ  ἐδεδοίκει  τέως  ὁ  Πιλᾶτος,  διέλυσε,  τὴν  τῆς  τυραννίδος ὑποψίαν. Εἶτα οὐκ ἔστι ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία αὐτοῦ; Πάνυ μὲν οὖν. Πῶς οὖν φησιν, Οὐκ ἔστιν; Οὐχ ὅτι οὐ κρατεῖ καὶ ἐνταῦθα, ἀλλ' ὅτι καὶ ἄνωθεν ἔχει τὴν ἀρχὴν, καὶ οὐκ ἔστιν ἀνθρωπίνη, ἀλλὰ πολλῷ μείζων ταύτης καὶ λαμπροτέρα. Εἰ οὖν μείζων, πῶς ὑπὸ ταύτης ἑάλω; Ἑκὼν καὶ ἑαυτὸν παραδούς. Ἀλλ' οὐκ ἀποκαλύπτει τέως  τοῦτο, ἀλλὰ  τί φησιν; Εἰ ἐκ τοῦ κόσμου τούτου ἤμην, οἱ ὑπηρέται  οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ. ∆είκνυσιν ἐνταῦθα τῆς βασιλείας τῆς παρ' ἡμῖν τὸ ἀσθενὲς, ὅτι ἐν τοῖς  ὑπηρέταις  ἔχει  τὴν  ἰσχύν· ἡ δὲ ἄνω  αὐτάρκης ἐστὶν ἑαυτῇ, μηδενὸς δεομένη. Ἐντεῦθεν οἱ αἱρετικοὶ λαβόντες ἀφορμὰς, ἀλλότριον αὐτὸν εἶναί φασι τοῦ ∆ημιουργοῦ. Τί οὖν, ὅταν λέγῃ, Εἰς τὰ ἴδια ἦλθε; τί δὲ, ὅταν λέγῃ, Οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου; Οὕτω καὶ τὴν βασιλείαν οὔ φησιν ἐντεῦθεν  εἶναι, οὐ τὸν κόσμον ἀποστερῶν αὐτοῦ τῆς προνοίας καὶ τῆς ἐπιστασίας, ἀλλὰ δεικνὺς, ὅπερ ἔφην, οὐκ οὖσαν ἀνθρωπίνην  οὐδὲ ἐπίκηρον. Τί οὖν ὁ Πιλᾶτος; Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι καὶ βασιλεύς εἰμι. Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Εἰ τοίνυν βασιλεὺς γεγέννηται, καὶ τὰ ἄλλα πάντα γεγέννηται. καὶ οὐδὲν προσλαβὼν ἔχει. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Καθὼς ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν, μηδὲν ἄλλο ἢ τὴν γέννησιν νόμιζε· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Καὶ διὰ τοῦτο ἦλθον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· τουτέστιν,  Ἵνα τοῦτο αὐτὸ εἴπω, καὶ διδάξω, καὶ πείσω πάντας. 

εʹ. Σὺ δὲ ταῦτα ἀκούων, ἄνθρωπε, καὶ ὁρῶν τὸν ∆εσπότην σου δεδεμένον καὶ περιαγόμενον, μηδὲν εἶναι τὰ παρόντα πράγματα νόμιζε. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν Χριστὸς τοσαῦτα ὑπέμεινε διὰ σέ· σὺ δὲ οὐδὲ ῥήματα πολλάκις φέρεις; Ἀλλ' αὐτὸς μὲν ἐμπτύεται, σὺ δὲ καλλωπίζῃ  ἱματίοις καὶ δακτυλίοις, κἂν μὴ τῆς παρὰ πάντων  εὐφημίας τύχῃς, ἀβίωτον εἶναι νομίζεις τὸν βίον. Καὶ οὗτος μὲν ὀνειδίζεται, σκώμματα φέρει, πληγὰς καταγελάστους κατὰ τῆς σιαγόνος· σὺ δὲ πανταχοῦ τιμᾶσθαι βούλει, καὶ οὐ φέρεις τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Οὐκ ἀκούεις Παύλου λέγοντος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ; Ὅταν οὖν σέ τις κωμῳδήσῃ, μνήσθητί σου τοῦ ∆εσπότου, ὅτι μετὰ χλεύης αὐτῷ προσεκύνουν, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων διέσυρον, καὶ εἰρωνείαν  πολλὴν  ἐπεδείκνυντο· αὐτὸς δὲ οὐ μόνον  οὐκ ἠμύνατο, ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠμείψατο, πραότητι καὶ ἐπιεικείᾳ. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν· οὕτω γὰρ  δυνησόμεθα  καὶ  ὕβρεως  ἀπαλλαγῆναι   πάσης.  Οὐ γὰρ  ὁ  ὑβρίζων,  ἀλλ'  ὁ μικροψυχῶν  καὶ ἀλγῶν  ταῖς  ὕβρεσιν. ἐκεῖνός  ἐστιν ὁ κατασκευάζων τὰς ὕβρεις, . καὶ δάκνειν  ποιῶν. Ἂν γὰρ μὴ ἀλγήσῃς, οὐχ ὑβρίσθης. Οὐ γὰρ παρὰ τοὺς ποιοῦντας, ἀλλὰ παρὰ τοὺς πάσχοντας γίνεται  τὸ τὰ δεινὰ πάσχειν. Τί γὰρ ὅλως ἀλγεῖς;  Εἰ μὲν  ἀδίκως  ὕβρισε, ταύτῃ  μάλιστα  ἀγανακτεῖν  οὐ  χρὴ, ἀλλ' ἐκεῖνον ἐλεεῖν· εἰ δὲ δικαίως, πολλῷ  μᾶλλον  ἡσυχάζειν χρή. Ὥσπερ γὰρ εἰ πένητα  ὄντα πλούσιον  προσεῖπέ τις, οὐδὲν  πρὸς σὲ τῶν  εἰρημένων  ὁ ἔπαινος, ἀλλὰ  χλευασία μᾶλλον τὸ ἐγκώμιον· οὕτως ἂν ὑβρίζων τὰ μὴ ὄντα εἴπῃ, οὐδὲν πρὸς σὲ πάλιν τὸ ὄνειδος. Εἰ δὲ ἐπιλαμβάνεται τὸ συνειδὸς τῶν εἰρημένων, μὴ ἀλγήσῃς τοῖς ῥήμασιν, ἀλλὰ διόρθωσον τοῖς πράγμασι. Καὶ ταῦτα λέγω ἐπὶ τῶν ἀληθῶς ὕβρεων. Ἐπεὶ, ἂν πενίαν  ὀνειδίζῃ  καὶ δυσγένειαν, καταγέλαστον  πάλιν.  Οὐ γὰρ ὄνειδος  ταῦτα τοῦ ἀκούοντος, ἀλλὰ τοῦ λέγοντος, ἅτε οὐκ εἰδότος φιλοσοφεῖν. Ἀλλ' ὅταν ἐπὶ πολλῶν ταῦτα λέγηται, φησὶν, ἀγνοούντων τὴν ἀλήθειαν, ἀφόρητον γίνεται τὸ ἕλκος. Τοῦτο μὲν μάλιστά ἐστι φορητὸν, ὅταν σοι θέατρον παρῇ μαρτύρων ἐπαινούντων, ἀποδεχομένων, σκωπτόντων  ἐκεῖνον, κωμῳδούντων.  Οὐ γὰρ ὁ ἀμυνόμενος, ἀλλ' ὁ μηδὲν εἰπὼν, οὗτος θαυμαστὸς παρὰ τοῖς νοῦν ἔχουσιν. Ἂν δὲ μηδεὶς ᾖ νοῦν ἔχων τῶν παρόντων, ταύτῃ μάλιστα αὐτὸν καταγέλασον, καὶ ἐντρύφησον τῷ θεάτρῳ τοῦ οὐρανοῦ. Ἐκεῖ γάρ σε πάντες ἐπαινέσονται καὶ κροτήσουσι καὶ ἀποδέξονται. Ἀρκεῖ δὲ εἷς ἄγγελος ἀντὶ τῆς οἰκουμένης ἁπάσης. Καὶ τί λέγω τοὺς ἀγγέλους, ὁπότε αὐτός σε ὁ ∆εσπότης ἀνακηρύξει; Τούτοις τοῖς λογισμοῖς γυμνάζωμεν  ἑαυτούς. Οὐ γὰρ ἔστιν ἐλάττωμα  ὑβρισθέντα σιγῆσαι, ἀλλὰ τοὐναντίον,  ὑβρισθέντα ἀμύνασθαι. Εἰ γὰρ ἐλάττωμα ἦν τὸ φέρειν σιγῇ τὰ λεγόμενα, οὐκ ἂν εἶπεν ὁ Χριστός· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ἂν μὲν οὖν τὰ μὴ ὄντα λέγῃ, καὶ διὰ τοῦτο αὐτὸν ἐλεῶμεν, ὅτι τὴν τῶν κατηγορούντων ἐπισπᾶται κόλασιν καὶ τιμωρίαν, οὐδὲ Γραφὰς ἀναγινώσκειν γινόμενος ἄξιος. Τῷ γὰρ ἁμαρτωλῷ φησιν ὁ Θεὸς, Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Καθήμενος κατὰ τοῦ ἀδελφοῦ  σου κατελάλεις.  Ἂν δὲ τὰ ὄντα εἴπῃ, καὶ οὕτως ἐλεεινός. Ἐπεὶ καὶ ὁ Φαρισαῖος τὰ ὄντα ἔλεγεν· ἀλλὰ καὶ οὗτος τὸν μὲν ἀκούοντα ἔβλαψεν οὐδὲν, ἀλλὰ καὶ ὠφέλησεν· ἑαυτὸν δὲ ἀπεστέρησε μυρίων ἀγαθῶν,  ναυάγιον   ἀπὸ  τῆς  κατηγορίας  ὑπομείνας  ταύτης.  Ὥστε ἀμφοτέρωθεν ἐκεῖνός  ἐστιν  ὁ  ἀδικούμενος,  οὐ  σύ. Σὺ δὲ,  ἂν  νήφῃς,  διπλᾶ  κερδανεῖς,  τό  τε ἐξιλεοῦσθαι τὸν Θεὸν τῇ σιγῇ, καὶ τὸ μετριάζειν μειζόνως, καὶ ἀφορμὴν λαμβάνειν ἐκ τῶν  εἰρημένων  διορθοῦσθαι τὰ πεπραγμένα, καὶ τὸ τῆς δόξης τῆς ἀνθρωπίνης ὑπερορᾷν.  Καὶ γὰρ  ἐντεῦθεν  ἡμῖν  τὸ  ἄλγος  ἐγένετο,  ὅτι  πολλοὶ  πρὸς  τὴν  τῶν ἀνθρωπίνων   ὑπόνοιαν  κεχήνασιν.  Οὕτως ἐὰν  θελήσωμεν  φιλοσοφεῖν,  εἰσόμεθα καλῶς ὅτι οὐδὲν τὰ ἀνθρώπινα. Μάθωμεν τοίνυν, καὶ τὰ ἐλαττώματα ἑαυτῶν ἀναλογισάμενοι, διανύσωμεν τῷ χρόνῳ τὴν τούτων διόρθωσιν, τῷ μὲν παρόντι μηνὶ τοῦτο, τῷ δὲ ἐπιόντι τὸ ἕτερον, καὶ τῷ μετ' ἐκεῖνον ἄλλο πάλιν ὁρίσωμεν ἑαυτοὺς κατορθοῦν. Καὶ οὕτω, καθάπερ βαθμοῖς τισιν ἀναβαίνοντες,  φθάσωμεν  πρὸς τὸν οὐρανὸν διὰ τῆς κλίμακος τοῦ Ἰακώβ. Καὶ γὰρ ἡ κλῖμαξ ἐκείνη καὶ τοῦτό μοι διὰ τῆς ὄψεως ἐκείνης αἰνίττεσθαι δοκεῖ, τὴν μετὰ μικρὸν διὰ τῆς ἀρετῆς ἀνάβασιν, δι' ἧς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀναβῆναι ἔνι, οὐ βαθμοῖς αἰσθητοῖς χρωμένοις, ἀλλ' ἐπιδόσει τρόπων καὶ διορθώσει. Ἐπιλαβώμεθα τοίνυν τῆς ἀποδημίας ταύτης καὶ τῆς ἀναβάσεως, ἵνα  ἐπι . τυχόντες  τῶν  οὐρανῶν  καὶ τῶν  ἐκεῖ πάντων ἀπολαυσώμεθα ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  . Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |